TLG 2062 289 :: JOANNES CHRYSOSTOMUS :: In proditionem Judae [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In proditionem Judae [Sp.] Citation: Vol — pg — (ln) | ||
61.687(50t) | Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ. | |
51 | Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορ‐ φὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. Δεινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. | |
---|---|---|
55 | Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης Δε‐ σπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος. Καὶ τί μὴ λέγω τὸ ὄνομα, ἵνα μὴ πᾶσιν | |
60 | ἐπάγω τὴν ὕβριν τοῖς ἀποστόλοις, ἀποκρύπτων τὸν αἴτιον; Πορευθεὶς, φησὶν, Εἷς τῶν δώδεκα. Τίς; Ὁ λεγόμενος Ἰούδας. Καὶ ἄλλο, ἵνα μὴ ὁ ἀναίτιος ἀπο‐ κρύψῃ τὸν αἴτιον (εὑρίσκομεν γὰρ τῶν ἀποστόλων καὶ ἕτερον τῷ αὐτῷ κεκλημένον ὀνόματι), Ἰούδας ὁ Ἰσκα‐ | |
65 | ριώτης, φησὶν, εἷς πορευθεὶς τῶν δώδεκα. Οὐκ ἔτι οὖν εἷς· εἶχε γὰρ μεθ’ ἑαυτοῦ τὸν διάβολον συνεργόν. Οὗτος πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Εἰπέ μοι ἐνταῦθα, Ἰούδα, τὸν τοῦ κόσμου Δεσπότην καὶ ἑαυ‐ | |
70 | τοῦ διδάσκαλον εἰς πρᾶσιν προβαλλόμενος, τὴν ἀξίαν τοῦ μαθητοῦ ἐν ποίᾳ καταλιμπάνεις τιμῇ; τί δέ σε κατ‐ αναγκάζει προδότην τοῦ ἑαυτοῦ βασιλέως στρατεύε‐ σθαι; τίνα προτίμησιν εἶδες τῶν λοιπῶν συμμαθητῶν κατὰ σοῦ γινομένην, ὅτι ταύτην ἄνομον βουλὴν ἐμελέ‐ | |
75 | τησας; ὃς οἶδας πρὸς σὲ καὶ τοὺς ἕνδεκα ἀποστόλους τοῦ Δεσπότου βοήσαντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι | |
πρῶτος, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκο‐ | Column end | |
61.688(49) | νος. Ἆρα οὐ ταῦτα προεῖπε, τὴν σὴν βουλὴν ἀναστέλ‐ | |
61.688(50) | λων; καὶ διακονεῖν σε τοῖς πρώτοις ἠρέθισεν, ἵνα μὴ σὺ ὡς ἔσχατος ἀδίκῳ πόνῳ κινηθεὶς κατασκευάσῃς τὸν δόλον; Εἰ μὲν ὑπῆρχες χρημάτων ἐκτὸς τοῖς Ἰουδαίοις τὴν προδοσίαν δωρούμενος, ἂν ὑπέλαβεν ἄνθρωπος, ὅτι ἄδικόν τι ὑποστὰς πρὸς τὴν τοῦ ἀδικήσαντος ἐχώρησας | |
55 | ἄμυναν· τὸ δὲ λέγειν σε προφανῶς· Τί θέλετέ μοι δοῦ‐ ναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; δηλοῖ τὴν σὴν δο‐ λιότητα. Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Τί πράττεις, Ἰούδα, τριάκοντα συμφωνήσας ἀργύρια ὑπὲρ | |
60 | τῆς τοῦ ἀτιμήτου πράσεως μαργαρίτου; Ἐξαρίθμησον πρῶτον ἅπερ μόνῳ τῷ λόγῳ ἐδημιούργησεν ἄστρα, καὶ τότε λόγῳ τὸν Λόγον παραδοῦναι μελέτησον. Ἐζή‐ τει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ. Αὐτὸς τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε, καὶ κατ’ ἐκείνου ἐζήτει και‐ | |
65 | ρὸν τῆς ἑαυτοῦ προδοσίας ἁρμόδιον. Ὀψίας δὲ γενο‐ μένης, ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με· ὁ κατ’ ἐμοῦ καὶ ὑμῶν εἰσελθὼν καὶ μαθὼν ἃ φυλάξαι οὐκ ἴσχυσε. Καὶ λυ‐ | |
70 | πούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, μήτι ἐγώ εἰμι, Κύριε; Πάντας ἐκίνει τὸ ῥηθὲν εἰς ἀκριβῆ τοῦ συνειδότος ἐρεύνησιν, οἷς καθαρὰ τὰ τῆς καρδίας κρύφια. Ἀπεκρίθη λέγων ὁ Ἰησοῦς· Τί πάντες ἑαυτοὺς τὸ τοῦ προδότου συκοφαντεῖτε ἐγχεί‐ | |
75 | ρημα; Ὁ ἐμβάψας μετ’ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν | 687 |
61.689 | χεῖρα, οὗτός με παραδώσει. Ἄκων ὑποδεικνύει ἑαυ‐ τὸν, πρὸ τοῦ δράματος λέγει κἂν μὴ θέλων· τὸ ὄνομα κρατεῖται τέως ὑπ’ ἐμοῦ, ἕως ἂν εἴπῃ ἐφ’ ὑμῶν τὰ ὑπ’ αὐτοῦ κατ’ ἐμοῦ μελετώμενα. Ἀποκριθεὶς δὲ, φησὶν, | |
5 | ὁ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν, εἶπε· Μήτι ἐγώ εἰμι, Ῥαββί; Λέγει αὐτῷ· Σὺ εἶπας. Ἠλευθέρωσας τοὺς ἕνδεκα, τῶν παρὰ σοῦ πραττομένων τούτους ἀθώους ποιήσας. Δέχου καὶ ἄλλην κατάκρισιν ὧν μέλλεις πράτ‐ τειν φιλαργυρίᾳ. Ἐσθιόντων δὲ αὐτῶν, φησὶ, λαβὼν | |
10 | ὁ Ἰησοῦς τὸν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς αὑτοῦ, καὶ εἶπε· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον, εὐχαριστήσας ἔδωκε λέγων· Λάβετε, πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά | |
15 | μου τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ πολλῶν ἐκ‐ χυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Λάβετε ἐξ αὐτοῦ πάντες. Καὶ σὺ, φησὶν, ὁ προδότης, τῆς αἰωνίου μετά‐ σχου ζωῆς· καὶ ἐὰν μὲν ἐμμείνῃς ἐν αὐτῇ, τὰ πρὸς Ἰουδαίους συγκεχώρηταί σοι σύμφωνα· ἐὰν δὲ τὴν | |
20 | ἑαυτοῦ μὴ ἀνατρέψῃς ὁρμὴν, ἴσθι εἰδὼς ὁποῖον Δεσπό‐ την πιπράσκεις φιλάνθρωπον. Ὁ δὲ τῆς Δεσποτικῆς εὐσπλαγχνίας μὴ ἀνασχόμενος, πρὸς Ἰουδαίους δραμὼν | |
ἄγειν εἰς ἔργον τὸ μελετηθὲν κατηπείγετο. Καὶ ἰδοὺ, | Column end | |
61.690 | φησὶν, Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ’ αὐτοῦ ὁ ὄχλος πολὺς μετὰ μαχαιρῶν, καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. Ὁ δὲ παρα‐ διδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν | |
5 | ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. Τοῖς ἐμοῖς προσέχετε χείλεσιν· ἄλλως γὰρ ὁ λόγος προδοθῆ‐ ναι οὐ δύναται. Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ὢ φιλήματος, οἰκουμενικῆς εἰρήνης ἀναίρεσις, μᾶλ‐ | |
10 | λον δὲ, φιλαλήθως εἰπεῖν, τοῦ κοσμικοῦ πολέμου κατά‐ λυσις, καὶ εἰ μὴ τούτῳ ἀκολουθῶν τῷ σκοπῷ ὁ Ἰούδας τὴν προδοσίαν ἐτόλμησεν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ’ ᾧ πάρει; Ἐμοὶ τὸ φίλημα δέδωκας, πρὸς τοὺς παρεστῶτας τὰ σύμφωνα πλήρωσον. Τότε προσ‐ | |
15 | ελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Ἀπῆλθεν ὁ προδότης τῶν ἀποστό‐ λων ἀλλότριος, καὶ ὁ τῆς ζωῆς ἀρχηγὸς τοῖς Ἰουδαίοις προσηνέχθη εἰς θάνατον· κατεσκευάσθη σταυρὸς, καὶ τάφος οἰκοδομεῖται εἰς ζωήν· οἱ νεκροὶ ἐπανέρχονται, | |
20 | καὶ εἰς ᾅδην Ἰούδας πορεύεται· σταυροῦται μετὰ λῃ‐ στῶν ὁ Σωτὴρ, καὶ πάντας καλεῖ πρὸς παράδεισον. | |
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | 689 |