TLG 2062 287 :: JOANNES CHRYSOSTOMUS :: De caritate [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De caritate [Sp.] Citation: Vol — pg — (ln) | ||
60.773(57t) | Περὶ ἀγάπης. | |
58 | Λόγος μὲν οὐδεὶς περὶ ἀγάπης κατ’ ἀξίαν εἰπεῖν ἱκα‐ νὸς, διὰ τὸ μὴ εἶναι αὐτὴν ἐπίγειον, ἀλλ’ ἐπουράνιον. | |
---|---|---|
60 | Οἶμαι δὲ καὶ τὴν τῶν ἀγγέλων γλῶτταν ἀπορεῖν πρὸς τὴν ταύτης ἀκριβεστάτην ζήτησιν, ἐπειδήπερ ἐξ αὐτῆς τῆς τοῦ Θεοῦ μεγαλονοίας ἀπαύστως προέρχεται. Ἆρα οὖν ἐπειδήπερ οὔτε ἀνθρώπων γλῶσσα ἱκανὴ πρὸς τὴν ταύτης ἀκριβεστάτην ἐξήγησιν, ἀποκνήσομεν καὶ ἡμεῖς; | |
65 | Ἀλλὰ μηδαμῶς· ἐπειδὴ παρὰ Θεῷ καὶ τῶν πολυαργύ‐ ρων παμμεγέθεις προσφοραὶ εὐπρόσδεκτοι· ἀλλὰ καὶ τῶν ἀνυποκρίτων μετὰ γνώμης ἱλαρᾶς, κἂν σφόδρα βραχύτατα τυγχάνωσιν, ὡς καὶ τῆς χήρας ἐκείνης τῆς βαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον προεκρίθη | |
70 | ἡ προσφορὰ τῶν τὸν πολὺν χρυσὸν θεμένων. Καὶ ἡμεῖς τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον θέμενοι ἀρωγὸν καὶ διορθω‐ τὴν τῶν λεγομένων, προθύμῳ καρδίᾳ τὰ δύο δηνάρια τῆς ἀγάπης εἰς τὸ γαζοφυλάκιον τῆς διανοίας ὑμῶν βα‐ λώμεθα. Ταῦτα γὰρ οἶμαι ἐκεῖνα τὰ δύο δηνάρια τὰς | |
75 | δύο ἐντολὰς, ἐν αἷς ὁ νόμος ὅλος κρέμαται καὶ οἱ προ‐ | Column end |
60.774(58) | φῆται. Εἴρηται γὰρ παρὰ Κυρίου ἐν Εὐαγγελίοις, Ἀγα‐ πήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, | |
60 | καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὁ νόμος καὶ οἱ προφῆται. Ἀγάπη πρὸς Θεὸν, καὶ ἀγάπη πρὸς τὸν πλησίον, δύο ἐντολαὶ ἀλ‐ λήλων ἐχόμεναι· ὁ ἔχων μίαν τούτων, τὴν δὲ ἄλλην οὐκ ἔχων, οὗτος οὐδὲ ἢν δοκεῖ ἔχειν κέκτηται. Ὡς γὰρ ψυχὴ | |
65 | ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ’ αὖ πάλιν σῶμα ἄνευ ψυχῆς· οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, οὐ τυγχάνει ἀγάπη· οὐδ’ αὖ πάλιν ἡ πρὸς τὸν πλησίον ἀγά‐ πη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς τὸν Θεὸν, οὐ καλεῖται ἀγάπη. | |
70 | Διὸ σπάνιόν ἐστιν εὑρεῖν τελείαν ἀγάπην. Ἕλληνες ταύ‐ την ἀγνοοῦσι, κἂν δοκῶσιν εἰς ἀλλήλους ἔχειν ἀγάπην· τὸν Θεὸν δὲ ἀγνοοῦντες, ταύτης ξένοι τυγχάνουσι. Ἰου‐ δαῖοι, κἂν πρὸς ἀλλήλους ἔχωσιν ἀγάπην, μιμήσαντες τὸν Κύριον τοῦ νόμου λέγοντος, Ἀγαπήσεις Κύριον | |
75 | τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου, αὐτοὶ ἀντὶ τῆς | 773 |
60.775 | ἀγαπήσεως μῖσος ἐγκολπωσάμενοι, τὸν Κύριον τῆς δό‐ ξης ἐσταύρωσαν, καθά φησιν ἐν τῷ προφήτῃ· Καὶ ἔθεν‐ το μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ταύτην τὴν ἀγά‐ πην οὔτε οἱ λέγοντες τὸν Υἱὸν τοῦ Θεοῦ κτίσμα ἢ ποίημα | |
5 | κέκτηνται, κἂν ἔχωσιν εἰς ἀλλήλους ἀγάπην. Πῶς γὰρ ὁ ἀγαπῶν τὸν Θεὸν, τοῦτον λέξει κτίστην ἢ ποιητὴν τοῦ Χριστοῦ, καὶ οὐχὶ προγεννήτορα; ἢ πῶς τὸν Υἱὸν λέξει ἀγαπᾷν, ὁ φάσκων εἶναι τοῦτον κτίσμα ἢ ποίημα; Κἂν τὸν Πατέρα λέξῃ ἀγαπᾷν, τὸν Υἱὸν μὴ ἀγαπῶν, ἐστέρη‐ | |
10 | ται τῆς πρὸς τὸν Πατέρα ἀγάπης, ὥς φησιν ὁ Ἀπόστο‐ λος· Ὁ μὴ ἔχων τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Ταύτην τὴν ἀγάπην οἱ τὸ Πνεῦμα κτίσμα ἢ ποίημα λέ‐ γοντες οὐκ ἔχουσι, κἂν δοκῶσι Πατέρα ὁμολογεῖν καὶ ἀγαπᾷν. Εἴ τις γὰρ Πνεῦμα οὐκ ἔχει Χριστοῦ, οὗτος οὐκ | |
15 | ἔστιν αὐτοῦ. Ὅσοι τοίνυν ὀρθοδόξως φρονοῦσι περὶ Πα‐ τρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλή‐ λους φυλάττουσιν ἀγάπην, οὗτοι κέκτηνται τὸ τέλειον τῆς ἀγάπης. Ἀγάπη Πατέρα ὁμολογεῖ, Υἱὸν προσκυνεῖ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον δοξολογεῖ· ἀγάπη τὴν συμφωνίαν | |
20 | τῆς Τριάδος οὐ διαιρεῖ. Ὢ ἀγάπη, ἀγγέλων σύμβιος, πατέρων σύντροφος, προφητῶν σύσκηνος, μαρτύρων σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλησίας σύνδεσμος. Ἀγάπη πόλεμον οὐκ οἶδεν, ἐχθρὸν οὐκ ἔχει, εἰρήνην βραβεύει· ἀγάπη φονικοὺς θυμοὺς πραΰνει, λογικοὺς | |
25 | λαοὺς σεμνύνει· ἀγάπη, ἡ ἐν τῷ κόσμῳ μὴ χωροῦσα, καὶ ἐν ταπεινῇ καρδίᾳ κατοικοῦσα· ἀγάπη μέλιτος καὶ γάλακτος γλυκυτέρα, οὐ μόνον ἐν τῷ στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ καὶ ἐν τῷ βάθει τῆς καρδίας, κεκτεῖ‐ σθαι· ἀγάπη πάντων ἁρμόζει, δι’ ἧς συνέστηκε μὲν τὰ | |
30 | ἐπίγεια, αὔξει δὲ τὰ ἐπουράνια· ἀγάπη, δι’ ἣν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εἰς τὸν κόσμον· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν· ἀγά‐ πη τὰ ἐκ κινδύνων καὶ κατὰ γῆν καὶ θάλασσαν ὑπομέ‐ | |
35 | νειν ἐδίδαξεν· ἀγάπη μάρτυρας τελειοῖ, μακαριοῖ, στε‐ | Column end |
60.776 | φανοῖ· ἀγάπη τὸν πλησίον ὡς ἑαυτὸν ὁρᾷ, καὶ τὰ ἴδια πᾶσι κοινὰ ἡγεῖται· ἀγάπη τὴν ἔνδειαν τοῦ πλησίον ἰδίαν τίθεται· ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· ἀγάπη τὴν | |
5 | πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην θε‐ ραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλει· ἀγάπη ἄσβε‐ στον λαμπάδα τῆς παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα· ἀγάπη τὰς τῆς βασιλείας θύρας ἀνοίγει, καὶ τὴν παρθενίαν στεφανηφόρον εἰσάγει, καὶ | |
10 | τοὺς ἐν σεμνῷ γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κωλύει· ἀγά‐ πη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ αὐτῆς γεωργῷ στε‐ φάνους χρυσαυγεῖς ἑτοιμάζει· ἀγάπη ὑπερηφανίαν οὐκ οἶδε, ταπεινοὺς δὲ δοξάζει· ἀγάπη κακολογίαν φεύγει, καὶ εὐλογίαν δὲ στέργει· ἀγάπη ἄνδρας καὶ γυναῖκας | |
15 | γάμῳ συναφθέντας ὁμονοεῖν συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ’ ἀλλήλων οὔ ποτε θέλει· ἀγάπη τοὺς πατέρας φι‐ λεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν· ἀγάπη τοὺς δεσπότας ἐλεήμο‐ νας εἶναι παρακαλεῖ πρὸς τοὺς οἰκέτας, καὶ τοὺς οἰκέ‐ | |
20 | τας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ· ἀγάπη τὸν φόβον ἔξω τίθεται, καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥη‐ σίαν ἐνστερνίζεται· Ἡ γὰρ τελεία ἀγάπη, φησὶν, ἔξω βάλλει τὸν φόβον· ἀγάπη τὸν στέφανον τοῦτον τῶν πατέρων ἔπλεξεν ἡμῖν, καὶ τὸ στέλεχος τῆς ἐλπίδος γλυκὺ | |
25 | καὶ καρποφόρον ἵδρυσεν ἡμῖν, ἀγάπη τὸ ποίμνιον εἰς τὴν μάνδραν τῆς Ἐκκλησίας εἰσάγει, καὶ τὴν χλοηφό‐ ρον τοῦ παραδείσου νέμεται τρυφήν· ἀγάπη τὴν πάντων ἡμῶν ἀκοὴν εἰς μίαν φιληκοΐαν δεξαμένη ἐῤῥύθμισε, καὶ τὴν ὑμετέραν γλῶσσαν ἐπλάτυνεν· ἀγάπη τὸ σῶμα | |
30 | παιδεύει, τὸ πνεῦμα θερμαίνει, τὴν ψυχὴν λευκαίνει· ἀγάπη τοὺς τῶν ἀσκητῶν πόνους σεμνύνει, καὶ τοὺς τοῦ Υἱοῦ κόλπους τούτοις γελῶντας ἀνοίγει· εἰς οὓς καὶ ἡμᾶς ὁ πάντων Δεσπότης ἀξιώσειε, εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 775 |