TLG 2062 286 :: JOANNES CHRYSOSTOMUS :: De spe [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De spe [Sp.]

Citation: Vol — pg — (ln)

60

.

771

(55t)

Περὶ ἐλπίδος.
56 Ἅπαντες μὲν ἄνθρωποι φύσει εὐμήχανοι, διὰ τὸ φύ‐ σει τοῦ λογισμοῦ διακριτικόν τε καὶ νουνεχές. Ἕκαστος γὰρ τούτων πρὸς γεωργίαν καὶ ὁδοιπορίαν καὶ τέχνην τινὰ ἐλπίδι τινὶ ἑαυτὸν παραδίδωσιν. Ἅπαντες γὰρ κα‐
60μάτους καὶ ἱδρῶτας, κινδύνους τε καὶ θλίψεις προθυμίᾳ ὑποφέρουσι διὰ τὴν τῶν μελλόντων ἀγαθῶν προσδοκίαν. Καὶ ὁ μὲν γεωργὸς ἐν τῇ συνολκῇ τῶν νεύρων καὶ με‐ λῶν κυρτώσας τὰ νῶτα, ἄμφω δὲ τὰς χεῖρας ὁπλίσας δό‐ ρατι καὶ ἀρότρῳ, τοὺς ἐκ τοῦ χειμῶνος κρυμοὺς,
65καὶ τοὺς ἐκ τῆς βώλου καὶ τῶν ἐγκειμένων ἀκανθῶν αἰκισμοὺς προθύμως ὑποφέρει, τῇ μελλούσῃ τῶν καρ‐ πῶν προσδοκίᾳ τοὺς πόνους παραμυθούμενος. Ὁ δέ γε ὁδοιπόρος ἐν ταῖς δυσβάτοις καὶ προσάντεσιν ὁδοῖς ἐπι‐ βὰς, ἀντιτυποῦντος τοῦ στερεοῦ ἐδάφους, τοὺς ταρσοὺς
70μαστιζόμενος, ἱδρώτων πολυχύτους σταγόνας ἐκ κορυ‐ φῆς μέχρις ὀνύχων κοχλάδων ἀναζέων, καύσωνάς τε καὶ ὑδάτων [λιμοὺς] καὶ τροφῶν ἔνδειαν γενναίως ὑπομένει, διὰ τὸ ἐκ τῆς ὁδοιπορίας αὐτῷ ἐλπιζόμενον κέρδος. Ἰα‐ τροὶ δὲ ἐν τῇ ἐκτομῇ τῶν οἰδαινόντων τραυμάτων τὴν
75δυσωδίαν ἐπιφέρουσι, γαστέρων δὲ κενώσεις καὶ χαύνωνColumn end

60

.

772

(55)

χυμῶν ἐκχύσεις ἐκ χειρὸς δεχόμενοι οὐκ ἀναίνονται διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, καὶ διὰ τὴν οἰκείαν εὐπο‐ ρίαν τὴν ἐκ τῶν θεραπευομένων αὐτοῖς ἐλπιζομένην. Οἱ δὲ πελάγιοι πλωτῆρες γῆν λείποντες, καὶ τὰ τῆς θαλάτ‐ της ἁλμυρὰ καὶ κυάνεα νῶτα τέμνοντες, παλιντρόπων
60πνευμάτων βίας καὶ ταραχὰς ἀνηκέστους ὑπομένουσι, σχοινίων δὲ πολυπλόκων διατάσεις, ἱστίων δὲ καὶ αὐχέ‐ νων τρισμοὺς φοβεροὺς, κυμάτων δὲ ἀγρίων ὀρυγμαδώ‐ δεις κατόψεσι δεχόμενοι φοβεροὺς διὰ τὴν ἐκ τοῦ πλοὸς αὐτοῖς ἐλπιζομένην σωτηρίαν καὶ εὐπορίαν. Ἅπαντες δὲ
65οὗτοι καὶ οἱ τούτων πλείονες καμάτους τε καὶ κινδύνους ὑπομένουσι διὰ τὴν πρὸς ὀλίγον φαινομένην ἐλπίδα· πολλῷ μᾶλλον τὸ φιλόθεον γένος τῶν Χριστιανῶν, ἀν‐ δρῶν δὴ λέγω καὶ γυναικῶν (οὐ γὰρ μόνον τὸ ἄῤῥεν ἐστράται παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ τὸ θῆλυ), οὐ τῇ τοῦ
70σώματος ῥώμῃ, ἀλλὰ τῇ τῆς φρονήσεως ἀνδρείᾳ δι‐ ωγμούς τε καὶ λιμοὺς, νηστείαν τε καὶ ἀγρυπνίαν καὶ
χαμευνίαν, καὶ τῶν ἄλλων ἀνεκδιηγήτων θλίψεων ἄμφω771

60

.

773

προθύμως ὑποφέροντες διὰ τὴν ἀκήρατον καὶ μακαρίαν ἐν οὐρανοῖς ἐλπίδα. Ἕκαστος οὖν στηκέτω τῷ ἰδίῳ ἔρ‐ γῳ, καὶ ἐλπίδι τονούσθω· ὁ γεωργὸς τῆς πνευματικῆς ἀρούρας ἔμβαλε τῆς διδασκαλίας τὸ ἄροτρον εἰς τὸ δε‐
5κτὸν τῆς διανοίας χωρίον· εἶτα μετὰ τῶν προκαταβλη‐ θέντων τῶν αἱρετικῶν σπερμάτων, τὸ βλάστημα ἔξελε τῶν Ἰουδαϊκῶν καὶ Ἑλληνικῶν σοφισμάτων, ἵνα ἐκκαθά‐ ρας τὴν ψυχὴν, ἐπισπείρῃς τὰ τῆς πίστεως ἅγια σπέρ‐ ματα, τὰ τῆς ἐλπίδος ἀγαλλιάματα, τὰ τῆς ἀγάπης
10γλυκάσματα Οὐ γὰρ μόνον τῷ Ἱερεμίᾳ ἔδωκεν ἐξουσίαν τοῦ κατασκάπτειν τὰ χείρονα, καὶ καταφυτεύειν τὰ κρείττονα, ἀλλὰ καὶ σοὶ ἐν τῷ λέγειν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ
15κατασκάπτειν καὶ ἀπολλύειν, καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. Ἐκρίζου τοίνυν τὰ ἄγρια τῆς λαγνείας κινήματα, καὶ καταφύτευε τὰ ἅγια τῆς ἁγνείας μιμή‐ ματα· κατάσκαπτε τοῦ πονηροῦ φυτείαν, καὶ καταφύτευε τὴν τοῦ Χριστοῦ πολιτείαν· ἀπόλλυε τὰ φευκτὰ τῶν δι‐
20δαγμάτων, στηλίτευε δὲ τὰ σπουδαῖα τῶν νοημάτων. Ὁ οἰκοδόμος, κατάσπα τὰ κακῶς οἰκοδομηθέντα ὑπὸ τῆς τοῦ διαβόλου μηχανῆς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἰνδάλ‐ ματα, καὶ οἰκοδόμει ναὸν τοῦ Θεοῦ, τιθεὶς θεμέλιον Υἱὸν Χριστὸν τὸν ἀκρογωνιαῖον, ἐφ’ ὃν οἰκοδομεῖται τὰ τῆς
25δικαιοσύνης καλλιεργήματα. Ταῦτα πράττων, κἂν θλί‐ βῃ, ὑπόμενε· κἂν διώκῃ, μὴ ἀπόκαμνε· κἂν λιμώττῃς, μὴ ἀπόφευγε· ἀλλὰ πάντα ὑπόμενε προθύμως διὰ τὴν ἐλπιζομένην ἐν τρυφῇ τοῦ παραδείσου ἀνάκτησιν. Ὁδοιπόρος εἶ κατὰ τὸν λέγοντα, Κατάρτισαι τὰ διαβή‐
30ματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου· φεῦγε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν· λάμβανε τὴν βακτηρίαν τοῦ Πνεύματος δύο πράξεις ἐπιτελοῦσαν, τόν τε ἐγκαθήμενον ἐν τῇ ὁδῷ σκολιὸν δράκοντα ἀποκτείνου‐
35σαν, καὶ σέ ποτε ἐν τοῖς πειρασμοῖς ἐκλυόμενον καὶ καταπίπτοντα διαβαστάζουσαν. Φέρε τὸν πειρασμὸν προσφερόμενον· κἂν διψῇς, ἐπὶ τὴν ἀθάνατον πηγὴν τὸν Χριστὸν ἀνάτρεχε· κἂν πεινῇς, τὸν ἄρτον τὸν ζῶντα ἐπι‐ ζήτει, ἵνα μὴ ἀποκάμῃς, μηδὲ ἐνδῷς χαυνούμενος ταῖς
40ἡδοναῖς, ἀλλ’ ἐνδυναμοῦ ἀποβλέπων τὸ τέλος τῆς ὁδοῦ, ἐλπίζων τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἰσάγγελον ζωήν. Ὁ ἰατρὸς τῶν ψυχῶν ἔκτεμε τῇ μαχαίρᾳ τοῦ Πνεύματος τὰ οἰδαίνοντα καὶ ἡλκωμένα πάθη τῆς ὑπερ‐ ηφανίας, ἀπόπλυνε τὸν βόρβορον τῶν ἡδονῶν τῷ ὕδατι
45τῆς διδασκαλίας· θεράπευε τὰς ἐκ τῆς ἁμαρτίας ἐπιτεθείσας πληγὰς ταῖς ψυχαῖς τῶν ἀνθρώπων, οἴνῳ καὶ ἐλαίῳ χρώμενος κατὰ τὸν Κύριον· οἴνῳ στῦφε πρὸς τὸ μηκέτι χαυνούμενον ἐνδιδόναι ταῖς ἐπιθυμίαις, ἐλαίῳ δὲ λῦσον τοὺς πόνους τῆς ψυχῆς, καὶ τῶν προημαρτη‐

60

.

773

(50)

μένων πταισμάτων τὴν συγχώρησιν ταχεῖαν αὐτοῖς ὑπ‐ ισχνούμενος. Μὴ πρὸς τὰ χρηματικὰ κέρδη ἀποβλέπων παρίδῃς τὸν πένητα, μηδὲ πάλιν διὰ τὸν κατάπτυστον πλοῦτον παρίδῃς τὸν πλούσιον, ἀλλὰ πένητα καὶ πλού‐ σιον ὁμοῦ παρακαλεῖ σωφρονεῖν. Μηδένα ἀπέλπιζε, μη‐
55δὲ τὸν ἄγαν ἁμαρτωλὸν, ἵνα μὴ τέλεον εἰς τὸν βυθὸν τῆς
ἁμαρτίας αὐτοὺς ῥίψωμεν, ἀλλὰ δίδου χεῖρα τῷ πεπτω‐Column end

60

.

774

κότι λέγων· Οὐκ ἦλθεν ὁ Κύριος σῶσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς· ἵνα πρόθυμοι γενόμενοι, ἐκκλίναντες ἀπὸ τοῦ κακοῦ ποιήσωσι τὸ ἀγαθὸν καὶ σωθῶσι. Πάντα πρᾶττε διὰ τὴν τῶν ἀσθενούντων ὑγίειαν, τρεφόμενος τῇ
5ἐλπίδι τῶν σωζομένων, καὶ τῇ παρὰ Θεῷ ἐλπιζομένῃ ἀγαλλιάσει. Ὡς ἀθλητὴς, νομίμως ἄθλησον· Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρ‐ χὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας
10τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πο‐ νηρίας ἐν τοῖς ἐπουρανίοις. Τοὺς ἀσκητικοὺς πόνους στέργε, τοὺς διαβολικοὺς βρόχους φεῦγε. Ἴδε Παῦλον καὶ τρέχοντα καὶ πυκτεύοντα καὶ παλαίοντα. Οὕτω τρέχω, φησὶν, ἵνα καταλάβω· οὕτω πυκτεύω, οὐχ ὡς
15ἀέρα δέρων· ἀλλ’ ὑποπιάζω μου τὸ σῶμα, μήπως ἐγὼ ὁ κηρύξας, αὐτὸς ἀδόκιμος ἔσωμαι. Τρέχε τοί‐ νυν ἵνα καταλάβῃς, πύκτευε καὶ πάλαιε, ἵνα νικήσῃς τὸν ἐχθρόν· ἀλείφου τῷ τῆς εὐσεβείας ἐλαίῳ· ἔχεις πα‐ λαίσματα καταλειφθέντα σοι ὑπὸ τῶν ἁγίων πατέρων·
20λάμβανε τὴν ἀνεξικακίαν τοῦ Μωϋσέως, τοῦ Ἰωσὴφ τὴν σωφροσύνην, τοῦ Δαυῒδ τὴν πραότητα, τοῦ Ἠλία τὴν παρθενίαν, τοῦ Ἐλισσαίου τὴν νηστείαν, τοῦ Ἡσαΐου τὴν ἀκτημοσύνην, Παύλου καὶ Πέτρου τὴν πίστιν, Χρι‐ στοῦ τὴν ἀγάπην, ἵνα ἐν πᾶσι καλῶς ἀγωνισάμενος, τῆς
25νίκης τὰ βραβεῖα ἐκ χειρὸς Θεοῦ ὑποδέξῃ. Ποιμὴν εἶ τῶν λογικῶν προβάτων τοῦ Χριστοῦ; Τὰ πρόβατα μάνδρευε, τὰ πεπλανημένα ἐπίστρεφε, τὰ συντετριμμένα ἐπίδευε, τὰ λυκόδηκτα ἰῶ, τοὺς λύκους ἀπόστρεφε, τοὺς κύνας τοὺς ὑπὲρ τοῦ ποιμνίου οὐ γὰρ ὑπνοῦντας, ἀλλ’ ὑλα‐
30κτοῦντας καὶ λαθροφοροῦντας εἰς τοῦ Δεσπότου τὸ ποί‐ μνιον· τούτους ἀπέλαυνε. Τὴν ἐκ τῆς Μαρίας ἀειθαλῆ βλαστήσασαν χλόην ὑποδείκνυε, τὴν ἀθάνατον πηγὴν τοῦ βαπτίσματος σήμαινε, τὸ ἐσπιλωμένον πρόβατον τῷ ὕδατι τῶν δακρύων ἀπόσμηχε· πάντα πόνον καὶ κάματον
35ὑπόμενε, ἵνα, φανερωθέντος τοῦ ἀρχιποιμένος Χριστοῦ, δέξῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Πρόβατον εἶ; Πείθου τῷ ποιμένι σου, τὴν μάνδραν μὴ φεῦγε, τὴν πίστιν δὲ στέργε, τὴν ῥάβδον τοῦ ποιμένος μὴ ἐκκλίνῃς. οὐ γὰρ πατάσσει σε, ἵνα ἀποκτείνῃ, ἀλλ’ ἵνα ἀπὸ τῆς
40πλάνης σε ἐπιστρέψῃ. Τὸ ἐκ τῆς Ἰεσσαὶ ῥάβδου βλαστῆ‐ σαν ἄνθος νέμου ἀδιακρίτως, τὴν ἐκ τῆς ἀκροτόμου πέ‐ τρας κοχλαδὸν βλαστάνουσαν πηγὴν ἀθάνατον ποτίζου, ἵν’ ἐντεῦθεν εἰς τὴν μάνδραν τῆς τρυφῆς μὴ σύναγε πλοῦτον, μᾶλλον δὲ τὸν πλοῦτον μὴ ἀγάπα· χρημάτων
45φροντίδα φεῦγε, τὰ δίγματα μὴ σύνεχε· τὰ χρήματα μὴ σύναγε, δι’ ὧν φύεται τὰ ἐγκλήματα, ἀλλὰ σπεῖρε πλου‐ σίως τὴν τροφὴν τοῖς πένησιν, ἐλπίζων λάβρον καὶ πέ‐ πειρον τὸ δράγμα θερίσαι τῆς ψυχῆς. Ὁ πένης μὴ ὀλιγοψύχει, μὴ ἀπολέγου τὴν ζωὴν, μὴ βλασφημήσῃς,

60

.

774

(50)

ἀλλ’ εὐχαρίστει, ὑπόμεινον τὸ ὀλιγοχρόνιον τῆς πενίας ἴστριον, ἐπίβλεπε εἰς τὸν γνώμονά σου Λάζαρον, καὶ ἐλ‐ πίδι ἐνδυναμοῦ· τεύξῃ γὰρ καὶ αὐτὸς τῶν Ἀβραμιαίων τῆς ἀναπαύσεως κόλπων· ἔνθα καὶ αὐτοὺς ἡμᾶς ὁ πάντων Δεσπότης Θεὸς ἀξιώσειε ἐν Χριστῷ Ἰησοῦ τῷ
55Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.773