TLG 2062 284 :: JOANNES CHRYSOSTOMUS :: De non judicando proximo [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De non judicando proximo [Sp.] Citation: Vol — pg — (ln) | ||
60.763(20t) | Εἰς τὸ λέγειν τοὺς Ἰουδαίους, «Δαιμόνιον ἔχεις,» καὶ εἰς τὸ, «Μὴ κρίνετε κατ’ ὄψιν.» | |
21 | Ὥσπερ ἡ φαεσφόρος σελήνη τὰ τῆς νυκτὸς ἀμαυρὰ λευκαίνουσα, τοῖς τε κατὰ γῆν καὶ θάλατταν πλω‐ τῆρσί τε καὶ ὁδοιπόροις τὸ κάλλος δᾳδουχοῦσα, ἀνεμ‐ πόδιστον ἑκάστῳ τὴν πορείαν κατεργάζεται· ὡσαύτως | |
---|---|---|
25 | καὶ ὁ τῆς Ἐκκλησίας διδάσκαλος δίκην σελήνης τὰς τῆς θεογνωσίας λαμπηδόνας διὰ λόγου αὐγάζων, τούς τε ἐν τῷ πελάγει τοῦ βίου τούτου τὴν ἁλμυ‐ ρίδα τῶν ἡδονῶν παρατρέχοντας, καὶ τοὺς τὴν χριστο‐ φόρον ὁδὸν βαίνοντας, ἐπὶ τὴν ἀλήθειαν Χριστὸν πα‐ | |
30 | ραπέμπει. Οἶδε δὲ καὶ ἡ θεία Γραφὴ τοὺς τῆς Ἐκ‐ κλησίας διδασκάλους καὶ ἐν σεμνῇ πολιτείᾳ βιοῦντας, ἐν εἰκόνι σελήνης καὶ ἀστέρων ὀνομάζειν, ὥς φησιν ὁ προφήτης Δαυΐδ· Σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμε‐ λίωσας. Σαφέστερον δὲ ἔστιν ἐκ τῶν τοῦ Ἀποστόλου | |
35 | ῥημάτων ἰδεῖν τὴν διαφορὰν τῶν ἁγίων ἐπὶ τάξει ἡλίου καὶ σελήνης καὶ ἀστέρων ὀνομαζομένην· Ἄλλη δόξα, φησὶν, ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων καὶ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ. Δεῦρο τοίνυν καὶ ἡμεῖς δίκην ἀστέρος βραχυτάτου ὑπο‐ | |
40 | λάμψαντες, τὰς ἀστραπὰς τῶν εὐαγγελικῶν νοημάτων σαφῶς ὑμῖν ὑποδείξωμεν. Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, φησὶ, τῷ Κυρίῳ· Δαιμόνιον ἔχεις· ὁ δὲ, Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὦ Ἰουδαῖοι, ἐμὲ λέγετε δαιμόνιον ἔχειν· συγκρίνατε τὰ ἔργα τὰ ἐμὰ | |
45 | τοῖς ὑμετέροις, καὶ ἐν τῷ γνώμονι τῆς συνειδήσεως ὑμῶν διερευνήσαντες, εἴπατε, τίς ἄρα ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς διὰ θαλάσσης Ἐρυ‐ θρᾶς, ὡς διὰ χλοηφόρου πεδίου διελθόντες, καὶ ἐν τῇ | |
60.763(50) | ἐρήμῳ ἐν ἀφράστῳ γλυκάσματος μεταποιούμενον ἐδέ‐ ξασθε ὕδωρ ἐκ πέτρας, καὶ ἐκ μέσου ἀέρος ὀρτυγομή‐ τραν προσπίπτουσαν· καὶ μετὰ τὴν τοσούτων καὶ πλειό‐ νων ἄλλων ἀγαθῶν παροχὴν, Μωϋσέως εἰς τὸ ὄρος ἀνα‐ δραμόντος, μοσχοποιήσαντες, τῷ λεγεῶνι τῶν δαιμόνων | |
55 | προσεκυνήσατε· ἐγὼ δὲ ἐλθὼν τὸν λεγεῶνα τῶν δαιμό‐ νων ἀπὸ τῆς ἀνθρωπότητος ἀπήλασα. Τίς οὖν ἔχει δαι‐ μόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας τοῖς δαιμονίοις θύετε, ἐγὼ δὲ | |
60 | τὸν υἱὸν τῆς χήρας καὶ τὴν θυγατέρα τοῦ ἀρχισυναγώ‐ γου τεθνεῶτας ἀνέστησα· τὸν μὲν λάρνακι κατακείμενον ἁφῇ χειρὸς, τὴν ἰαματικὴν δύναμιν πρὸς τὸν ἔν‐ δοθεν κείμενον ἐκπέμψας, ὑγίασα· τὴν δὲ ῥήματι ἐκ θανάτου, ὡς ἐξ ὕπνου, ἤγειρα. Τίς οὖν ἔχει δαιμόνιον; | |
65 | ἐγὼ, ἢ ὑμεῖς; Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δι‐ καίαν κρίσιν κρίνατε. Ὑμεῖς πλαστοῖς ῥήμασι τῆς Ἰεζάβελ τὸν Ναβουθὲ ἀποκτείναντες, τὸν τῆς εὐφροσύ‐ νης γεννήτορα τὸν ἀμπελῶνα ἀνασκάψαντες, λαχανηφό‐ ρον ἄρουραν ἐποιήσατε, ἀσθενούντων βρώματα, ὥς φη‐ | |
70 | σιν ὁ Ἀπόστολος, Ὁ γὰρ ἀσθενῶν λάχανα ἐσθίει· ἐγὼ δὲ τοὺς δίκην λαχάνων χθαμαλῶν, τοὺς ὑπὸ τῆς ἀῤῥωστίας καταπεσόντας, ἐν ῥοπῇ ὀφθαλμοῦ ὑγιάσας καὶ ὑγιοποιήσας, ἄρτου οὐρανίου βρῶσιν μετέδωκα, καὶ πάλιν εἰς τὴν αὐτὴν τάξιν ἐγεώργησα λέγων· Ἐγώ | |
75 | εἰμι ἡ ἄμπελος, καὶ ὑμεῖς τὰ κλήματα. Τίς οὖν ἔχει | |
δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ’ ὄψιν | Column end | |
60.764(19) | ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς τὸν Ἡσαΐαν | |
20 | ξυλίνῳ πρίονι πρίσαντες, διελύσατε· ἐγὼ δὲ τὴν διαλυ‐ θεῖσαν τῷ θανάτῳ ἀνθρωπότητα, τῇ μετουσίᾳ τοῦ ξύ‐ λου τοῦ σταυροῦ συναρμόσας ἀνέστησα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε. Ὑμεῖς Ἱερε‐ | |
25 | μίαν τὸν προφήτην εἰς λάκκον βορβόρῳ βαλόντες ἀπεπνί‐ ξατε· ἐγὼ τὸν ἐν τῷ βορβόρῳ τῶν ἡδονῶν ὑμῶν ἀποθα‐ νόντα προφητικὸν λόγον ἀπέσπασα, καὶ ἐν ταῖς ψυχαῖς τῶν ὑπηκόων μοι ἐνίδρυσα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν | |
30 | δικαίαν κρίσιν κρίνετε. Ὑμεῖς Ζαχαρίαν τὸν μέγαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἀπεκτείνατε· Ζαχαρίας δὲ ἑρμηνεύεται, μνῆμα Θεοῦ· ἐγὼ δὲ ἐλθὼν, τοῦτον τὸν Ζαχαρίαν, τὴν μνήμην τοῦ Θεοῦ, τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ὑφ’ ὑμῶν ἀποκτανθέντα, | |
35 | τουτέστι, μεταξὺ σώματος καὶ ψυχῆς (ναὸς γὰρ ψυχῆς σῶμα, ὡς καὶ θυσιαστήριον Θεοῦ ψυχὴ, ἐν ᾗ προσφορὰ τῆς λογικῆς λατρείας καὶ θυμιάματα τῶν προσευχῶν ἀναπέμπεται)· ταύτην τὴν μνήμην τοῦ Θεοῦ ζωοποιή‐ σας, ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων ἐνῴκισα, πρὸς τὸ | |
40 | πάντας τοὺς δεξαμένους ἱερατεύειν Θεῷ. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Μέμνηνται δὲ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου τοῦ ῥήματος τούτου. Ὅτε γὰρ ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων ἐνεκαλοῦντο | |
45 | μὴ διδάσκειν ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ· Οὐ παραγ‐ γελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ; καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱε‐ ρουσαλὴμ τῆς διδαχῆς ὑμῶν· τότε ἀποκρίνονται, ὑπομιμνήσκοντες ἅμα τὸ κρίνειν ἀδίκως, καὶ λέγοντες· | |
60.764(50) | Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον, ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅρα καὶ τὸν προφήτην, ἀγαπητὲ, ἐν τῷ ἀρ‐ τίως ἡμῖν ὑποψαλέντι ψαλμῷ φανερώτατα λέγοντα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου παρουσίας καὶ τοῦ μὴ κρί‐ νειν ἀδίκως· Ὁ Θεὸς ἔστη, φησὶν, ἐν συναγωγῇ | |
55 | θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Καὶ τίς ἂν εἴη ὁ Θεὸς ὁ σταθεὶς ἐν συναγωγῇ θεῶν, ἢ πάντως ὁ Χριστὸς, ὁ σταθεὶς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων, τῶν ποτὲ ὄντων θεῶν, πρὸς οὓς ἀπεκρίθη, Ἐγὼ εἶπα, Θεοί ἐστε; Ὅσον γὰρ ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, θεοὺς αὐτοὺς | |
60 | ὠνόμασεν· ὅσον δὲ ἐν τῇ ἑαυτῶν κακίᾳ, ὡς ἄνθρωποι ἀπέθνησκον, καὶ ὡς εἷς τῶν ἀρχόντων ἔπιπτον· ἀρχόν‐ των δὲ, οὐ τῶν ἐπιγείων τῶν ἀνθρώπων, ἀλλ’ ἐκ τῶν οὐρανίων ἁψίδων καταπεσόντων, περὶ ὧν λέγει καὶ Παῦλος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ | |
65 | σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα‐ νίοις. Ὁ Θεὸς οὖν ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Θεοὺς ἀπὸ τῶν ποτὲ θεῶν διακρι‐ | |
70 | νεῖ Ἰουδαίων. Καί φησι πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; καὶ ὁ Κύριός φησι· Μὴ κρί‐ νετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρί‐ | |
νετε. Εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον· Κρίνατε ὀρφα‐ | 763 | |
60.765 | νῷ καὶ πτωχῷ. Ὅρα μοι πῶς περὶ Χριστοῦ πάντα εἰσηγεῖται, πάντα διδάσκει, βουλόμενος ἀνάψαι τὴν παρ’ αὐτῶν γινομένην ἀδικίαν· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δι‐ | |
5 | καιώσατε. Ἀλλ’ ἴσως ἐρεῖ τις τῶν ἀκροατῶν καὶ ἀπο‐ ρεῖν ἡμᾶς δεικνύναι τοῦ, ὅτι ὀρφανὸς ἀκήκοεν ὁ Κύριος. Τὸ μὲν γὰρ πτωχὸν, ῥᾴδιόν ἐστι καταμαθεῖν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων· Ὃς δι’ ἡμᾶς ἐπτώχευσε πλού‐ σιος ὤν· ἀλλὰ τίς ἂν εἴη ὀρφανὸς, ἢ πάντως ὁ μήτε | |
10 | πατέρα ἔχων μήτε μητέρα; Ἄκουε δὲ τοῦ Ἀποστόλου λέγοντος περὶ τοῦ Χριστοῦ· Ἀπάτωρ, ἀμήτωρ, ἀγε‐ νεαλόγητος. Ἀπάτωρ ἐπὶ τῆς γῆς κατὰ τὴν ἀνθρωπό‐ τητα ὁ Κύριος, καὶ ἀμήτωρ ἐν οὐρανοῖς κατὰ τὴν θεό‐ τητα. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, τῷ δι’ ἡμᾶς πτω‐ | |
15 | χεύσαντι. Τοῖς πᾶσι γὰρ τὰ πάντα γέγονε πλεῖον τοῦ Ἀποστόλου, ἵνα τοὺς πάντας κερδήσῃ. Ταπεινὸν καὶ πένητα δικαιώσατε. Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἀλλὰ τί φησιν; Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Ἐν σκότει διαπορεύονται. | |
20 | Οὐκ ἔγνωσαν τὸν Θεὸν Λόγον σάρκα γεγονότα δι’ ἡμᾶς· ὁ Λόγος γὰρ σὰρξ ἐγένετο, οὐ τραπεὶς, ἀλλὰ καθὸ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐκ ἔγνωσαν τὴν ἀΐδιον τῆς θεό‐ τητος μορφὴν ἐν τῇ τοῦ δούλου εἰκόνι· οὐκ ἔγνωσαν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύ‐ | |
25 | ρωσαν. Ἀλλ’ οὐδὲ συνῆκαν· οὐ συνῆκαν γὰρ τῶν θαυ‐ ματουργημάτων αὐτοῦ τὴν δύναμιν, ὅσων εἶχε συμβό‐ λων εἰκόνας· οὐ συνῆκαν τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρὸν, τουτέστι, τὴν ἐν σαρκὶ ἀποκεκρυμμένην θεότητα, καὶ ἐν οὐρανοῖς σὺν Πατρὶ αὐλιζόμενον· οὐ | |
30 | συνῆκαν τὰ ἐπὶ τοῦ Λαζάρου γεγονότα· οὐ συνῆκαν τὸν λίθον τὸν ἀποκυλισθέντα τοῦ μνήματος, ὅτι τὴν ἠλίθιον καρδίαν τῶν ἀνθρώπων ἀποκινεῖσθαι ἔλεγεν· οὐ συνῆκαν αὐτὸ τὸ μνῆμα, καὶ τὸν ἔνδοθεν ἀποκείμενον Λάζαρον τετραήμερον, τίνος ἦν τύπος, ὅτι ἐν εἰκόνι | |
35 | σώματος ὁ τάφος ἦν περιέχων ἔνδοθεν τὸν νοῦν ἐναπο‐ θανόντα καὶ νεκρωθέντα. Ὄντως γὰρ τάφος ἦν τὸ σῶμα | |
ἡμῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, καθώς φησιν ἐν | Column end | |
60.766 | τῷ Εὐαγγελίῳ· Τάφοι κεκονιαμένοι. Ὄντως ἦμεν τά‐ φοι μεμεστωμένοι νεκρῶν ἁμαρτημάτων, ἔχοντες ἔνδο‐ θεν τὸν νοῦν τεθανατωμένον ταῖς ἡδοναῖς, τὸν τετραή‐ μερον καὶ ἤδη ὄζοντα, τὸν ἐκ τεσσάρων γενικῶν ἀρετῶν | |
5 | συνεστῶτα νοῦν, φρονήσεως, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης. Ὁμοίως καὶ τὸ σῶμα ἐκ τεσσάρων στοι‐ χείων συνέστηκε, θερμοῦ, ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Χριστὸν γὰρ μὴ δεξάμενοι τὸ φῶς, ἐν σκότει διαπορεύονται. Καὶ τὸ φῶς γὰρ ἐν | |
10 | τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς· οὐ τῆς πατουμένης, ἀλλὰ περὶ ἧς λέγει, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Θεμέλιος γὰρ σώματος ἡ ψυχή· ἧς ἐξ‐ ελθούσης, καθάπερ θεμελίου ὑποχωρήσαντος, ὁ οἶκος | |
15 | τοῦ σκήνους ἡμῶν καταπίπτει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς, τουτέστι, μετακινηθήτωσαν καὶ μεταστήτωσαν αἱ ψυχαὶ ἀπὸ τῆς εἰδωλολατρείας εἰς τὴν θεογνωσίαν. Εἶτα, Ἀνάστα, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Ἀνάστα, ὁ σταυρωθεὶς, ἀνάστα, ὁ τὰς ἁμαρτίας | |
20 | ἡμῶν ἐν εἰκόνι ἀκανθῶν ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς ἀνα‐ δησάμενος, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Τὴν γῆν εἶπεν, οὐ τὸν οὐρανόν. Μὴ φοβηθῇς, ἀγαπητέ. Εἰ ἀναγεγέννησαι ἐξ ὕδατος καὶ Πνεύματος, οὐρανὸς εἶ· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύ‐ | |
25 | σασθε. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακλη‐ ρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σὺ ὁ Χριστὸς, ᾧ δέδωκεν ὁ Πατὴρ ἐξουσίαν πάντων, ἐξουσίαν πάντας | |
30 | κρίνειν. Καὶ γὰρ Ὁ Πατὴρ κρίνει οὐδένα· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Σὺ κατακληρονο‐ μήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σοὶ γὰρ εἶπεν ὁ Πατήρ· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρο‐ | |
35 | νομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τῷ Θεῷ οὖν δῶμεν δόξαν ἐν Χριστῷ Ἰησοῦ τῷ | |
Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 765 |