TLG 2062 283 :: JOANNES CHRYSOSTOMUS :: De remissione peccatorum [Sp.] (fort. auctore quodam Cappadoce) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De remissione peccatorum [Sp.] (fort. auctore quodam Cappadoce) Citation: Vol — pg — (ln) | ||
60.759(14t) | Εἰς τὸ, «Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ·» καὶ περὶ τῆς παρα‐ | |
15t | βολῆς τῶν ἑκατὸν προβάτων· καὶ εἰς τὸ ῥητὸν τοῦ εὐαγγελιστοῦ, «Ἐὰν δύο συμφωνήσωσι,» καὶ τὰ | |
---|---|---|
16t | ἑξῆς· καὶ εἰς τὸ, «Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ;» | |
17 | Μίαν ἔχουσα ἡ πηγὴ τοῦ ὕδατος τὴν φύσιν, πολλοῖς καὶ διαφόροις ἐμψύχοις τὸ ἴαμα τῆς δίψης χαρίζεται. Καὶ γὰρ βουκόλια καὶ ποιμνίων ἀγέλαι πρὸς αὐτὴν | |
20 | κατατρέχουσαι, ποτὸν λαμβάνουσι, καὶ τετραπόδων σύνοδος καὶ κυκλοφόρων θηρίων ποικιλόμορφα γένη πρὸς αὐτὴν ἐπειγόμενα, ἐκεῖθεν ὑδρεύονται καὶ πετεινῶν πολυάριθμα πλήθη πρὸς αὐτὴν καθιπτάμενα καὶ τὸ ὕδωρ ἀντλοῦντα, τοῦ δίψους τὸν καύσωνα ἐκεῖθεν ἐκ‐ | |
25 | λύουσι. Καὶ οὐ μόνον ἡ πηγὴ τὴν τῶν ἀλόγων χρείαν πληροῖ, ἀλλὰ γὰρ καὶ λογικῶν ἀνθρώπων τὴν τοῦ τόπου πλουσίαν χάριν ἐκ λαγόνων βλαστάνει· καὶ πᾶσα φύσις ἑρπετῶν καὶ πετεινῶν καὶ τετραπόδων καὶ λογικῶν ἀν‐ θρώπων ἐκ μιᾶς πηγῆς ἀντλοῦντα τὸ ὕδωρ χορτάζεται. | |
30 | Τοιαύτη ἐστὶν ἡ τῶν θείων Γραφῶν διδασκαλία, ἀγαπη‐ τοὶ, μία τυγχάνουσα. Ἐπειδὴ γὰρ καὶ ἐκ μιᾶς τῆς τοῦ Θεοῦ σοφίας τὴν ἀπόῤῥροιαν ἔχει, πολλὰς δὴ καὶ διαφό‐ ρους τῶν ἀνθρώπων καρδίας σοφίζει. Καὶ ἐκεῖθεν οἱ διδάσκαλοι σοφίζονται, οἱ μαθηταὶ ῥυθμίζονται, αἱ Ἐκ‐ | |
35 | κλησίαι μυρίζονται, οἱ διψῶντες ποτίζονται, οἱ ἐσκο‐ τισμένοι φωτίζονται. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ἀρτίως ἡμῖν ἀναγνωσθέντος Εὐαγγελίου ῥᾴδιόν ἐστι τὸ πρᾶγμα μαθεῖν. Τί γὰρ ἔλεγεν ὁ Κύριος; Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα | |
40 | καὶ ἐν τῷ οὐρανῷ. Μία ἐστὶν ἡ φωνὴ, καὶ πολυσχεδῶς πρὸς τὴν ἑκάστου χρείαν καὶ ὠφέλειαν μεριζομένη· μία ἐστὶν ἡ φωνὴ, καὶ ἀρτίζει γέρουσι καὶ νεωτέροις, καὶ γυναιξὶ καὶ παρθένοις καὶ ἀνδράσι, καὶ μαθηταῖς καὶ δι‐ δασκάλοις. Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δε‐ | |
45 | δεμένα ἐν τῷ οὐρανῷ. Σοὶ δέδωκε τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν· σαυτὸν ἔδησας τῇ σειρᾷ τῆς φιλαρ‐ γυρίας, σαυτὸν λῦσον τῇ ἐντολῇ τῆς φιλοπτωχίας· σαυτὸν ἔδησας τῷ οἴστρῳ τῶν ἡδονῶν, σαυτὸν λῦσον τῇ σωφρο‐ σύνῃ· σαυτὸν ἔδησας τῇ Εὐνομίου κακοπιστίᾳ, σαυτὸν | |
60.759(50) | λῦσον τῇ τῆς ὀρθοδοξίας εὐσεβείᾳ. Οἱ διδάσκαλοι, δήσατε τὰ Εὐνομίου καὶ Ἀρείου καὶ Μαραθωνίου μαθήματα, καὶ λύσατε ἡμῖν τὰ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ‐ ματος ἐν Εὐαγγελίοις νοήματα· δήσατε τοὺς κατὰ τῶν πιστῶν στρατευομένους δαίμονας ταῖς πρὸς Θεὸν ὑμῶν | |
55 | ἱκεσίαις, καὶ λύσατε τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας ἐν τῷ βαπτίσματι, τὰς σειρὰς τῶν ἁμαρτημάτων αὐτῶν διαῤῥήσσοντες· δήσατε ἀφορισμῷ τοὺς μετὰ τὸ βάπτισμα ἁμαρτήσαντας, καὶ λύσατε αὐτοὺς πάλιν μετανοοῦντας ὡς ἀδελφοὺς αὐτοὺς προσδεχόμενοι· ἀληθὴς γάρ ἐστιν ὁ | |
60 | λόγος· Ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Τοῦτο γὰρ καὶ οἱ ἀπόστολοι ἐποίουν. Ἔδησέ ποτε Παῦλος τὸν ἐν Κορίνθῳ πορνεύσαντα, καὶ πάλιν ἔλυσεν αὐτὸν ἐκ καρδίας μετανοήσαντα· ἔδησε καὶ Πέτρος τὸν μετὰ τὸ βάπτισμα βουληθέντα διὰ χρη‐ | |
65 | μάτων κτήσασθαι τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ πάλιν ἔλυσεν αὐτὸν ἐκ καρδίας αὐτῷ προσπεσόντα. Λοιπὸν δὲ πολλοὺς καὶ ἀμετανόητα ἁμαρτήσαντας ἔδησαν, ἄλλους δὲ μετανοήσαντας ἔλυσαν. Ἔδησε Πέτρος Ἀνανίαν σὺν Σαπφείρῃ πειράζοντα τὸ Πνεῦμα Κυρίου, καὶ ἔλυσε τῆς | |
70 | Ταβιθᾶ τὰς ὠδῖνας τοῦ θανάτου, ἐκ νεκρῶν αὐτὴν ἀναστήσας· ἔλυσε Κορνήλιον τὸν ἑκατόνταρχον πιστεύ‐ σαντα, καὶ ἔδησε Σίμωνα τὸν μάγον ἐν Ῥώμῃ ταῖς μαγείαις ἐμπαίζοντα· ἔδησε καὶ Παῦλος Ἐλύμαν τὸν μάγον διὰ λόγου αὐτὸν τυφλώσας, καὶ ἔλυσε τὴν παι‐ | |
75 | δίσκην τοῦ πυθωνίου δαίμονος αὐτὴν διαζεύξας· ἔδησεν | Column end |
60.760(14) | ἑαυτὸν Ἰούδας τῷ σχοινίῳ τῆς προδοσίας, καὶ ἔλυσε | |
15 | τὴν ἑαυτοῦ ἄρνησιν Πέτρος διὰ τῆς μετανοίας· ἔδησε καὶ Παῦλος ἑαυτὸν διώκων τὴν Ἐκκλησίαν, ἀλλὰ πάλιν ἔλυσε ἑαυτὸν ἐπεγνωκὼς ἐν τῇ ὁδῷ τὴν ὁδὸν τῆς ἀλη‐ θείας. Πολλὰ δὲ καὶ οἱ προφῆται ἔδησαν, καὶ ἔλυσαν. Ἔδησεν Ἠλίας ὁ Θεσβίτης τὰς ὀμβροτόκους | |
20 | νεφέλας, μὴ διδοὺς τὸν ὑετὸν τοῖς ἀσεβέσι, καὶ ἔλυσεν αὐτὰς πάλιν, τοῦ βασιλέως αὐτῷ Ἀχαὰβ προσπεσόντος· ἔλυσε καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος Νεεμὰν τὸν Σύρον τῆς λέπρας αὐτὸν διαζεύξας, καὶ ἔδησε τὸν Γιεζὴν διὰ χρήματα ψευσάμενον, τὴν λέπραν αὐτῷ ἀρασάμενος· | |
25 | ἔλυσε Δανιὴλ τοῦ Ναβουχοδονόσορ τὸ ἐνύπνιον, καὶ ἔδησε χεῖρας ξιφήρεις Χαλδαίων κατ’ αὐτῶν ὁπλισαμένας· καὶ ἔλυσε τὸν ναὸν τῶν εἰδώλων, τὸν Βὴλ καταστρέψας καὶ τὸν δράκοντα κτείνας, καὶ ἔδησε στόματα λεόντων αἱμοβόρων. Ἔδησαν καὶ οἱ τρεῖς παῖδες τοῦ πυρὸς τὴν | |
30 | δύναμιν μὴ καέντες ὑπ’ αὐτοῦ, καὶ ἔλυσαν τοῦ βασιλέως τὸ δόγμα τὴν εἰκόνα αὐτοῦ μὴ προσκυνήσαντες. Ὑπὲρ δὲ τούτους πάντας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδησε καὶ ἔλυσεν. Ἔλυσε τὴν μεταξὺ ἡμῶν καὶ τοῦ Θεοῦ γεγονυῖαν ἔχθραν, καὶ ἔδησε τὸν ἀρχέκακον ὄφιν, | |
35 | δι’ ὃν ἔχθρα γεγένηται· ἔδησε πάντας τοὺς κατὰ τῶν ἀνθρώπων στρατευομένους δαίμονας, καὶ ἔλυσε πάντας τοὺς ὑπ’ αὐτῶν ὀχλουμένους ἀνθρώπους· ἔδησε τὴν καθ’ ἡμῶν στρεφομένην φλογίνην ῥομφαίαν, καὶ ἔλυσε τὸν ἐπὶ τοῦ σταυροῦ δεδεμένον λῃστὴν, εἰς τρυφὴν παρα‐ | |
40 | δείσου αὐτὸν εἰσκομίσας· ἔδησε τὸν ἀδελφοκτόνον Κάϊν τρόμοις αὐτὸν συνειλήσας, καὶ ἔλυσε τοῦ παραλυτικοῦ τοὺς τρόμους τὰ μέλη αὐτοῦ διορθώσας· ἔλυσε τὸν Ἰσαὰκ ὑπὸ τοῦ Ἀβραὰμ συμποδισθέντα, καὶ ἔδησεν ἀντ’ αὐτοῦ κριὸν ἐν φυτῷ Σαβὲκ κατεχόμενον· ἔδησε τὸν Ἰούδαν | |
45 | ἀργύρια φιλήσαντα, καὶ ἔλυσε τὸν ἀρχιτελώνην Ζακ‐ χαῖον τὰ χρήματα αὐτοῦ τοῖς πένησι διαδώσαντα· ἔδησε τοὺς Ἰουδαϊκοὺς χοίρους τοῖς δαίμοσιν ἐπιτρέψας, καὶ ἔλυσε τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον, τοὺς μαθητὰς αὐτοῦ πέμψας· ἔδησε τὴν πικροφόρον συκῆν, τὰς ῥίζας | |
60.760(50) | αὐτῆς ξηράνας, καὶ ἔλυσε τὴν συγκύπτουσαν γυναῖκα, εἰρηκὼς αὐτῇ, Θάρσει, θύγατερ, λέλυσαι ἀπὸ τῆς ἀσθενείας σου. Ἔλυσε Πέτρον δεδεμένον ἁλύσεσι, καὶ ἔδησε τὸν φονοκτόνον Ἡρώδην τὰ μέλη αὐτοῦ τοῖς σκώ‐ ληξιν ἐνειλήσας· ἐστερέωσε τὴν ἐπὶ τῆς στερεᾶς πέτρας | |
55 | θεμελιωθεῖσαν ὀρθόδοξον Ἐκκλησίαν, καὶ συνέλυσε τὴν ἐπὶ τῆς ἀστάτου ψάμμου οἰκοδομηθεῖσαν ἑτεροδόξων σκηνήν· ἔδησαν καὶ Ἰουδαῖοι Χριστὸν, ἀλλ’ ἔλυσεν αὐτῶν Χριστὸς τὸν ναὸν, κατέστρεψεν αὐτῶν τὴν Ἱερουσαλὴμ, παρέλυσεν αὐτῶν τὰ νόμιμα, ἠκύρωσεν αὐτῶν τὰς | |
60 | περιτομὰς, διέλυσεν αὐτῶν τὰς συναγωγὰς, ἀφήρπασεν αὐτῶν τὸν νόμον καὶ τοὺς προφήτας, καὶ αὐτοὺς ἀχύρου δίκην ἀνὰ πᾶσαν πόλιν καὶ χώραν ἐλίκμησεν. Ἔδησε καὶ ὁ διάβολος τὸν Κύριον, ἐπὶ τὸν σταυρὸν αὐτὸν ἀνακο‐ μίσας, ἀλλ’ ἐνέῤῥηξεν αὐτοῦ Χριστὸς τὴν ἀχόρταστον | |
65 | κοιλίαν, συνέλυσεν αὐτοῦ τοὺς σαρκοφάγους ὀδόντας, τῇ στερεμνίῳ αὐτοῦ πέτρᾳ συγκλάσας, παρέλυσεν αὐτοῦ τὰ νεῦρα, συνέτριψεν αὐτοῦ τὴν στολὴν, κατέστειλεν αὐ‐ τοῦ τὴν κόμην, θρῆνον καὶ πένθος σκοτεινὸν ἐπέῤῥιψεν αὐτῷ αἰώνιον, ἀνθ’ ὧν τὸν ἐν χαρᾷ ἑστῶτα ἄνθρωπον | |
70 | εἰς πένθος ἁμαρτημάτων κατήγαγεν. Ἐξέσβεσεν αὐτοῦ τοὺς ἀναιδεῖς ὀφθαλμοὺς, κατῄσχυνεν αὐτοῦ τὸ ἄτιμον πρόσωπον, ζιβύναις ὀξέσιν ἐλογχοβόλησεν αὐτὸν, τρι‐ | |
στόμῳ ῥομφαίᾳ κατεκέντησεν αὐτὸν, διεσκόρπισε τὰς | 759 | |
60.761 | ἐλπίδας αὐτοῦ, ἐξηρεύνησε τὰς κεκρυμμένας δεξιὰς αὐ‐ τοῦ νοσσιὰς, καὶ ἐλίκμησε παντὶ ἀνέμῳ τὰς ἐνθήκας αὐ‐ τοῦ· ἠδάφισε τὰ ἀνελεῆ τῶν δαιμόνων αὐτοῦ τέκνα καὶ ἔκγονα, κατέκαυσε πυρὶ ἀσβέστῳ τὰ χειροποίητα αὐτοῦ | |
5 | ξόανα, ἐβαράθρωσε τὴν στρωμνὴν αὐτοῦ, ἀνέῤῥηξε τὰ σκοτεινὰ αὐτοῦ ταμιεῖα, ἀνεπέτασε τὰς πύλας τοῦ ᾅδου, καὶ πάντας τοὺς ὑπ’ αὐτοῦ δεθέντας λύσας καὶ μεθ’ ἑαυτοῦ λαβὼν, εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα ὡς γίγας ἀνέδραμε, καθά φησιν ὁ προφήτης· Ἀγαλλιάσεται ὡς | |
10 | γίγας δραμεῖν τὴν ὁδὸν αὐτοῦ· ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρ‐ μην αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐ‐ τοῦ. Ἠγαλλιάσατο, ὡς ἀρτίως ἠκούετο ἐν τῷ Εὐαγγε‐ | |
15 | λίῳ, διὰ τὴν εὕρεσιν τοῦ ἀπολωλότος ἑνὸς προβάτου. Εἴασε γὰρ τὰ ἐννενηκονταεννέα πρόβατα μὴ πεπλανη‐ μένα, τουτέστι, τὰς ἀγγελικὰς δυνάμεις ἐπὶ τὰ ὄρη, τουτέστιν, ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἦλθεν ἐπὶ τὸ πεπλανη‐ μένον πρόβατον τὸ βοῶν καὶ λέγον· Ἐπλανήθην ὡς | |
20 | πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Τῆς γὰρ τοιαύτης φωνῆς ἀκούσας τοῦ πεπλανημένου προβάτου ἔκλινεν οὐ‐ ρανοὺς καὶ κατέβη καὶ ἦλθε ζητῆσαι τὸ πεπλανημένον πρόβατον, καὶ εὑρὼν ἠγαλλιάσατο. Ἀγαλλιάσεται ὡς | |
25 | γίγας δραμεῖν ὁδόν. Ἔδραμε τὴν ἀπ’ οὐρανῶν ἐπὶ γῆν ὁδὸν ἀγαλλιῶν· εἶτα ἀπὸ γῆς ἐπὶ τὰ ὑποχθόνια ἔδραμεν· εἶτα ἐκεῖ πάσας τὰς ὑπὸ τοῦ διαβόλου κατεχομένας ψυχὰς λύσας, εἰς γῆν κατέδραμε, καὶ πάλιν ἀπὸ γῆς εἰς οὐρανοὺς πρὸς τὸν Πατέρα, ὡς γίγας ἐνήλατο. Καὶ οὐκ | |
30 | ἔστιν, ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Θέρμην ἀκούων Χριστοῦ, νόει αὐτὸν ἥλιον δικαιοσύνης. Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Τίς γὰρ τῷ ψυχροτάτῳ θανάτῳ νεκρωθεὶς, ἀποκρυβήσεται τὴν θέρ‐ μην αὐτοῦ τοῦ Πνεύματος, καὶ οὐχὶ πάντες ἐκ νεκρῶν | |
35 | ἀναστήσονται; Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσον‐ ται ἄφθαρτοι. Εἶτα τὸ ἑξῆς τί, ἀγαπητοί; Εἰ καὶ ὀλίγα ἀπὸ πολλῶν εἰρηκότες, εἰς τὸ, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ, | |
40 | εἰς τὸν ἑξῆς στίχον τὸν νοῦν ἡμῶν ἐπιῤῥίψωμεν· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο συμφωνήσωσι ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθή‐ σεται αὐτοῖς. Ἀβραὰμ συμφωνήσας μετὰ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὁ μὲν εἰς τὰς βόας δραμὼν, ἡ δὲ τοὺς | |
45 | ἄρτους ἐπισπεύσασα, πρᾶγμα παράδοξον ἐπὶ γῆρας ἐδέξαντο, τόκον λαγόνων καρπωσάμενοι παῖδα. Ἰακὼβ ὁ πατριάρχης ὁμονοήσας μετὰ τῆς μητρὸς αὐτοῦ εὐλο‐ γίας αἰωνίου δέδεκται καρπόν. Μωϋσῆς καὶ Ἀαρὼν συμφωνήσαντες, ὅλην Αἴγυπτον ἐξεπόρθησαν, τὸ τῶν | |
60.761(50) | Ἑδραίων ἐλευθερώσαντες γένος. Ἰησοῦς καὶ Χαλὲβ ὁμονοήσαντες μόνοι τὴν τῆς ἐπαγγελίας ἐκληρονόμησαν γῆν. Δεβόῤῥα μετὰ Βαρὰκ συμφωνήσασα τὸν ὠμότατον ἐνίκησαν τύραννον. Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος ὁμονοήσασα τὸν ἀλλόφυλον ἐνίκησαν Ὀλοφέρνην. Τωβίας | |
55 | μετὰ τοῦ ἀγγέλου ὁμονοήσας τὸν ἀνδροκτόνον δαίμονα τῆς ἰδίας γαμετῆς συνέδησε, καὶ τοῦ πατρὸς αὐτοῦ ὀφθαλμοὺς κεκλεισμένους ἠνέῳξεν. Ἐζεκίας καὶ Ἡσαΐας ὁμοφώνως εὐξάμενοι, ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀλλοφύλων κατέστρωσαν. Παῦλος καὶ Σίλας ὁμοφώνως | |
60 | ἐν τῷ δεσμωτηρίῳ εὐξάμενοι, τὰ θεμέλια τῆς φυλακῆς σεισθῆναι ἐποίησαν. Ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸ γράμμα, Ἐὰν δύο συμφωνήσωσιν ἐπὶ τὸ αὐτὸ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, δοθήσεται αὐτοῖς. Ἐὰν τὰ δύο ταῦτα πολὺ διστασιάζοντα καὶ | |
65 | φιλονεικοῦντα συμφωνήσωσι· τουτέστι, σὰρξ καὶ πνεῦμα, καθ’ ὅτι ἡ σὰρξ ἐπιθυμεῖ κατὰ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ἐὰν συμφωνήσωσι τὰ δύο ταῦτα, ἵνα τὸ μὲν κυριεύῃ, τὸ δὲ δουλεύῃ· τὸ μὲν σοφρονῇ, τὸ δὲ μὴ ἀντιλέγῃ· τότε ὁ Κύριος ἔσται ἀνὰ μέσον ψυχῆς | |
70 | καὶ σαρκὸς, καὶ περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτή‐ σωνται, δοθήσεται αὐτοῖς. Πολλοὶ γὰρ τοῦτο ἀσκήσαντες εἰσηκούσθησαν, ὡς Ἠλίας ἐν τῷ ὄρει, καὶ Δανιὴλ ἐν τῷ λάκκῳ, καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ Ἐζεκίας ἐν τῇ κλίνῃ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ Πέτρος ἐν Ἰόππῃ, | |
75 | καὶ Κορνήλιος ἐν Καισαρείᾳ. Πολλαὶ δὲ καὶ μόναι γυ‐ ναῖκες εὐξάμεναι εἰσηκούσθησαν· ὡς Σάῤῥα τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ Ἰουδίθ ἐν τῷ ὑπερῴῳ, καὶ Σωσάννα ἐν τῇ κρίσει τῶν παρανόμων. Τότε προσελθὼν, φησὶν, ὁ Πέτρος εἶπε τῷ Κυρίῳ· Ποσάκις ἀφήσω τῷ ἀδελφῷ | |
80 | μου εἰς ἐμὲ ἁμαρτήσαντι; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος | Column end |
60.762 | τί φησι πρὸς αὐτόν; Οὐ μόνον λέγω σοι, Ἕως ἑπτά‐ κις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Ἐπειδὴ γὰρ ἤκουσε τοῦ Κυρίου εἰρηκότος, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν | |
5 | λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ· ἐπεργάσεται τὴν ἐπαγγελίαν τοῦ Κυρίου, βουλόμενος ἅμα μαθεῖν, καὶ πόση ἐστὶν ἡ τοιαύτη τοῦ Κυρίου φιλάνθρωπος χάρις. Εἶπες ἡμῖν, Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τῷ οὐρανῷ, καὶ ὅσα | |
10 | ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα καὶ ἐν τῷ οὐρανῷ. Ποσάκις οὖν ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Ὁ δὲ Κύριος σκο‐ πήσας τὸ πτωχὸν αὐτοῦ τῆς περὶ τὸν πλησίον φιλανθρω‐ πίας, εἶπε πρὸς αὐτόν· Οὐ μόνον λέγω σοι, Ἕως | |
15 | ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Σὺ μὲν γὰρ ὡς ἄνθρωπος πένης πενίαν ᾔτησας· ἐγὼ δὲ ὡς Θεὸς μεγαλόδωρος πλουσίως τὴν χάριν δεδώρημαι. Οὐ μόνον ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλὰ μυστήριον ἔχει ὁ λόγος ἀπόκρυφον. Ἐὰν μὴ ὁ γεωργὸς | |
20 | τὴν δίκελλαν εἰς τὴν γῆν βαθύνῃ, τοὺς καρποὺς ἐν τῷ μέλλοντι καιρῷ οὐχ εὑρίσκει ἐπιτηδείους· οὕτω καὶ ἡμεῖς, ἐὰν μὴ τὸν νοῦν ἡμῶν βαθύνωμεν εἰς τὸ γράμμα, τὸν κεκρυμμένον τοῦ Πνεύματος θησαυρὸν οὐχ εὑρίσκο‐ μεν. Ποσάκις ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, | |
25 | ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Καὶ τί γὰρ οὐκ εἶπεν, Ἕως ὀκτάκις, ἢ ἑξάκις, ἢ δεκάκις, ἀλλ’ Ἕως ἑπτάκις; Ἐπειδὴ ὁ Θεὸς ἐποίησε τὰ σύμπαντα ἐν ἓξ ἡμέραις, καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ. Μυστήριον ἐπερωτᾷ ὁ Πέτρος τὸν Κύριον, βου‐ | |
30 | λόμενος μαθεῖν ἐκκλησιαστικοὺς κανόνας· οἷον, Ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτοῦ, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ τῆς ζωῆς αὐτοῦ, οἷον, εἰ ἐν τῇ ἑβδόμῃ μετανοήσῃ ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος ἐπέστρεψε λέγων· Οὐ μόνον ἐν τῷ αἰῶνι | |
35 | τούτῳ ἀφήσεις αὐτῷ τὰ ἁμαρτήματα, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰῶνι συγχωρήσεις αὐτῷ, μακροτέρῳ ὑπάρ‐ χοντι παρὰ τοῦτον τὸν αἰῶνα ἑβδομηκοντάκις ἑπτά. Ἀληθὴς γάρ ἐστιν ὁ εἰπών σοι, ὅτι Ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Ἀλλ’ | |
40 | ἔτι βαθύτερον ἐπεργασώμεθα τὸ νόημα. Ποσάκις, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, οὐκ εἰς σὲ τὸν Θεὸν, ἀλλ’ εἰς ἐμὲ, ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Οὐ μόνον τὰ εἰς ἐμὲ ἕως ἑπτάκις ἁμαρτήματα συγχωρήσεις, ἀλλὰ γὰρ καὶ ἑβδομηκοντάκις ἑπτά. Ἀληθὲς γάρ ἐστιν | |
45 | ὃ εἶπεν, ὅτι Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσε‐ ται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ ἁγίου Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὐδὲ ἐν τῷ μέλλοντι. Χάρις δὲ τῷ Θεῷ, ὅτι ἡμεῖς ταύτην τὴν ἁμαρτίαν οὐ φοβούμεθα· οὐ γὰρ | |
60.762(50) | βλασφημοῦμεν τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ προσκυνοῦμεν καὶ δοξολογοῦμεν. Ἀλλ’ ἔτι ξέσωμεν τὸν λόγον. Καὶ γὰρ χρυσὸς χωνευόμενος στιλβότερος γίνεται· οὕτω καὶ Γραφὴ ξεομένη τρανοτέρα εὑρίσκεται. Ποσάκις, ἐὰν ἁμαρτήσῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως | |
55 | ἑπτάκις; Ἐπειδὴ ᾔδει, ὅτι ὁ νόμος συγχωρεῖ τοῖς ἀν‐ θρώποις τὰ παραπτώματα ἐν τῇ ἑβδομάδι τοῦ αἰῶνος τούτου· οὐ γὰρ εἶχε τὴν ὀγδόην ἡμέραν τῆς ἀναστάσεως· οὔπω γὰρ ἦν παραγενόμενος ὁ Χριστὸς, ὁ ἔχων τὴν ἀναστάσιμον ἡμέραν· ὅθεν καὶ Δαυῒδ, ἐπειδὴ ὑπὸ νόμον | |
60 | ὑπῆρχεν, ἑπτάκις αἰνεῖ τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ· λέγει γὰρ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι· οὐκ ὀκτάκις· οὔπω γὰρ ἦλθέ μοι Χριστὸς, ἡ ὀγδόη τῆς ἀναστάσεως ἡμέρα· ἔτι εἰμὶ ὑπὸ νόμον, ὑπὸ νόμον δουλεύσω σοι· ἔτι τῆς παιδίσκης εἰμὶ υἱὸς, τῆς συναγωγῆς· οὔπω γὰρ | |
65 | ἐκ τῆς ἐλευθέρας γεγέννημαι· διὸ λέγει, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Τῶν γὰρ ἐν τῇ χάριτι ἀναγεννηθέντων Χριστιανῶν ἡ μήτηρ ἐλευθέρα ἐστὶ, καθὰ λέγει ὁ Ἀπόστολος· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Πο‐ | |
70 | σάκις οὖν ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Οἱονεὶ ἔλεγε, Κελεύεις συγχωρῆ‐ σαι τὰ πλημμελήματα τοῖς ἀδελφοῖς μου, ὡς ὁ νόμος (τοῦτο γάρ ἐστιν, Ἕως ἑπτάκις), ἢ πλεῖόν τι; Ὁ δὲ Κύριος ὑπερπλεονάζει τὴν χάριν λέγων· Οὐ μόνον ἕως | |
75 | ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Ὅσον γὰρ ὁ Λόγος τοῦ νόμου ὑπερέχει, τοσοῦτον καὶ ἡ χάρις τοῦ νόμου· οὐ γὰρ ὁ Λόγος Θεὸς ἐκ τοῦ νόμου, ἀλλ’ | |
ὁ νόμος ἐκ τοῦ Λόγου. Καὶ ἔστι μαθεῖν, ἀγαπητοὶ, | 761 | |
60.763 | τὴν ὠφέλειαν ἐκ τοῦ λόγου· ἵνα μάθῃς πόσῳ μείζων ὁ Λόγος τοῦ νόμου. Ὁ νόμος δέκα λόγους δίδωσι τοῖς Ἰουδαίοις, καὶ οὐδὲ ὠφέλησεν· ἡμῖν δὲ ὁ Θεὸς ἕνα Λόγον δεδωκὼς, τοὺς πάντας δι’ αὐτοῦ ἀνέσωσεν. Ἀλλ’ | |
5 | ἔτι σκάλλομεν τὸ γράμμα τῷ Πνεύματι. Ὁ γὰρ θη‐ σαυρὸν ἀνοίξας οὐ μόνον χρυσὸν καὶ ἄργυρον λαβὼν ἀπέρχεται, ἀλλὰ γὰρ καὶ λίθους τιμίους καὶ τοὺς διαφόρους ἐπιζητεῖ. Ποσάκις, ἐὰν ἁμαρτήσῃ, εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; | |
10 | Μυστήριόν ἐστιν, ἀγαπητοὶ, ἀποκεκρυμμένον ἐν τῷ γράμματι, καὶ πολλοὺς λέληθε. Σὺ δέ μοι ἀκριβῶς πρόσεχε τῷ νοήματι· λεπτὸν γάρ ἐστι σφόδρα, πετεινοῦ ὀξύτερον, ῥᾳδίως δυνάμενον τὸ ὄμμα τῆς διανοίας παραδραμεῖν, καὶ τοὺς σφόδρα ὀξυδορκοῦντας. Ποσάκις | |
15 | ἐὰν εἰς ἐμὲ ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἑπτάκις; Ζητήσεως γὰρ ἄξιον, διὰ τί εἶπεν Ἕως ἑπτάκις ὁ Πέτρος, καὶ ὁ Κύριος ἡμῶν ἀπεκρίνατο, Ἕως ἑβδομηκοντάκις ἑπτά. Ἀλλ’ ὁ Πέτρος προσέσχε τὸ τοῦ | |
φόνου ἔγκλημα, ὅτι βαρύτατον καὶ δεινόν ἐστι, καὶ βού‐ | Column end | |
60.764 | λεται μαθεῖν ἐν μυστηρίῳ κανόνας ἐκκλησιαστικοὺς, εἰ ἄρα κελεύει αὐτῷ ὁ Κύριος συγχωρεῖν ἐν τῷ βαπτίσματι τὸ τοῦ φόνου ἔγκλημα. Προσεσχηκὼς γὰρ, ὅτι ὁ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσε, καὶ ἑπτὰ ἐγκλήμασιν | |
5 | ὑπέπεσε· πρῶτος γὰρ ἐφόνευσεν ἐν ἀνθρώποις, πρῶτος ὑπεκρίνατο, πρῶτος ἐψεύσατο, πρῶτος αἵματι τὴν γῆν ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν· οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἀνθρώπου, εἰ μὴ Κάϊν διὰ φθόνου ἐκύησε· προσεσχηκὼς οὖν Πέτρος, ὅτι τοῦ Κάϊν ὁ φόνος | |
10 | ἑπτὰ ἐγκλήμασιν ὑπόκειται, προσέρχεται τῷ Κυρίῳ μυστηριωδῶς ἐπερωτῶν, Ποσάκις, ἐὰν ἁμαρτήσῃ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Τουτέστι, Κελεύεις ἐν τῷ βαπτίσματι τὰ τοῦ ἀδελφοκτόνου Κάϊν ἐγκλήματα ἀφήσω αὐτῷ; Ὁ δὲ Κύριος τί φησι πρὸς | |
15 | αὐτόν; Οὐ μόνον τὸ τοῦ Κάϊν ἑπτάκις ἐν τῷ βαπτίσματι ἀφήσεις, ἀλλὰ καὶ τὸ τοῦ Λάμεχ τὸ ἕως ἑβδομηκοντάκις ἑπτά· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 763 |