TLG 2062 282 :: JOANNES CHRYSOSTOMUS :: In annuntiationem sanctissimae deiparae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In annuntiationem sanctissimae deiparae [Sp.]

Citation: Vol — pg — (ln)

60

.

755

(53t)

Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.
54Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ
55σύμπασα κτίσις ἀγάλλεται συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέ‐ ρων ἐχειραγώγει τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ διὰ τῶν ποιμένων εἰς τὴν προσκύνησιν ἔτρεχεν· Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος, ἀλλ’
60αὐτὸν τὸν Δεσπότην ὑποδεικνύων αὐτῆς τῆς πανηγύ‐ ρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, Δεσποτικῆς παρουσίας ἐμφανίζων τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί
65σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ προθήκῃ πολυ‐ τίμητον μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν. Ὁ δὲ ἀκούσας,
70καὶ δόλῳ κρύψας θανατηφόρον προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν· ἀλλ’ ἐπειδὴ ἀνάξιος ἦν,
τοῦ ποθουμένου ἀπέτυχε· κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσ‐Column end

60

.

756

(52)

κέπτετο τί πράξει. Ἄγγελοι δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει χορεύοντες ἔλεγον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὢ τοῦ ξένου καὶ παραδόξου
55θαύματος· πᾶσαν γλῶτταν νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποστα‐ λεὶς ὁ ἄγγελος ἐβόα· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἡ δὲ διαναστᾶσα, πλαγίῳ τῷ ὀφθαλμῷ τὸν λέγοντα ἐπεσκόπευσε· καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως
60ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστά‐ θμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα· Ὦ ξένε, ξένῃ φωνῇ ξενίζεις φθεγγόμενος. Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐά‐ λωτος τυγχάνω; Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγο‐
65ρευόντων κοινόν· τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις θεοσέβειαν ἐν σεμνότητι βίου. Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα· Ἄπιθι, ἄπιθι, ἄν‐ θρωπε, ἐκ προθύρων ἐμῶν· ἐκ προοιμίων ἐλήλυθας·
70οὐκ ἀρέσκεις μοι νομίζων. Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα· οὐ νικήσεις κάλλος ἐμῆς
ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα755

60

.

757

ἐμόν. Πρὸ τοῦ ἐλθεῖν ὁ γέρων, τοῦ οἴκου μου ἀπόδρα‐ θι· κατάλιπε τὰ ἐνταῦθα, μὴ αἰτιάσηταί σε ὁ πρεσβύ‐ της· ζηλότυπος γάρ ἐστιν. Ἀναχωρεῖν συμφέρει σοι· ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ
5τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα. Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀπαραιτήτως ἐφθέγγετο. Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μα‐
10θεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαρι‐ τωμένη, ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο. Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ. Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα. Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ,
15ἐσώτερον εἴσελθε, καὶ δι’ ὃ παραγέγονας, τὸ τάχος δι‐ ήγησαι. Καὶ ὁ ἄγγελος· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμα‐ νουήλ· οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰ‐ ρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ
20ἡ παρθένος· Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών· καὶ ἤδη ὁ τοκετός; Οὐκ ἔχεις, τί πράξεις. Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προ‐ φήτευε. Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως ἐκ τοῦ Ἰωσήφ. Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ· Οὗτος ἔσται μέγας.
25Καὶ ἡ παρθένος· Ποῖος μέγας; ὁ μνήστωρ μου πένης ὑπάρχει, κἀγὼ λίαν πτωχή· κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ ταῦτα εἰς ἀπογραφὴν ἑλκόμεθα. Πάντως ὁ συντελεστὴς συντελέσει τὰ δίδραχμα· καὶ λέγεις, Ἔσται μέγας;
30Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος. Καὶ ὁ ἄγγελος· Οὐ πιστεύεις τῷ ἥττονι; τὸ μεῖζον, κἂν μὴ θέλῃς, κα‐ τάδεξαι· Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθέ‐ νος· Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυ‐
35γίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς. Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν; καὶ ποία φύσις ἐν οὐ‐ ρανῷ ἐπιθυμητικὴ γάμου ἐστί; Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει· πῶς οὖν τὰ ἀσώματα
40μιγήσεται σώμασι; Καὶ ὁ ἄγγελος· Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων τίκτεσθαι; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ
45τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται· καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ πα‐ ραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θη‐ λάσεις τὸ ἐκ σοῦ γεννώμενον, καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν καθεζόμενον

60

.

757

(50)

βλέψῃ. Τούτῳ ἐκ σοῦ γεννωμένῳ Δώσει Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βα‐ σιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἡ παρθένος· Ὡς οὐ θέλεις, λαλῶν πέπτωκας. Τὸ σὸν στόμα σου κα‐
55τηγορεῖ, καὶ τὰ χείλη σου γεγένηταί σοι ἔλεγχος· πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος· καὶ ἄρτι λέγεις, Υἱὸς Δαυΐδ· τίς ὁ λόγος οὗτος; Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις· ὅταν δὲ βούλῃ πάλιν, εἰς τὴν γῆν κατάγεις.
60Ποίῳ πιστεύσω ῥήματι; τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ; Λέγεις γὰρ, Δώσει Κύριος αὐτῷ τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε· πάντας μεθίστησι θάνατος, ὡς
65δεσπότης· πάντας λογοθετοῦσιν οἱ σκώληκες· οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε· πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ· οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν· οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα· οὐ
70Δαυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς· οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι’ ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον· οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα· οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν.
75Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον μυστήριον, ὅτι πάντες ἀπέθανον, καὶ ὁ σὸς υἱὸς νικήσει τὸν θάνα‐
τον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖαColumn end

60

.

758

ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀναστήσει· ἐκ γὰρ ἀθανάτου ὁ ἀθά‐ νατος γεννηθεὶς, θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου. Διὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα
5γένῃ. Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ τῆς σῆς ἀκοῆς εἰσπεπήδηκε, τῆς σῆς γαστρὸς ἐπιτελῶν τὰ ἐγκαίνια. Καὶ ἡ παρθένος· Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς Δαυῒδ ὁ ἐξ ἐμοῦ μέλλων, ὡς λέγεις, τίκτεσθαι
10καὶ ὑπάρχειν ἀπάτορα· καὶ πῶς τοὺς δύο πατέρας ἐκή‐ ρυξας; Καὶ ὁ ἄγγελος· Πρῶτον μάνθανε, καὶ οὕτως ἀν‐ τίλεγε· ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώ‐ νων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα· καὶ ὅταν σοι εἴπω, Υἱὸς Δαυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς
15Δαυῒδ εἴρηκα. Λαβοῦσα οὖν τὴν πληροφορίαν, τοὺς λό‐ γους μου φύλαττε· καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν. Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν αὐτήν. Καὶ παρ’ ἑαυτῆς διελογίζετο λέγουσα· Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ κρύψω μᾶλλον τὸ μυστήριον;
20Εἰ ἐψεύσατο ὁ ἐλθὼν τέως, καθ’ ἑαυτῆς ἐρεθίζω τὴν γλῶτταν τοῦ γέροντος. Καὶ ὡς ταῦτα ἐσκέπτετο ἡ παρ‐ θένος, ἡ κοιλία ὀγκουμένη προέκοπτε, καὶ τὸ βρέφος ἔνδον ἐχόρευε. Μαρία δὲ περὶ τούτου ἐσκέπτετο, καὶ μυρία παραπετάσματα τῇ γαστρὶ ἐπιβαλοῦσα, τὸν Ἰω‐
25σὴφ λανθάνειν ἠβούλετο· ἀλλ’ οὐκ ἠδύνατο κρύψαι πό‐ λιν ἐπάνω ὄρους κειμένην. Τὸν Ἰωσὴφ ἔνυξεν ἡ δεῖξις τῆς κοιλίας, καὶ λοξῷ τῷ ὀφθαλμῷ τῆς παρθένου τὴν κοιλίαν ἐστάθμιζε. Καὶ ὑβρίζειν ἤθελε, καὶ σιωπᾷν ἠναγκάζετο· ὑβρίζειν ἤθελεν, ὡς πεπρακυῖαν τὰ τῆς
30παρθενίας κειμήλια· καὶ ὁ πρῶτος βίος διεκώλυε. Λοι‐ πὸν τὴν ἰδίαν ψυχὴν ταῖς θλίψεσιν ἐβασάνιζεν· Οἴμοι, λέγων, τί ποιήσω ἐγώ; ἡ ὄψις παρθένου, ἡ κατάστασις παρθένου, οἱ ὀφθαλμοὶ παρθένου, ὁ γέλως παρθένου· καὶ ἡ κοιλία οὐ παρθένου, ἀλλὰ μητρός· ὁ λόγος παρθένου·
35οἴμοι, οἴμοι· οὐ φέρω λοιπὸν ὁρῶν. Δημηγορήσω λοιπὸν τὸ πρᾶγμα, ἐλέγξω τὴν Μαρίαν; Ἡ γὰρ αἰσχύνη κοινή. Βοήσω μετὰ κραυγῆς, μήπως τοῦ ἀσπόρου παιδὸς κληθῶ πατήρ; Οὐδεὶς τῆς κόρης κατήγορος, ἐπειδὴ οὐκ ἔχει ὁ κυοφορούμενος τὸν παιδοσπορήσαντα. Τάχα μοι
40καὶ τὸ σιωπᾷν καὶ τὸ λαλεῖν ἐστιν ἐπικίνδυνον. Τί οὖν ποιήσω; καλέσας ἐρωτήσω, ἢ πρὸ ἐρωτήσεως δείξω; Ἀλλ’ ἡ γραφὴ μαρτυρεῖ· ἐλέγξω μᾶλλον. Μὴ οὐκ ἐποίησε; Καλέσας οὖν αὐτὴν αὐστηρῷ τῷ προσώπῳ, κριτὴς τοῦ ἐν κοιλίᾳ κριτοῦ ἐκαθέζετο. Λέγε μοι, φησὶ,
45μετὰ ἀκριβείας τὸ γέγονός σοι· μὴ κρύψῃς με τὸ συμ‐ βάν σοι· οὐδεὶς ὁ παρὼν τῶν λόγων ἀκροατής· οἶδα φυ‐ λάττειν μυστήρια· οὐδεὶς μανθάνει τὸ πρᾶγμα, μόνον με πληροφόρησον. Πόθεν τοῦτο ὑπάρχει τὸ ὁρώμενον ἐν σοί; τὸν τούτου πατέρα ὑπόδειξόν μοι, καὶ ἐλευθερῶ σε

60

.

758

(50)

τοῦ πταίσματος· συγγνώμης γὰρ ἀξιωθήσῃ, ὡς ἐν ἐπι‐ θυμίᾳ νικηθεῖσα γυνή. Καὶ ἡ παρθένος πρὸς αὐτὸν ἀπ‐ εκρίνατο· Εἰ πατέρα τούτου ζητεῖς, εὑρήσεις οὐδέποτε· εἰ δὲ καὶ ὀρφανὸν νομίσεις, καὶ τούτου ἀπέτυχες. Καὶ ὁ Ἰωσήφ· Οὐδὲν ψεύσασθαι, Μαρία, δεδύνησαι· πῶς γὰρ
55δύναται ὀρφανὸν μὴ εἶναι καὶ πατέρα μὴ ἔχειν; Καὶ ἡ παρθένος· Εἰ δὲ ζητεῖς τίς, Ἰωσὴφ (ἀγνοεῖς γὰρ), ἐὰν εἴπω σοι τὸ ἀληθὲς, οὐ πιστεύομαι. Κοιλίαν βλέπεις, καὶ τὸν κρυπτόμενον Κύριον οὐχ ὁρᾷς· γαστέρα κατανοεῖς, καὶ οὐ λογίζῃ τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐκ Πατρὸς
60γεννηθέντα, καὶ ἐν ἐμοὶ αὐλιζόμενον. Εἰ εἴπω σοι, ὃ εἶπέ μοι ὁ ἄγγελος, ἐρεῖς, ὅτι Ἑαυτῇ μαρτυρεῖς, καὶ ἡ μαρ‐ τυρία σου οὐκ ἔστιν ἀληθής. Καὶ ὁ Ἰωσήφ· Φέρε τοὺς ἀκηκοότας, δὸς τοὺς παρεστῶτας, ἄγαγε ἀληθεύοντας μάρτυρας. Καὶ ἡ παρθένος ἔφη· Εἰ ταῦτα ζητεῖς, εὑ‐
65ρήσεις οὐδέποτε· εἷς γὰρ δι’ ἑνὸς πρὸς μίαν ἀπεσταλ‐ μένος διὰ μόνης καταμόνας ἐλάλησεν· οὐδεῖς παρῆν· ἐπεὶ οὐδεὶς ἔμελλεν εἶναι τοῦ τικτομένου πατήρ. Ὡς δὲ ἠπιστεῖτο ἡ παρθένος, ὑπονοήσασα λοιπὸν εἰς ἕτερον λο‐ γισμὸν ἦλθε Μαρία, λέγουσα· Ἡ γαστήρ με προδίδωσιν,
70ὁ παῖς μου κατηγορεῖ ἐν κοιλίᾳ ἀγαλλόμενος· τί οὖν καθ’ ἑαυτῆς ἐπὶ πλεῖον ἐρεθίζω τὸν Ἰωσήφ; Πνίξω τῇ σιωπῇ τὰ χείλη μου, καὶ πρὸς τὸν ἄγγελον ἀοράτως δικάσομαι· Ποῦ τὰ νῦν ὑπάρχεις, ὁ τὸ, Χαῖρε, κεχαριτω‐ μένη, φθεγγόμενος; ἐν ποίοις τόποις αὐλίζῃ; εἰπὲ, ἵνα
75ἐκεῖ παραγένωμαι, καὶ κρεμασθῶ τῷ τραχήλῳ σου, μέχρις ἐλθὼν πληροφορήσεις τὸν Ἰωσὴφ, τίνος υἱὸς ὁ ἐμῆς κοιλίας κοιτῶνα σκιρτοβατῶν. Οὐ φέρω τὸν πρε‐ σβύτην ὑπιδόντα, γογγύζοντα· καὶ σὺ ποίῳ τόπῳ χρονί‐ ζεις ἀγνοῶ· ἐλθὲ, καὶ ὑπὲρ ἐμοῦ δικαιολόγησαι. Ταῦτα
80τῆς Μαρίας λεγούσης, τὸ τάχος ὁ ἄγγελος πρὸς τὸν Ἰω‐757

60

.

759

σὴφ παραγίνεται, καὶ πληροφορήσας τὸ ἐκβαλεῖν τὴν παρθένον ἐκώλυε, Μὴ φοβηθῇς, λέγων τῷ Ἰωσὴφ, πα‐ ραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· οὐ γάμου κοινω‐ νίαν, ἀλλὰ θεϊκῶν μυστηρίων οἰκονομίαν σοι λέγω. Ἀλλὰ
5πατὴρ οὐχ ὑπάρχεις; Ἐν γῇ πατέρα μὴ ζητήσῃς, μήτε ἐν οὐρανοῖς μητέρα. Πάσης ὀρφανίας ἡ φύσις ἀπήλ‐ λακται· μόνος γὰρ ἐκ μόνου καταμόνας πρὸ αἰώνων ὑπάρχει. Νῦν μόνος ἐκ μόνης, ὡς οἶδε μόνος. Μὴ ὀλιγο‐ ψυχήσῃς τὴν Μαρίαν, μὴ λυπήσῃς τὸ ἐκ Μαρίας· μὴ
10ζητήσῃς τὸ πῶς, μήποτέ σε ἀδικήσῃ τὸ βρέφος· μὴ πε‐ ριεργάσῃ τὴν θήκην, μήποτε ζημιωθῇς τὴν ἐνθήκην. Ἀμόλυντον τὸ σκεῦος, ἄσπιλον τὸ κειμήλιον, ἀθόλωτος
ὁ ἀλάβαστρος, ἄσπορος ὁ τόκος, ἀνύμφευτος ἡ κόρη,Column end

60

.

760

ἀθαλάμευτος ἡ παρθένος, ἀλατόμητος ἡ πέτρα, κεκλει‐ σμένος ὁ κῆπος, ἡ πηγὴ ἐσφραγισμένη, ἄσπορος ἡ χώρα, ἀφύτευτον τὸ κλῆμα, ἀνεπινόητος ὁ τόκος. Εἰ δὲ ἀπι‐ στεῖς μοι τῷ λέγοντι, τὸν καιρὸν τῆς κυήσεως ἔκδεξαι.
5Καὶ ἐὰν δακρύσῃ ἢ στενάξῃ ἡ Μαρία, ὡς αἱ λοιπαὶ γυ‐ ναῖκες, ἄνθρωπός ἐστι, καὶ οὐ Θεὸς, ὁ ἐκ Μαρίας γεν‐ νώμενος. Καὶ ὁ Ἰωσὴφ εἶπεν· Εἰ ταῦτα οὕτως ἔχει, καθὼς προέφης, ὦ ἀρχάγγελε, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Καὶ ὁ ἄγγελος εἶπεν· Εἰ
10θέλεις μαθεῖν, τὸ τάχος διδάχθητι· ἐπειδὴ Κύριος εἶπε πρὸς τὸν γεννώμενον, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.759