TLG 2062 279 :: JOANNES CHRYSOSTOMUS :: Contra haereticos [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Contra haereticos [Sp.]

Citation: Vol — pg — (ln)

60

.

745

(1t)

Κατὰ αἱρετικῶν.
2 Χορευτὰς τῆς εὐσεβείας ὑμᾶς καὶ στρατιώτας εἰδό‐ τες, νῦν μὲν τὴν τῶν ἠθικῶν ὡς χορευταῖς γλυκυφω‐ νίαν προτίθεμαι, νῦν δὲ τὴν δογματικὴν ταῖς ἀκοαῖς
5αὐστηρότητα, καθάπερ σάλπιγγος φωνὴν, ὑπηχοῦμεν ὁπλίταις. Ἐξ ἀμφοτέρων γὰρ ἡ τῆς εὐσεβείας συντέ‐ θειται μόρφωσις, τῶν μὲν ἠθικῶν τὴν τοῦ σώματος τάξιν ἀναπληρούντων, τῆς δὲ τῶν δογμάτων παραζεύ‐ ξεως ἐν τῇ τῆς ψυχῆς τεταγμένης ἀξίᾳ. Καθάπερ γὰρ
10σώματος ἀποζευχθέντος ψυχῆς, ἡ τῶν μελῶν ἄχρηστος ᾖ κἂν ἐπαινῆται συνθήκη· οὕτω καὶ τῆς τῶν ἠθικῶν ἀρετῆς τὸ κάλλος νεκρὸν, τῇ τῶν δογμάτων δυνάμει μὴ ψυχούμενον. Τί γὰρ ὄφελος ἠθῶν σωφρονεῖν παιδευθέν‐ των, ὅταν τὸν τῆς σωφροσύνης κριτὴν ὁ σωφρονῶν
15ἀγνοῇ; τί τῆς ἐλεημοσύνης τὸ κέρδος, ὅταν ὁ τῆς ἐλεη‐ μοσύνης ἀθετούμενος ἀγανακτῇ δικαστής; τίς ὄνησις στρατιώταις ὑπάρξει, πολλὴν μὲν ἐνδεικνυμένοις ἀγα‐ θῶν ἐργασίαν, ἐχθρῶν δὲ τῷ βασιλεῖ; Μὴ κεχρημένοις ἄπαν ἔθηκας ἀρετῆς ἀνωφελὲς πλεονέκτημα, τῆς τῶν
20δογμάτων μὴ προσεῤῥιζωμένης ὀρθότητος. Δεῖ γὰρ ἐκ ῥίζης τοὺς καρποὺς προϊέναι, καὶ τὰ νεῦρα τῶν ἀρετῶν ἐκ κεφαλῆς ἀφορμᾶσθαι. Ταύτης ἡμεῖς ἐκκρε‐ μάμενοι, καὶ τὰ τῶν πράξεων αὐτῇ συνυφαίνοντες μέλη, τὸ τῆς εὐσεβείας ὁλόκληρον ἀπαρτίζομεν σῶμα,
25τὴν τοῦ σώματος κεφαλὴν Χριστὸν περισφίγγοντες. Αὐτὸς γὰρ, φησὶν, ἐστὶν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὃν ἔχειν αἱρετικοὶ κεφαλὴν ἀπηξίω‐ σαν. Εὐχῆς μὲν οὖν ἄξιον μὴ τοιαῦτα Χριστιανοὺς κα‐ λουμένους κατὰ Χριστοῦ μεμηνέναι. Νῦν δὲ καὶ χάριν
30αὐτοῖς τῆς μανίας ἰστέον, ὅτι ποιοῦσιν ἡμᾶς ἐγρηγο‐ ρέναι λυσσῶντες, ὅτι πρὸς μάχην ποθεινὴν ἐρεθίζουσι. Φιλῶ γὰρ μάχην εἰρήνης βελτίονα, φιλῶ πόλεμον ἀγά‐ πης μακαριώτερον, φιλῶ γνώμην πομπεύειν πρὸς μὲν Ἕλληνας σεμνυνομένην ἀπὸ Χριστοῦ, πρὸς δὲ καὶ ἡμᾶς
35στασιάζουσαν, ὅτι Χριστὸν ἀνυψοῦμεν. Τοιοῦτος γὰρ ἦν Ἄρειος· ὅταν μὲν Ἕλλησι λαλῇ, σεμνολογεῖ τὸν Χρι‐ στόν· ὅταν δὲ ἡμῖν διαλέγηται, καταλαλεῖ τοῦ Χρι‐ στοῦ. Τοιοῦτος Εὐνόμιος· ὅταν Ἑλληνισμὸν ψέγῃ, στηλι‐ τεύει θεοποιίαν· ὅταν δὲ φθέγγηται πρὸς ἡμᾶς, θεο‐
40ποιίαν ἱστᾷ· θεοποιίας γὰρ εἶδος, τὸ λέγειν τὸν Θεὸν Λόγον δεδημιουργημένον Θεὸν καὶ κεκτισμένον εἰς τὸ λατρεύεσθαι κτίσμα. Τί ποιεῖς, τυφλώττων αἱρετικέ; Ἃ κατέλυσεν εἰσάγεις οἰκοδομοῦντα τὸν Χριστὸν, καὶ ἃ νοεῖς ἀνέσπασε, τῶν κτισμάτων θεοποιίας, κτισματο‐
45λατρείαν, φυτεύων τὰ μείζονα. Μὴ βλάπτε τοῦ Χρι‐ στιανισμοῦ τὴν εὐγένειαν· μὴ ποίει τοῦτον Ἑλληνισμοῦ συγγενῆ· λατρεία γὰρ κτίσματος, κἂν μεῖζον κἂν ἔλατ‐ τον τὸ λατρευόμενον ᾖ κτίσμα, λατρείας Ἑλληνικῆς ἀδελφόν. Οὐκ ἐγκαλεῖ γοῦν τοῖς Ἕλλησιν ὁ Παῦλος, ὅτι

60

.

745

(50)

μικρῶς ἐλάτρευσαν, ἀλλ’ ὅλως ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τὸ γὰρ κτίσματι λατρεύειν καὶ ἐν μικρῷ καὶ ἐν μεγάλῳ ἰσοδύναμόν ἐστι· μᾶλλον δὲ καὶ Ἑλλήνων αἱρετικὸς τῇ θείᾳ χαλεπώτερος φύσει. Οὐ γὰρ οὕτως ὑβριστὴς εἰς τὸ Θεῖον ὁ τὴν κτίσιν προσαγορεύων
55Θεὸν, ὡς ὁ κτίσμα τὸν Θεὸν ὀνομάζων. Ὁ μὲν γὰρ τὴν κτίσιν θεοποιῶν, δοῦλον ἐνδύειν δοκεῖ βασιλικὴν πορ‐ φυρίδα· ὁ δὲ κτίσμα τὸν Θεὸν παρεισάγων, ἰδιωτεύειν ἀναγκάζει τὸ Θεῖον. Ἕλλην μὲν, ὃς ὑποπτεύει τὸ Θεῖον, θεραπεύει δὲ παντοίως· Ἄρειος δὲ οὐ σέβει, Θεοῦ τὴν
60εὐφημίαν οὐ φέρει. Σέβειν μὲν τὸν Χριστὸν καὶ προσ‐ κυνεῖν οὐκ ἀρνεῖται, τιμωμένου δὲ τιμαῖς ὑψηλοτάταις ἀλγεῖ. Ἂν εἴπῃ τις ἄκτιστον, εὐθέως ὠργίσθησαν· ἂν ἀδέσποτον, ἐδυσχέραναν· ἂν τῆς ἀξίας κοινωνὸν τῆς πατρῴας, ὡς ἐπὶ μείζονι πληγῇ παρωξύνθησαν· ἂν
65δοτῆρα δωρεῶν αὐτεξούσιον, καὶ πρὸς τοῦτο βρύχονται· κλήσεις μὲν Χριστιανῶν, μισοχρίστων δὲ γνώμην. Σκό‐ πησον, Ἄρειε, ποίαν ἀθετεῖς αὐθεντίαν· ἄκουσον αὐτοῦ ἄλλοις ἄλλως δεσποτικῶς διατάττοντος· Σοὶ δώσω, φησὶ, τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ, Σὺ
70σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Σὺ τὸ τελώνιον ἀφεὶς, ἀκολούθει μοι· Σὺ μὴ φοβοῦ, ἀλλὰ λά‐ λει, διότι ἐγώ εἰμι μετὰ σοῦ· Σοὶ λέγω, λεπρὲ, καθα‐
ρίσθητι· Σὺ δραμὼν νίψαι εἰς τὸν Σιλωὰμ, καὶ ἀνάβλε‐Column end

60

.

746

ψον· Σὺ, παράλυτε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· Σὺ, θάλαττα, σιώπα, πεφίμωσο· Ὑμεῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· Ὑμεῖς, λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις
5ἐγείρω αὐτόν· Ὑμεῖς, Μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Οὐδὲν τούτων ἔφη· Σοὶ δώσει τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ὁ Πατήρ· σὲ εἰς παράδεισον ἄξει ὁ Πατήρ· σὺ, λεπρὲ, τῷ θελή‐
10ματι τοῦ Πατρὸς καθαρίσθητι· σὺ παρὰ τοῦ Πατρὸς ἐπίταττε τῇ θαλάττῃ· Σιώπα, πεφίμωσο· ὑμεῖς δεῦτε ὀπίσω μου, καὶ ποιήσει ὑμᾶς ὁ Πατὴρ ἁλιεῖς ἀνθρώπων· ἀλλ’ ἐξ αὐθεντούσης ἐξουσίας εἰσὶν αἱ ῥήσεις. Εἰ δέ που τῆς αὐθεντίας αἱ φωναὶ μετριώτεραί εἰσιν, ὡς τὸ,
15Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου, τὸ τῆς κατὰ φύσεως προστίθησιν αἴτιον· Διὰ τὸν ὄχλον, φησὶ, τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπ‐ έστειλας· τῶν δὲ πρὸς αὐτὸν κεχηνότων πᾶσαν φωνὴν ὑψηλὴν πρὸς αὐτὸν ἐστεφάνουν. Προσῄει περὶ παιδὸς ἑκα‐
20τόνταρχος, ὅσον εἶχε δυνάμεως, ἐν εὐφημίαις ἐπαίρων· Κύριε γὰρ, φησὶν, οὐκ εἰμὶ ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς, ἀλλ’ εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ κροτούμενος τὸ δῶρον ἐλάμβανεν. Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ
25τοσαύτην πίστιν εὗρον. Ἀλλ’ ὕπαγε, καὶ ὡς ἐπί‐ στευσας, γενηθήτω σοι. Πάλιν γυνή τις αἱμόῤῥους τῷ τοῦ Δεσπότου χιτῶνι δοξολογίας προσάγουσα τιμὴν, μήτι γε δὴ τῇ θεότητι, σὺν εὐφημίαις τὸ δῶρον ἐλάμβα‐ νεν. Ἐτετίμητο δὲ καὶ ὁ λῃστὴς ἐν παραδείσῳ, ὅτι δὴ
30βασιλέα κέκληκε σταυρούμενον. Τούτων μείζων μὲν παρ’ ἡμῶν τῷ Δεσπότῃ Χριστῷ κεχρεώστηται πίστις, ὅσῳ καὶ μείζονος μετεσχήκαμεν γνώσεως. Ἔστω δὲ ὅμως, Ἄρειε, τὶ κἂν γοῦν τότε παραπλήσια. Οὐ βούλει μέ τι φρονεῖν τῶν προῤῥηθέντων εἰς Χριστὸν ὑψηλότε‐
35ρον; Πονηρὰ μὲν ἡ γνώμη, μέχρι δὲ τούτου στήτω. Τί καὶ ταπεινοτέρας ὑπαγορεύεις τοῖς αὐτὸν ἐπικαλου‐ μένοις φωνάς; Ἔχω τῶν τότε τοὺς λόγους εἰς εὐχὴν χαρακτῆρας. Οὐ λέγω τῷ Χριστῷ, Κύριε, μνήσθητί μου ἐν τῇ ὑπουργίᾳ σου, ἀλλὰ λέγω φωνὴν, δι’ ἧς ὁ λῃστὴς
40εἰσηκούσθη· Κύριε, μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Οὐ λέγω τῷ Θεῷ Λόγῳ, Κύριε, τῶν τοῦ Πατρὸς δωρεῶν ὑπηρέτα· ὁ γὰρ ἑκατόνταρχος οὐ συγχωρεῖ μοι, βοῶν, ὅτι, Ὁ Κύριος, εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὐ λέγω πρὸς αὐτὸν, Κύριε, ἐὰν αἰτήσῃ παρὰ
45τοῦ Πατρὸς, σωθήσομαι, γυναικικῆς γὰρ εἰσημάτιον πίστεως σμικροτέραν οὐ προσφέρω θεότητι, Ἄρειε. Οὕτω καλῶ τὸν Υἱὸν, ὡς χαίρει καλούμενος· πρόσειμι μετὰ τοιούτων φωνῶν, μεθ’ ὧν αὐτῷ προσελθόντες, ἐπανῆλθον τυχόντες. Εἰ δὲ ὁ λῃστὴς καὶ γυνὴ καὶ στρα‐

60

.

746

(50)

τιώτης πιστὸς εἰς διδασκαλίαν ἀπαράδεκτοι πίστεως, αἰδέσθητι κἂν τὸν τῶν ἀποστόλων χορὸν, ἔνθα δώρων τῶν ὑπὲρ φύσιν ἐχρῆν ἐπιβοωμένων Χριστόν. Τί φθεγ‐ γόμενος Πέτρος ἀνίστησι παράλυτον; Αἰνέα, φησὶν, ἰᾶταί σε Ἰησοῦς Χριστός· καὶ πάλιν ἑτέραν ἐργαζό‐
55μενος ἴασιν, Οὐκ ἔστι, φησὶν, ἐν ἄλλῳ οὐδενὶ ὀνόματι ἡ σωτηρία. Τί λέγων Ἀνανίας ἐθεράπευσε Παῦλον; Σαοὺλ, ἀδελφὲ, ὁ Κύριος ἀπέστειλέ με Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ὅπως ἀναβλέψῃς, καὶ πλη‐ σθήσῃ Πνεύματος ἁγίου. Τὴν τίνος ἑαυτῷ Παῦλος
60ἐπηύχετο δύναμιν; Ἥδιστα, φησὶ, καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Τίνα κατὰ τῆς Σαμαρειτῶν τιμωρίας Ἰάκωβος καὶ Ἰωάννης ἱκέτευε; Κύριε, φησὶ, θέλεις εἴπωμεν καταβῆναι πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ ἀν‐
65αλώσει αὐτούς; Ὁ δὲ τῶν ἀγγέλων χορὸς τί τοῖς ἀνθρώ‐ ποις περὶ αὐτοῦ παρεδίδου; Αὐτὸς, φησὶ, σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ταῦτα δὲ τῆς ἀξίας ἐλάττω. Οὐ γάρ ἐστιν ὕμνος, οὐχ ὑπαίρων τὸν Υἱὸν, οὐκ ἰσούμενος, ἀλλ’ ὅσον ἂν εὐφημίαις ἀνα‐
70βαίης, ὅσην ἂν λόγων μηχανήσῃ δόξαν, μετὰ τοῦ Δαυῒδ βοήσεις ἡττώμενος, Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι; Εἰ δέ γε τὸ, ἄκτιστος,
Ἄρειε, φωνὴ τῆς τιμῆς τὸν Υἱὸν ὑπεραίρουσα, ἔσται745

60

.

747

σοι τὰ τοῦ Δαυῒδ πρὸς αὐτὸν ὑπηλλαγμένως βοᾷν, Κύριε, ἂν ἄκτιστον εἴπω σε, τί ἀνταποδώσεις μοι μείζονί σου τετιμηκότι σε τιμῇ; Ἀλλ’ ἐρεῖ πρὸς αὐτοὺς Ἰωάννης ἀντιφθεγγόμενος· Μωροὶ καὶ τυφλοὶ, οὐκ ἐσμὲν ἱκανοὶ
5λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. Πανταχόθεν τοίνυν πρὸς τὴν τῆς θείας φύσεως ὑψηλολογίαν διεγει‐ ρώμεθα, μεγάλας ἐν ὕμνοις Θεοῦ μελετῶμεν ἐννοίας, ἄρωμεν ἰσχύϊ πάσῃ πρὸς ὕψος τὸν προσκυνούμενον,
φρόνημα πτωχὸν ἐν καιρῷ θεολογίας σώσωμεν, τιμή‐Column end

60

.

748

σωμεν τὸν Πατέρα ὑψηλαῖς εἰς τὸν Υἱὸν εὐφημίαις, δοξάσωμεν τὴν τοῦ γεννήτορος δόξαν, τὴν τοῦ γεννηθέν‐ τος πρὸς αὐτὸν ὁμοιότητα φύσεως ἴσῃ ὁμοτιμίᾳ· τὴν τῆς γεννήσεως ὁμολογῶμεν ἀλήθειαν, κτησώμεθα
5τοῦ Πατρὸς τὴν ἀγάπην τῇ περὶ τὸν ἐξ αὐτοῦ θεραπείᾳ· Ἐὰν γάρ τις ἀγαπᾷ με, φησὶν, ἀγαπήσει αὐτὸν ὁ Πατήρ μου· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.747