TLG 2062 276 :: JOANNES CHRYSOSTOMUS :: De salute animae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De salute animae [Sp.]

Citation: Vol — pg — (ln)

60

.

735

(25t)

Περὶ σωτηρίας ψυχῆς.
26 Ἀγαπητοὶ, ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ’ αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε. Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται, καὶ τὸ κάλλος μαραί‐
30νεται, καὶ πάντα ἀλλάσσονται, καὶ ὡς καπνὸς ἀπόλ‐ λυνται, καὶ ὡς σκιὰ παράγουσι, καὶ ὡς ἐνύπνιον ἐξ‐ αφανίζονται. Διὰ τοῦτο ἔλεγεν ὁ Σολομών· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης· καὶ ὁ Δαυῒδ λέ‐ γει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην
35ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγμα‐ τα ἀγωνιῶντες· ὄντως μάτην ταράσσονται, μάτην θο‐ ρυβοῦνται, μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θη‐ σαυρίζοντες τὰ μετ’ ὀλίγον καταλειπόμενα· ἅπερ λα‐ βεῖν μεθ’ ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόν‐
40τες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν. Κἂν πάντας τοὺς θησαυροὺς συνάξω‐ μεν, γυμνοὶ, σκοτεινοὶ, ἐλεεινοὶ, σκυθρωποὶ, τετραχηλι‐ σμένοι, τεταπεινωμένοι, συντετριμμένοι, ἔμφοβοι, ἔντρο‐ μοι, κατηφεῖς, ὀδυνηροὶ, εἰς γῆν τὸ πρόσωπον ἔχοντες, καὶ
45τοῦτο μετ’ αἰσχύνης συγκαλύπτοντες· οὕτω πορευσόμε‐ θα, οὕτως ἀναστησόμεθα, οὕτω παραστησόμεθα εἰς ἐκεῖνο τὸ φρικτὸν καὶ πικρὸν ἀπροσωπόληπτον δικα‐ στήριον, ὅπου ἄγγελοι τρέμουσιν, ὅπου θρόνοι φοβεροὶ τίθενται, ὅπου αἱ βίβλοι τῶν πράξεων ἀνοίγονται, ὅπου

60

.

735

(50)

ὁ ποταμὸς τοῦ πυρὸς τοῦ ἀσβέστου, ὅπου ὁ ἀνήμερος σκώληξ, ὅπου τὸ ἀφώτιστον σκότος, ὅπου ὁ ἀθέρμαντος τάρταρος, ὅπου ὁ βρυγμὸς τῶν ὀδόντων, ὅπου τὸ ἀκατά‐ παυστον δάκρυον, ὅπου ὁ ἀσίγητος στεναγμὸς, ὅπου τὸ ἀπαραμύθητον πένθος, ὅπου οὐκ ἔστι γέλως, ἀλλὰ θρῆνος·
55ὅπου οὐκ ἔστι χαρμοσύνη, ἀλλὰ στεναγμός· ὅπου οὐκ ἔστι τρυφὴ, ἀλλὰ κρίσις· ὅπου οὐκ ἔστι φθόγγος, ἀλλὰ τρόμος. Φοβερὸν ὄντως ἀκοῦσαι, ἀγαπητοὶ, φοβε‐ ρώτερον δὲ τὸ ἰδέσθαι πᾶσαν τὴν κτίσιν ἱσταμένην, καὶ ἀπολογουμένην ὑπὲρ λόγου, ὑπὲρ ἔργου, ὑπὲρ ἐννοιῶν,
60τῶν ἐν νυκτὶ, τῶν ἐν ἡμέρᾳ, ὧν ἡμάρτομεν. Μέγας ὁ φόβος, ἀδελφοὶ, τότε, μεγάλη ἡ ἀνάγκη, οἵα οὐδέποτε ἐγένετο οὐδὲ γενήσεται ἕως τῆς ἡμέρας ἐκείνης. Τότε ἄγγελοι περιτρέχουσιν, αἱ σάλπιγγες βοῶσι, τὰ ἄστρα πίπτουσιν, ὁ ἥλιος σκοτίζεται, οἱ οὐρανοὶ εἱλίσσονται,
65ἡ γῆ σαλεύεται, αἱ δυνάμεις προτρέχουσι, τὰ Σεραφὶμ βοῶσι, τὰ ἄνω, τὰ κάτω, τὰ ἐπίγεια, τὰ καταχθόνια ταράσσονται, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀν‐ ίστανται καὶ συνάγονται, τὸ κριτήριον εὐτρεπίζεται. Πο‐ λὺς ὁ φόβος, ἀδιήγητος ὁ τρόμος, ἀκατάληπτος ἡ ἀνάγκη
70ἡ τότε γινομένη· μέγας ὁ χειμὼν ἐκεῖνος, μεγάλη ἡ ὀδύνη, χαλεπὴ ἡ περίστασις, ἀκατάπαυστος ὁ θόρυβος,
μέγας ὁ ὀλολυγμός. Ἄκουε οὖν τοῦ Δανιὴλ λέγοντος·Column end

60

.

736

(23)

Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, ἕως οὗ θρόνοι ἐτέ‐ θησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐ‐
25τοῦ λευκὸν ὡσεὶ χιὼν, ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ καθαρὸν ὡς ἔριον· ὁ θρόνος αὐτοῦ φλὸξ, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπρο‐ σθεν αὐτοῦ· χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· τὸ κριτή‐
30ριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἔφριξε τότε τὸ πνεῦμά μου. Ἐγὼ Δανιὴλ εἶδον, καὶ ἡ ὅρασις τῆς κεφαλῆς μου συνετάραξέ με. Βαβαί! ὁ προφήτης τὸ ὅραμα τῆς μελλούσης κρίσεως ἰδὼν ἔφριξε! Καὶ τί ἄρα ἡμεῖς μέλλομεν ὑπομένειν, ὅταν εἰς αὐτὰ τὰ πρά‐
35γματα ἔλθωμεν; ὅταν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἐπισυναγόμενοι παριστώμεθα γυμνοὶ, καὶ τὸ φορτίον τῶν ἁμαρτιῶν ἐπὶ τοῦ τραχήλου πᾶσιν ἐπιδεικνύοντες; Τότε τῶν βλασφήμων αἱ γλῶσσαι φλογίζονται, καὶ οὐκ ἔσται ὁ δροσίζων· τότε τῶν καταλαλούντων οἱ ὀδόντες
40συντρίβονται ὑπὸ ἀποτόμων ἀγγέλων· τότε τῶν φιλαρ‐ γύρων αἱ χεῖρες κρεμάμεναι τρέμουσι, καὶ ξεόμεναι ὀδυ‐ νῶνται· τότε τῶν φλυάρων τὰ στόματα ὑπὸ τοῦ πυρὸς ἐμφράττονται· τότε τῶν διανευόντων οἱ ὀφθαλμοὶ ἐξ‐ ορύττονται ἀνιλεῶς. Ποῦ τότε γονεῖς, ποῦ ἀδελφοὶ, ποῦ
45πατὴρ, ποῦ μήτηρ, ποῦ οἱ συγγενεῖς, ποῦ οἱ φίλοι; ποῦ ἡ τῶν βασιλέων φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία, ποῦ ἡ τῶν τυράννων ἀπόνοια, ποῦ ἡ τῶν δικαστῶν ὑπερηφανία; ποῦ οἱ δοῦλοι, ποῦ αἱ δοῦλαι; ποῦ ὁ καλλω‐ πισμὸς τῶν ἱματίων, ποῦ αἱ χροαὶ τῶν μαργάρων, ποῦ

60

.

736

(50)

ἡ φαντασία τοῦ χρυσίου, ποῦ ὁ κτύπος τοῦ ἀργυρίου; ποῦ ἡ κόσμησις τῶν δακτυλίων, ποῦ τῶν ποδῶν τὸ πε‐ ρισφῖγγον ὑπόδημα, ποῦ τὰ σηρικὰ ἱμάτια, ποῦ τὰ βύσ‐ σινα; ποῦ τὰ κρέα, ποῦ τὰ μύρα καὶ τὰ μάταια κα‐ πνίσματα; ποῦ οἱ φυλασσόμενοι θησαυροί; ποῦ αἱ κε‐
55κοσμημέναι κλῖναι; ποῦ οἱ παρορῶντες τοὺς πένητας; ποῦ οἱ παραβλέποντες τοὺς ἐν ἀνάγκῃ; ποῦ οἱ νομίζοντες εἶναι σοφοί; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ οἱ διαπαντὸς γελῶντες, καὶ τοὺς εὐλαβεῖς ἐκμυκτηρίζοντες; ποῦ οἱ τοὺς δούλους καταπονοῦντες, καὶ
60τοῦ φόβου τοῦ Θεοῦ καταφρονοῦντες; ποῦ εἰσὶν ἀπιστοῦν‐ τες τὴν κόλασιν, καὶ ὡς ἀθάνατοι διακείμενοι; ποῦ εἰσὶν οἱ λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκο‐ μεν; ποῦ εἰσὶν οἱ λέγοντες, Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον; ποῦ εἰσὶν οἱ λέγοντες, Ἀπολαύσωμεν
65τῶν ὧδε, καὶ περὶ τῶν ἐκεῖ βλέπωμεν; ποῦ εἰσὶν οἱ λέ‐ γοντες, Φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ οὐ κολάζει τοὺς ἁμαρτωλούς; Ὢ πόσα μετανοήσουσιν οἱ τὰ τοιαῦτα λέ‐ γοντες! πόσα κόψονται, καὶ οὐκ ἔστιν ὁ ἐλεῶν αὐτούς!
πόσα στενάξουσι, καὶ οὐδεὶς ὁ λυτρούμενος! πόσα ἑαυ‐735

60

.

737

τοὺς κατακόπτοντες εἴπωσιν, Οὐαὶ, οὐαὶ, ὅτι ἑαυτοὺς ἐχλευάσαμεν! οὐαὶ, ὅτι ἑαυτοὺς ἀπωλέσαμεν! Ἐδιδα‐ σκόμεθα, καὶ οὐ προσείχομεν· ἐνουθετούμεθα, καὶ κατ‐ εφρονοῦμεν· διεμαρτύραντο δὲ ἡμῖν, καὶ οὐκ ἐπιστεύο‐
5μεν· τῶν Γραφῶν ἀκούοντες ἑαυτοὺς ἐπλανῶμεν. Δι‐ καία ἡ κρίσις τοῦ Θεοῦ· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπο‐ λαμβάνομεν. Οὐαὶ ἡμῖν, ὅτι διὰ πρόσκαιρον ἡδονὴν αἰω‐ νίως κολαζόμεθα, διὰ μικροῦ χρόνου ἀμέλειαν τῷ αἰωνίῳ πυρὶ καταποντιζόμεθα, διὰ δόξαν ματαίαν τῆς δόξης τοῦ
10Θεοῦ ἐξεπέσαμεν, διὰ μικρὰν τρυφὴν τῆς τοῦ παραδείσου τρυφῆς ἐστερήθημεν, διὰ πλοῦτον ἀπολλύμενον τὸν πλοῦτον τῆς βασιλείας ἀπωλέσαμεν! Ἐν τῷ ματαίῳ αἰῶνι ἡμεῖς ἀπηλαύσαμεν, ἀλλ’ ἐν αὐτῷ οἱ μὴ ἀπολαύσαν‐ τες εὐφραίνονται. Νῦν οἱ νηστεύοντες τρυφῶσιν, οἱ ἀγωνι‐
15σάμενοι εἰς τὸν οὐράνιον νυμφῶνα χορεύουσιν, οἱ σκορπί‐ σαντες τὸν πλοῦτον ἐν ἀγαλλιάσει θερίζουσιν, οἱ κλαύσαντες αἰωνίως ἀγάλλονται, οἱ καταφρονήσαντες τῶν ἐπιγείων ἀπέλαβον τὰ οὐράνια· μόνοι δὲ ἡμεῖς οἱ ἄθλιοι τῇ κο‐ λάσει ἀξίως παρεδόθημεν· καὶ νῦν κράζομεν, καὶ οὐκ
20ἔστιν ὁ ἐλεῶν· στενάζομεν, καὶ οὐκ ἔστιν ὁ σώζων. Ἵνα οὖν μὴ καὶ ἡμεῖς μετ’ ἐκείνων τῶν ἀφρόνων τὰ τοι‐ αῦτα ῥήματα ἐν τῷ μέλλοντι αἰῶνι εἴπωμεν, δεῦτε προφθάσωμεν τὸν κλέπτην τῶν ψυχῶν ἡμῶν· δράμω‐ μεν, ἕως καιρὸν ἔχομεν· στενάξωμεν, μετανοήσωμεν,
25ἐξυπνισθῶμεν, παρακαλῶ, ἐκ τοῦ ὕπνου τῆς ῥᾳθυμίας ἡμῶν, ἐκ τοῦ βάρους τῶν ἁμαρτιῶν καὶ τῆς ἀμελείας ἡμῶν· ὑψώσωμεν χεῖρας πρὸς τὸν δυνάμενον σῶσαι ἡμᾶς, καὶ εἴπωμεν· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμε‐ θα. Σπεύσωμεν μόνον πρὶν ἢ ἥλιος δύσῃ, πρὶν ἢ θύρα
30ἀποκλεισθῇ, πρὶν ἢ νὺξ καταλάβῃ. Ἐπὰν γὰρ ἡ παν‐ ήγυρις λυθῇ, οὐδεὶς πραγματεύεται· ἐπὰν τὸ θέατρον λυθῇ, οὐδεὶς στεφανοῦται, οὐδεὶς ἀγωνίζεται. Διὸ δρά‐ μωμεν· δρόμου γὰρ χρεία, ἀδελφοὶ, καὶ δρόμου σφο‐ δροῦ, ἵνα φθάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς κρούσαντες
35ἀκούσωμεν· Οὐκ οἶδα ὑμᾶς· ὀξυποδήσωμεν, μικρὸν αἰσχυνθῶμεν. Πόσα τὸν Δεσπότην ἀτιμάζομεν; πόσα τὸν εὐεργέτην παροργίζομεν; Αὐτὸς εὐεργετεῖ, καὶ ἡμεῖς καθ’ ἑκάστην ἀγνοοῦμεν· αὐτὸς οἰκτείρει, καὶ ἡμεῖς ἀθετοῦμεν, αὐτὸς τρέφει, σκέπων προνοεῖται, καὶ
40ἡμεῖς τὰς αὐτοῦ ἐντολὰς καθ’ ἑκάστην παραβαίνομεν, καὶ οὐκ αἰσχυνόμεθα. Αἰσχυνθῶμεν λοιπόν· ὁ γὰρ και‐ ρὸς ἤγγικε, καὶ ἡ ἡμέρα ἔφθασε, καὶ δεῖ ἡμᾶς λόγον ἀποδοῦναι ὑπὲρ ὅλου τοῦ βίου ἡμῶν. Παυσώμεθα οὖν λοιπὸν τῆς ἀμέτρου τρυφῆς, καὶ τοῦ αἰσχροῦ γέλωτος,
45ἵνα μὴ ἐκεῖ κλαύσωμεν πικρῶς· παυσώμεθα τοὺς ἀδελ‐ φοὺς λοιδοροῦντες καὶ μισοῦντες καὶ ἀδικοῦντες· παυ‐ σώμεθα θησαυρίζοντες, σπαταλῶντες καὶ πορνεύοντες· σχολάζωμεν ταῖς εὐχαῖς, ταῖς δεήσεσι, ταῖς ἀναγνώ‐ σεσι, ταῖς νηστείαις, ταῖς μετανοίαις· ἐπιδειξώμεθα

60

.

737

(50)

βίον νέον, ἐξομολογησώμεθα, ἐπιστρέψωμεν· ἐπι‐ στροφῆς γὰρ ὁ καιρός. Μετανοήσωμεν, δακρύσωμεν, ἐπιδειξώμεθα τῷ Θεῷ μετάνοιαν ἐμμέριμνον, καὶ ἁμαρτίαν μισήσωμεν· πονέσωμεν ὧδε, παρακαλῶ, μι‐ κρὸν, ἵνα μὴ κολασθῶμεν ἐκεῖ πολύ· ἀγωνισώμεθα
55πρὸ καιροῦ, ἀδελφοὶ, ἵνα μὴ βασανισθῶμεν αἰωνίως. Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ, καὶ τὸ τέλος ἐγ‐ γὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς. Ζητήσει γὰρ τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν ἕκαστος, καὶ οὐ μὴ εὕρῃ. Οὐαὶ τῷ καταλαλοῦντι, ὅτι ζητήσει σταγό‐
60νας ὕδατος φλεγόμενος, καὶ οὐχ εὑρίσκει! οὐαὶ τῷ ἀπιστοῦντι, ὅτι αἰωνίως κολασθήσεται! οὐαὶ τῷ ἀμε‐ λοῦντι, ὅτι πρὸς αὐστηρὸν κριτὴν πορεύεται! οὐαὶ τῷ μὴ ἀγωνιζομένῳ, ὅτι ἀποτόμοις ἀγγέλοις παραδίδοται, Χρυσίον ὁ ἀπολλύων εὑρίσκει ἄλλο· χρόνον δὲ μετα‐
65νοίας ἄλλον εὑρεῖν οὐ δύναται. Μὴ φεισώμεθα, ἀδελφοὶ, τῶν ἑαυτῶν σωμάτων, ἀλλὰ ταῦτα κατατρίψωμεν, ἐπειδὴ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, μακάριοι οἱ πενθοῦντες. Τὸ γὰρ σῶμα πηλός ἐστι· καὶ ἐλεύσε‐
ται ὥρα καὶ ἡμέρα φοβερὰ καὶ πονηρὰ καὶ ἀπαραίτητος,Column end

60

.

738

καὶ εἰς γῆν ἡ γῆ πορεύσεται, καὶ ἡ κόνις πάλιν κόνις γίνεται. Νήψωμεν, ἀγαπητοὶ, δυσωπῶ, ὁδοιπορήσωμεν, ἀνανεύσωμεν· ἐλεύσεται γὰρ ἡ ὥρα, καὶ ὄντως ἐλεύσε‐ ται, τῆς ἐξόδου ἡμῶν· καὶ μὴ ἑαυτοὺς ἀπατήσωμεν.
5Ἔστω, ἀγαπητοὶ, κατατρυφῶμεν, ἔστω καὶ πλουτῶ‐ μεν πεντήκοντα ἢ καὶ ἑκατὸν ἔτη· καὶ μετὰ ταῦτα νό‐ σος καὶ γῆρας, καὶ μετὰ ταῦτα τί; Ἀδυναμία καὶ θά‐ νατος, καὶ ἡ φρικτὴ ὥρα ἐκείνη ἡ προσδοκωμένη καὶ φριττομένη καὶ ἀμελουμένη. Μέγας φόβος τότε γίνε‐
10ται, ἀδελφοί· μέγα δὲ ἰδέσθαι ψυχὴν χωριζομένην τοῦ σώματος· μεγάλη ἀνάγκη τῆς ὥρας ἐκείνης, ὅταν ἡ γλῶσσα καθαρῶς τὸν λόγον εἰπεῖν οὐ δύναται, ὅταν στρέφωμεν τοὺς ὀφθαλμοὺς ὧδε καὶ ὧδε συνεχῶς, καὶ τοὺς παρεστῶτας ἡμῖν φίλους καὶ ἀδελφοὺς γνωρίζω‐
15μεν, καὶ πρὸς αὐτοὺς φθέγξασθαι οὐ δυνώμεθα. Τῶν θρηνούντων ἡμᾶς ἀκούομεν, καὶ τούτους παραμυθήσα‐ σθαι οὐ δυνάμεθα· τὰ τέκνα ὀδυρόμενα καὶ δακρύοντα βλέπομεν καὶ τὸν πόνον αὐτῶν ἔχοντες πορευόμεθα. Καὶ τί λέγω τέκνα; Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὐκ ἔστι
20μεριμνῆσαι τέκνων, οὐκ ἀδελφῶν, οὐδὲ ἄλλη φροντὶς συνέχει ἡμᾶς, εἰ μὴ τῶν ἡμετέρων παραπτωμάτων ἔν‐ νοια, καὶ τὸ πῶς ἀπαντήσωμεν τῷ κριτῇ, καὶ ποίαν ἀπόφασιν λάβωμεν, καὶ ποῖος ἄρα τόπος δέξεται ἡμᾶς. Εἶτα ὡς ταῦτα ἐνθυμούμεθα, ἐξαίφνης ἐφίστανται ἡμῖν
25ἄγγελοι ἀπότομοι. Τότε ἡμεῖς τούτους θεωροῦντες, ἐὰν ἀνευτρέπιστοι εὑρεθῶμεν, πῶς μέλλομεν ταράττεσθαι, καὶ τῆς κλίνης φεύγειν δοκιμάζοντες μὲν, μὴ δυνάμενοι δὲ, προσέχοντες πρὸς αὐτοὺς ἐλεεινοῖς ὀφθαλμοῖς, καὶ στυγνῷ τῷ προσώπῳ παρακαλοῦντες, δυσωποῦντες, ἱκε‐
30τεύοντες καὶ λέγοντες· Ἐλεήσατέ με, ἄγγελοι καὶ φοβε‐ ροὶ παραστάται τοῦ θρόνου τοῦ Θεοῦ, καὶ μή με ἄκαρ‐ πον καὶ ἀκάθαρτον πρὸς τὸν Κριτὴν ἀπενέγκητε· μή με ἁμαρτωλὸν τοῦ σώματος χωρίσητε· μὴ, δέομαι, παρα‐ καλῶ, παρακλήθητε, δυσωπήθητε, καὶ ἐάσατέ με ὀλίγον
35χρόνον μετανοῆσαι, στενάξαι, πενθῆσαι, ἐλεημοσύνας ποιῆσαι, ἐπειδὴ κακῶς τὸν ἐμαυτοῦ βίον ἐδαπάνησα καὶ ἀνήλωσα. Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι, λέγουσι πρὸς ἡμᾶς· Ὦ ψυχὴ ταλαίπωρε, πάσας τὰς ἡμέρας σου ἐν ἀμελείᾳ ἔζησας, καὶ ἄρτι μετανοῆσαι θέλεις; ὦ ἀθλία
40ψυχὴ, ὁ ἥλιός σου ἔδυνεν, ὁ χρόνος σου τετέλεσται· ὁ Θεὸς ἐκέλευσεν ἐκ τοῦ σώματός σου χωρίσαι σε. Δεῦρο καὶ καταδικάζου ἐν πυρὶ αἰωνίῳ κατὰ τὰς πράξεις σου· οὐ γὰρ ἔστι σοι λοιπὸν ἐλπὶς σωτηρίας, ἀλλὰ αἰώνιος τιμωρία. Ταῦτα ἀκούσαντες, ἀγαπητοὶ, καὶ πιστεύσαν‐
45τες, ὅτι ἀληθῆ εἰσι καὶ οὐ μῦθοι, ἀγωνισώμεθα πρὸ τῆς ὥρας ἐκείνης· κἂν ἐσυνηθήσαμεν ἁμαρτάνειν, ἀλλ’ ἐκκόψωμεν ταύτας διὰ τῆς μετανοίας. Μὴ πλανη‐ θῶμεν, ἀδελφοὶ, κρίσις ἐστὶ καὶ κόλασις αἰώνιος, πῦρ ἄσβεστον καὶ σκώληξ ἀτελεύτητος, σκότος ἐξώτερον καὶ

60

.

738

(50)

τάρταρος, βρυγμὸς ὀδόντων καὶ κλαυθμὸς μέγας, ὡς ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις ἐμνημόνευσεν· ἀψευδὴς γάρ ἐστιν ὁ εἰπὼν, Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Διὸ φοβηθῶμεν καὶ φρίξωμεν, πάντες οἱ ἐν ἁμαρτίαις ζήσαντες, καὶ
55σπουδάσωμεν μετὰ τῶν ἁγίων εὐρηθῆναι διὰ τῆς με‐ τανοίας. Μὴ εἴπῃς, Ἔκλεψα, ἐφόνευσα, ἐπόρνευσα, καὶ οὐ δέχεταί με ὁ Θεός· μηδὲν τούτων εἴπῃς· δέχεται γὰρ πάντας, ὡς τὸν λῃστὴν, ὡς τὸν τελώνην καὶ ὡς τὴν πόρνην· μόνον μὴ ἀπογνῶμεν, παρακαλῶ, μὴ ῥᾳ‐
60θυμήσωμεν. Κρούσωμεν διὰ μετανοίας καὶ εἴπωμεν· Ἄνοιξον ἡμῖν, Κύριε, τοῖς ἀναξίοις καὶ ἁμαρτωλοῖς· διὰ τὸ ὄνομά σου τὸ ἅγιον μὴ ἀποστραφῇς ἡμᾶς, ἀλλὰ δυσωπήθητι, καὶ μὴ στερήσῃς ἡμᾶς τῆς βασιλείας σου. Σὺ γὰρ εἶ Θεὸς τῶν ἀπηλπισμένων, καὶ σωτηρία πάν‐
65των τῶν καταφευγόντων εἰς σέ· καὶ σοῦ ἐστιν ἡ βασι‐ λεία καὶ ἡ δύναμις καὶ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.737