TLG 2062 275 :: JOANNES CHRYSOSTOMUS :: De patientia (sermo 2) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De patientia (sermo 2) [Sp.] Citation: Vol — pg — (ln) | ||
60.729(53t) | Περὶ ὑπομονῆς. | |
54 | Οἱ διψῶντες ὁδοιπόροι ἀποῦσαν τὴν πηγὴν κατὰ διά‐ | |
---|---|---|
55 | νοιαν φαντάζονται, καὶ τῷ ἐκείνης πόθῳ ὀξεῖ τῷ κινή‐ ματι σπεύδουσιν, ὥστε τὸ ἴαμα τῆς δίψης εὑρεῖν, καὶ τὴν ἔνδον ἐκκαιομένην φλόγα διὰ τῶν ναμάτων δροσίσαι. Τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, ἀγαπητοὶ, διψῶντες τὸν τῆς ἀληθείας λόγον, μετὰ προθυμίας ἔρχεσθε πρὸς τὴν | |
60 | ἀληθινὴν πηγὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω· καὶ πάλιν αὐτός φησι· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Ταύτης τῆς πηγῆς ἐπιποθῶν ὁ μακάριος Δαυῒδ ἐκελάδει λέγων· | |
65 | Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἀλλ’ ἵνα μὴ δόξωμεν ἔξω τῶν Γραφῶν μένειν διὰ τῶν προοιμίων τούτων, φέρε δὴ ἁψώμεθα τῶν λό‐ γων· οὕτω γὰρ ἡμῖν λαμπρότερος ὁ λόγος ἀποδειχθή‐ | |
70 | σεται, καὶ φαιδρὰ ἡμῖν ἡ Ἐκκλησία δείκνυται. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τί οὖν ἦν τὸ ἄρτι ἀκη‐ κόαμεν τοῦ μακαρίου Δαυῒδ λέγοντος· Ὑπομέ‐ νων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου; Μέγα ἡμῖν ἀνεφάνη | |
75 | τρόπαιον ἡ ὑπομονή· καὶ γὰρ πάντας τοὺς ἁγίους εὕρο‐ | |
μεν ἐστεμμένους τῇ ὑπομονῇ, καὶ ταύτην διδάσκαλον | Column end | |
60.730(53) | ἔχοντες ἔνδον εἰδέναι τὸν μακάριον Ἀβραὰμ, τὸν ἑκατονταετῆ γενόμενον καὶ μήπω τεκνογονήσαντα, ἀλλὰ | |
55 | τῇ ὑπομονῇ τούτου ὁ καρπὸς πρὸ ὀφθαλμῶν τετρυγη‐ μένος ἦν. Τὸ δένδρον ἀπέβαλε τὰ φύλλα, καὶ ἡ ῥίζα ἐβρίθετο· ἐπαλαιώθη ἡ σὰρξ, καὶ τὸ φρόνημα αὐτοῦ ἤκμαζεν· ἀλλ’ ὅμως τῇ ὑπομονῇ ἐκαρποῦτο τὸν Ἰσαάκ. Ἰδέ μοι τὸν μακάριον Ἰὼβ τὸν τῆς οἰκουμένης ἀγωνι‐ | |
60 | στὴν, τὸν παλαίσαντα καὶ διασπάσαντα τὴν δύναμιν τοῦ διαβόλου· πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν ἀθλη‐ τὴν οὐκ ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, τὰ μηχανήματα προσήγαγε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὰ κύματα ἤγειρε, καὶ τὸ σκάφος οὐ κατεπόντισε· τοὺς | |
65 | κλάδους κατέκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὰς τρικυμίας ἤγειρε, καὶ τὴν πέτραν οὐκ ἐσάλευσεν. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ἄθλησιν ἀγωνιστοῦ; εἶδες πέ‐ τραν ἐστηριγμένην; εἶδες τὸν στρατιώτην παραταττόμε‐ νον; εἶδες τὸν πύργον ἑστῶτα; εἶδες τὸν δίκαιον δοξα‐ | |
70 | ζόμενον καὶ διάβολον μετ’ αἰσχύνης δραπετεύοντα; Ἰδέ μοι, εἰ δοκεῖ, καὶ τὴν κορωνίδα τῆς ὑπομονῆς αὐτοῦ. Μετὰ γὰρ τὴν τῶν βοῶν αἰχμαλωσίαν, καὶ τῶν προβάτων τὸν ἀφανισμὸν, καὶ τῆς οἰκίας τὴν πτῶσιν, καὶ τὴν τῶν παίδων συμφοράν (εἶδε γὰρ αὐτοὺς διαφόρως μὲν τεχθέν‐ | |
75 | τας κατὰ τὸν χρόνον, κοινῇ δὲ ὑπελθόντας ἅπαντας τοῦ | 729 |
60.731 | βίου τὸ τέλος)· μετὰ τοσαύτην οὖν ἀνάλωσιν ἐπεμβαίνει καὶ ἡ γυνὴ λέγουσα· Μέχρι τίνος καρτερήσεις λέγων· Ἰδοὺ ἀναμένω χρόνον μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημό‐ | |
5 | συνον ἀπὸ τῆς γῆς, οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκο‐ πίασα μετὰ μόχθων· σὺ δὲ αὐτὸς ἐπὶ σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, κἀγὼ πλανῆτις καὶ λά‐ τρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας, | |
10 | προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι τῶν μόχθων, καὶ τῶν περιεχουσῶν με ὀδυνῶν, αἵ με νῦν συνέχουσιν. Ἀλλ’ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα. Ὁ δὲ ἐμβλέψας αὐτῇ εἶπε τὴν ἀοίδιμον καὶ παρὰ πᾶσιν ᾀδομένην φωνήν· Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ | |
15 | χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἶδες ὑπο‐ μονῆς πέλαγος; εἶδες διδασκαλίαν ἄπτωτον; Οὐκ ἐχαύ‐ νωσεν αὐτοῦ τὴν ὑπομονὴν ἡ τῶν ἐπελθόντων ἀφορία, ἀλλὰ τοσούτων ἐπελθόντων ὥσπερ κυμάτων ἀλλεπαλλή‐ λων, τὸ σκάφος ὑποβρύχιον οὐκ ἐγίνετο. Εἶδες ὑπομο‐ | |
20 | νὴν δικαίου; εἶδες στέφανον πλεκόμενον τῷ δικαίῳ δι’ ὑπομονῆς; Ἴδε μοι καὶ τὸν πτωχὸν Λάζαρον, μᾶλλον δὲ πλουσίων εὐπορώτερον, πῶς καὶ οὗτος δι’ ὑπομονῆς ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπαναπαύεται. Οὗτος γὰρ ὁ Λάζαρος παρὰ τὸν πυλῶνα τοῦ πλουσίου καθέζετο τῷ | |
25 | λιμῷ τηκόμενος· κἀκεῖνος μὲν ὁ πλούσιος διαφόροις ἐδέσμασι καθ’ ἑκάστην ἡμέραν ἐμπιπλῶν τὴν κοιλίαν· ὁ δὲ Λάζαρος οὔτε ἄρτου τὴν κοιλίαν αὐτοῦ χορτάσαι εἶχεν· οὗτος παρασίτους ἔτρεφε, καὶ οὗτος ὑπὸ κυνῶν ἐλείχετο· οὗτος ἐστεμμένους εἶχε κρατῆρας οἴνου, κἀ‐ | |
30 | κεῖνος τὰ τραύματα ἐθώπευεν· οὗτος εἶχεν οἰκίαν χρυ‐ σόροφον καὶ μάρμαρα Λακεδαιμόνια καὶ περικεφαλαίας χρυσᾶς, καὶ Λάζαρος καλύβην οὐκ εἶχεν· οὗτος περι‐ εβάλλετο σηρικὰ καὶ λαγῷα, καὶ Λάζαρος οὐκ εἶχε ῥάκος. Ἀλλ’ ὅρα μοι τὸ τέλος τῆς ὑπομονῆς. Ἀπ‐ | |
35 | έθανεν οὖν ὁ πλούσιος (τοῦ γὰρ πλουσίου ὁ θάνατος, θάνατος· θάνατος γὰρ ἁμαρτωλῶν πονηρός)· ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, μᾶλλον δὲ μετετέθη. Οὗτος ὑπ’ ἀγγέλων εἵλκετο, οὗτος ἐν οὐρανῷ ἐπολιτεύετο, κἀ‐ κεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο· οὗτος ὑπεραπήλαυε | |
40 | τῶν ὑδάτων, κἀκεῖνος ἐν τῇ γεέννῃ κατεφλέγετο, ῥανίδος ἐπεθύμει· οὗτος ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἐπανεπαύετο, κἀκεῖνος ὑπὸ τοῦ σκώληκος τοῦ ἀκοιμήτου ἐνύγετο. Καὶ ὅρα, εἰ δοκεῖ, τὴν ὑπομονὴν τοῦ μακαρίου Λαζάρου. Οὐκ εἶπεν ἐν ἑαυτῷ, ὅτι Ἐγὼ ζῶν ἐν ἀρετῇ | |
45 | πένομαι, καὶ οὗτος ἐν ἀδικίᾳ ζῶν πλουτεῖ· παῖδες τούτῳ παρειστήκεισαν ἀπαραίτητον λειτουργίαν προσφέροντες· οὗτος μακαρίζεται ὑπὸ ἀνθρώπων, καὶ οὗτος ἐτα‐ λανίζετο· μάγειροι τούτῳ ποικίλῃ τέχνῃ ὑπηρέτουν, σιτο‐ ποιοὶ, ἀρχισιτοποιοί· λουτρὰ ἐν πόλει, καὶ λουτρὰ κατὰ | |
60.731(50) | χώρας, καὶ κῆποι καὶ παράδεισοι. Οὗτος καθ’ ἑκάστην ἡμέραν ὑπεραπήλαυε τιμῆς· ἡ γῆ ἀπαραιτήτως αὐτῷ προσέφερε, καὶ οὗτος οὐ μετεδίδου τοῖς ἐνδεέσι· τὰ δένδρα τὸν καρπὸν βαρούμενα εἰς τὴν γῆν ἔβλεπον, κἀ‐ κεῖνος τῷ βάρει τῶν κακῶν εἰς οὐρανὸν οὐκ ἀνέβλεπεν· | |
55 | ὁ δὲ Λάζαρος κατὰ μόνας ἐκάθητο, τῇ ὑπομονῇ ἀπωθού‐ μενος τὴν ζάλην τῆς πενίας. Εἶδες ὑπομονὴν δικαίου; εἶδες ὠμότητα πλουσίου; εἶδες καρτερίαν πένητος; εἶ‐ δες ἀπανθρωπίαν τοῦ πλουσίου; εἴδετε οἷον ὀψώνιον ἤνθησεν ἡ ὑπομονή; Ἴδε μοι καὶ τοὺς τρεῖς παῖδας ἐν | |
60 | καμίνῳ διατρίβοντας, καὶ τὴν κάμινον ὡς λεπτὸν ἀέρα καταπατοῦντας τῇ ὑπομονῇ, πῶς οὗτοι οἱ νέοι κατετόλ‐ μησαν τῆς τοσαύτης βασάνου, καὶ οὐκ ἐλογίσαντο τὴν ἀπειλὴν τῆς φλογὸς, οὐδ’ ὅσα τούτοις πικρὰ βασανιστή‐ ρια ἔμελλον ἔρχεσθαι; ἀλλὰ τοσοῦτον ἦσαν ὑψηλοὶ τῷ | |
65 | φρονήματι τῆς ὑπομονῆς, ὥστε λέγειν αὐτούς· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Ἀλλ’ ὅμως κατετόλμησαν αὐτοῦ τῶν βασάνων, καὶ περιεπάτουν ἐν τῇ καμίνῳ καὶ ὕμ‐ | |
70 | νουν τὸν Θεὸν, ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ ἤ τινι χλοηφόρῳ· καὶ ὥσπερ τις ἐν τρυφῇ διάγων, οὕτω περιεπάτουν, καὶ ἔλεγον· Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Καὶ ὅρα βλαστάνουσαν | |
75 | ὑπομονὴν ταπεινοφροσύνην ἐπάγουσαν ἑξῆς· Ὅτι δί‐ καιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Καίτοι εἰ καὶ | |
ἁμαρτίας ἦσαν πεποιηκότες, πάσας ἀπέσμηξεν ἡ τῆς | Column end | |
60.732 | φλογὸς δύναμις· ἀλλ’ ὅμως τῇ ὑπομονῇ ἔλεγον· Ὅτι δί‐ καιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν. Εἶδες ὑπο‐ μονὴν δικαίων; Οὐκ ἐλογίσαντο, ὅτι πυρὶ ἤμελλον προσομιλεῖν τὰ τούτων σώματα, ἀλλὰ καὶ ἀδάμαντος | |
5 | στερεώτεροι ηὑρέθησαν, καὶ τοσοῦτον ἀνδρεῖοι, ὥστε μὴ ἐν ἑνὶ τόπῳ ἑστάναι αὐτοὺς ἐν τῇ καμίνῳ. Καὶ περιπα‐ τοῦντες ηὐλόγουν τὸν Θεὸν καὶ ἐδόξαζον. Καὶ οὐ μόνον αὐτοὶ μόνοι, ἀλλὰ καὶ αὐτοὶ τὴν κτίσιν πᾶσαν μεθ’ ἑαυτῶν ἐκάλουν, τὸν ἥλιον καὶ τὴν σελήνην, τὰ | |
10 | ἄστρα τοῦ οὐρανοῦ, θάλασσαν καὶ ποταμοὺς, πηγὰς καὶ λίμνας καὶ τὴν γῆν, τὰ ὄρη, τοὺς βουνοὺς, τὰς νάπας, τὰς πεδιάδας, τὰς νύκτας, τὰς ἡμέρας. Καὶ ὅρα μοι τὸ θαυμαστόν· τῇ τάξει ὕμνουν καὶ ἐδόξαζον τὸν Θεόν. Ἀνάγνωθί μοι τὴν κοσμοποιίαν, εὑρήσεις ἐν αὐτῇ· Ἐν | |
15 | ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶτα τῇ ἑξῆς ἐπάγει τὴν κτίσιν. Οὕτω καὶ οἱ παῖδες νόμον ἐπιστάμενοι καὶ Θεὸν γινώσκοντες οὕτως ἔλεγον· Εὐλογεῖτε, οὐρανοὶ, τὸν Κύριον, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, | |
20 | τὸν Κύριον, ἥλιος καὶ σελήνη, τὸν Κύριον. Καὶ ὅρα μοι τὸ θαυμαστὸν ὕστερον πάντων· Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Ὥσπερ γὰρ ἐν τῇ κο‐ σμοποιίᾳ ὁ νομοθέτης ἱστοριογραφῶν ἔλεγε μετὰ τὸ τὴν κτίσιν τελεσιουργηθῆναι, Ποιήσωμεν ἄνθρωπον | |
25 | κατ’ ἰδίαν εἰκόνα καὶ καθ’ ὁμοιότητα ἡμετέραν· οὕτω καὶ οὗτοι τελευταῖον πάντων ποιησάμενοι τῆς ὑμνολο‐ γίας τὴν ἀναπλήρωσιν, λέγουσιν ἑξῆς, Εὐλογεῖτε· Ἀνα‐ νία, Ἀζαρία, Μισαὴλ, τὸν Κύριον. Εἶδες ὑπομονὴν δικαίων; εἶδες στέφανον πλεκόμενον; εἶδες ἀνδρείων | |
30 | ἰσχὺν τῶν νέων; εἶδες ζῆλον πυρὸς σφοδρότερον; εἶδες στόμα ὁμοδίαιτον τῶν ἀγγέλων; εἶδες γλῶτταν συλλει‐ τουργὸν τῶν ἀγγέλων; εἶδες ὑπομονὴν ἀθλητῶν; Οὐκ ἐδειλίασαν πρὸς θάνατον, οὐκ ἠλλοιώθη αὐτῶν τὸ πρόσ‐ ωπον διὰ τῆς μελλούσης ἔσεσθαι αὐτοῖς τιμωρίας, | |
35 | ἀλλὰ φαιδροὶ καὶ γεγανωμένοι τῷ ἄνθει ἔλεγον· Ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν. Εἶδες πῶς πανταχοῦ ἡ ὑπομονὴ πρόξενος γίνεται τῆς βασιλείας τῶν οὐρανῶν; Ἴδε μοι, | |
40 | εἰ δοκεῖ, καὶ τὸν μακάριον Δανιὴλ τὸν εἰς λάκκον λεόν‐ των βληθέντα, καὶ τοὺς λέοντας διδάξαντα νηστεύειν. Οὐ γὰρ ἐτόλμων οἱ θῆρες τῶν προφητικῶν ἀπογεύεσθαι κρεῶν, διὰ τὸ ὑπομονῇ αὐτὸν ἐκτραφῆναι. Οὗτος οὖν ὁ μακάριος Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων εἰσελθὼν | |
45 | οὐκ ἐδειλίασεν, ἀλλὰ προσηύξατο τῷ Θεῷ· τῇ ὑπομο‐ νῇ καὶ αὐτὸς τὴν θηριωδίαν εἰς ἡμερότητα μετ‐ έβαλε, καὶ ἡ φύσις τῆς ἀγριότητος εἰς ἡμερότητα προβάτου μετεβάλλετο, καὶ ἦν ἑστηκὼς Δανιὴλ ὡς ποι‐ μὴν μετὰ ἀρνῶν. Εἶδες φύσιν μεταβαλλομένην; Καὶ ὁ | |
60.732(50) | τύραννος κατῃσχύνετο, καὶ ἦν ἰδεῖν ξένον καὶ παράδο‐ ξον πρᾶγμα· οἱ λέοντες ἡμερώτεροι τοῦ βασιλέως ἐγί‐ νοντο. Ἐκεῖνοι μὲν γὰρ παραδεξάμενοι τὴν τροφὴν, καὶ τοσούτῳ λιμῷ περιπεσόντες, οὐκ ἐτόλμησαν προφητι‐ κῶν κρεῶν ἀπογεύεσθαι, καὶ τῆς τραπέζης αὐτοῖς πα‐ | |
55 | ρακειμένης, καὶ τοῦ ὀψωνίου, ἠρνήσαντο αὐτῶν τὴν φύσιν διὰ τὴν ὑπομονὴν τοῦ προφήτου, καὶ οὐδὲν αὐτὸν ἠδίκησεν ἡ τῶν θηρίων ἔφοδος, διὰ τὸ ἐλπίζειν αὐτὸν ἐπὶ Κύριον· οἶδε γὰρ καὶ ἡ φύσις τῶν ἀγρίων αἰδεῖσθαι τὴν εἰκόνα τοῦ Θεοῦ. Διὰ τοῦτο σαφῶς ἐπιστάμενος | |
60 | Δαυῒδ, ὅτι ὁ ἐλπίζων ἐπὶ Κύριον, οὐδὲν αὐτῷ φρικτὸν ἐπ’ ὄψεσι, λέγει· Καὶ καταπατήσεις λέοντα καὶ δρά‐ κοντα· καὶ πάλιν ὁ Κύριος· Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ· καὶ πάλιν ὁ | |
65 | Δαυῒδ, Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανά‐ του, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. Ἴδε μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Ἠλίαν, τῷ λόγῳ τὸν οὐρανὸν κλείσαντα ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἔμεινεν, ἄρτον μὴ φαγὼν, μηδὲ ὕδατος | |
70 | ἐμφορηθείς· ἀλλὰ περιεπάτει τὴν ἔρημον καὶ τὰς νάπας περιερχόμενος διὰ τὸν φόβον τῆς Ἰεζάβελ, καὶ ὁ τοσοῦ‐ τος ἀνὴρ τῇ ὑπομονῇ διὰ κόρακος ἐτρέφετο. Παρὰ τὸν ποταμὸν τὸν Χοραζεὶν ἐκάθητο τῇ ὑπομονῇ προσκαρτε‐ ρῶν, καὶ ὑπὸ κόρακος τρεφόμενος· καίτοι ὁ κόραξ νο‐ | |
75 | μικὸν ἀκάθαρτον. Παρέστω ὁ Ἰουδαῖος. Πῶς ὁ προφή‐ της σου ὑπὸ ἀκαθάρτου ἐτρέφετο; πῶς τοῦτο, εἰπέ μοι; Ὁ μὲν Μωϋσῆς ἀκάθαρτον ἔλεγεν εἶναι τὸν κόρακα· ὁ δὲ προφήτης σου ὑπὸ ἀκαθάρτου τὴν τροφὴν ἐδέχετο. Οὐχ ὑπῆρχε γὰρ ἕτερον πετεινόν; οὐκ ἦν ἐν τῇ χώρᾳ οὐ | |
80 | τρυγὼν, οὐ περιστερὰ, διότι ὑπὸ κόρακος ἐτρέφετο; | 731 |
60.733 | Ἑρμήνευσόν μοι, ὦ Ἰουδαῖε, τὴν τοῦ πετεινοῦ ζήτησιν. Οὐ Μωϋσῆς ἐνομοθέτει περὶ τοῦ κόρακος, καὶ ἐν τοῖς ἀκαθάρτοις αὐτὸν τέθεικε; πῶς οὖν ὁ προφήτης, ὃν προσδοκᾷς ἔρχεσθαι, ὁ ἐπιβεβηκὼς ἐπὶ ἅρματος πυρί‐ | |
5 | νου, καὶ τὸν οὐρανὸν κλείσας ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ, πῶς οὗτος ὁ δι’ εὐχῆς ἐγείρας νεκροὺς, ὑπὸ κόρακος ἐτρέφετο; οὐκ ἠδύνατο γὰρ ὁ τὸν οὐρανὸν κλείσας ἄρτους ἑαυτῷ κατενεγκεῖν; Ἀλλ’ ἵνα σοι δείξῃ, ὅτι ἡ Παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπε. Καὶ οὗτος διὰ μακροθυμίας καὶ | |
10 | ὑπομονῆς ἀθλήσας διῆγε, καὶ ἅπαντας τοὺς ἁγίους εὕ‐ ρομεν δι’ ὑπομονῆς ἀθλήσαντας. Θέασαι δέ μοι, εἰ δοκεῖ, καὶ τὸν μακάριον Δαυῒδ τὸν ἔσχατον τῶν ἀνθρώπων γε‐ νόμενον καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὕστερον δὲ βασιλεύ‐ σαντα τῶν ἀδελφῶν αὐτοῦ· καὶ τὸν τηλικοῦτον πολέμιον | |
15 | λίθῳ κατέβαλε, καὶ τὴν φάλαγγα αὐτοῦ καταστρέψας, καὶ τὴν δύναμιν αὐτοῦ ὡς ἀράχνην διασπάσας· καὶ τούτου τοῦ οὕτως ἀθλήσαντος, οὕτως ἐπολεμεῖτο ὑπὸ τοῦ Σαούλ. Καίτοι εὐεργετῶν ἦν αὐτὸν Δαυῒδ, καὶ ψάλλοντος αὐτοῦ τὸ δαιμόνιον ἐδραπέτευε, καὶ πολλάκις εὑρόντος | |
20 | αὐτὸν τοῦ Δαυῒδ εἰς σφαγὴν ἕτοιμον, ἀλλ’ ὅμως πάλιν τῇ ἀνεξικακίᾳ ὑπερορᾷ· καὶ πολλάκις αὐτῷ ἐπελθόντος τοῦ Σαοὺλ ὥστε αὐτὸν θανατῶσαι, πάλιν Δαυῒδ πρὸς τὸν Θεὸν τὸ πᾶν ἐδίδου. Ὅρα δέ μοι καὶ τὸν μακάριον Ἰωσὴφ, τὸν τῆς σω‐ | |
25 | φροσύνης ἀγωνιστὴν, πῶς καὶ οὗτος τῇ ὑπομονῇ ἐφι‐ λοσόφησε· πρῶτον μὲν γὰρ ἐπιβουλευόμενος ὑπὸ τῶν ἀδελφῶν διὰ τὰ ὀνείρατα. Καὶ ὅρα βασκανίαν ἀδελφῶν. Εἰ μὲν ἀληθῆ τὰ ἐνύπνια, τίς μηχανὴ πῶς οὐχὶ πάν‐ τως ἐκβῆναι τὰ προοραθέντα; εἰ δὲ ψευδεῖς αἱ τῶν ὀνει‐ | |
30 | ράτων ὄψεις, τί βασκαίνετε τῷ σφαλλομένῳ; Καὶ ὅρα τὸ θαυμαστὸν, ἀγαπητέ· Εἶδεν ἑαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἕνδεκα ἀστέρων προσκυνούμενον. Ἤκουσαν τοῦτο οἱ τούτου ἀδελφοὶ, μᾶλλον δὲ οἱ τοῦ διαβόλου μα‐ θηταὶ, οἱ παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου διδα‐ | |
35 | χθέντες φθόνον καὶ φόνον, τὰς ἀδελφὰς αὐτῶν ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Ἤκουσαν τὴν μέλλουσαν διαδέχεσθαι αὐτῶν βα‐ σιλείαν, καὶ ἐνύττοντο τοῦ θανατῶσαι αὐτόν. Ὁ δὲ μα‐ κάριος Ἰωσὴφ τὴν ἄθλησιν ὑπέμεινε, καὶ ἀπελθόντων | |
40 | βόσκειν τῶν ἀδελφῶν αὐτοῦ πρόβατα εἰς Συχὲμ, εἶπεν ὁ πατὴρ αὐτοῦ· Οὐκ ἰδοὺ οἱ ἀδελφοί σου βόσκου‐ σιν εἰς Συχέμ; Δεῦρο ἀποστείλω σε, καὶ βλέπε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. Πορευομένου δὲ αὐτοῦ, εἶδον αὐτὸν | |
45 | μακρόθεν ἐρχόμενον, καὶ εἶπον πρὸς ἀλλήλους· Ἴδε ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες συμβουλίαν ἀδελφοκτονίαν βουλομένων ἐργάσασθαι; Πά‐ λιν ὁ διάβολος τούτοις σύμβουλος ἐγένετο, κἀκεῖνοι τὰ | |
60.733(50) | μαθήματα ὀξύτερον ἐμάνθανον. Ἦλθεν ὁ ἀδελφὸς πρὸς αὐτοὺς, καὶ ἀπέκδυσαν αὐτοῦ τὸν χιτῶνα· ἀλλ’ οὐκ ἐγένετο γυμνὸς τῆς ὑπομονῆς. Εἰ γὰρ καὶ τὸ κάλυμμα τῆς σαρκὸς ἀπέθετο, ἀλλὰ τὴν σωφροσύνην αὐτοῦ καὶ τὴν ἐλπίδα τὴν εἰς τὸν Θεὸν οὐκ ἀπέθετο, ἣ καὶ ἀνέφερεν | |
55 | αὐτοῦ τὴν δίκην. Ἔσφαξαν ἔριφον, ἔπλησαν τὸν τούτου χιτῶνα αἵματος, καὶ προσήνεγκαν τῷ πατρὶ λέγοντες· Ἐπίγνωθι τίνος ὁ χιτὼν οὗτος Ἐπέγνω ὁ πατὴρ τὸν τοῦ υἱοῦ ποικίλον χιτῶνα, ἤρξατο πενθεῖν καὶ ὀδύρεσθαι, καὶ θρηνῶν ἔλεγε· Θηρίον πονηρὸν κατέφαγε τὸν Ἰω‐ | |
60 | σήφ. Θῆρες γὰρ ἀληθῶς καὶ πονηροὶ οἱ τοῦτο ποιήσαν‐ τες, μᾶλλον δὲ καὶ τῶν θηρίων ἀγριώτεροι, ἅτε τὸν ἴδιον ἀδελφὸν θανατῶσαι συμβουλευσάμενοι καὶ ἀδελφο‐ κτονίαν βουλόμενοι ἐργάσασθαι. Ἀλλ’ ὅμως ὁ μακάριος Ἰωσὴφ ἠγωνίζετο τῇ ὑπομονῇ· ἐβλήθη ἐν τῷ λάκκῳ, | |
65 | καὶ τοῦτο ὑπέμεινεν. Εἴπατε δέ μοι, ὦ μιαροὶ, διὰ τί τοσαύτην ἀπανθρωπίαν ἐβάλεσθε εἰς τὸν ἴδιον ἀδελ‐ φόν; οὐκ ἤρκεσεν ὑμῖν ἡ τοῦ χιτῶνος ἀπόδυσις, ἀλλὰ καὶ αὐτὸν ἐῤῥίψατε ἐν τῷ λάκκῳ; οὐκ ἐλογίζεσθε, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ὁρᾷ τὰ πάντα; οὐκ ἔφριξεν ὑμῶν τὸ | |
70 | σῶμα; οὐκ ἐδειλίασεν ὑμῶν ἡ καρδία τοῦτο πρᾶξαι τολ‐ μήσασα; οὐκ οἴδατε, ὅτι ἡ πρώτη ἐντολὴ τοῦ νόμου, Οὐ φονεύσεις, καὶ τοῦτο ἐν πρώτοις ἐσπουδάσατε ποιῆσαι μάλιστα εἰς ἀδελφόν; Εἶτα συμβούλιον ποιησά‐ μενοι ἐπειρῶντο τοῦτον εἰς δουλείαν πωλῆσαι. Κατῆλθον | |
75 | οἱ Ἰσμαηλῖται εἰς Αἴγυπτον· εἶδον αὐτοὺς, καὶ ἀν‐ ήνεγκαν αὐτὸν ἐκ τοῦ λάκκου, καὶ πωλοῦσι τὸν ἑαυτῶν βασιλέα, ὡς μηδέποτε δούλου βασιλεύσοντος. Κατῆλθον | |
εἰς Αἴγυπτον. Καὶ ὅρα πῶς πειρασμὸς πειρασμὸν δι‐ | Column end | |
60.734 | εδέχετο. Προσετέθη αὐτῷ Αἰγυπτία· βλαβερῷ τῷ λόγῳ τὸν δίκαιον ἐπειρᾶτο συλᾷν λέγουσα. Κοιμήθητι μετ’ ἐμοῦ, καὶ τιμὰς καὶ δῶρά σοι παράσχωμαι· οἱ δὲ ἐμοὶ οἰκέται ὑπὸ τὰς σὰς χεῖρας ἔστωσαν· χρήμασί σε | |
5 | ποικίλοις ἐμπλήσω, ὅλον δέ μου τὸν οἶκον ὑπὸ τὰς σὰς χεῖρας παραθήσομαι, κἀγὼ δέ σου θεράπαινα γένωμαι· μόνον πείσθητί μοι, Ἰωσὴφ, συγκατάβηθι τῷ τραύματι τῷ ἡμετέρῳ, σβέσον τὴν ἔνδον ἐκκαιομένην φλόγα, δρό‐ σισόν μου τὴν καρδίαν τὴν ἀθυμοῦσαν τῷ πάθει, συγ‐ | |
10 | κατάβηθι τῇ ἐμῇ δυστήνῳ ψυχῇ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδεπώποτε· διὰ δὲ φθόνον καὶ βασκανίαν εἰς δουλείαν κατῆλθον ἐνθάδε. Οὐ μιάνῃς μου τὴν σωφροσύνην, οὐ συλᾷς μου τὴν εὐγένειαν· οὐ προδιδῶ μου τὸ φρόνημα, οὐ ῥίπτω ἐμαυτὸν εἰς τὸ | |
15 | στόμα τοῦ θανάτου, οὐκ ἀπόλλυμι τὴν τῶν συγγενῶν μου ἀξίαν. Ἔγγονός εἰμι τοῦ Ἀβραὰμ τοῦ τῷ Θεῷ δια‐ λεγομένου μετὰ παῤῥησίας, ᾧ διαλεγόμενος Θεὸς εἶπεν· Ἡ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πλη‐ θυνῶ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, καὶ | |
20 | ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης. Πάππος μου τυγχάνει Ἰσαὰκ, ἐκεῖνος ὁ ἐπὶ θυσίαν ἑαυτὸν ἀνενεγκὼν προθύμως· πατήρ μού ἐστιν Ἰακὼβ ὁ μετὰ ἀγγέλου παλαίσας, ἐκεῖνος ὁ θεασάμενος τὴν οὐ‐ ράνιον κλίμακα καὶ ἀπὸ τῆς γῆς ἐστηριγμένην ἕως τοῦ | |
25 | οὐρανοῦ, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας. Τούτου εἰμὶ υἱός· οὐκ εἰμὶ δραπέτης οὐδὲ ἀμείλικτος· οὐ καταγνωσθεὶς ἐνθάδε ἐπράθην, ἀλλὰ διὰ φθόνου καὶ βασκανίας ἐνθάδε εἰμί. Ὡς δὲ τοῖς τοιούτοις λόγοις οὐκ ἠδυνήθη σκελίσαι τοῦτον | |
30 | πρὸς μοιχείαν, οὐδὲ χαυνῶσαι αὐτοῦ τὴν σωφρο‐ σύνην τῇ πολυλογίᾳ, κατέσχεν αὐτὸν τοῦ ἱματίου· ὁ δὲ ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἐξῄει γυμνός. Εἶδες ὑπο‐ μονήν; Ἐξῆλθεν ὁ σώφρων ἀθλητὴς λέγων, ὅτι Διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ σωφροσύνης ἀποδυόμεθα· διὰ | |
35 | παρακοὴν ἐδεξάμεθα τὸ κάλυμμα, διὰ ἐντολὴν Θεοῦ τὴν λέγουσαν, Οὐ μοιχεύσεις, τοῦτο ἀποτιθέμεθα. Καὶ ἐξῄει γυμνὸς, μᾶλλον δὲ ἐνδεδυμένος τὸν Χριστόν. Ἤφριζε λοιπὸν ἡ θάλασσα, ἐμαίνετο τὰς τρικυμίας ἐγεῖραι βουλομένη, τὸ σκάφος αὔτανδρον καταποντίσαι, | |
40 | καὶ οὐκ ἴσχυσεν, ἀλλὰ ἐν τοσαύτῃ ζάλῃ ὡς ἐν γαλήνῃ ἔπλεε. Πόσα ἐκίνησε, καὶ τοῦτον οὐκ ἔβλαψε! Τὸ σκά‐ φος ἔτρεσε, καὶ τὸν φόρτον οὐκ ἐδέξατο. Πόσα ἐνώχλησε, καὶ τὸν θησαυρὸν οὐκ ἐσύλησε! Λοιπὸν περιβλεψαμένη, καὶ μηδαμόθεν εὑροῦσα τὴν ἑαυτῆς ἐπιθυμίαν, ἄρχεται | |
45 | λοιπὸν συκοφαντεῖν, καὶ τῷ αὑτῆς ἀνδρὶ λέγει· Εἰσ‐ ήνεγκάς μοι ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν μοι. Ἤκουσεν ἐκεῖνος, καὶ ἐξεκαύθη πρὸς ὀργὴν, καὶ ἔθετο αὐτὸν εἰς φυλακήν. Ἔπρεπε γὰρ τοῖς ἐν σκότει ὁ λύχνος, καὶ τοῖς ἐν λιμῷ τηκομένοις σιτοδότης. Λοιπὸν καὶ ἕτε‐ | |
60.734(50) | ρον σκάμμα θέασαί μοι ἐνταῦθα. Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ τοῦ πατρὸς στέρησις, καὶ ἡ τῶν ἀδελφῶν ἐπιβουλὴ, καὶ ἡ τῆς γῆς ἀλλοτρίωσις, ἀλλὰ καὶ γυναικὸς ἐπανά‐ στασις, καὶ ἡ τοῦ δεσμωτηρίου κατάκλεισις. Λοιπὸν, ἀγαπητοὶ, ἐν δεσμωτηρίῳ κατέκειτο. Ἐβλήθη εἰς τὸν | |
55 | τόπον αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Εἶδον ἀμφότεροι ἐνύπνια, καὶ σκυθρωπὰ ἦν τὰ τούτων πρόσ‐ ωπα. Εἶδεν αὐτοὺς ὁ Ἰωσὴφ, καὶ εἶπε πρὸς αὐτούς· Διὰ τί τὰ πρόσωπα ὑμῶν σκυθρωπά; Οἱ δὲ εἶπον· Ἐνύπνιον εἴδομεν, καὶ οὐκ ἔστιν ὁ κρίνων. Λέγει πρὸς | |
60 | αὐτούς· Διηγήσασθέ μοι ἕκαστος ὑμῶν τί εἶδε. Τί λέ‐ γεις, Ἰωσήφ; ἆρα εἶδες ἐνύπνιον; Οὐκ ἀπέβη αὐτῶν τὸ τέλος. Εἶδες σαυτὸν ὑπὸ ἡλίου καὶ σελήνης προσκυ‐ νούμενον, καὶ ἰδοὺ δοῦλος ἐπράθης· εἶδες τὰ δράγματα τῶν σῶν ἀδελφῶν περιστραφέντα, καὶ προσκυνοῦντα τὸ | |
65 | σὸν δράγμα, καὶ ἰδοὺ ἐν τῷ δεσμωτηρίῳ κατακέκλεισαι. Τί οὖν ἐπερωτᾷς καὶ τὴν τῶν ἀδελφῶν συμφοράν; τί τοσοῦτον μαίνῃ; Οὐ μαίνομαι, φησίν· οἶδα τῆς ὑπομο‐ νῆς μου τὸν στέφανον, οἶδα τὸ κέρδος τούτων τῶν συμ‐ φορῶν, οἶδα οἷον ἀναφανήσεται ἄνθος· Οὐδεὶς γὰρ | |
70 | στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Εἶδες ὑπομονὴν ἀθλητοῦ, εἶδες καρτερίαν, εἶδες φρόνημα ἀδούλωτον, εἶδες ἄπτωτον ἀγωνιστὴν, εἶδες στεφανίτην σωφροσύνης, εἶδες τὸ πλοῖον | |
75 | τῆς ἁγνείας, εἶδες τὸ πηδάλιον τῶν νέων, εἶδες τὸν χα‐ λινὸν τῶν ἀκμαζόντων, εἶδες τὸν κυβερνήτην τῶν ἡδο‐ | |
νῶν, εἶδες αὐτοῦ τὸν ἀγῶνα, εἶδες αὐτοῦ τὴν ἄθλησιν; | 733 | |
60.735 | Ὅσοι τούτων τοίνυν νέοι, τὸν λογισμὸν ἀναδέξασθε· ὑπομονῆς γὰρ οὐδὲν ἰσχυρότερον. Ῥίζα γὰρ πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ὑπομονὴ, μήτηρ εὐσεβείας, κλάδος εὐφροσύνης, καρπὸς ἀμάραντος, πύργος ἀκαταμάχητος, | |
5 | λιμὴν ἀχείμαστος. Εἴδετε οἷον ὀψώνιον ἀγαθόν ἐστιν ἡ ὑπομονή; Μεταβῶμεν δὲ, εἰ δοκεῖ, καὶ ἐπὶ τὴν μακα‐ ρίαν Σωσάνναν· καὶ αὐτὴ ἠγωνίσατο τῇ ὑπομονῇ· καὶ ἴδωμεν καὶ εἰς αὐτὴν ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχῆς, καὶ γυναικὸς σωφροσύνην, ἧς μνήμη μένει | |
10 | ἀθάνατος μετὰ νίκης. Καὶ γὰρ καὶ αὕτη ἡ μακαρία Σωσάννα ἠγωνίζετο ἐν τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς καὶ ἄγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι ἐθεώρουν αὐ‐ τῆς τὴν ἄθλησιν. Καὶ γὰρ αὐτῆς τὴν ὑπομονὴν βούλο‐ μαι παραστῆσαι τῷ λόγῳ. Αὕτη τοίνυν ἡ μακαρία Σω‐ | |
15 | σάννα εἰσῆλθεν ἐν τῷ παραδείσῳ κατὰ τὸ ἔθος περιπα‐ τῆσαι· οἱ δὲ δύο παράνομοι πρεσβύτεροι ἦσαν κεκρυμ‐ μένοι ἐν τῷ παραδείσῳ. Ἦν δὲ αὐτὴ ὡς ἀμνὸς ἀπολε‐ λειμμένη καὶ περιπατοῦσα ἐν τῷ παραδείσῳ· καὶ οἱ δύο πρεσβύτεροι ὡς λύκοι περιβεβλημένοι πῶς ταύτην | |
20 | ποιήσωσι θηριάλωτον. Εὗρον δὲ αὐτὴν καταμόνας, καὶ ἐπέδραμον αὐτῇ· ἡ δὲ οὐκ ἐδειλίασεν, οὐδὲ ἐπτόησεν αὐτὴν ἡ τούτων ἔφοδος, ἀλλ’ εἱστήκει ἄτρεπτος τῇ σω‐ φροσύνῃ· οἱ δὲ εἶπον πρὸς αὐτήν· Ἐν ἐπιθυμίᾳ σού | |
ἐσμεν, πείσθητι ἡμῖν· ἡμεῖς ἐσμεν οἱ πρεσβύτεροι τοῦ | Column end | |
60.736 | λαοῦ (οἱ δοκοῦντες κυβερνᾷν τὸν λαὸν, αὐτοὶ ἑαυτοὺς ὑποβρυχίους ποιοῦντες)· ἡμῖν ὑπόκειται ὁ νόμος (μᾶλ‐ λον δὲ ὑμᾶς κατεδίκασεν ὁ νόμος λέγων, Οὐκ ἐπιθυμή‐ σεις τὴν γυναῖκα τοῦ πλησίον σου)· ἐὰν δὲ μὴ | |
5 | πεισθῇς ἡμῖν, κατηγορήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος. Ἡ δὲ ἀκούσασα τὸν λόγον ἐστέναξε λέγουσα· Στενά μοι πάντοθεν. Αἱρετός μοι θάνατος ὑπὲρ σω‐ φροσύνης, ἢ γάμος ἄτακτος. Οἱ δὲ ἐκπεσόντες τοῦ θηράματος, κατηγόρουν αὐτῆς ὑπὸ τοῦ λαοῦ· αὕτη | |
10 | δὲ ἐσιώπα ἰδοῦσα τῆς ὑπομονῆς τὸ κέρδος. Κατεδίκα‐ σαν ταύτην ὑπὲρ σωφροσύνης, ἐπέθηκαν αὐτῇ τὰς χεῖ‐ ρας, ἐπορεύετο τοῦ ἀποθανεῖν. Εἶδεν ὁ λαὸς τὴν κατα‐ δίκην· ὁ δὲ προγνώστης τῶν ὅλων Θεὸς ἐξήγειρε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ Δανιὴλ, καὶ ἤλεγξε κεκρυμμένας | |
15 | γνώμας, τῶν μὲν πρεσβυτέρων τὴν ἀκολασίαν, τῆς δὲ Σωσάννης τὴν σωφροσύνην. Οὗτοι κατῃσχύνοντο, καὶ αὐτὴ ἐδοξάζετο· οὗτοι ἐν ἀτιμίᾳ, καὶ αὐτὴ ἐν δόξῃ. Οἴδατε οἷον ὀψώνιόν ἐστιν ἡ ὑπομονή. Ὅσοι τοίνυν τὴν εἰκόνα τῆς ὑπομονῆς ἔχετε, τοῦτον τὸν πόθον ζηλώ‐ | |
20 | σατε· Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσε‐ ται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ | |
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 735 |