TLG 2062 274 :: JOANNES CHRYSOSTOMUS :: De patientia (sermo 1) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De patientia (sermo 1) [Sp.]

Citation: Vol — pg — (ln)

60

.

723

(40t)

Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.
41 Φέρε σήμερον μάλιστα τῶν προτέρων ἡμερῶν σπου‐ δαιότερον ἐπὶ τὸν λόγον τῆς διδασκαλίας εἰσέλθωμεν· οἶδε γὰρ πολλάκις ὁ λόγος παραμυθήσασθαι τὸν πόνον· δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν
45ἀθυμίαν. Καὶ γὰρ πολλοὺς τῶν χθὲς ὄντων μεθ’ ὑμῶν νῦν οὐχ ὁρῶ ὄντας μεθ’ ὑμῶν, ἀλλ’ εἴτε πρὸς τὸν Δε‐ σπότην μετακληθέντας, ἢ καὶ ἐν κλίναις κατακειμέ‐ νους, καὶ τούτους πάντας ἐκδεχομένους τὸν θάνατον. Διὸ καὶ παρ’ ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν

60

.

723

(50)

θόρυβον, πολλὴν ἐν τῇ Ἐκκλησίᾳ τὴν ταραχὴν, ἄμετρα τῶν πενθούντων τὰ δάκρυα, ἄτοπα τῶν πολλῶν τὰ ἤθη καὶ τὰ πράγματα. Καὶ γὰρ πολλάκις ὑμᾶς περὶ τούτου παρεκάλεσα καὶ ὑπέμνησα τοῦ πράγματος· λέγω δὴ τοῦ μεθ’ ὑπομονῆς καὶ εὐχαριστίας ὑποφέρειν τῶν τέ‐
55κνων καὶ τῶν ἰδίων καὶ συγγενῶν τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι· καὶ μάλιστα, ὅπου δ’ ἂν νήπιοί τι‐ νες καὶ ἄφθοροι τὸν βίον κατέλιπον. Διὸ μὴ ἐκείνους στενάξωμεν, ἀλλὰ μᾶλλον ἑαυτοὺς τοὺς ἐν ἁμαρτίαις
60ζῶντας θρηνήσωμεν. Εἰ γὰρ σήμερον μὴ νήψωμεν, πότε λοιπὸν ἐπιστρέψωμεν; εἰ μὴ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, τίς λοιπὸν ἐπιστρέψει σε; εἰ μὴ νεκρὸν κείμενον βλέπων διορθώσῃ τὸν βίον, πότε λοιπὸν δυσ‐ ωπήσεις τὸν Θεόν; Ἰδοὺ τοίνυν ὁρῶμεν, ἰδοὺ αὐτῇ τῇ
65πείρᾳ μανθάνομεν. Διὸ φεισώμεθα, παρακαλῶ, μηδὲ εἰκῆ καὶ μάτην ταραττώμεθα, μηδὲ ὡς ἀθάνατοι φαντα‐ ζώμεθα. Μία γὰρ ἡ ὁδὸς τοῦ θανάτου, καὶ οὐκ ἄλλη ὁδός· κοινὸν τὸ ποτήριον, καὶ πᾶσι διδόμενον· ἡ μόνη
ὥρα, καὶ πονηρὰ ὥρα· ἡ μόνη γέφυρα, καὶ πάροδον οὐκColumn end

60

.

724

(42)

ἔχουσα· τὸ πάντων χρέος, ἡ μόνη ἀπαρχὴ, καὶ πάντων τέλος· ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα. Οὐ γὰρ βασιλέα φρίττει ὁ θάνατος, οὐκ ἀρχιερέα τιμᾷ, οὐ πο‐
45λιὰν οἰκτείρει, οὐ κάλλος ἐλεεῖ, οὐ νεότητος φείδεται, οὐ μονογενῆ σπλαγχνίζεται, οὐ δάκρυσιν ἐπικάμπτεται, οὐκ ἄρχοντα τρέμει, οὐ τυράννους δέδοικεν, οὐ χρήμασιν ἐξαγοράζεται, οὐ λαμβάνει τινὸς πρόσωπον, οὐδὲ πάλιν ἀντιπρόσωπον, ἀλλὰ πᾶσιν ἴσος ἐπέρχεται ὁ θάνατος. Οἱ

60

.

724

(50)

σήμερον μεθ’ ἡμῶν, αὔριον ἐκεῖ πρὸ ἡμῶν· οἱ σήμερον φιλικῶς ἡμᾶς ἀσπαζόμενοι, αὔριον ἐλεεινῶς ὑφ’ ἡμῶν προπεμπόμενοι· οἱ σήμερον ἐν τῷ βίῳ, αὔριον ἐν τῷ μνημείῳ· οἱ σήμερον ἐμφανεῖς ὄντες, αὔριον σκωληκιῶν‐ τες· οἱ σήμερον μυριζόμενοι, αὔριον ὀζόμενοι· οἱ σήμε‐
55ρον ὧδε τρυφῶντες, αὔριον ἐκεῖ πενθοῦντες· καὶ, ἁπλῶς εἰπεῖν, οἱ σήμερον παρασιτούμενοι, αὔριον ἐκεῖ καταδι‐ καζόμενοι. Οὓς καὶ πολλάκις ἐπιζητοῦντες, καὶ τὴν ἐκείνων κοίμησιν ἀγνοοῦντες πρὸς ἀλλήλους λέγομεν· Ποῦ ὁ δεῖνα ὁ ἄρχων; καὶ ἀκούομεν· Παρῆλθε λοιπόν·
60καὶ, Ποῦ ὁ δυναστὴς ἐκεῖνος; ἀλλήλους ἐρωτῶμεν, καὶ μανθάνομεν· Ἀπέθανε· καὶ, Ποῦ ὁ ὑπερήφανος βασι‐ λεύς; Ἐκεῖ, φησὶ, προέλαβε· καὶ, Ποῦ ὁ ἑταῖρος ὁ δεῖ‐ να; Ἐκεῖ ἐπέρασεν. Ἐκεῖ, ποῦ; Ὅπου ὁ Δικαστὴς τῶν δικαστῶν· ἐκεῖ, ὅπου ὁ φοβερὸς τῶν φοβερῶν ἰσχυρό‐
65τερος· ἐκεῖ, ὅπου Βασιλεὺς αἰώνιος καὶ Κριτὴς ἀπαραί‐ τητος. Ἐκεῖ; Ποῦ ἄρα, ἢ πῶς, ἢ ἐν ποίῳ τόπῳ, ἢ ἐν ποίῳ τρόπῳ οἱ παραλαβόντες τυγχάνουσιν; Οὐδεὶς εἰ‐ πεῖν ἐδυνήθη· ἀλλ’ ἢ μόνον τοῦτο οἴδαμεν, ὅτι ἐκεῖ, ὅπου ὁ μόνος αἰώνιος καὶ μόνος ἀθάνατος, ὅπου ὁ μόνος ἀγα‐
70θὸς καὶ μόνος φιλάνθρωπος, ὁ ποιητὴς τῶν ψυχῶν καὶ
τῶν σωμάτων. Εἰς ἐκεῖνο τὸ μέγα καὶ φοβερὸν δικαστή‐723

60

.

725

ριον, ὅπου οὐκ ἕνι γέλως, ἀλλὰ θρῆνος· ὅπου οὐκ ἔνι καλλωπισμὸς, ἀλλὰ σκοτισμός· ὅπου οὐκ ἔνι περισπα‐ σμὸς, ἀλλ’ ἐξετασμός· ὅπου οὐκ ἔνι λοιδορία, ἀλλὰ ἀπο‐ λογία· ὅπου οὐκ ἔνι πλουτῆσαι, ἀλλὰ φρῖξαι· ὅπου οὐκ
5ἔνι προσωποληψία. ἀλλὰ δικαιοκρισία· ὅπου πάντες γυ‐ μνοὶ παριστάμεθα, δοῦλοι καὶ ἐλεύθεροι, εὐγενεῖς καὶ ἄδοξοι, ἁμαρτωλοὶ καὶ δίκαιοι, πλούσιοι καὶ πένητες· οἱ μὲν αἰσχυνόμενοι, οἱ δὲ στεφανούμενοι. Ποῦ ἐκεῖ τῶν βασιλέων ἡ φαντασία; Ποῦ τῶν ἀρχόντων ἡ ὑπερηφα‐
10νία; Ποῦ τῶν πλουτούντων ἡ ἀσπλαγχνία; ποῦ τῶν δι‐ καζόντων ἡ προσωποληψία; ποῦ τὸ κάλλος τῆς νεότητος τὸ πολυφάνταστον; νεότης, ἡ ἀναίσθητος, ἡ μακρὰς ἐλ‐ πίδας ζωῆς ἔχουσα· νεότης, ἡ στασιώδης καρδία, ἡ πολυ‐ μέριμνος ἡδονή· νεότης, ἡ πολλὰ καὶ πολλάκις συμπί‐
15πτουσα, ἡ κακῶς τὴν σάρκα κολακεύουσα· νεότης, ἡ πρὸς ἀπάτην κολακευομένη, ἡ πηλὸς, ἡ ταλαίπωρος, ὁ χόρτος ὁ εὐμάραντος, ὁ στάχυς ὁ ἑτοιμόφθορος· νεότης, τὸ ἐνύπνιον τὸ εὐληθάργητον, ἡ σκιὰ ἡ ἀνυπόστα‐ τος· νεότης, ἡ ἄθεος κεῖρα, ἡ ἄπονος καρδία, ὁ ἀνα‐
20τεταμένος ὀφθαλμὸς, ὁ λύχνος ὁ ἑτοιμόσβεστος· νεό‐ της, ὁ βρασμὸς τῶν αἱμάτων καὶ συνήθεια τῶν σπι‐ λωμάτων· νεότης, ὁ δυσήνιος ἵππος καὶ πρὸς πᾶσαν ἐξ‐ ολόθρευσιν ἐπιτήδειος. Ὅμως ὁ ἐνταῦθα σοβαρὸς, ἐκεῖ ἐλεεινός· ὁ ἐνταῦθα μεθυσκόμενος, ἐκεῖ σταγόνος ὕδατος
25δεόμενος· ὁ ὧδε πρὸς λοιδορίαν ἕτοιμος, ἐκεῖ τὴν γλῶσ‐ σαν φλεγόμενος· ὁ ὧδε σηρικοῖς ἱματίοις ἀμφιεζόμενος, ἐκεῖ γυμνὸς παριστάμενος. Μή μοι λέγε· Δός μοι τὴν σήμερον, καὶ λάβε τὴν αὔριον· οὐ γὰρ ὧδέ σε σκοπῶ, τίς εἶ, ἀλλ’ ἐκεῖ σε προσδοκῶ, ποῦ εἶ. Μή μοι λέγε·
30Φιλάνθρωπος ὁ Θεὸς, κἂν ἁμαρτήσω, συμπάσχει μοι· ἀλλὰ κἀκεῖνο βλέπε, ὅτι ὧδε ἐλεεῖ, ἐκεῖ ἐτάζει· ὧδε παρ‐ ορᾷ, ἐκεῖ ἐρευνᾷ· ὧδε ἐκδέχεται τὴν ἐπιστροφὴν, ἐκεῖ παραδίδωσι τῷ πυρί. Ποῦ σοφὸς ἐκεῖ, ἀδελφοί; ποῦ δυ‐ νάστης· ποῦ ἡ ταραχή; ποῦ τὰ ἄριστα τὰ πολυτελῆ;
35ποῦ τὰ δεῖπνα; ποῦ οἱ μετὰ τυμπάνων καὶ χορῶν τὸν οἶνον πίνοντες; ποῦ ἡ παρασιτία καὶ τὰ θέατρα, καὶ ταῦτα τῶν ἀδελφῶν ἡμῶν πεινώντων καὶ διψώντων, δυστυχούντων καὶ κακοπαθούντων, γυμνητευόντων, δα‐ κρυόντων, τὸν θάνατον ἐπιποθούντων, καὶ τοῦτον ἐξ ἀθυ‐
40μίας ἐπιζητούντων; Βαβαί! τὸ ποτήριον τὸ πᾶσι φρικτὸν γίνεται τοῖς ἐν ἀνάγκῃ ἐπιθυμητὸν, καὶ ὁ βίος ὁ παρὰ πᾶσι ποθούμενος γέγονε παρ’ ἐκείνοις μισούμενος, καὶ τὸ φῶς τοῦτο τὸ παρ’ ἡμῖν ποθητὸν γέγονε παρ’ ἐκείνοις βδελυκτόν! Εὐλογητὸς ὁ Θεὸς ὁ πάντα πρὸς τὸ συμφέρον
45ἐργαζόμενος. Οὐ πονηρὸς, ὦ ἀδελφοὶ, ἀλλὰ καὶ ὠφέλι‐ μος ὁ θάνατος. Οὐκ ἐμὸς ὁ λόγος· Θάνατος ἀνδρὶ ἀνά‐ παυσις, ὁ θεῖος Ἰὼβ διηγόρευσεν· ὅτι ὁ ἀποθανὼν δεδι‐ καίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ πέπαυται τῆς τοῦ βίου πλεονεξίας, καὶ ἔπαυσε τοῦ προσθεῖναι κακὸν τῷ κακῷ,

60

.

725

(50)

καὶ ἐνέδωκε τοῦ ἐπαύξειν τὸ φορτίον αὐτοῦ, καὶ ἠρέμησε τοῦ [μὴ] παροργίζειν τὸν Θεὸν αὐτοῦ. Ἄκουε συνετῶς· θάνατος νηπίοις παράκλησις, θάνατος δούλοις ἄνεσις, κοπιώντων ἀνάψυξις, χρεωστούντων πλήρωσις· θάνατος μεριμνώντων λύσις, καταπονουμένων ἐπίσκεψις· θάνατος
55ἁμαρτίας ἐμπόδιον. Εἰ μὴ ὁ θάνατος προέκειτο, ἑαυτοὺς ἂν κατησθίομεν· εἰ μὴ κριτὴν ἐρχόμενον εἴχομεν, ζωῆς ἐλπίδα οὐκ ἂν εἴχομεν· εἰ μὴ κόλασιν ἐξεδεχόμεθα, οὐ‐ δαμῶς τῶν κακῶν ἐπαυόμεθα, οὐδὲ τὴν ἐκ παραβάσεως φθορὰν ἀπετιθέμεθα. Εἶδες Δεσπότου φιλανθρωπίαν; Τὸ
60ἐκ παραβάσεως ἐπιτίμιον γέγονε σωτήριον. Εἰ μὲν γὰρ δίκαιος ὁ θανὼν, χαῖρε, διότι θαῤῥῶν πρὸς τὸν Δεσπό‐ την ἐν ἀνέσει πορεύεται· εἰ δὲ καὶ ἁμαρτωλὸς, μὴ λυποῦ· ἐκέρδησε γὰρ ἑαυτῷ, ἃ προσθεῖναι ἔμελλε κακά. Εἰ μὲν οὖν ἡμεῖς ἐνταῦθα ἐμένομεν, δικαίως ἂν τοὺς τεθνεῶτας
65ἐκλαίομεν· εἰ δὲ πάντες πάντως ἐκεῖ πορευόμεθα, μὴ οὕτω τοὺς μικρὸν προλαβόντας ὀδυρώμεθα· μὴ τὰ, ἅπερ καλῶς ἐπὶ τοὺς τεθνεῶτας ἐπιτελοῦμεν, ταῦτα δι’ ὧν κακῶς ἐπιτηδεύομεν, καταργῶμεν. Οὐχ ὁρᾷς τί ἐπὶ τοῖς προλαβοῦσι πράττομεν; Ψαλμοῖς καὶ ὕμνοις αὐτοὺς
70προπέμπομεν, [διὰ τοῦτο] τὴν πρὸς τὸν Δεσπότην εὐχα‐ ριστίαν σημαίνοντες· καὶ καινοῖς ἱματίοις αὐτοὺς ἀμφι‐ έζομεν, τὸ καινὸν ἔνδυμα τῆς ἀφθαρσίας ἡμῶν προμη‐ νύοντες. Μύρον καὶ ἔλαιον ἐπιχέομεν, καὶ χρίσμα τοῦ βαπτίσματος συμπορευόμενον αὐτοῖς εἰς ἐφόδιον πι‐
75στεύοντες· θυμιάμασι καὶ κηρίοις αὐτοὺς συνοδεύομεν, δεικνύντες ὅτι τοῦ σκοτεινοῦ βίου λυθέντες, πρὸς τὸ φῶς τὸ ἀληθινὸν ἐπορεύθησαν· πρὸς ἀνατολὰς τὴν σορὸν κει‐ μένην σχηματίζομεν, τὴν ἀνάστασιν αὐτῷ διὰ τοῦ σχή‐ ματος προσημαίνοντες. Μὴ τοίνυν οἱ τὴν ἀνάστασιν πι‐
80στεύοντες, οὕτω λυπώμεθα, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴColumn end

60

.

726

ἔχοντες ἐλπίδα. Ὁ γὰρ τὴν ἀνάστασιν μὴ ἐλπίζων, δικαίως ὡς ἀπολωλότα τὸν τεθνεῶτα λογίζεται. Ἀλλὰ ταῦτα μὲν παιζέτωσαν Ἑλλήνων παῖδες, ταῦτα ποιησά‐ τωσαν Σαμαρειτῶν δῆμοι· ἡμεῖς δὲ Χριστοῦ ἀκούω‐
5μεν, καὶ πιστεύωμεν, Ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσουσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται, καὶ ἀναστή‐ σονται οἱ ἐν τοῖς μνημείοις, καὶ ἀνακαινισθήσεται ἡ γῆ. Οὐκοῦν εἰ ἀναστήσονται οἱ νεκροὶ, ὥσπερ πάν‐
10τως καὶ ἀναστήσονται, μὴ οὕτως ἀσχημονῶμεν ἐπὶ τοῖς κεκοιμημένοις, παρακαλῶ· μὴ οἱ πιστοὶ τοὺς ἀπίστους ζηλώσωμεν· μὴ τοὺς χιτῶνας ἡμῶν διαῤῥήξωμεν, ἀλλὰ μᾶλλον τὴν ψυχὴν κατανύξωμεν, ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ ἀναμένει ποτήριον. Μὴ τοὺς βραχίονας τύψωμεν, ἵνα μὴ
15τοὺς Ἕλληνας ζηλώσωμεν· μὴ τὰς θρηνούσας συγκα‐ λέσωμεν, ἵνα μὴ πλέον τὸν θυμὸν τοῦ Θεοῦ κινήσωμεν· μὴ τὰς τρίχας τῆς κεφαλῆς γυμνώσωμεν, ἵνα μὴ τὴν κεφαλὴν ἡμῶν Χριστὸν καταισχύνωμεν· μὴ μακρὰς ἡμέρας θρηνήσωμεν, ἵνα μὴ τὴν ἀνάστασιν ἀπιστήσω‐
20μεν· μὴ τῇ γλώττῃ βλάσφημόν τι λαλήσωμεν, ἵνα μὴ καὶ τὸν κοιμηθέντα καὶ ἑαυτοὺς βλάψωμεν. Δέδωκας παῖδα; Εὐχαρίστησον, ὕμνησον, προσκύνησον τὸν λα‐ βόντα, ὅ σοι παρέθετο· δόξασον τὸν ἐκλεξάμενον ὃν ἔπλασε, καὶ προσδεξάμενον τὸν καρπὸν τῆς κοιλίας σου
25ἄφθορον· δόξασον τὸν σώζοντα τῶν σῶν σπλάγχνων τὸ ἔγγονον· προσκύνησον κατὰ τὸν Ἰὼβ τὸν μεγαλόψυχον· εὐχαρίστησον, ὅτι ὅλως προσήγαγες τῷ Δεσπότῃ ἄμωμον θυσίαν, ἁγνὸν θῦμα, καθαρὰν προσφορὰν, νέον Ἰσαὰκ, ὥς ποτε Ἀβραάμ. Χριστὸς ἔλαβε, προσκυνήσωμεν· ὁ
30πλάσας ἀνέπλασε, μὴ γογγύζωμεν· ὁ κτίστης τὸ κτίσμα ἐζήτησε, μὴ μαχησώμεθα· οὐδὲ γὰρ δυνάμεθα. Δέδωκας ἀδελφόν; Προσκύνησον τὸν λαβόντα Χριστὸν, ὅτι διὰ σὲ θνητὸς γέγονέ ποτε. Νήπιον παρέσχες; Εὐχαρίστησον αὐτῷ, ὅτι ποτὲ διὰ σὲ νήπιος γέγονεν ἐν φάτνῃ. Δοῦλον
35ἀπὸ σοῦ ἔλαβεν; Ὕμνησον αὐτὸν, ὅτι διὰ σὲ μορφὴν δούλου ἀνέλαβεν ὁ ποιητὴς τῶν ἁπάντων. Μονογενῆ υἱὸν ἔθαψας; Δόξασον, πρόσπεσον, αἰδέσθητι, μνήσθητι, ὅτι διὰ σὲ ὁ Θεὸς τὸν μονογενῆ αὐτοῦ Υἱὸν παρέδωκε [σαρκὶ] εἰς θάνατον. Θαλαμευομένην κόρην δέδωκας; Εὐχαρίστη‐
40σον, μή πως ἀγανακτῶν καὶ ἑτέραν δώσῃς. Γαμετὴν προέπεμψας παίδων μητέρα; Ὕμνησον, ἀσφαλίσθητι, μὴ τῷ Δεσπότῃ προσκρούσῃς, μή πως καὶ σὺ ἀπέλθῃς. Τί ποιεῖς, ἄνθρωπε; πάλιν γὰρ τὸ αὐτὸ ἀναλαμβάνομεν. Νεκρὸν κείμενον ὁρᾷς, καὶ βλασφημῆσαι τολμᾷς; μυ‐
45στηρίῳ τοιούτῳ παρίστασαι, καὶ τῷ χωρίσαντι τὴν ψυ‐ χὴν μάχεσαι; Ἀνάπαυσον, τῷ Θεῷ λέγεις, καὶ σὺ τὸν Θεὸν ὑβρίζεις; Τί δικάζῃ τῷ δικαστῇ; τί προσκρούεις τῷ ἀνικήτῳ; τί ταράττῃ τῷ θυμῷ; τί μεθύεις τῇ λύπῃ; οὐχ ὁρᾷς οἷον τοῦτο τὸ μέγα μυστήριον; οὐχ ὁρᾷς οἷον

60

.

726

(50)

καὶ ἡμᾶς ἀναμένει πέραμα χαλεπόν; Κἂν δὲ χαλεπὸν, δι’ αὐτοῦ παρερχόμεθα. Οὐχ ὁρᾷς ὅτι βαρεῖα ἡ ὁδός; Ἀλλὰ πάντες δι’ αὐτῆς βαδίζομεν. Ἀνάνηψον, ὦ ἄν‐ θρωπε. Ὁ κείμενος τρέμει, καὶ σὺ παίζεις; ἐκεῖνος ἐξετάζεται, καὶ σὺ φαντάζῃ; ἐκεῖνος τρέμει, καὶ σὺ οὐκ
55εὐτρεπίζῃ; ἐκεῖνος ἐκθαμβεῖται, ὅλος θορυβεῖται, ὁρῶν ἅπερ οὐδέποτε εἶδε, καὶ ἀκούων ἅπερ οὐδέποτε ἤκουσε. Διὸ καὶ ἱδροῖ, ὡς οἱ ἐν ἀγρῷ θερίζοντες, καὶ πᾶσιν ἡμῖν συντάσσεται, καὶ πάντας ἀσπάζεται, ἕως οὗ ἡ γλῶττα φθέγγεσθαι δύναται. Ἔῤῥωσθε, φησὶν, ἔῤῥωσθε, ἀδελφοὶ,
60καὶ ὑπὲρ ἐμοῦ εὔξασθε. Εἰς ὁδὸν γὰρ ὑπάγω, ἣν οὐδέποτε ὥδευσα, καὶ εἰς κόσμον ψυχῶν, ὅθεν οὐδεὶς ἐπανέλυσε, καὶ εἰς μονὰς φοβερὰς, ὅπου οὐδεὶς ὁ συνοδεύων μοι, καὶ εἰς κριτήριον φοβερὸν, ὅθεν οὐκ οἶδα τί συμβαίνει μοι, καὶ εἰς πράγματα ξένα, περὶ ὧν οὐδεὶς διηγήσατο.
65Ἰδοὺ ζητῶ βοηθὸν, καὶ οὐδεὶς ὁ βοηθός· ἰδοὺ ζητῶ τὸν λυτρούμενον, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· ἰδοὺ ζητῶ τὸν συνοδεύοντα, καὶ οὐδεὶς ὁ συμπάσχων μοι. Ποῦ πατὴρ ὁ γεννήσας; ποῦ μήτηρ ἡ ὠδίνουσα; ποῦ ἀδελφός; Ὅπου ἀδελφὸς ἀδελφὸν οὐ λυτροῦται, πῶς λυτρώσεται ἄνθρω‐
70πος ἄνθρωπον; Ταῦτα πρὸς ἡμᾶς φθέγγονται οἱ ἀφιέν‐ τες ἡμᾶς, καὶ λοιπὸν πορεύονται τὴν αἰώνιον ὁδὸν αὐ‐ τῶν. Τίς γάρ ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ἢ Τίς ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Εὐλογητὸς ὁ Θεὸς, ὅτι ἄνθρωπος, ἀδελφοὶ,
75ἰδοὺ κεῖται, καὶ οὐδενὶ λοιπὸν τῶν τοῦ βίου πρόσκειται· ἰδοὺ ἡσύχασεν, ἰδοὺ τῶν ματαίων ἐπαύσατο. Μι‐ κρὸς πυρετὸς, καὶ πάντα ἤργησαν· μία ὥρα, καὶ ὁ φανεὶς ὡς μὴ φανεὶς γίνεται· μία ῥοπὴ, καὶ Ἐξελεύ‐ σεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν
80αὐτοῦ, ἐξ ἧς ἐλήφθη. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται725

60

.

727

πάντες οἱ διαλογισμοὶ ἡμῶν· ἐν ἐκείνῃ τῇ ὥρᾳ καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, φίλους καὶ συγγενεῖς, υἱοὺς καὶ θυγατέρας, καὶ πορεύσεται μόνος. μεμονωμένος, τὴν αἰώνιον ὁδὸν αὐτοῦ. Συνέλθω‐
5μεν τοῖς πρὸ ἡμῶν ὁδεύουσι, πρὶν καὶ ἡμεῖς ἀπέλθω‐ μεν· καθίσατε, καὶ τῷ κειμένῳ μὴ ἐνοχλήσητε· ἡσυ‐ χάσατε, καὶ τὸν θόρυβον λύσατε· ἠρεμήσατε ἑαυτοὺς, ἐμβλέψατε, καὶ τὸ μέγα μυστήριον ἴδετε· φρίξατε, καὶ τὸ αὐτὸ ἐκδέξασθε· βασιλεῖς, θεάσασθε, καὶ μήκετι μέγα
10φρονήσητε· ἄρχοντες, ἐμβλέψατε, καὶ μηκέτι μέγα φαντάζησθε· βλέπετε τὸν κείμενον τοῦ βίου χωριζόμε‐ νον, καὶ λοιπὸν μὴ βασιλέα ἢ ἄρχοντα ἑαυτὸν γνωρίσῃς. Ποῖος γὰρ βασιλεὺς, ὅπου ἑαυτὸν οὐ λυτροῦται; Ἀλλ’ ἰδοὺ καὶ αὐτὸς τὸ ποτήριον τρέμει· ἰδοὺ ὡς εἷς τῶν
15πάντων ἀγωνιᾷ· ἰδοὺ ὅλος γέγονεν ἐλεεινὸς, ὁ πρὸ μι‐ κροῦ φοβερὸς γέγονε νεκρός· ἰδοὺ ἀπάγεται ὡς κατάδι‐ κος, ὃν χθὲς ἔτρεμον οἱ κατάδικοι, ἰδοὺ ἐταράχθη, ἰδοὺ ὅλος ἐσαλεύθη, ἰδοὺ πᾶσα ἡ σοφία καὶ ἡ δυναστεία κατεπόθη, ἰδοὺ ὅλος ἔκθαμβος γέγονεν. Εἶδε γὰρ ἐξου‐
20σίας ἀγγελικὰς, καὶ τῆς ἑαυτοῦ ἐξουσίας ἐπελάθετο· εἶδε στρατιὰς ἀγγέλων φοβερὰς, καὶ τὴν ἑαυτοῦ ἐξουσίαν ὡς ἀράχνην ἐλογίσατο· εἶδε μορφὰς δεσποτικὰς, καὶ τὴν μορφὴν ἠλλοιώσατο· ἤκουσεν ἀπόφασιν ψυχῆς, καὶ ὅλος ἐτρόμαξε τῇ σαρκὶ, καὶ οἷα εἰς ἑαυτὸν διανοεῖται, θαμ‐
25βούμενος καὶ ἐννοούμενος ποῦ τῶν βασιλέων ἡ φαντασία, ποῦ τῶν ἀρχόντων ἡ ἐξουσία. Βαβαί! ἰδοὺ τάξις ἀληθὴς, ἰδοὺ δύναμις κραταιὰ, ἰδοὺ ἐξουσία ἀψευδὴς, ἰδοὺ μορφαὶ φοβεραὶ, ἰδοὺ ἀθάνατος στρατιά. Ταῦτα καὶ τὰ τούτοις ὅμοια καὶ ἀποῤῥητότερα ἐννοούμενοι, ἅπερ μόνοι οἱ
30προλαβόντες καὶ πειραθέντες ἐπίστανται, οἱ μὲν ἐν τῇ κλίνῃ κείμενοι ἀναπηδῶσι, φυγεῖν μὲν βουλόμενοι, οὐ δυνάμενοι δέ· οἱ δὲ τοὺς ὀδόντας βρύχουσιν, ἄλλοι τὰς σιαγόνας κόπτουσιν, ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέφουσιν, ὡς ὁρῶσι τὰς δυνάμεις κατ’ ὀλίγον τοῦ
35σώματος ληγούσας, τὴν γλῶτταν φθεγγομένην, καὶ τὴν παρακαταθήκην βεβαίως ἀνυομένην, τὰς δυνάμεις τὰς ἐναντίας παρισταμένας λογοθετούσας, κατηγορούσας, ἁρπάσαι ἐπιχειρούσας, εἶτα καὶ τὸν κλέπτην εἰσελθόντα καὶ μηνύσαντα καὶ τοῦ σώματος τὴν ψυχὴν διαῤῥήξαντα.
40Πολλῶν ἡμῖν δεῖ τότε τῶν εὐχῶν, πολλῶν τῶν πράξεων τῶν ἀγαθῶν, πολλῆς ἡμῖν τότε τῆς τῶν ἀγγέλων προστα‐ σίας, πολλῆς ἡμῖν τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειρ‐ αγωγίας. Εἰ γὰρ εἰς χώραν καὶ ξένην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειραγωγοῦντος, πόσων ἡμῖν
45δεῖ τῶν βοηθῶν καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ δια‐ περάσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμο‐ κράτορας τοὺς ἀφανεῖς τοῦ ἀέρος τούτου, οὓς διώκτας καὶ τελώνας καὶ φορολόγους ὀνομάζει ἡ θεία Γραφή; Καλὴ τότε συνοδοιπόρος ἡμῖν ἡ ἐλεημοσύνη καὶ ἡ συμ‐

60

.

727

(50)

πάθεια, δυνάμεναι ἀσιάντως ἡμᾶς εἰς τὴν τῶν οὐρανῶν πύλην ὁδηγῆσαι καὶ διασῶσαι· καλοὶ ἡμῖν ἐκεῖ συνήγο‐ ροι οἱ πένητες, οὓς ἐνταῦθα πρὸ θανάτου ἠλεήσαμεν. Διὸ προφθάσωμεν πρὸ τοῦ προφθασθῶμεν, δράμωμεν πρὸ τοῦ καταληφθῶμεν. Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη
55μακρὰ, τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδείς. Ἐξέλθωμεν ἐν τῷ μνήματι, ἕως ἐσμὲν ἐν τῷ σώματι· ἴδωμεν τὸ μάταιον ἡμῶν φρόνημα, ποῦ ἔχει τὸ οἴκημα· ἴδωμεν τί μετ’ ὀλίγον γινόμεθα, καὶ μὴ πλανώμεθα· ἴδωμεν πῶς διαλυόμεθα, καὶ ἑαυτοὺς
60διορθωσώμεθα· ἴδωμεν εἰς τί καταλήγομεν, καὶ τοῦ τέλους φροντίσωμεν. Ὅσοι τὰ κάλλη κατασκοπεῖτε, ἐν τῷ τάφῳ ταῦτα πολυπραγμονεῖτε· ὅσοι εἰς ἀρχὰς καὶ ἐξουσίας ἐπαίρεσθε, ἐν ταῖς σοροῖς ἐμβλέψατε, καὶ τὸν Θεὸν φοβήθητε· ὅσοι λύπας καὶ μνησικακίας πρὸς ἀλ‐
65λήλους συνάγετε, καὶ οὐ διαλύεσθε, δεῦτε, ἴδετε πῶς διαλύεσθε. Ἔγκυψον ἐπιμελῶς τῇ σορῷ· ἴδε κειμένους ἐκεῖ τούς ποτε βασιλεῖς, ἴδε τούς ποτε ἄρχοντας ἐν τοῖς λειψάνοις, ἴδε τὴν φοβερὰν θεωρίαν τῶν λειψάνων, καὶ εἰπέ· Ποῖος ἐκεῖ ὁ βασιλεὺς, καὶ ποῖος ὁ ἄρχων;
70ποῖος ὁ στρατιώτης, καὶ ποῖος ὁ στρατιάρχης; ποῖος ὁ πλούσιος, καὶ ποῖος ὁ πένης; ποῖος ὁ νεώτερος, καὶ ποῖος ὁ γέρων; ποῖος ὁ εὐειδὴς, καὶ ποῖος ὁ Αἰθίοψ; Μὴ ἔχεις εἰπεῖν, ὅτι οὐ πάντα κόνις; οὐ πάντα τέφρα; οὐ πάντα δυσωδία; Οὐ πάντα τά ποτε φιλητὰ, νῦν ὁρῶνται
75βδελυκτά; Ὢ τῆς ἀφροσύνης! Τί τοῦτο τὸ μέγα περὶ ἐμὲ μυστήριον; Ὁ χθές μοι ποθητὸς, νῦν πρόκειταί μοι βδελυκτός· τὸ χθές μοι μέλος, νῦν ὡς ἀλλότριον βλέπω· ὃν πρὸ μικροῦ ἐνηγκαλιζόμην, νῦν οὐδὲ προσ‐ ψαῦσαι βούλομαι· τοῖς δάκρυσι βρέχω ὡς ἐμὸν, καὶ τὸν
80ἰχῶρα φεύγω ὡς οὐκ ἐμόν. Προσελθεῖν τῷ ὀδωδότι ὑπὸColumn end

60

.

728

τῶν σπλάγχνων βιάζομαι, ἀλλ’ ὑπὸ τῆς φθορᾶς καὶ τῶν σκωλήκων τούτου ἐμποδίζομαι. Τὴν πρὸ μικροῦ εἰκόνα τοῦ κειμένου ἐννοῶ, ἀλλ’ οὐδαμοῦ ταύτην ἐν αὐτῷ καθορῶ. Ποῦ τὸ κάλλος τοῦ προσώπου; Ἰδοὺ μεμελά‐
5νωται. Ποῦ οἱ διανεύοντες ὀφθαλμοὶ καὶ εὐειδεῖς; Ἰδοὺ ἐτάκησαν. Ποῦ τῶν τριχῶν ἡ εὐπρέπεια; Ἰδοὺ ἀπέπεσε. Ποῦ ὁ ἀνατεταμένος τράχηλος; Ἰδοὺ συντέτριπται. Ποῦ ἡ γλῶσσα ἡ γοργή; Ἰδοὺ ἡσύχασε. Ποῦ τῶν χειρῶν ὁ καλλωπισμός; Ἰδοὺ λέλυται. Ποῦ τὸ μέγεθος τῆς
10ἡλικίας; Ἰδοὺ ἐξέῤῥευσε. Ποῦ τῶν ἱματίων ἡ πολυ‐ τέλεια; Ἰδοὺ σέσηπται. Ποῦ τὰ μύρα καὶ τὰ ἀρώματα; Ἰδοὺ ἐξώζεσαν. Ποῦ ἡ τῆς νεότητος ἀφροσύνη; Ἰδοὺ παρῆλθε. Καὶ ἁπλῶς ποῦ ὁ πολυφάνταστος ἄνθρωπος; Ἰδοὺ πάλιν ὁ χοῦς, χοῦς γέγονεν. Ὅμως μὴ μέχρι τοῦ
15μνήματος τὸν λογισμὸν στήσῃς, ἀλλ’ ἐκεῖθεν μετάβηθι ἐπὶ τὴν ἀνάστασιν· καὶ ἐννόησον ἅμα καὶ πίστευσον, ὅτι ὁ παρὼν κείμενος. πάλιν ἔσται ἀνιστάμενος, καὶ ἡ γλῶσσα ἡ νῦν σιγῶσα, πάλιν λαλήσει τότε, ὅταν καμ‐ φθῇ τῷ Θεῷ πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ
20καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Καὶ καθά φησιν ὁ Δανιὴλ, Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθη‐ σαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισεν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες
25παρειστήκεισαν αὐτῷ, καὶ μύριαι μυριάδες ἐλειτούρ‐ γουν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθη‐ σαν. Πολὺς ὡς ἀληθῶς ὁ φόβος ἐκεῖ, πολὺς ὁ τρόμος, ἀδιήγητος ἡ ἀνάγκη, ἀκατάπαυστον δάκρυον, ἀσίγητοι στεναγμοί. Ὅτε ἥξει ἐξαίφνης ἐπὶ θρόνου ὑψηλοῦ καὶ
30ἐπηρμένου, τότε ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα σκορπίζονται, αἱ δυνάμεις τῶν ἀγγέλων προτρέ‐ χουσι, τὰ μνημεῖα ἀνοίγονται, τὰ σώματα ἀνίστανται, αἱ πηγαὶ ξηραίνονται, αἱ ἄβυσσοι σαλεύονται, ἡ γῆ πᾶσα κλονίζεται. Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; ποταποὺς
35ἄρα, διδόντας λόγον ὑπὲρ πράξεων, ὑπὲρ ἐννοιῶν, ὑπὲρ λόγου ἀργοῦ, ὑπὲρ τῶν ἐν νυκτὶ, ὑπὲρ τῶν ἐν ἡμέρᾳ, ὑπὲρ τῶν ἑκουσίων καὶ ἀκουσίων; Τοῦτο μεριμνᾷν ἀναγκαῖον, τοῦτο νυκτὸς καὶ ἡμέρας σκοπεῖν καλόν. Τί τὸ εὔλογον εἴπωμεν τότε; τί ἀπολογησώμεθα, εἰπέ
40μοι, ὦ ἄνθρωπε; Ἰδοὺ τρυφᾷς πεντήκοντα ἔτη ἢ ἑκατὸν, καὶ πλουτεῖς, καὶ τεκνοποιεῖς, καὶ προικίζεις καὶ ἐγγα‐ μίζεις υἱοὺς καὶ θυγατέρας, καὶ ἄρχεις καὶ βασιλεύεις ἐθνῶν καὶ λαῶν· καὶ μετὰ ταῦτα θάνατος, καὶ μετὰ θάνατον κρίσις τέλος οὐκ ἔχουσα οὐδὲ μετάνοιαν. Οὐκ
45ἔστι γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ὄντως οὐδείς. Κἂν γὰρ μυρία ταραττώμεθα, καὶ πολλὰ δεώμεθα, ἀλλ’ οὐδεὶς ὁ ἐξαιρούμενος. Διὰ τοῦτο μάλιστα μακαρίζομεν τοὺς νηπίους ἀποθνήσκοντας· διὰ τοῦτο πάντες λέγομεν· Εἴθε

60

.

728

(50)

νήπιοι ὄντες ἀπεθάνομεν! Μὴ οὖν, ὅπερ ἡμεῖς ἐπιθυμοῦ‐ μεν, ὁρῶντες ἐν τοῖς ἰδίοις τέκνοις, ἀθυμῶμεν. Τὸ γὰρ ἡμῖν τοῦ θανάτου ποτήριον ἐπικίνδυνόν ἐστι, παρὰ δὲ τοῖς νηπίοις σωτήριον· καὶ τὸ παρὰ πᾶσι φρικτὸν, ἔστιν ἐκείνοις ἐπαινετόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν εἰς ἀρχὴν
55τῆς ἐκεῖ τιμωρίας, ἔστι παρ’ ἐκείνοις ἀρχὴ σωτηρίας. Ὑπὲρ τίνος γὰρ λογοθετηθῶσιν οἱ μηδὲ ὅλως ἁμαρτίας δεξάμενοι πεῖραν; ὑπὲρ τίνος τιμωρηθῶσιν οἱ καλοῦ ἢ κακοῦ γνῶσιν μὴ φθάνοντες; Ὢ μακαρίων νηπίων μα‐ καρία καὶ ἡ κοίμησις! ὢ θάνατος ἀφθόρων, ἀρχὴ τῆς
60ὄντως ζωῆς αἰωνίου ὑπαρχούσης! ὢ τέλος ἀρχὴ ἀτελευτήτου χαρᾶς! Ἀλλὰ τί φασιν οἱ ὀλιγόψυχοι; Παῖς μοι, φησὶν, ὑπῆρχε μονογενὴς ἅμα καὶ εὐειδὴς καὶ εὐ‐ γενής· οὗτος ἦν τοῦ ἐμοῦ γένους ἡ διαδοχὴ, οὗτος ἦν τῆς οὐσίας ὁ κληρονόμος, οὗτος τῆς ἐμῆς ἀθυμίας ἡ
65παραμυθία, οὗτός μου ἦν τοῦ γήρους ἡ βακτηρία, οὗτος τῆς πατρίδος τὸ καύχημα, οὗτος τῆς ἐμῆς ῥίζης ὁ κλά‐ δος, ὅλος τῷ εἴδει φαιδρὸς ὑπάρχων, ὅλος προσηνὴς καὶ ἐπιδέξιος, εὐπροσήγορος, ἐπιθυμητὸς τοῖς ἰδίοις καὶ τοῖς ξένοις, τοῖς ὁρῶσι καὶ τοῖς ἀκούουσιν· οὗτος ὁ
70τοσοῦτος ἐξαίφνης ἀνάρπαστος τῶν ἐμῶν χειρῶν ἐπήρθη, καὶ ὁ πρὸ μικροῦ ὁρώμενος, οὐ πάρεστι θεωρούμενος, ἀλλὰ καταλιπὼν τὸν γεννήσαντα, ἀπῆλθε πρὸς τὸν πλά‐ σαντα· ἐάσας με τὸν θρέψαντα, ἐπορεύθη πρὸς τὸν καλέσαντα· χωρισθεὶς σπλάγχνων μητρὸς, κατῆλθεν εἰς
75μνῆμα γῆς τῆς πάντων μητρός. Οὐ μὴ κλαύσω τοῦτον, εἰπέ μοι; μὴ θρηνήσω, μηδὲ ὡς κόρην ὀφθαλμοῦ ζη‐ τήσω; Οὐ δύναμαι, φησὶν, οὐ δύναμαι· κἂν γὰρ μυρία εἰσενέγκῃς μοι δόγματα, κἂν μυριάκις παραινεῖν δοκι‐
μάσῃς τοῦ μὴ θρηνεῖν γονεῖς τὰ ἑαυτῶν τέκνα, οὐ πεί‐727

60

.

729

σεις, διὰ τὸν Θεὸν τὸν ὁρίσαντα οὕτω, καὶ τὸν δεσμὸν τῆς φύσεως συνδήσαντα, καὶ τὸ πῦρ πρὸς τὰ τέκνα περὶ τῶν σπλάγχνων τῶν γονέων ἐνθήσαντα. Οὐ τοῦτο λέγω, ἄνθρωπε, οὐδὲ τοῦτο νομοθετῶ, μηδὲ ὅλως δακρύειν ἐπὶ
5τοῖς τέκνοις· κἂν γὰρ εἴπω, ἀδύνατον λέγω. Καὶ γὰρ κἀγὼ νόμοις φύσεως πείθομαι, καὶ τῷ καιρῷ τῆς συμ‐ παθείας οὐκ ἀντιτάσσομαι· ἐπεὶ κἀγὼ βροτὸς, ἐπεὶ κἀγὼ ἐκ μητρὸς γεγένημαι, καὶ τῆς αὐτῆς ὑπάρχω φύσεως. Οἶδα πατέρων τὸν ὀδυρμὸν, οἶδα μητέρων τὸν στεναγμὸν,
10οἶδα αὐτῶν τὴν θάλασσαν τῆς ἀθυμίας, οἶδα αὐτῶν τῆς ταραχῆς τὴν ἀδημονίαν· ἐπίσταμαι τὴν ἔνδον αὐτῶν ἐπὶ τέκνοις φαντασίαν, πῶς ὡς παρόντα τὸν οὐ παρόντα παῖδα ἐν ἑαυτοῖς ἀναζωγραφοῦσι, τὴν ἐκείνων εἰκόνα σὺν δάκρυσιν ἐννοούμενοι, τὰ ἐκείνων ἤθη καὶ ῥήματα
15καὶ πράγματα πάντα κατ’ ὀφθαλμοὺς τιθέντες. Ἀλλ’ ὁ Ἰὼβ ὁ θαυμάσιος οὐχ οὕτως· ἐκείνου γὰρ τῶν τέκνων καὶ παίδων καὶ βοῶν καὶ καμήλων καὶ πάντων τῶν προσόντων αὐτῷ πρὸς ὄλεθρον γενομένων, οὐκ ἐθορυ‐ βήθη, οὐκ ἐδυσφήμησεν, ὡς οἱ πολλοὶ, ἀλλ’ ἀνίστατο,
20καὶ εἰς τὴν γῆν πεσὼν, ἐξ ἧς ἐλήφθη, τῷ Δεσπότῃ προσ‐ κυνῶν ἔλεγεν· Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξε, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημέ‐
25νον εἰς τοὺς αἰῶνας. Δοῦλός εἰμι, καὶ ὑπόκειμαι, καὶ τῷ ποιήσαντι οὐκ ἀντιτάσσομαι· οὐ γὰρ ξένον τὸ πρᾶγμα· τέθνηκαν οἱ παῖδες. ἀλλ’ οὐκ ἀπόλωλαν. Ποῖος γὰρ ποιμὴν οὐκ ἐξουσιάζει ἐν τῷ ποιμνίῳ αὐτοῦ; Ὁ ποιμὴν ὁ καλὸς ἐξελέξατο τὰ πρόβατα αὐτοῦ. Μικρὸν,
30καὶ ἡμεῖς ἀπερχόμεθα. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μὴ οὕτως ἀμέτρως ὀδυρώμεθα. Ὡς πιστοὶ κλαύ‐ σωμεν, καὶ μὴ ὡς ἄπιστοι ἀσχημονήσωμεν· ὡς ὁ Χρι‐ στὸς τὸν Λάζαρον ἔκλαυσεν, οὕτω κλαύσωμεν· σοὶ γὰρ μέτρα καὶ ὅρους δεικνύων, ἐδάκρυσε. Πῶς γὰρ δακρύειν
35ἔχρησεν, ὃν μετ’ ὀλίγον ἐγείρειν ἔμελλεν; Ἀλλ’ ἵνα σὺ μάθῃς μέχρι πόσου δακρύειν, ἵνα καὶ τὸ τῆς φύσεως συμπαθὲς ἐνδειξώμεθα, καὶ τὴν τῶν ἀπίστων μίμησιν ἀποκρουσώμεθα· λοιπὸν δὲ κἀκεῖνο εὐξώμεθα, τῆς αὐ‐ τῆς μερίδος τῶν ἐν ἀρετῇ τῆς ἡλικίας χρόνον τὸν βίον
40χωριζομένων ἔσεσθαι· καὶ μὴ ἐκεῖ ἀπελθόντας ἡμᾶς τοὺς μὲν ἑαυτῶν παῖδας ἐν ἀνέσει ὄψεσθαι, ἡμᾶς δὲ ἐν ἀφορήτῳ κολάσει ἔσεσθαι. Ὅσοι γὰρ πρὸ ῥύπου καὶ φθορᾶς τῆς δυσχεροῦς ταύτης καὶ πολυστενάκτου σαρκὸς ἐχωρίσθησαν νήπιοι, φωνὰς ἀποφθέγγονται τοιαύτας,
45πρὸς τοὺς τεκόντας, εἰ καὶ μὴ τοῖς ῥήμασιν, ἀλλὰ τοῖς πράγμασι· Μὴ δὴ ἐφ’ ἡμῖν δακρύετε, πατέρες, μηδὲν ὠφελοῦντες· ὑμεῖς γὰρ ἐβουλεύεσθε σὺν ὑμῖν ἔχειν ἡμᾶς ἐν τῷ ματαίῳ βίῳ, ἔνθα πάντα ἀτερπῆ καὶ ἐπώδυνα, ἔνθα πάντα ἄπιστα καὶ ἀσύστατα, ἔνθα οὐδὲν μόνιμον οὐδὲ βέ‐

60

.

729

(50)

βαιον· ἀλλ’ ὁ Δεσπότης ἡμῶν καὶ Θεὸς ἀγαπήσας ἡμᾶς, ὡς ἐκ στόματος λέοντος, οὕτως ἐκ τοῦ ματαίου βίου ἥρπασεν
ἡμᾶς· ὡς ἐξ ἀκανθῶν ῥόδα, οὕτω τῶν ἁμαρτιῶν τοῦColumn end

60

.

730

αἰῶνος τούτου χωρίσας ἡμᾶς· ὡς ἀρνία φίλτατα, οὕτως ὁ ποιμὴν ὁ καλὸς ἀφώρισεν ἡμᾶς ἐξ ὑμῶν, ὡς ἐκ σκό‐ τους εἰς φῶς. Καὶ ἐν τῇ χώρᾳ τῶν ζώντων διάγομεν, ἔνθα πάντα ἤρεμα καὶ ἀστασίαστα, ἔνθα πάντα φωτεινὰ
5καὶ θεάρεστα, ὅπου οὐδεὶς ἀδικῶν οὐδὲ τυραννού‐ μενος, ὅπου οὐκ ἔνι ἁμαρτία οὐδὲ μελάνωσις, ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἀνεκλάλητος, ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα, ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα, οὐ στεναγμὸς οὐδὲ ὀδυρμὸς, ἀλλ’ ἢ μόνος Θεὸς αἰνούμενος
10καὶ δοξαζόμενος. Ἡμᾶς οἱ ἅγιοι ἄγγελοι εἰρηνικῶς. δι‐ εχώρισαν ἀπὸ τοῦ σώματος· ἡμεῖς ἀσιάντως τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος παρήλθομεν· ἀγαθοὺς γὰρ ὁδηγοὺς ἔσχομεν. Οὐ γὰρ εὗρον ἐν ἡμῖν ἅπερ ἐζήτουν, οὐδὲν εἶδον ἐν ἡμῖν ὧνπερ ἤλπιζον. Εἶδον τὸ σῶμα
15ἄσπιλον, καὶ ᾐσχύνθησαν· εἶδον τὴν ψυχὴν ἄκακον καὶ καθαρὰν, καὶ ἐνετράπησαν· εἶδον τὴν γλῶτταν ἄσπιλον καὶ καθαρὰν καὶ ἄμωμον, καὶ ἐφιμώθησαν· παρήλθο‐ μεν, καὶ εὐτελίσαμεν αὐτούς· διέβημεν δι’ αὐτῶν, καὶ κατεψάλλομεν αὐτῶν· Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς
20ἐῤῥύσθημεν. Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ὅθεν καὶ οἱ ὑπαντῶν‐ τες ἡμᾶς ἔχαιρον ἄγγελοι, δίκαιοι ἠσπάζοντο, ὅσιοι ἐτέρ‐ ποντο λέγοντες· Καλῶς ἦλθον τὰ ἀρνία τοῦ Χριστοῦ. Ἠνοίχθη ἡμῖν τοῦ παραδείσου ἡ τρυφὴ, ἐδείχθη ἡμῖν ὁ
25κόλπος τοῦ Ἀβραάμ· δεξιῶς γὰρ ἡμᾶς ὁ Δεσπότης ἐδέξατο· ἱλαρὰν φωνὴν πρὸς ἡμᾶς ἀπεφθέγξατο· ἱλαρῷ ὄμματι ἡμᾶς ἐθεάσατο· διὸ καὶ ἐν τῇ βίβλῳ τῆς ζωῆς ἡμᾶς ἀπεγράψατο. Πρὸς γὰρ Κριτὴν φιλάνθρωπον εἴπο‐ μεν· Δικαιοκρίτα Κύριε, ἐστέρησας ἡμᾶς τῶν ἐπιγείων,
30μὴ στερήσῃς ἡμᾶς τῶν ἐπουρανίων· ἐχώρισας ἡμᾶς γονέων, μὴ χωρίσῃς ἡμᾶς τῶν ἁγίων· σώαν σου τὴν σφραγῖδα ἔχομεν τοῦ βαπτίσματος, ἄσπιλον τὸ σῶμά σοι προσηνέγκαμεν διὰ πολλὴν νηπιότητα. Μὴ οὖν φθο‐ νήσητε ἡμῖν ὡς πρὸ καιροῦ τὴν σωτηρίαν ἡμῶν ἄμω‐
35μον, μηδὲ δακρύετε, ὅτι ἐκ τοῦ χείρονος εἰς τὸ κρεῖττον μετηνέχθημεν, εἴπερ ἀντὶ φθαρτῶν ἐλάβομεν τὰ ἄ‐ φθαρτα. Ἡμεῖς μετὰ ἀγγέλων ὑμνοῦμεν, μετὰ τῶν ἁγίων χορεύομεν· ἀλλὰ καὶ ὑπὲρ ὑμῶν τῶν ἐν ἁμαρ‐ τίαις ὄντων πρεσβεύομεν· ἡμεῖς μετὰ τῶν ὑπὸ Ἡρώδου
40διὰ Χριστὸν ἀναιρεθέντων νηπίων συνηριθμήθημεν· ἡμεῖς μετὰ τῶν τοῦ Ἰὼβ υἱῶν ἀγαλλιώμεθα. Διὸ ὑπὲρ ἡμῶν μὴ μεριμνᾶτε, ἀλλὰ μᾶλλον ἑαυτοὺς θρηνεῖτε· καὶ γὰρ τῆς ἑαυτῶν τελευτῆς τὴν ἀπολογίαν σκοπεῖτε· καὶ ὡς γινώσκοντες καὶ βεβαίως πιστεύοντες, ὅτι πρὸς
45τὸ συμφέρον ἡμῖν ὁ Δεσπότης ἡμῶν ἐξελέξατο, καὶ ἐν τῇ μερίδι τῶν σωζομένων κατέταξεν ἡμᾶς, ὁπηνίκα ἂν νέοι παῖδες καὶ ἄφθοροι ἐξ ὑμῶν ἐνταῦθα παραγίνωνται πρὸς ἡμᾶς, χαίρετε καὶ εὐφραίνεσθε, καὶ μετὰ τοῦ δικαίου Ἰὼβ ψάλλετε· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος

60

.

730

(50)

ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ
ἕως τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.729