TLG 2062 273 :: JOANNES CHRYSOSTOMUS :: De jejunio (sermones 1–7) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De jejunio (sermones 1–7) [Sp.] Citation: Vol — pg — (ln) | ||
60.711(20t) | Εἰς κήρυγμα νηστείας. Λόγος αʹ. | |
21 | Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ. Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμά‐ | |
---|---|---|
25 | τιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νη‐ στείαν ἀπένειμε· καλῶς. Τί γὰρ οὐκ ἰατρεύει νηστεία; Ποῖον δὲ πάθος οὐκ ἀφανίζει τοῦ νοῦ; Τὸν τῆς ἀκρα‐ σίας κόρον ἀποδιώξασα, ἀνακαινίζει καρδίαν· τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς κατα‐ | |
30 | στέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύ‐ νει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθή‐ | |
35 | σεις ἐκκαθαίρει· τεχνῖτις γὰρ αὕτη ἄνωθεν τὸ ἰατρεύειν δεξαμένη παρὰ τοῦ κτίσαντος. Ὁ τοίνυν ὑγιείας ἐραστὴς ἑτοίμως τῇ νηστείᾳ ἑαυτὸν ἐπιδότω· οὐ γὰρ ἀπαιτεῖ ἰατρεύσασα ἰατρικὰ, ἀλλὰ καὶ προσδίδωσι μισθόν. Ὁποῖον οὖν προσδίδωσι τὸν μισθόν; καλὸν γὰρ καὶ | |
40 | τοῦτο μαθεῖν. Δίδωσι μισθὸν, οὐκ ὀβολοὺς, ἀλλὰ σώφρο‐ νας λογισμούς· οὐ χρυσὸν, ἀλλ’ ἦθος χρηστόν· οὐκ ἄρ‐ γυρον, ἀλλὰ καθαρότητα μελῶν· οὐ λίθους τι‐ μίους, ἀλλ’ εὐλαβεῖς λογισμούς· οὐκ ἐσθῆτας λαμπρὰς, ἀλλ’ ἀπταίστους τῆς σαρκὸς τὰς αἰσθήσεις. Δίδωσι | |
45 | πόρναις μισθὸν τὴν σεμνότητα, μεθύσοις τὸ νηφάλιον, σμικρολόγοις τὸ φιλότιμον, φιλαργύροις τὸ φιλόπτωχον, μισαδέλφοις τὸ φιλάδελφον καὶ φιλόξενον, μικροψύχοις τὸ μακρόθυμον· τὸ δὲ μεῖζον, ζωώσασα συνάπτει Θεῷ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἄλλως ὁμιλῆσαι Θεῷ, μὴ πρό‐ | |
60.711(50) | τερον τῷ τῆς νηστείας φαρμάκῳ προσομιλήσαντας. Οὕτω γὰρ ἐξ αἰῶνος οἱ μὲν ἐχθροὶ, οἱ δὲ φίλοι ἐδείχθη‐ σαν Θεοῦ, ἀκρασίας καὶ ἐγκρατείας ἐργασαμένης ἑκά‐ τερον. Φαγὼν γὰρ Ἀδὰμ ἔφυγε Θεὸν ὡς ἐχθρός· τῶν πρωτείων Κάϊν οὐ παραχωρήσας Θεῷ, ἔστενε καὶ ἔτρε‐ | |
55 | με, ὡς ἄφιλος Θεῷ· σπαταλήσαντες οἱ ἐπὶ Νῶε ἤγει‐ ραν καθ’ ἑαυτῶν τῆς κρίσεως τὸν κριτήν· θρέψαντες τὰς ἡδονὰς οἱ ἐν Σοδόμοις, ὥσπερ ἐχθροὶ τοῦ Θεοῦ, τοὺς ἄνωθεν ἐδέξαντο κεραυνούς· βρῶσις οὐ συνεχώρησε τὸν Ἡσαῦ λέγεσθαι ἀγαπητὸν καὶ πρωτότοκον· βρῶσις | |
60 | καὶ πόσις κατέστησεν ἐχθρὸν τοῦ Ἰσραὴλ τὸν ἐν ση‐ μείοις καὶ τέρασιν ὁδηγήσαντα· δι’ οἶνον καὶ σίκερα ὁ προφήτης κατηγόρησε τοῦ λαοῦ· οἶνος καὶ μέθη τῆς | |
Ἰωάννου καὶ τῆς Χριστοῦ φιλίας τὸν Ἡρώδην ἐστέρη‐ | Column end | |
60.712(20) | σεν. Ἔγνως τοὺς δι’ ἀκρασίας ἐχθροὺς γενομένους τοῦ Θεοῦ· μάνθανε καὶ τοὺς διὰ νηστείας φίλους καταστα‐ θέντας τοῦ Θεοῦ. Οὐ γὰρ γευσάμενος, ἀλλὰ προσενέγ‐ κας Ἄβελ Θεῷ, φιλοφρονήσας ἐφάνη Θεόν· νηστεύσας Μωϋσῆς φίλος ὀνομαστὸς καὶ πιστὸς ἐκλήθη· νηστεύ‐ | |
25 | σας Ἠλίας, ὡς φίλος ἀνελήφθη· νηστεύσαντες προφῆ‐ ται ἔγνωσαν τὰ τοῦ Θεοῦ, ὡς φίλοι, μυστήρια· νηστεύ‐ σας Ἡσαΐας ἱστόρησε τὰ ἑξαπτέρυγα Σεραφίμ· ἄσιτος γενόμενος Ἰεζεκιὴλ κατενόησε τὰ πολυόμματα Χερου‐ βίμ· νηστεύσαντας τοὺς ἐν Βαβυλῶνι ὡς φίλους ἐπ‐ | |
30 | έσκεπεν ὁ Θεὸς, τοῖς μὲν ἐν τῇ καμίνῳ τὸν ἄγγελον, τῷ δὲ ἐν τῷ λάκκῳ ἀποστείλας τὸν Ἀμβακούμ· φίλοι ἐξ ἐχθρῶν Νινευῖται διὰ νηστείας ἐγένοντο· φίλος ἐξ ἐχθροῦ ὁμοίως καὶ Δαυΐδ. Ὅτε μὲν γὰρ τῆς τοῦ Οὐρίου ἤρα γυ‐ ναικὸς, ἤχθραινε Θεῷ· ὅτε δὲ ἐταπείνου ἐν νηστείᾳ τὴν | |
35 | ψυχὴν, Ηὗρον, ἤκουσε, Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὁ Ζαχαρίου Ἰωάννης τοῦ νυμφίου φίλος, διὰ τί; Ἐπειδὴ ἐν τῇ ἐρήμῳ ἔμεινεν ἀκρίδας συλλέγων, καὶ μέλι ἄγριον τρυγῶν. Ἄννα διὰ τί; Ἐπειδὴ ἐν νηστείαις καὶ δεήσεσι λατρεύουσα, | |
40 | νύκτα καὶ ἡμέραν ἐλειτούργει Θεῷ. Πέτρος καὶ Ἰωάν‐ νης φίλοι διὰ τί; Ἐπειδὴ ἄσιτοι ἀνέβαινον ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην πρὸς τὸ ἱερόν. Παῦλος φίλος διὰ τί; Ἐπειδὴ ὑποπιέζων ἐδουλαγώγει τὴν σάρκα. Φίλος Τιμόθεος διὰ τί; Ἐπειδὴ ὑδροποσίᾳ τῶν ἡδονῶν | |
45 | ἔσβεσε τὴν πυράν. Φίλος Κορνήλιος διὰ τί; Ἐπειδὴ ἄσι‐ τος τὴν διὰ Πέτρου σωτηρίαν ἐξεδέχετο. Φίλοι οἱ Χριστοῦ μάρτυρες διὰ τί; Ἐπειδὴ σαρκὸς καὶ προσκαίρου κατ‐ εφρόνησαν ζωῆς. Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον | |
60.712(50) | καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ; Τί γάρ ἐστι τὸ φίλον εἶναι Θεοῦ, ἢ Θεοῦ γενέσθαι συγγενῆ; Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής. Μὴ μείνῃς ἀκρατὴς, μὴ μείνῃς ἐχθρὸς, μὴ | |
55 | μείνῃς ἄῤῥωστος, μὴ μείνῃς τραυματίας, μὴ μείνῃς παράλυτος. Ἰδοὺ γάρ σοι καὶ τήμερον ἐπέστη Χριστὸς ἐν τῇ καλῇ ταύτῃ ἐκκλησίᾳ, τῇ νέᾳ Ἱερουσαλήμ· ἰδοὺ, ἐπέστη τεσσαρακοστὴ πνευματικήν σοι κολυμβήθραν δεικνύουσα, οὐχ ἕνα ἐτησίῳ κύκλῳ ἄῤῥωστον ἰατρεύου‐ | |
60 | σαν, ἀλλ’ ὁλόκληρον λαόν. Ἰδοὺ Ἱερουσαλὴμ, ἰδοὺ ὁ Χριστὸς, ἰδοὺ ἡ τεσσαρακοστὴ, κολυμβήθρα πνευματική. Ἐπίβηθι χαίρων, τῶν αὐτῆς ναμάτων ἀπόλαυε γεγηθὼς, πλῦνον σάρκα, ἀπόπλυνον καρδίαν, σμῆξον ψυχὴν, κα‐ | |
θαρὸν νοῦν ἔσωθεν καὶ ἔξωθεν τοῦ τῆς ἁμαρτίας | 711 | |
60.713 | ῥύπου· ἀπόπλυνον τὸν Ἀδὰμ, ἀκούσας λέγοντος τοῦ Χριστοῦ, Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περι‐ πάτει. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτί‐ | |
5 | μους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχη‐ λον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, | |
10 | χείλη προφέροντα τὰ φίλα Χριστῷ. Τοιοῦτος γίνου τῆς τεσσαρακοστῆς, ὡς κολυμβήθρας πνευματικῆς πεῖραν λαβών. Διὰ ταύτης γάρ σε θέλει ἐπὶ πλεῖον πλῦναι ἀπὸ τῆς ἀνομίας σου Ἰησοῦς· διὰ ταύτης ἀπὸ τῆς ἁμαρ‐ τίας καθᾶραι ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· διὰ | |
15 | ταύτης ἰατρεῦσαι, διὰ ταύτης ἀνακαινίσαι, διὰ ταύτης ἁγνίσαι, διὰ ταύτης πάλιν εἰς μέτρον ἡλικίας ἀγαγεῖν. Καὶ ἵνα σοι καί τι εἴπω κρύφιον (ἀλλὰ μὴ τοῦτό σε κατεχέτω, διὰ τὸ τοῦ κριτοῦ φιλότιμον, ἐν νυσταγμῷ)· εἴπω τι κρύφιον; Διὰ νηστείας σε θέλει Χριστὸς τὸν | |
20 | ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν. Ἰδού σοι τοῦ ἰατροῦ καὶ κριτοῦ τὸ μυστήριον ἀπεκάλυψα. Διό σε λιτανεύω | |
καὶ δέομαι, μὴ ὡς ἑτοίμως ἔχων τὸ φάρμακον, μείνῃς | Column end | |
60.714 | κόπτων συχνά· μὴ ὡς ἑτοίμην ἔχων τὴν μεσῖτιν μετά‐ νοιαν, μείνῃς πράττων τὰ οὐ φίλα Θεῷ, κόσμῳ ἐγκυλιν‐ δούμενος, καὶ τὴν πρὸς Θεὸν φιλίαν ἀναβαλλόμενος· μὴ ὡς ἔχων τὸ καθάρσιον, ἀναβάλλου. Ἄδηλον γὰρ τὸ | |
5 | μέλλον, ἄδηλος ἡ αὔριον, ἄδηλος ἡ σήμερον, ἄδηλον τὸ παρόν· ὁδοιπόροι ἐσμὲν ἐν κόσμῳ· οὐ δεσπόται, ἀλλὰ ξένοι, καὶ παρεπίδημοι ἡμεῖς καλούμενοι. Ἐκ‐ καλεῖσθαι τὸν κριτὴν οὐκ ἰσχύομεν, παριστάμενοι τὴν ψυχήν· ἀπαιτούμενοι, χρόνον καὶ καιροῦ ῥοπὴν δα‐ | |
10 | νείσασθαι οὐχ εὑρίσκομεν. Μὴ τοίνυν, ὃν τρόπον εὐθυ‐ μούμενος ὁ πλούσιος, εὕρωσιν ἡμᾶς οἱ τὴν ψυχὴν ἀπαι‐ τοῦντες παρ’ ἡμῶν, ἐν ἀκρασίας νυκτὶ, ἐν κακίας ζόφῳ, ἐν πλεονεξίας σκότῳ· ἀλλ’ ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, | |
15 | ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς· ἵνα ἡμᾶς εὑρόντες υἱοὺς ἡμέρας, προσαγάγωσι τῷ τῆς δικαιο‐ σύνης Ἡλίῳ, οὐ καταλύσαντας τῆς κακίας τὰς ἀπο‐ θήκας, ἀλλ’ ἐκκενώσαντας καὶ καταλύσαντας, ἑαυτοὺς δὲ διὰ μετανοίας καὶ νηστείας ἀνακαινίσαντας, χάριτι | |
20 | τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. | Column end | |
60.713(24t) | Περὶ νηστείας. Λόγος βʹ. | |
25 | Πάλιν ἡμᾶς ἡ ἁγία νηστεία πρὸς ἀπόλαυσιν ἀγαθῶν καλεῖ, πάλιν ἀγωνιστὰς κατασκευάζει, πάλιν ἀνδρείους βούλεται εἶναι, ὅπως νικητὰς τῶν παθῶν ἀναδείξῃ, καὶ τὸ κάλλος τῆς ψυχῆς λαμπρότερον ἀποδείξῃ, καὶ διὰ τῶν πόνων στεφάνους ἡμῶν πλέξῃ ταῖς κορυφαῖς. Τί | |
30 | γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός; Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν, ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει· νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις | |
35 | ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει, ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς. Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθα‐ ρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει, | |
40 | πνευματικὸν γενόμενον ὑπὲρ φύσιν. Χαῖρε ἐν νηστείᾳ, καὶ μὴ στύγναζε, ὡς οἱ ὑποκριταί· ἀφανίζουσι τὰ πρόσ‐ ωπα πρὸς θέαν ἀνθρωπίνην, ἀπολλύντες τὸν μισθὸν τῆς νηστείας. Τοῦ γὰρ Σωτῆρός ἐστιν ὁ λόγος· Ἐν νηστείᾳ ἄλειψόν σου τὴν κεφαλὴν, νίψον τὸ πρόσωπον τῇ εὐποιίᾳ, | |
45 | λάμψον ταῖς ἀρεταῖς, ὅπως ἐμοὶ μόνῳ φαίνῃ νηστεύων, τῷ τὰ κρυπτὰ καθορῶντι. Μὴ δυσχεράνῃς, ἀγαπητὲ, πρὸς τὴν νηστείαν, τὴν τῶν ἀρετῶν μητέρα, τὴν ῥίζαν τῶν ἀγαθῶν, τὴν πηγὴν τῆς σωφροσύνης, τὴν φύλακα τῆς εὐσεβείας, τὴν τῶν ἁγίων σύντροφον, τὴν | |
60.713(50) | τῶν ἀγγέλων ὁμόσκηνον, τὴν διαβόλου ἔχθραν, τὴν τοῦ Πνεύματος φίλην· δι’ ἧς αἱ ἡδοναὶ ἡμᾶς φεύγουσι καὶ δαίμονες ὑπαναχωροῦσι, καὶ θυμὸς ἀτονεῖ, καὶ ἐπιθυμία νεκροῦται, καὶ ἀρεταὶ ζῶσι καὶ λάμπουσιν ἐν ἡμῖν· δι’ ἧς τὰ πάθη ἠρεμεῖ, καὶ καταστέλλεται τῶν ἡδονῶν ὁ | |
55 | τάραχος, καὶ ὡς ἐν γαλήνῃ πλεῖ ὁ νοῦς, τῶν τρικυμιῶν τοῦ χειμῶνος τῆς πονηρίας διὰ τῆς ἐγκρατείας ταύτης καλῶς διανύσας, καὶ τῷ λιμένι τῆς ἀρετῆς τὴν ὁλκάδα προσορμίσας. Ἔχεις λοιπὸν τὸ κέρδος ἀσύλητον, τὸν φόρτον ἀναυάγητον, ὅταν ταῖς ἐντολαῖς τοῦ Πνεύματος | |
60 | ἐμπορεύσῃ, ὅταν τὸν λογισμὸν τῷ φόβῳ τοῦ Θεοῦ στη‐ ρίξας καὶ τὰ παρόντα διακρούσῃ, ἀκούων τῆς θείας Γρα‐ φῆς λεγούσης· Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Μὴ ἀγαπήσωμεν τοῦ κόσμου τούτου τὴν τρυφὴν, ἥτις ὡς φόρτος βαρὺς τῷ σκάφει τῆς ψυχῆς γινομένη | |
65 | ὑποβρύχιον αὐτὸ ἀπεργάζεται. Ἢ οὐκ οἶδας, ὅτι μέχρι φάρυγγος ἵσταται, καὶ ἀργεῖ λοιπὸν μετὰ τὸν φάρυγγα πᾶσα τρυφή· ἡ δὲ ἐξ αὐτῆς τικτομένη τιμωρία ἀτελεύ‐ τητον ἔχει τὴν βάσανον; Τοὺς μὴ νήφοντας σκοτοῖ ἡ τρυφὴ, τὸ κάλλος τῆς ψυχῆς ἀμαυροῖ, νεκρὸν ἔμπνουν | |
70 | ἀπεργάζεται· ὅσα οὐ θέμις, ἐκεῖνα πράττειν παρασκευ‐ | |
άζει, διεγείρει τῆς ἡδονῆς τὰ ὄργανα, τὸν πόλεμον αὔξει, | Column end | |
60.714(22) | διυπνίζει τὰς ἐπιθυμίας· ἀνενέργητος εἶ λοιπὸν πρὸς ἀρετήν. Τῶν γὰρ μελῶν λυθέντων, καὶ τῇ πολυοινίᾳ τὴν φρένα κλαπεὶς οὐκ ἰσχύεις ἔτι ἀνταγωνίσασθαι, καὶ | |
25 | εὐεπιχείρητος τοῖς ἐχθροῖς γίνῃ, ὥσπερ ναῦς ὑπὸ πνεύ‐ ματος ἐλαυνομένη, μὴ ἔχουσα κυβερνήτην δυνάμενον ταῖς προσβολαῖς τῶν κυμάτων ἀντιμαχήσασθαι, ἥτις ὧδε κἀκεῖσε βάλλεται, καὶ οὐδὲν ἕτερον αὐτῇ ὑπάρχει, εἰ μὴ ναυαγίαν προσδοκᾷν. Μὴ τοίνυν, παρακαλῶ, μὴ | |
30 | μετὰ τὴν νηστείαν τρυφῇ σχολάσωμεν, μηδὲ τοὺς πολ‐ λοὺς πόνους ἀμελείᾳ κατασβέσωμεν· ἀλλὰ πόνους πόνοις συνάπτοντες, οὕτω προσδοκήσωμεν τὴν ἀντίδοσιν. Ὅταν γάρ τις μισθὸν μισθῷ συνάψῃ, ἔχει πολὺ κέρδος τεθη‐ σαυρισμένον. Μὴ σβέσωμεν τῆς νηστείας τὸ ἄνθος, μηδὲ | |
35 | τρυφῇ ναυαγῆσαι τὴν φρένα πρὸς ἡδονὰς παραχωρή‐ σωμεν, ἵνα μὴ ἀνιάτοις κακοῖς τὴν ψυχὴν ταμιεύσωμεν. Κἂν μετὰ τὴν νηστείαν βούλῃ θεραπεῦσαι τὸ σῶμα ὡς ἀσθενὲς τυγχάνον, τῇ συμμετρίᾳ θεράπευσον· ἵνα, ὥσπερ ὁλκὰς ἐλαφρὸν φορτίον ἄγουσα, ὑψηλοτέρα ᾖ τῶν | |
40 | κυμάτων τῆς πονηρίας ἡ ψυχή· κἂν οἱ πειρασμοὶ δι‐ εγερθῶσι τῶν ἐπιθυμιῶν, νῆψαι δυνηθῇ πρὸς ἀνταγώ‐ νισιν, πρὸς κυβέρνησιν λογισμῶν, ἵνα τὸ σκάφος ἀναυ‐ άγητον διαφυλάξωμεν. Ἔχομεν γὰρ ἀδελφὴν τῆς νη‐ στείας σύμμαχον πρὸς βοήθειαν, εὐχὴν λέγω· κἂν | |
45 | θάνατος ᾖ, κἂν πειρασμὸς, ἢ ἕτερόν τι τῶν κακῶν, εὐχῇ καὶ νηστείᾳ διαλύεται. Καὶ τί λέγω; Νηστεία δαίμονας φυγαδεύει, καὶ τὴν τοῦ διαβόλου τυραννίδα καταλύει, μάλιστα εἰ τὴν εὐχὴν ἔχει συνεργοῦσαν· νηστεία καὶ εὐχὴ τὸν Ἠλίαν εἰς οὐρανοὺς ἀνήγαγε, Νινευΐτας ἐκ | |
60.714(50) | θανάτου ἐῤῥύσατο, νηστεία τὸν Δανιὴλ ἐκ τῶν λεόντων ἀβλαβῆ διεφύλαξε, νηστεία τοὺς τρεῖς παῖδας ἀκεραίους ἐν μέσῳ τῆς καμίνου διετήρησε, νηστεία Μωϋσέα τῆς ἀθεάτου δόξης ἠξίωσε, νηστεία Ἑλισσαῖον ἄρχοντα τῶν προφητῶν ἀπετέλεσε. Καὶ τί ἔτι λέγω; Εἰ μὴν ἦν φάρ‐ | |
55 | μακον σωτηρίας καὶ πρόξενον ζωῆς, οὐκ ἂν ἐξ ἀρχῆς ὁ Θεὸς νηστεύειν ἐνετείλατο. Εἰ γὰρ ἐνήστευσεν Ἀδὰμ, οὐκ ἂν αὐτῷ θάνατος ἤγγιζεν, οὐκ ἂν ἐξέπιπτε τῆς ἀξίας τῆς δοθείσης αὐτῷ παρὰ Θεοῦ, καὶ τοῦ παραδείσου τῆς τρυφῆς ἐξεβάλλετο, καὶ τὴν ἐπίμοχθον ταύτην ζωὴν | |
60 | κατεδικάζετο· ἀλλ’ ἐπειδὴ νόμῳ γαστρὸς ὑπήκουσε, διὰ τοῦτο εἰς θάνατον κατήντησε. Νηστεία ἀγγέλων ὑπάρχει δίαιτα· καὶ τὸ δὴ μεῖζον, ὁ Σωτὴρ ἐνήστευσεν, οὐκ αὐτὸς δεόμενος τοῦ φαρμάκου τῆς νηστείας, ἀλλ’ ἵνα ὑπογραμμοὺς ἡμῖν νηστείας ἐγκατασπείρῃ πρὸς σωτη‐ | |
65 | ρίαν. Λάβε τοίνυν τὴν νηστείαν ὅλου τοῦ βίου συνέμπορον, ἵνα σε διαφυλάξῃ, ἵνα σε ἐκ θανάτου ῥύσηται, ἵνα σε ἐκ πειρασμῶν διασώσῃ, καὶ εἰσάξῃ σε εἰς τὸν τῆς βασιλείας τῶν οὐρανῶν λιμένα, χάριτι τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα | |
70 | σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 713 |
60.715(1t) | Περὶ νηστείας Λόγος γʹ. | |
2 | Πρώην, ἐξ ὧν ἀκηκόατε, μεμαθήκατε ὅπως φιλότιμον τὸ τῆς νηστείας προοίμιον, ἀδελφοί. Ἀσιτοῦντες γὰρ, τοῖς τοῦ κόσμου στοιχείοις ὡς ὄψοις εἱστιάθημεν, οὐ μι‐ | |
5 | κρῶς, μᾶλλον δὲ σφοδρῶς θεασάμενοι Θεὸν ψυχῆς ὀφ‐ θαλμῷ ἐκτείνοντα τὸν οὐρανὸν, καλλωπίζοντα τὸ στερέ‐ ωμα, χαλινοῦντα θάλασσαν, τροφοφοροῦντα ἐκ γῆς. Καὶ σκόπει μοι τὸ παράδοξον τὰ μὲν γὰρ γύναια τίκτει βρέφος, καὶ τότε προσφέρει τροφήν· ὡς ἐὰν μὴ βρέφος | |
10 | προέλθῃ, ἄκαρπος ἡ θήλη· γῆ δὲ, πρὶν ἢ γενέσθαι τὸν Ἀδὰμ, προήγαγε τροφὴν, καὶ πρὸ τόκου τράπεζα προὔ‐ κειτο τῷ παιδὶ, πρὸ τόκου τῷ πρωτοπλάστῳ προὔκειτο τράπεζα. Βλαστησάτω γὰρ, φησὶν ὁ Θεὸς, βοτάνην, καὶ τότε ἔπλασε τὸν ἄνθρωπον, χοῦν· οὐκ ἀργῶς, ἀλλ’ | |
15 | ἵνα ἐκ τῆς γῆς προελθὼν, καὶ ἐπὶ τῆς γῆς περιπατῶν, καὶ ταύτην τὴν μητέρα καλῶν, καὶ εἰς ταύτην ὁρῶν, μὴ ἐπαίρηται, ἀλλὰ τὴν Ἀβραμιαίαν ἐκείνην Θεῷ προσ‐ φέρῃ φωνὴν λέγων· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ταύτην γὰρ τὴν ὁμολογίαν Θεῷ ποτε πρεσβεύων προσ‐ | |
20 | ήνεγκεν ὁ φιλόξενος· ταύτην καὶ ἡμᾶς προσφέρειν καλόν. Αὕτη γὰρ ἡ φωνὴ τῆς φύσεως ἀσφαλέστατος χαλινός· αὕτη ἄτακτα βαίνειν οὐ συγχωρεῖ, ἄν τις ἀνάσχοιτο ἐρασθῆναι γῆς, τυγχάνων γῆ αὐτός. Εἰ γὰρ γῆς ἐρᾷ, κτῆμα κεκτήσθω τὸ ἴδιον σῶμα, καρποφόρον δεικνύτω | |
25 | ἑαυτὸν, τὰς ἀρετὰς ὡς εἰσφορὰς ἀποδιδότω τῷ τῆς κτί‐ σεως γεωργῷ. Ὁ πατήρ μου, φησὶν, ὁ γεωργός. Πότε δέ τις ἐπιθυμήσει χρυσοῦ, ὁ γῆν ἐπιστάμενος ἑαυτόν; πότε δὲ ἐρασθείη ἐσθῆτος λαμπρᾶς ὁ κόνιν καλῶν ἑαυ‐ τόν; πότε εἰς πόθον ἀξίας ἐλθεῖν σπουδάσει, γῆν ὁμολο‐ | |
30 | γήσας ἑαυτόν, Ὅτι γὰρ ὁ ταύτην μελετήσας τὴν φωνὴν οὐκ ἐρεῖ τῷ πλησίον κακῶς, οὐ κινήσει κατὰ τοῦ πέλας γλῶτταν ἢ δεξιὰν, παντί που δῆλόν ἐστιν. Οὕτω σοφή τις καὶ θεία ἡ τοῦ φιλοξένου φωνή· Ἐγὼ γὰρ, ἔλεγε, φησὶν, εἰμὶ, οὐ πλάσμα σὸν, ὅπερ ἦν ἀληθὲς, οὐκ εἰκὼν σὴ, | |
35 | ὅπερ ἀψευδὲς, οὐκ ἐμφύσημα θεῖον, ὅπερ ἀκριβὲς, οὐ λογικὸς ἀνδριὰς, ὅπερ ἀσφαλές· ἀλλὰ ταῦτα πάντα δι’ εὐλάβειαν σιγήσας καὶ λήθῃ παραδοὺς, γῆν ἐπὶ τοῦ κρι‐ τοῦ καὶ σποδὸν καλεῖ ἑαυτόν. Ταύτην τὴν φωνὴν λογι‐ σάμενός τις ἐπιείκειαν ἀσκείτω, ταπεινοφροσύνην ζη‐ | |
40 | λούτω, τῷ πλησίον τῶν πρωτείων παραχωρείτω, ἐν ἀξίᾳ μὴ ἐπαιρέσθω, ἐν δυναστείᾳ μὴ φλεγμαινέτω, ἐν ζώνῃ μὴ ὀφρυούσθω, ἐν πλούτῳ μὴ ἐλπιζέτω, ἐν ὑγιείᾳ μὴ λακτιζέτω, ἐν εὐγλωττίᾳ μὴ ἀλαζονευέσθω. Ὁ γὰρ τήμερον ἐν τιμῇ, αὔριον ἐν γῇ· ὁ τήμερον ἐν | |
45 | δόξῃ, αὔριον ἐν θήκῃ· ὁ τήμερον ἐν θρόνῳ, αὔριον ἐν θρήνῳ· ὁ τήμερον ἐν τύφῳ, αὔριον ἐν τάφῳ· ὁ τή‐ μερον ἐπὶ βήματος, αὔριον ἐπὶ μνήματος· ὁ τήμερον στρατηγὸς, αὔριον σποδός· ὁ τήμερον λαμπρὸς, αὔ‐ ριον πηλός· ὁ τήμερον ἐπίβλεπτος, αὔριον βδελυ‐ | |
60.715(50) | κτός· ὁ τήμερον ἐμφανὴς, αὔριον ἀφανής· ὁ τή‐ μερον σοβῶν, αὔριον σπάργανα περικείμενος ἐπιτά‐ φια καὶ δεσμά· ὁ τήμερον εὔγλωττος, αὔριον ἄφωνος· ὁ τήμερον ὑπὸ κολάκων δορυφορούμενος, αὔριον ὑπὸ σκωλήκων δαπανώμενος· ὁ τήμερον εὐειδὴς, αὔριον | |
55 | δυσειδής· ὁ τήμερον ἐπαχθὴς, αὔριον εἰδεχθής. Καλῶς ἔλεγεν ὁ σοφὸς, Τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Ταῦτα εἰδυῖα Ἄννα ἡ τοῦ προφήτου μήτηρ Σαμουὴλ εὐχομένη ἔλεγε, τὸν παῖδα προσφέρουσα Θεῷ· Μὴ καυ‐ χάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυ‐ | |
60 | χάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γι‐ νώσκειν τὸν Κύριον. Μὴ καυχάσθω, φησὶν, ὁ σοφός· σποδὸς γὰρ γινόμενος, ἄσοφος ὁ σοφός. Μὴ καυ‐ χάσθω ὁ ἰσχυρός· πηλὸς γὰρ ἐν τάφῳ φανεὶς, ὃν | |
65 | τρόπον χόρτος, ἀποβάλλει τοῦ σώματος τὸ ἄνθος. Μὴ καυχάσθω ὁ πλούσιος· πάροικος γὰρ οὗτος τοῦ πλού‐ του καὶ παρεπίδημος, καθὼς ὁ ψάλλων ἔλεγε Δαυΐδ. | |
Ὅταν δὲ εἴπῃ, ὁ σοφὸς, ὁ ἰσχυρὸς, ὁ πλούσιος, πάντων | Column end | |
60.716 | τὴν ὀφρὺν ἐχάλασε τῶν ἠλπικότων ἐπὶ τὴν τοῦ παρόν‐ τος κλύδωνος ἀδηλότητα. Κλύδων γὰρ ὡς ἀληθῶς τὰ παρόντα καὶ θάλαττα, καὶ τὸ ἑκάστου πέρας ἄδηλον, ὡς ἡ πεῖρα διδάσκαλος· κλύδων τὰ παρόντα καὶ θάλαττα· | |
5 | καὶ ἀλλεπάλληλα κύματα καθ’ ἑκάστην τῆς ψυχῆς τὴν ζάλην ἐγείροντα. Τὸν μὲν γὰρ ἐπὶ τιμῇ, τὸν δὲ ἐπὶ ζώνῃ φυσᾷ, ἄλλον ἐπὶ δυναστείαν ἐκτραχηλίζει, ἕτερον πλούτῳ ἢ κάλλει ἄγει κατὰ κρημνοῦ· πάντας δὲ, ὡς εἰπεῖν, ἐν ἐπιθυμίαις πνεύματος εἰς τὸν τῶν παθῶν | |
10 | ὤθησε βυθόν. Ἀλλὰ σὺ, πιστὲ, κατὰ τὸν Ἀπόστολον, ἄνθρωπε τοῦ Θεοῦ, φεῦγε τῆς ἐπιθυμίας τὰ κύματα, ἔκκλινε τῶν τοῦ βίου κλυδώνων· ἀνώτερος δὲ τῶν πα‐ θῶν, ὡς κυμάτων γενόμενος, πλέε τοῦ βίου τὴν θάλασ‐ σαν, σωτηρίῳ ξύλῳ ἐμπιστεύσας τῆς ψυχῆς τὸ ἐφόλκιον. | |
15 | Ἱστός σοι γινέσθω σταυρὸς, ἄγκυρα πίστις, σχοῖνος ἐλπὶς, κώπη εὐχὴ, οἴακες ὀρθοὶ λογισμοὶ, ὀθόνη Χρι‐ στὸς, οὐριοδρόμον Πνεῦμα τὸ ἅγιον, κυβερνήτης ὁ τῶν ὅλων Πατήρ. Ἂν οὕτω πλέῃς, οὐκ ἄδηλόν σοι τὸ τοῦ βίου συμπέρασμα. Οὕτω γὰρ πλεύσας Νῶε ἀβλαβῶς τὸ | |
20 | οἰκουμενικὸν ἐκεῖνο διέπλευσε πέλαγος· οὕτω πλεύσας Ἀβραὰμ τῶν πρωτείων παρεχώρει τῷ Λὼτ, καὶ γῆν ὠνόμαζεν ἑαυτὸν, καὶ τούτου χάριν ἅμα Ἰσαὰκ ἔτυχεν ὧν ἐπόθησεν· οὕτω πλεύσας Ἰακὼβ ἄπλαστος μεμένηκε καὶ ἀχείμαστος, ἄρτον μόνον καὶ ἱμάτιον παρὰ Θεοῦ, οὐ | |
25 | πλοῦτον αἰτῶν· οἱ γὰρ σπεύδοντες πλουτεῖν ἐμπίπτου‐ σιν εἰς πειρασμόν. Οὕτω πλεύσας Ἰωσὴφ, τῆς ἐπιβου‐ λῆς καὶ τῆς ἡδονῆς τὴν ζάλην διέφυγεν· οὕτω πλεύσας Μωϋσῆς, Ἰησοῦς τε καὶ ὁ λοιπὸς τῶν προφητῶν χορὸς καὶ δικαίων, ὡς εἰς ὅρμον ἀκύμαντον, ἐν τῇ τοῦ Δημιουρ‐ | |
30 | γοῦ δεξιᾷ, καθάπερ σκάφος παρέθεντο ἑαυτούς· Δι‐ καίων, γὰρ, φησὶ, ψυχαὶ ἐν χειρὶ Θεοῦ, μετὰ τοῦ πλεῖν καλῶς τὸν ὅρμον ἐχόντων τὴν θείαν δεξιὰν, τῶν ὁμιλούντων Θεῷ, καὶ γῆν καὶ σποδὸν καλούντων ἑαυτούς. Ἀλλὰ γὰρ, ὢ τῆς παραπληξίας, ὢ τῆς τῶν φρενῶν | |
35 | ἐκστάσεως· Θεῷ γὰρ ὁμιλεῖ Ἀβραὰμ, πατὴρ κεχειρο‐ τόνητο ἐθνῶν, τῆς ἐπαγγελίας κληρονόμος ὁ πάροικος, ὡς πρόβατον προσέφερε τὸν πρωτότοκον, καὶ γῆν καὶ σποδὸν ἐκάλει ἑαυτόν· οἱ δὲ νῦν βραχυτάτης γῆς οὐ δεσπόται, ἀλλ’ οἰκονόμοι γενόμενοι, προσκαίρου ἢ ἐφημέρου ἀξίας | |
40 | ἠξιωμένοι (κυρίως γὰρ ἀξίωμα θεοσέβεια), ζώνην πρόσ‐ καιρον περικείμενοι, ἐπίκαιρον δυναστείαν κτησάμενοι, βασιλεῖ ἂν ἄρα ἢ ὑπάρχῳ ὁμιλήσαντες, οὐ Θεῷ, ἐκκλη‐ σίᾳ προσενέγκαντες τῆς πλεονεξίας δῶρα, ἢ ὀλίγον πτωχοῖς καταβάλλοντες κερμάτιον, εὐθὺς ἀνασπῶσι τὰς | |
45 | ὀφρῦς, καὶ ὡς ἐξ οὐρανοῦ προκύψαντες, ἡμῖν διαλέγον‐ ται, οἱ κυρίως γῆ τυγχάνοντες καὶ σποδός· μᾶλλον δὲ οἱ γῆ ὑπάρχοντες ἄκαρπος. Ἀκανθῶν γὰρ χωρίον, ἀδελφοὶ, ἡ τοῦ πλεονέκτου ψυχὴ, ἄκαρπος ἀγρὸς τὸ τοῦ φιλαργύρου ψυχάριον, ἀπροσόδευτος κτῆσις ἡ τῶν ἀλλο‐ | |
60.716(50) | τρίων ἀπόλαυσις, ἔρημον γεώργιον τὸ τοῦ πόρνου σω‐ μάτιον, πολύκρημνος χῶρος τῶν ὑπερηφάνων λογισμὸς, ἀκερδὴς ἐμπορία τῶν κατηγόρων τὰ ῥήματα, κενὴ πραγματεία, διαβόλου κοινωνὸς ὁ τοῦ πλησίον ἐπίβουλος. Ταῦτα ἐπ’ ἐκκλησίας μεμαθηκότες, μισήσωμεν ἅρπα‐ | |
55 | γας, ἀσκήσωμεν ἀρετὰς, φύγωμεν κακίαν, ἀγάπην ζηλώσωμεν, ἐκκλίνωμεν ἡδονὴν, ἁγνείαν ἀγκαλισώμεθα, ἀποστραφῶμεν δόλον, ἁπλότητα κοινωνήσωμεν· Τὸν γὰρ καταλαλοῦντα, φησὶ, λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καρποφόρον γῆν ἑαυτοὺς ἀποδεί‐ | |
60 | ξωμεν, τὸν τῆς δικαιοσύνης ἐκφύοντες βλαστὸν, τὸν τῆς φιλανθρωπίας καὶ σωφροσύνης ἅμα τε καὶ ἐπιεικείας προσφέροντες καρπὸν, τὸν τῆς ἐξομολογήσεως πέπειρον βότρυν προσφέροντες Θεῷ. Ὅταν γὰρ, φησὶ, ταῦτα πάντα ποιήσητε, εἴπατε ὅτι Δοῦλοι ἀχρειοί | |
65 | ἐσμεν. Αὕτη ἡ φωνὴ τοῦ Δεσπότου Χριστοῦ ἐστιν αὐ‐ τῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν ἁγίῳ | |
Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | Column end | |
60.715(69t) | Περὶ νηστείας. Λόγος δʹ. | |
70 | Αἱ τῶν ὑδάτων πηγαὶ ἀντλούμεναι καθαρώτερον τὸ ὕδωρ βλυστάνουσι, καὶ πάντων τὴν χρείαν καὶ τὴν | |
δίψαν πληροῦσαι ἄπαυστον ἐκ λαγόνων τὸ νᾶμα πη‐ | Column end | |
60.716(68) | γάζουσιν. Ἔξεστιν οὖν πᾶσι κατὰ τὴν οἰκείαν χρείαν τὸ νᾶμα τῆς δίψης ἐκεῖθεν ἀρύσασθαι, πλουσίῳ τε καὶ | |
70 | πένητι, σοφῷ τε καὶ ἰδιώτῃ· καὶ πᾶσιν αἱ πηγαὶ τὸν | 715 |
60.717 | πότον πλουσίως παρέχουσαι, ἀνεξάντλητον ἔχουσι τὸν θησαυρόν. Καθάπερ οὖν μία πηγὴ τὰ τῶν πολλῶν στόματα ποτίζει· οὕτω καὶ μία Γραφὴ τῶν πολλῶν νοήματα φωτίζει. Δεῦτε τοίνυν καὶ ὑμεῖς, ἀγαπητοὶ, | |
5 | ἐπὶ τὴν τοῦ προλαβόντος πηγὴν ὁρμήσωμεν, καὶ τῆς διδασκαλίας τῶν νηστειῶν κοινωνήσωμεν. Καὶ γὰρ καὶ τοῦτο ὡς πλουσίῳ ἐπήρκεσε, καὶ ἡμῖν ὡς πένησιν οὐκ ἐξέλειπε. Νηστεύσας Ἠλίας ὁ ἁρματηλάτης, μηλωτῇ καὶ ῥάβδῳ τὸν ποταμὸν ἐδίχασεν. Ὁ αὐτὸς νηστεύσας | |
10 | οὐρανοὺς ἔκλεισε· ῥήματι γὰρ τὰς ὀμβροτόκους νεφέ‐ λας ἐκλειδούχησεν. Ὁ αὐτὸς νηστεύσας πυρίνους ἵπ‐ πους ἡνίαις χαλινώσας, φλογίνῳ ἅρματι εἰς οὐρανοὺς ἡνιόχησε. Νηστεύσας Μωϋσῆς ὁ τοῦ Θεοῦ θεράπων φοβερὸν πέλαγος ἔῤῥηξε, καὶ τὴν ἰχθυοφόρον εἰς ἄρου‐ | |
15 | ραν μετέστρεψε, καὶ τοὺς Ἑβραίους ἄρας ἔσωσε, καὶ τοὺς Αἰγυπτίους κατεπόντισε. Νηστεία Μωϋσέως δεξιὰν ῥάβδῳ ἁγίᾳ χαριτώσασα, καὶ δι’ αὐτῆς τὴν πέτραν πατά‐ ξασα, ὕδωρ πότιμον καρποφορῆσαι παρεσκεύασε. Νη‐ στεία τὸν Δανιὴλ σοφίσασα, τῶν ἀψηλαφήτων ἐνυπνίων | |
20 | μυσταγωγὸν ἀπεδείκνυεν. Ὁ αὐτὸς νηστεύσας τοὺς ἐν λάκκῳ θῆρας ἐφίμωσε, καὶ τῶν λεόντων ποιμὴν γενόμε‐ νος, εἰς οὐρανοὺς ἀναβλέπειν τούτους ἐπαιδαγώγησε. Νηστεία τῶν τριῶν παίδων τὰ σώματα ἀδιάφθορα τηρή‐ σασα, τὴν παμφάγον φλόγα τῆς Βαβυλωνίας καμίνου εἰς | |
25 | δρόσον μετέβαλε· νηστείᾳ Ἰωνᾶς ὁ προφήτης τὸ κῆτος χαλινώσας, καθάπερ ὑποζυγίῳ χρησάμενος, εἰς τὴν Νι‐ νευὶ ἐπορεύετο. Οὐ γὰρ ὅπου ἤθελε τὸ ζῶον, ἀπήρχετο, ἀλλ’ ὅπου ὁ ἔνδον ἡνιοχῶν ἐβούλετο, ἐκεῖ τὸ κῆτος ἐπο‐ ρεύετο. Νηστεύσαντες Νινευῖται τὴν πόλιν διέσωσαν, | |
30 | καὶ τὸ φυτὸν τοῦ προφήτου ἐμάραναν. Νηστεία Θεοῦ χά‐ ρισμα, νηστεία ἀγγέλων τροφή· νηστεία τὸν Μωϋσῆν ἐμυσταγώγησε, νηστεία τὸν Ἀβραὰμ ἐπιστώσατο, νη‐ στεία τὸν Ἰσαὰκ ἐδικαίωσε, νηστεία σὺν τῷ Ἰακὼβ ἐξε‐ νίτευσε, νηστεία τὸν Ἰωσὴφ ἐσέμνυνε, νηστεία τὸν | |
35 | Μελχισεδὲχ ὕψωσε, νηστεία τὸν Λὼτ ἐκ Σοδόμων ἥρπα‐ | |
σε, νηστεία σὺν τῷ Ἰὼβ ἤθλησε, νηστεία προφήτας ἐσό‐ | Column end | |
60.718 | φισε, νηστεία βασιλεῖς ἐδυνάμωσε, νηστεία ἱερεῖς ἐτε‐ λείωσε, νηστεία Μωϋσῆν ἐλαμπαδούχησε, νηστεία σὺν τῷ Ἀαρὼν ἱεράτευσε, νηστεία Ἰησοῦ Ναυὴ συνεστρατή‐ γησε, νηστεία τὸν Γεδεὼν ὥπλισε, νηστεία τὸν Σαμψὼν | |
5 | ἠνδρείωσε, νηστεία τὸν Σαμουὴλ ἐκύησε, νηστεία σὺν τῷ Σαοὺλ ἐπολέμησε, νηστεία τὸν Ἡσαΐαν εὐλόγησε, νηστεία τὸν Ἱερεμίαν ἐστόμωσε, νηστεία τὸν Ζαχαρίαν ἡγίασε, νηστεία τὸν Ἰωάννην ἐσόφισε, νηστεία Πέτρῳ ἐπήρκεσε, νηστεία Παύλῳ ἐβράβευσε, νηστεία τὴν οἰ‐ | |
10 | κουμένην ἐσφράγισε, νηστεία δύναμιν πυρὸς κατεπάτη‐ σε, νηστεία ἔθνος λεόντων ἐμάρανε, νηστεία γαυρίαμα δρακόντων κατέσβεσε, νηστεία ποταμοὺς ἐξήρανε· νη‐ στεία τοῦ παραδείσου ἀποκατάστασις, νηστεία ἐπὶ τοῖς εἰρημένοις κεφάλαιον, τὸ σῶμα τοῦ Χριστοῦ ὀχυρώσασα, | |
15 | τὰς προσβολὰς τοῦ διαβόλου σφοδρῶς ὑπεδέξατο. Νη‐ στεία παρθένων συνόμιλος, νηστεία οἴκων αὔξησις, νη‐ στεία μετανοούντων συνήγορος, νηστεία προσευχῆς ὁμό‐ ζυγος, νηστεία πλούτου ἀρχὴ, νηστεία πενήτων παρά‐ κλησις, νηστεία καταπονουμένων βοηθὸς, νηστεία ὕπνον | |
20 | ἐλαύνουσα, καὶ ὕμνον ἐπάγουσα, νηστεία ὕδωρ ἡμᾶς ποτίζουσα, καὶ ἀθανασίας πηγὴν ἡμῖν καταρτίζουσα. Ὢ νηστεία, ἡ ἄρτῳ τὰς ψυχὰς ἡμῶν πρὸς εὐσέβειαν εὐτρεπίζουσα, καὶ ἅλατι τὴν δυσωδίαν τῶν ἁμαρτημά‐ των ἡμῶν ἀποσμήχουσα· ὢ νηστεία τεσσαράκοντα ἡμέ‐ | |
25 | ρας τὸν ἀέρα βαθμώσασα, καὶ ἡμᾶς εἰς οὐρανοὺς δι’ ἐκείνων ἄγουσα· ὢ νηστεία διὰ στόματος νηστευόντων ἔλεον καὶ κρίσιν τῷ Θεῷ κελαδοῦσα, ὡς νῦν ἠκούσαμεν τῶν εἰρημένων. Δαυῒδ γὰρ, ὁ τῶν ἁγίων προφητῶν ὁ χορὸς, δικαιοκρισίαν ἐλέῳ μεμιγμένην, τὴν μέλλουσαν | |
30 | κρίσιν ἀρτίως ἡμῖν ὑπογράφων, ἔλεγε πρὸς τὸν Θεόν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Νηστεία τῶν Χερουβὶμ ὁμοδίαιτος, νηστεία τῶν Σεραφὶμ σύσκηνος, νηστεία τὸν Ἐνὼχ εἰς παράδεισον ᾤκισεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς | |
35 | τοὺς αἰῶνας. Ἀμήν. | Column end |
60.717(37t) | Περὶ νηστείας. Λόγος εʹ. | |
38 | Σήμερον, ἀγαπητοὶ, τὸν ἰατρὸν προσκυνήσωμεν. Ἰδοὺ γὰρ ἐφίσταται ἡ νηστεία, ἡ ψυχῶν καὶ σωμάτων σωτη‐ | |
40 | ρίαν χαριζομένη, ὡς ἀνάστασιν παρεχομένη παράδοξον, ὡς πρὸς πνευματικοὺς ἡμᾶς ἀγῶνας ἔλαιον ἀλείφεσθαι. Εὐχὴ καὶ νηστεία τὸ τῶν ἀγγέλων ἔργον, νηστεία παρα‐ δείσου πύλη, νηστεία ἁμαρτωλῶν καθάρσιον, νηστεία παῤῥησία πρὸς Θεὸν, νηστεία καθαρότης καρδίας, νηστεία | |
45 | πάντων τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀγαθῶν τὸ κε‐ φάλαιον, νηστεία ἁγιασμὸς ψυχῆς, νηστεία ὑγεία σώμα‐ τος, νηστεία οἴκου ἀσφάλεια, νέων παιδαγωγὸς, νηπίων φύλαξ, γερόντων σωφρονισμὸς, γυναικῶν εὐκοσμία καὶ κατάστασις. Ἀλλ’ ὅτε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ καὶ | |
60.717(50) | ἐλεημοσύνῃ συμπάρεστι, τότε πλούσιος κατὰ Θεὸν ὁ τῆς εὐσεβείας ἐργάτης εὑρίσκεται. Θεῷ γὰρ δανείζει ὁ παρ‐ έχων τῷ πένητι. Εἶδες Θεὸν ἐγγυητὴν ὑπὲρ ἀνθρώπων γενόμενον; Διὰ τοῦτο καὶ ὁ προφήτης τοῖς Ἰουδαίοις, ὡς μὴ τελοῦσι τὴν νηστείαν ἐξ ὅλης δυνάμεως, ὀνειδίζων | |
55 | ἔλεγεν· Οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει Κύριος, τὸ ταπεινοῦν τὸν ἄνθρωπον τὴν ψυ‐ χὴν αὐτοῦ. Τί γὰρ ὄφελος, νηστεύειν στόματι, καὶ φο‐ νεύειν τοῖς ἔργοις; τί τὸ ὄφελος, βρωμάτων ἀπέχεσθαι, καὶ τῇ πορνείᾳ μιαίνεσθαι; Κρέας οὐκ ἐσθίεις, ἀλλὰ | |
60 | κατατρώγεις σάρκας τοῦ ἀδελφοῦ σου. Ποῖον κέρδος, οἴ‐ νῳ μὴ εὐφραίνεσθαι, καὶ μεθύσκεσθαι χρήμασι; τί τὸ ὄφελος, ἄρτον μὴ ἐσθίειν, καὶ μεθύειν θυμῷ· ποῖον κέρ‐ δος, νηστείᾳ μαραίνεσθαι, καὶ λοιδορεῖν τὸν πλησίον; τίς ἡ ὠφέλεια, ἐγκρατεύεσθαι βρωμάτων, καὶ ἁρπάζειν τὰ | |
65 | ἀλλότρια; τίς ἡ ἀνάγκη, τὸ σῶμα ξηραίνειν, καὶ πει‐ νῶντας μὴ τρέφειν; τίς ἡ ὠφέλεια, τὰ μέλη συντρίβειν, καὶ χήρας μὴ ἐλεεῖν καὶ ὀρφανούς; τίς ὄνησις, ἐν φρον‐ τίσι καὶ μερίμναις διάγειν, καὶ ὀρφανοὺς χειμαζομένους μὴ ῥύεσθαι; Οὐδὲν ὄφελος τοῖς ἀνθρώποις, ὄνομα μόνον | |
70 | Χριστιανῶν ἐπιφέρεσθαι, ἔργα δὲ ἀγαθὰ μὴ κεκτημέ‐ νοις· οὐ γὰρ ἀξιώματα παρὰ τῷ Θεῷ τιμῶνται, ἀλλ’ ἔρ‐ γα ζητοῦνται. Ἐπεὶ καὶ Ἰούδας ἐν τοῖς ἀποστόλοις ὑπ‐ ῆρχε, καὶ τῆς ἴσης τιμῆς ἀπήλαυσε μετὰ τῶν ἄλλων· ἀλλὰ φιλαργυρίαν ἀγαπήσας ἀγχόνην ἐδέξατο· ὡς καὶ | |
75 | ἄρτι πολλοὶ φοροῦσι προβάτων ἐνδύματα, ἀλλ’ ἔσωθεν | |
λύκοι εἰσὶν ἅρπαγες. Ἐὰν βούλῃ νηστεύειν, μίσησον | Column end | |
60.718(36) | φιλαργύριον· τὸ μέγα κακόν ἐστιν ἡ φιλαργυρία. Νηστεύεις; Φύγε μοιχείαν, φύγε πορνείαν, φύγε κατα‐ λαλιὰν, ψεῦδος, λοιδορίαν, ἔχθραν, βλασφημίαν καὶ πᾶσαν περιεργίαν. Νηστεύεις; Φύγε πλεονεξίαν, ἁρ‐ | |
40 | παγὴν, ἔριν καὶ τὸν ψυχόλεθρον φθόνον. Νηστεύεις; Φύγε ὀργὴν, πορνείαν, ζῆλον, ἐπιορκίαν καὶ πᾶσαν ἀδικίαν. Νηστεύεις; Φύγε γαστριμαργίαν τὴν γεννή‐ τειραν πάσης κακίας, τὴν χωρίζουσαν ἡμᾶς καὶ ἀπ’ αὐτοῦ τοῦ Θεοῦ· γαστριμαργίαν τὴν κατάγουσαν ἡμᾶς | |
45 | ἕως τῶν ἀβύσσων τῆς ἀπωλείας. Ἐὰν νηστεύῃς διὰ τὸν Θεὸν, φύγε πᾶν πρᾶγμα ὃ μισεῖ ὁ Θεὸς, καὶ δέχεταί σου τὴν μετάνοιαν. Μετανοίας γὰρ ὁ παρὼν καιρὸς, οὐχὶ δὲ ἀνέσεως· μετάνοια τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀλλοτριωθεῖσαν φίλην τῷ Θεῷ κα‐ | |
60.718(50) | θίστησι· μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν διεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει. Δράμωμεν τοίνυν πρὸς τὴν μετάνοιαν, ἀδελφοὶ, δράμωμεν. Καιρὸς γὰρ τοῦ μετα‐ νοῆσαι, οὐχὶ δὲ τοῦ σπαταλᾷν καὶ ἀναπεσεῖν· καιρὸς | |
55 | θρηνεῖν καὶ δακρύειν, οὐχὶ δὲ τὸ κινίζειν καὶ μετεω‐ ρίζεσθαι· καιρὸς ἐξομολογήσεως καὶ πένθους καὶ στε‐ ναγμῶν, οὐχὶ δὲ ἀμελείας καὶ ῥᾳθυμίας. Μετάνοια γάρ ἐστι βασιλείας οὐρανῶν πρόξενος, καὶ εἴσοδος παραδεί‐ σου, καὶ τρυφῆς αἰωνίου ἀπόλαυσις· μετάνοια τῶν ἁμαρ‐ | |
60 | τημάτων λυτήριον, τῶν σπιλωμάτων καθαρτήριον· με‐ τάνοια, σωτηρίας μήτηρ, διαβόλου σκελισμὸς, παθῶν ἀφανισμός· ἡ μετάνοια τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύει, τὰς ἀπηλπισμένας ψυχὰς διασώζει, τοὺς ἐσκο‐ τισμένους φωταγωγεῖ, τοὺς μεμακρυμμένους πρὸς Θεὸν | |
65 | ἐπιστρέφει, τοὺς πεπλανημένους ἀνακαλεῖται· μετάνοια πάντων τῶν ἀπεγνωσμένων ψυχαγωγία καὶ παραμύ‐ θιον· μετάνοια πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθε‐ νείας ἰατρεῖον καὶ σωτήριον φάρμακον. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Νηστεύεις; Πένητα μὴ πα‐ | |
70 | ρίδῃς. Νηστεύεις; Βλέπε τῆς χήρας τὰ δάκρυα. Νη‐ στεύεις; Γυμνὸν περίβαλλε. Νηστεύεις; Βλέπε ὀρφα‐ | |
νοὺς στενάζοντας. Νηστεύεις; Ἐὰν ἔχῃς, ἐλέησον· εἰ | 717 | |
60.719 | δὲ οὐκ ἔχεις, κἂν μὴ ἁρπάζῃς τὰ ἀλλότρια. Νηστεύεις; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον, καὶ ἀρκεῖ σοι εἰς σωτη‐ ρίαν. Νηστεύεις; Μὴ ἀφανίσῃς τὸ πρόσωπόν σου, ὥσ‐ | |
5 | περ οἱ ὑποκριταὶ, μὴ σκυθρωπάσῃς, ἀλλ’ ἄλειψόν σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ ἐτάζοντι καρ‐ δίας καὶ νεφρούς. Ἐὰν νηστεύῃς, οὕτω νήστευε ὡς ὁ Χριστὸς ἐκέλευσεν, ἵνα μὴ καὶ τὸν κόπον ὑπομείνῃς, | |
10 | καὶ τὸν μισθὸν ἀπολέσῃς. Ἐὰν γὰρ νηστεύῃς, βλέπε μὴ δανείσῃς τὸ ἀργύριόν σου ἐπὶ τόκῳ. Νηστεύεις; Διάῤ‐ ῥηξον βιαίων συναλλαγμάτων χειρόγραφον· συγχώρησον, ἵνα συγχωρῇ σοι· τῷ ἀδελφῷ σου τὴν λύπην ἄφες, ἵνα ἀφεθῇς· ἐλέησον, ἵνα ἐλεηθῇς· ἄφες τῷ πλησίον τὸ | |
15 | σφάλμα. Νηστεύεις; Ἐλέησον ὃν ἠδίκησας, μὴ φθονή‐ σῃς ποτὲ ἀδελφῷ, μήτε πάλιν μισήσῃς τινά. Νηστεύεις; Μὴ κενοδοξήσῃς. Νηστεύεις; Φύγε πορνείαν, τὴν μιαί‐ νουσαν ἡμῶν τὴν ψυχὴν καὶ τὸ σῶμα· πορνείαν, τὴν χωρί‐ ζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ἁγίων· πορνείαν, | |
20 | τὴν πρόξενον τοῦ αἰωνίου καὶ ἀσβέστου πυρός. Νηστεύεις; Μὴ συκοφαντήσῃς πένητα, ἵνα μὴ παροργίσῃς τὸν ποιή‐ | |
σαντα αὐτόν. Νηστεύεις; Θρέψον πεινῶντας, πότισον δι‐ | Column end | |
60.720 | ψῶντας, γυμνοὺς ἔνδυσον, ξένους παραμύθησαι, ἀσθενοῦν‐ τας ἐπίσκεψαι, τῶν ἐν φυλακῇ μὴ ἐπιλάθῃς, καταπονουμέ‐ νους ἐλέησον, θλιβομένων καὶ ὀδυρομένων ἐπιμελήθητι, γενοῦ εὔσπλαγχνος, πρᾶος, ἀγαθὸς, ἥμερος, εἰρηνο‐ | |
5 | ποιός· γενοῦ μακρόθυμος, ἐλεήμων, ἀμνησίκακος, ἄμα‐ χος, εὐλαβὴς, ἵνα ὁ Θεὸς τὴν νηστείαν σου ἀποδέξηται, καὶ τῆς μετανοίας τὸ κέρδος μετὰ πολλῆς τῆς προσθή‐ κης παράσχῃ σοι. Οὐδὲν γὰρ ἀδελφὸς δύναται βοηθῆσαι ἡμῖν ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, ὡς ἡ | |
10 | μετάνοια καὶ ἡ ἐλεημοσύνη. Ταῦτα παρακαλῶ, ἀδελφοὶ, ἵνα ἀσφαλῶς τηρήσωμεν, καὶ μισθὸν κομισώμεθα παρὰ τοῦ Θεοῦ· ἵν’ ἀκούσωμεν τῆς μακαρίας φωνῆς ἐκείνης τῆς λεγούσης· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν | |
15 | ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ ἀσθενὴς καὶ γυμνὸς καὶ ἐν φυλακῇ, καὶ διηκο‐ νήσατέ μοι. Ἧς τῆς φωνῆς ἀξιωθείημεν πάντες ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
20 | Χριστοῦ, ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
60.719(23t) | Περὶ νηστείας. Λόγος ϛʹ. | |
24 | Πάλιν νηστείας καιρὸς, πάλιν τρυφῆς ἀφορμὴ, | |
25 | πάλιν ἀγώνων ὄψις, πάλιν ἡ τοῦ Χριστοῦ σάλπιγξ τὸν ἀγῶνα τὸν καλὸν κηρύσσουσα, τοὺς ἀγωνιστὰς ἐπὶ τὸ σκάμμα συνεκρότησε· πάλιν ἡ ἐνιαύσιος τοῦ Χριστοῦ παρουσία κηρύττεται. Πάντες ἑαυτοὺς καθάρωμεν, ἵνα αὐτὸν ὑποδεξώμεθα. Εἰ γὰρ παρουσία βασιλέως θνητοῦ | |
30 | κηρυττομένη, τοὺς μέλλοντας ὑποδέχεσθαι ἀναγκάζει μετὰ φόβου καὶ τρόμου τὰς οἰκίας εὐτρεπίζειν, ὅπως ἄξια κατασκευάσωσι τὰ οἰκήματα τοῦ μέλλοντος ἐνοι‐ κεῖν· πόσῳ μᾶλλον οἱ τὸν ἀληθινὸν βασιλέα ὑποδέχεσθαι μέλλοντες ὀφείλομεν ἑαυτοὺς ἀξίους παρασκευάζειν τοῦ | |
35 | μέλλοντος ἐν ἡμῖν οἰκεῖν; Παρίτω σήμερον ἡμῖν Ἱερε‐ μίας ὁ προφήτης, ὃς ἀπεστάλη παρὰ τοῦ Κυρίου, ἀκού‐ σας· Ἰδοὺ τέθεικά σε σήμερον προφήτην εἰς τὰ ἔθνη, ἐκριζοῦν καὶ καταφυτεύειν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν. Ὑπακούσωμεν τοῦτον· αὐτός ἐστιν ὁ | |
40 | παρασκευάζων τοὺς ναοὺς τοῦ μεγάλου βασιλέως. Ἐκρι‐ ζώσωμεν ἡδονὰς, καὶ καταφυτεύσωμεν ἐγκράτειαν· κατασκάψωμεν κακίαν, καὶ ἀνοικοδομήσωμεν ἀρετάς· ἀποδιώξωμεν ψεῦδος, καὶ καρπωσώμεθα ἀλήθειαν· ῥί‐ ψωμεν ὑπερηφανίαν, ἀναλάβωμεν μετάνοιαν· ἐκκόψω‐ | |
45 | μεν ὀργὴν, καὶ δεξώμεθα πραότητα. Φησὶ γὰρ ὁ Χρι‐ στός· Ἐπὶ τίνα ἀναπαύσομαι; Ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους. Μὴ εὐτρε‐ πίσῃς ἐκ λίθων οἰκίαν· Οὐ γὰρ ὁ Ὕψιστος ἐν χειρο‐ ποιήτοις κατοικεῖ. Εὐτρέπισον ναὸν λογικόν· κόσμησον | |
60.719(50) | αὐτὸν ἀρεταῖς· συμβάλλεταί σοι ὁ παρὼν καιρός. Περὶ τούτου Παῦλος λέγει· Ἰδοὺ ὁ καιρὸς συνεσταλμένος ἐστίν· ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι· | |
55 | παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐ χρῄ‐ ζει χρυσοῦ οὔτε ἀργύρου, οὐ χρῄζει λίθων πολυτελῶν οὔτε οἰκοδομιῶν μεγάλων, ἀλλὰ χρῄζει ψυχῆς φαιδρυ‐ νομένης, μετανοίας ἀνοθεύτου. Οἱ τοῦ ἐπιγείου βασιλέως πρόδρομοι οἱ ἀπαγγέλλοντες τὴν τούτου παρουσίαν, | |
60 | οὐδὲν οὐράνιον βαστάζουσιν, ἀλλὰ πάντα ἐπίγεια· ὃς μὲν ἀσπίδα, ἄλλος θώρακα, ἄλλος χρυσοῦς δράκοντας, ἄλλος ἱμάτια διάχρυσα· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν τῶν πάντων ἐξουσίαν ἐν ἑαυτῷ, τὴν πορφύραν καὶ τὸ διάδημα. Οἱ δὲ πρόδρομοι τοῦ ἐπουρανίου βασιλέως οὐ‐ | |
65 | δὲν γήϊνον φέρουσιν, ἀλλὰ πάντα ἄξια τοῦ βασιλέως· Μωϋσῆς νόμον τὸν βασιλικὸν ἀπαγγέλλων, Ἡσαΐας νηστείαν, Ἱερεμίας προσευχὴν, Ἰωάννης βάπτισμα μετανοίας· αὐτὸς δὲ ὁ βασιλεὺς φέρει τὴν πορφυρίδα καὶ τὸ διάδημα, δι’ ὧν τοὺς πάντας ἐλευθεροῖ· Ἔστι | |
70 | γὰρ αὐτῷ πορφύρα· πορφυρὶς τὸ σῶμα, καὶ τὸ διά‐ δημα ὁ λόγος. Τοῦτον ἰδὼν Ἰωάννης βοᾷ καὶ λέγει· Ἡμεῖς πάντες ἐκ μέρους. Μωϋσῆς τῷ Ἰσραὴλ νομο‐ | |
θετεῖ, Ἡσαΐας τῷ Ἰσραὴλ προφητεύει, Ἱερεμίας ὡσαύ‐ | Column end | |
60.720(22) | τως, ἐγὼ δὲ βάπτισμα μετανοίας τῷ κόσμῳ· ἀλλ’ οὐ‐ δεὶς ἐλευθεροῖ. Ἦλθεν ὁ τῶν πάντων ἔχων τὴν ἐξουσίαν· αὐτός ἐστιν ὁ παρ’ ἡμῶν κηρυττόμενος, αὐτός ἐστιν ὁ | |
25 | βασιλεὺς τῆς δόξης· αὐτὸς οὐκ ἔθνει ἑνὶ χαρίζεται, ἀλλὰ ὅλῳ τῷ κόσμῳ σωτηρία γίνεται. Ἀμνὸν εἶχεν ὁ νόμος· ἀλλ’ ὑπὲρ ἑνὸς ἔθνους ἐσφάζετο, ἀλλ’ οὐκ ἀφῆκεν ἁμαρ‐ τίας· τύπος γὰρ ἦν. Μετὰ τοῦτον τὸν ἀμνὸν Ἡσαΐας κηρύττει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς | |
30 | ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ἡ κρίσις αὐτοῦ ἀπ’ αὐτοῦ ἤρθη. Οὗτός ἐστιν ὁ ἀληθινὸς ἀμνὸς, ὁ διὰ λόγων κηρυττόμενος, καὶ νῦν δι’ ἔργων φαινόμενος· οὗτός ἐστιν ὑπὲρ ὅλου τοῦ | |
35 | κόσμου ἑαυτὸν ἐκδούς· οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, Οἱ προφῆται διὰ γραμ‐ μάτων τὰ μέλλοντα προεφήτευσαν, οὐ τὰ πράγματα ἔδειξαν· ἐὰν γένηται τὰ πράγματα, ἀληθινὰ ποιεῖ τὰ γράμματα. Προεφήτευσε Δαυῒδ περὶ τῶν μελλόντων εἰς | |
40 | τὸν Ἰησοῦν γίνεσθαι· ἀλλὰ μηδέπω παρόντων τῶν πραγμάτων, τὰ γράμματα σκιὰν ἔσχον, τοῦτο οἰ‐ κονομήσαντος τοῦ Θεοῦ. Εἰ γὰρ ἐγνώκεισαν οἱ Ἰουδαῖοι τὸ διὰ γραμμάτων πράγμασι φαινόμενον, τὰ γράμματα ἦσαν ἀπαλείψαντες, δεδοικότες τὸν ἐκ πραγμάτων | |
45 | ἔλεγχον. Ἔλεγε γὰρ ὁ Δαυῒδ ἐν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; τοῦ Ἡρώδου καὶ τοῦ Καϊάφα τὴν ἀπόνοιαν· Συν‐ ήχθησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἐπὶ τὸ αὐτό· τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ Δεσπότου λέγει | |
60.720(50) | Κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Διαῤ‐ ῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ τοῦ σταυροῦ δὲ λέγων, ἐν εἰκοστῷ πρώτῳ ἔλεγε· Περιεκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ὤρυξαν χεῖράς | |
55 | μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερί‐ σαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ εἶχον σκιὰν τὰ γράμματα· ὅτε δὲ ἦλθε τὰ πράγματα, τότε ἡ σκιὰ ἀνεχώρει, καὶ | |
60 | ὁρῶσιν οἱ Ἰουδαῖοι τὰς χεῖρας καὶ τοὺς πόδας ἡλωθέντας οἴκοθεν, αὐτῶν τὸν ἔλεγχον ἐν τοῖς ἑαυτῶν βιβλίοις ταῦτα περιέχοντα· καὶ οὐκ ἔτι δύνανται ἐξαλεῖψαι τὰ γράμματα. Πρόδηλα γὰρ γεγόνασι τὰ ἀμφότερα· τὰ γράμματα τοῖς πράγμασι συνεφώνησεν. Ἔλεγεν Ἡσαΐας | |
65 | Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἄφω‐ νος ἐνώπιον τοῦ κείροντος αὐτὸν, οὕτως οὐκ ἀνοί‐ γει τὸ στόμα αὐτοῦ. Ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν γε‐ νεὰν αὐτοῦ τίς διηγήσεται; Ἰουδαῖοι ἀνεγίνωσκον τὰ γράμματα, καὶ οὐκ ἐνενόουν τὰ πράγματα· Σκιὰν γὰρ | |
70 | εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν | 719 |
60.721 | τὴν εἰκόνα. Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τοῦ τὰ πράγματα φανερὰ γενέσθαι, καὶ ὁ ἀληθινὸς ἀμνὸς ἐπὶ σφαγὴν ἤγετο, καὶ τὸ ἀληθινὸν πρόβατον ὑπὲρ ὅλου τοῦ κόσμου ἐθύετο, καὶ ἡ ἀληθινὴ κάθαρσις τῶν ἀνθρώπων ἐγίνετο, | |
5 | καὶ τὸ ἀληθινὸν αἷμα ὑπὲρ σωτηρίας ὅλου τοῦ κόσμου ἐξεχύνετο, καὶ τὰ ὑπὸ Ἰουδαίων ἐδραματουργεῖτο· καὶ τῆς προφητείας τοῦ Ἡσαΐου πληρουμένης κατῃσχύν‐ θησαν οἱ Ἰουδαῖοι. Ἐὰν γὰρ θελήσωσιν οἱ Ἰουδαῖοι ἀρ‐ νήσασθαι, ἀναγινώσκω αὐτοῖς τὸν Δαυῒδ, ἀναγινώσκω | |
10 | τὸν Ἡσαΐαν, οἴκοθεν αὐτῶν τὸν ἔλεγχον προφέρω. Ἔρ‐ χεται καὶ Μωϋσῆς συνηγορῶν μοι περὶ τοῦ σταυρωθέν‐ τος· ὃς βουλόμενος αὐτοῖς κηρῦξαι τὸν μέλλοντα σταυ‐ ροῦσθαι, διὰ γραμμάτων ἐκήρυξε. Διὰ τοῦτο ἔφη· Κἂν ἐγὼ σιωπήσω, τὰ ἔργα κράζουσι. Ποῖα ἔργα; Ἀγνοοῦ‐ | |
15 | σιν οἱ Ἰουδαῖοι· ἡ γὰρ σκιὰ τοῦ νόμου ἐπίκειται. Ἔρχεται δὲ ὁ καιρὸς, ὅτε τὰ πράγματα φανερὰ γίνεται, καὶ ἡ σκιὰ ὑποχωρεῖ, καὶ τὰ πράγματα γράμματα συν‐ ιστῶσιν. Ἐξῆλθόν ποτε ὄφεις ἐν τῇ ἐρήμῳ, καὶ ἔδακνον τοὺς ἀνθρώπους· καὶ ἐποίησε Μωϋσῆς χαλκοῦν ὄφιν καὶ | |
20 | ἐσταύρωσε, καὶ προσέταξε πάντα τὸν δακνόμενον προσ‐ έρχεσθαι καὶ ἰάσεως τυγχάνειν· τοῦτο τοῦ Θεοῦ προ‐ οικονομήσαντος ἐν τύπῳ, ἵν’, ὅταν ἔλθῃ ἡ ἀλήθεια, ἡ σκιὰ ἀναχωρήσῃ καὶ τύπος δείξῃ τὴν ἀλήθειαν. Ὅτι δὲ τύπος ἦν τῆς ἀληθείας τὸ γινόμενον, οὕτως ἔλεγε Μωϋσῆς· | |
25 | Οὐκ ἔστι τοῦτο ἀλήθεια· τύπος ἐστί· μέλλει ἡ ἀλήθεια. Ὄψεσθε γὰρ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν· Χριστὸν λέγων τὴν | |
ζωὴν κρεμαμένην ἔμπροσθεν τῶν Ἰουδαίων, καὶ μὴ | Column end | |
60.722 | πιστεύοντας Ἰουδαίους ὅτι δὴ αὐτός ἐστιν ἡ ζωή. Διὰ τί δὲ ὄφιν ἐκρέμασε Μωϋσῆς ἐπὶ τοῦ σταυροῦ; Εἰς τύπον τοῦ Χριστοῦ, ἐπειδὴ δι’ ὄφεως καὶ ξύλου ἁμαρτία ἐγέ‐ νετο· ἔδει δὲ τὸν Χριστὸν διὰ τοῦ ξύλου τὴν διὰ τοῦ | |
5 | ξύλου ἁμαρτίαν λῦσαι, καὶ τὴν κατάραν τὴν διὰ τοῦ ὄφεως εἰς ἑαυτὸν ἀνασπάσαντα ἀφανίσαι· ἵνα γενόμενος ὑπὲρ ἡμῶν κατάρα, Θεοῦ δικαιοσύνην ἡμῖν χαρίσηται. Καὶ γὰρ οὐκ ἔγνω ἁμαρτίαν, καὶ ὑπὲρ ἡμῶν ἐσταυρώ‐ θη, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη. Ὁ δὲ ὄφις ἐπὶ | |
10 | τοῦ σταυροῦ κρεμάμενος οὐκ ἦν ἀλήθεια· τύπος ἦν· ἡ δὲ σκιὰ τὴν ἀλήθειαν ἔκρυβεν. Ἦλθεν ἡ ἀλήθεια, Χρι‐ στός· ἀνέβη ἐπὶ τὸ ξύλον. Τότε Ἰουδαίοις ἀναγινώσκω τὸ Μωϋσέως, καὶ ἀποφράσσω αὐτῶν τὰ στόματα· Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν | |
15 | ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πι‐ στεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν. Ὁ δὲ μακάριος Δαυῒδ πῶς ὑμῖν ἔλεγε περὶ αὐτοῦ; Ἀνέβη εἰς ὕψος, ᾐχμα‐ λώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Ἀνέβη εἰς ὕψος ἐπὶ τοῦ σταυροῦ· ᾐχμαλώτευσε τὸν | |
20 | διάβολον, ἔλυσε τὸν θάνατον, προσήλωσε τὴν ἁμαρτίαν, ἔῤῥιψε τὴν κατάραν καὶ τὸν ὄφιν ἀπὸ τοῦ ξύλου. Τῆς ἀληθείας ἐλθούσης, οἱ τύποι ῥίπτονται· αὐτὸς τρόπαιον ἱστᾷ κατὰ τοῦ διαβόλου, καὶ δίδωσι καὶ τοῖς ὑπ’ αὐτὸν ὑπηκόοις τὴν κατὰ τοῦ διαβόλου ἐξουσίαν, λέγων πρὸς | |
25 | αὐτούς· Δι’ ὑμᾶς ὑπὸ κατάραν, δι’ ὑμᾶς ὑπὸ νόμον, δι’ ὑμᾶς ὑπὸ μαρτυρίαν· δι’ ὑμᾶς πόλεμος, δι’ ὑμᾶς νίκη. Ἰδοὺ, δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶ‐ | |
30 | νας τῶν αἰώνων. Ἀμήν. | Column end |
60.721(30t) | Περὶ νηστείας. Λόγος ζʹ. | |
31 | Ἧκε καὶ σήμερον Ἱερεμίας ὁ προφήτης, ὁ τοὺς ναοὺς παρασκευάζων τοῦ μεγάλου βασιλέως, καὶ διαλέγεται ἡμῖν λέγων· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπεί‐ ρετε ἐν ἀκάνθαις. Νῦν ἀδιαφόρως τοῖς πᾶσι διαλέγεται, | |
35 | παιδευθεὶς παρὰ τοῦ Δεσπότου. Πάλαι γὰρ πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα, ἅπερ αὐτὸς διηγήσατο. Ὁρῶν γὰρ τὸ γένος τῶν ἀνθρώπων ἐν ἁμαρτίαις ἐμπεφυρμένον, οὐκ ἠβούλετο λαλεῖν, λέγων· Ἄρα φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, | |
40 | καὶ διὰ τοῦτο ἐπέχω τὸν λόγον, ἕως αὑτοὺς ἐκκαθάρωσιν. Ὥσπερ δοῦλος πιστὸς ἐμπιστευθεὶς τὸ πολύτιμον μύρον, οὐ καταβάλλεται τοῦτο ἐν ἀγγείῳ βεβορβορωμένῳ, ἵνα μὴ τὸ μύρον τὴν εὐωδίαν ἀπολέσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ προφήτης ἔχων τὸν λόγον τοῦ μύρου τιμιώτερον, ὁρῶν | |
45 | τοὺς ἀνθρώπους βεβορβορωμένους, ἐπέχει κατασπεῖραι τὸν λόγον. ᾯ δὴ τοῦτο γίνεται ὡς πῦρ καιόμενον ἐν τοῖς ἐγκάτοις αὐτοῦ, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἔλεγε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Ἀπεστάλης κη‐ ρύττειν· διὰ τί σιωπᾷς; ἀπεστάλης σπεῖραι· διὰ τί τὸν | |
60.721(50) | σπόρον ἐπέχεις; Σπεῖρον ἀδιαφόρως ὅ σοι ἐνεπίστευσα, σπεῖραι καὶ ἐπὶ τὰς ἀκάνθας, σπεῖραι καὶ ἐπὶ τὰ πετρώ‐ δη, σπεῖραι καὶ ἐπὶ τὴν καλὴν γῆν. Τοῦ σπεῖραι σὺ χρεώστης, καὶ ἡ γῆ τοῦ καρποφορῆσαι. Ἐὰν ἀναβῶσιν ἄκανθαι, καὶ πνίξωσι τὸν σπόρον, σὺ οὐκ ἔσῃ αἴτιος· ἐὰν | |
55 | ἡ καλὴ γῆ καρποφορήσῃ, ἀποδίδωσι καὶ τῆς καλῆς γῆς τὸν σπόρον. Δοῦλος εἶ· ἐνεπίστευσά σοι τὸ ἀργύριον· δὸς αὐτὸ τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἀπαιτήσω αὐτὸ παρὰ τῶν τραπεζιτῶν. Ἐάν μοι προσενέγκωσι διπλοῦν ὃ ἐν‐ επίστευσα αὐτοῖς, καταστήσω αὐτοὺς ἀπὸ μικρῶν ἐπὶ | |
60 | τὰ μεγάλα, ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ πνευματικά. Ἐὰν δὲ ὑποδεξάμενοι τὸν σπόρον, μὴ ἀξίους ἑαυτοὺς παρα‐ σκευάσωσι τοῦ καρποφορῆσαι, ἀλλὰ παραδέξωνται τὰς μερίμνας τοῦ κόσμου, ὅ ἐστιν ἄκανθαι, πυρὸς ἄξιοι γε‐ νήσονται. Ἐὰν δὲ καὶ εἰς τὰ πετρώδη μὴ εὑρεθῇ βά‐ | |
65 | θος γῆς· τουτέστιν, ἐὰν εὑρεθῇ σκληροκάρδιος, καὶ μὴ ἔχῃ πίστιν, ἀλλ’ ἀποξηράνῃ τὸν σπόρον· ἐκεῖνος δίκην ἀπαιτηθήσεται τῆς σκληροκαρδίας αὐτοῦ. Τὸν αὐτὸν τρόπον καὶ οἱ ἐμπιστευόμενοι τὸ ἀργύριον, ὅσοι διπλοῦν προσάγουσι, τὰ μείζονα ἐμπιστευθήσονται· ὃς δὲ προσ‐ | |
70 | ενέγκῃ τὸ τάλαντον μόνον, ὃ ἐπιστεύθη, τιμωρίᾳ καταδι‐ κασθήσεται. Σὺ δὲ κήρυττε ἀδιαφόρως· τοῖς γὰρ ἀσθε‐ νέσιν ἰατρὸς ἀπεστάλης. Καὶ γὰρ ὁ γεωργὸς τὴν ἀγεώρ‐ | |
γητον γῆν γεωργεῖ, καὶ τὴν ἄσπορον σπείρει. Οὐ γὰρ ἡ | Column end | |
60.722(31) | γεωργηθεῖσα γῆ καὶ ἐσπαρμένη χρείαν ἔχει τοῦ γεωρ‐ γεῖσθαι, ἢ σπείρεσθαι ἐν δευτέρῳ, οὐδὲ ὁ ὑγιὴς χρείαν ἔχει τοῦ ἰατροῦ· οὕτως οὐδὲ ὁ δίκαιος τῆς διδασκαλίας. Οὐ γὰρ ὁ βλέπων βούλεται ἀναβλέψαι, ἀλλὰ ὁ τυφλός. | |
35 | Οὕτω γάρ φησιν ὁ Δεσπότης ἐν τοῖς Εὐαγγελίοις· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετά‐ νοιαν. Ἀκολούθως καὶ Παῦλος ἔλεγε· Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶ‐ τός εἰμι ἐγώ. Οὕτως ἔλεγε καὶ Πέτρος ἐν ταῖς Πράξεσιν· | |
40 | Ἄνδρες ἀδελφοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Καὶ μὴ λέγετε· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ἐκ τῶν λίθων τούτων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ. Διὰ τοῦτο παιδευ‐ | |
45 | θεὶς ὁ προφήτης ἀδιαφόρως κηρύττειν, ἐβόα· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Ὥσ‐ περ γὰρ ἡ ἀγεώργητος γῆ νεάζεται ἐν ξύλῳ καὶ σιδήρῳ ἑλκόντων τῶν βοῶν, καὶ οὕτως ὁ γεωργὸς τὸν σπόρον ἐγκαταβάλλει· οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων λάβωμεν καὶ | |
60.722(50) | ἡμεῖς τὸ ξύλον καὶ τὸν σίδηρον καὶ τὰς βόας ἑλκούσας. Ἤτω ἡμῖν τὸ ξύλον, ὁ σταυρός· ὁ σίδηρος, οἱ ἧλοι· αἱ βόες, ὁ νόμος καὶ οἱ προφῆται, ἕλκοντες ἡμᾶς τῇ διδασκα‐ λίᾳ ἐπὶ τὸν κρεμασθέντα ἐπὶ τοῦ σταυροῦ· ἵνα ἰδὼν μὲν ἡμᾶς παρεσκευασμένους, καταπέμψῃ τὸ Πνεῦμα τὸ | |
55 | ἅγιον εἰς ἁγιασμὸν τῶν ὑδάτων, καὶ εἰς ἀναγέννησιν τῶν νενεασμένων διὰ τῆς διδασκαλίας, κατὰ τὸν μακάριον Δαυῒδ λέγοντα· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Κυρίως ὁ ἄνθρωπος προσηγορεύετο, ὅτι Ἐνεφύ‐ | |
60 | σησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρω‐ πος εἰς ψυχὴν ζῶσαν. Λέγει δὲ καὶ Δαυΐδ· Προσέλθε‐ τε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προσκαλεσάμενος τοὺς μαθητὰς, ἐνεφύσησεν | |
65 | εἰς τὸ πρόσωπον αὐτῶν· Λάβετε Πνεῦμα ἅγιον. Νεώσωμεν ἑαυτοῖς νεώματα, ἀπόθου τὴν παλαιὰν κα‐ κίαν, ἐκρίζωσον τὰς ἀκάνθας τῆς παρακοῆς· ἡνίκα γὰρ παρήκουσεν Ἀδὰμ, ἐξεβλήθη τοῦ παραδείσου. Τοῦτο ἐδέξατο παρὰ τοῦ Δεσπότου· Ἐπικατάρατος ἡ γῆ ἐν | |
70 | τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Τοῦτο συνειδὼς ὁ προφήτης ἐκήρυττε· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις· | |
ἐμφαίνων διὰ τοῦ λόγου, ὥστε ἡμᾶς ἀνανεῶσαι αὑτοὺς | 721 | |
60.723 | τῇ μετανοίᾳ, καὶ ἐκριζῶσαι τῆς παρακοῆς τὸ ἐπιτίμιον, τὰς ἀκάνθας. Εἰσὶ δὲ ἄκανθαι ἐν τῷ ἀνθρώπῳ ἔρις, ζῆ‐ λος, θυμὸς, διχοστασίαι, ἀκαθαρσίαι, πλεονεξίαι, μοι‐ χεῖαι, ἀνδροφονίαι. Εὐθὺς ἡ Εὔα συλλαβοῦσα γεννᾷ Κάϊν, | |
5 | ὅστις ζήλου ἀρχηγὸς γέγονε, φόνων εὑρετὴς, ὑποκρί‐ σεως πατὴρ, δημιουργὸς ψεύδους. Ἐρωτώμενος γὰρ παρὰ τοῦ Δεσπότου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἕτοι‐ μος ψεῦδος γεννᾷ λέγων· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; Ὁ δὲ Θεὸς βουλόμενος αὐτὸν ἀπὸ τῶν πραγμάτων | |
10 | πεῖσαι, ὡς τὰ πάντα ἐπίσταται, ἔφη· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Οὐ τὸ αἷμα λόγῳ βοᾷ· λόγου γὰρ οὐ μετέχει· ἀλλὰ τὸ πρᾶγμα διὰ τῆς ὠμότη‐ τος τὸν ἀδελφοκτόνον θριαμβεύει. Διὰ τοῦτο βοᾷ ὁ προ‐ φήτης· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε | |
15 | ἐπ’ ἀκάνθαις. Ἠκούσατε ἐν ταῖς Πράξεσι τῶν ἀποστό‐ λων Σίμωνα τὸν Μάγον, ὅπως μὴ νεώσας μηδὲ ἐκριζώ‐ σας τὰς ἀκάνθας, προσῆλθε τοῖς ἀποστόλοις λαβεῖν τὸ βάπτισμα. Καὶ οἷος κατῆλθε, τοιοῦτος καὶ ἀνῆλθεν, οὐκ ἀτονοῦντος τοῦ βαπτίσματος, ἀλλὰ τούτου ἀπειθήσαντος | |
20 | τῷ σταυρωθέντι, τῷ προσηλωθέντι. Οὐκ ἐπίστευσε τοῖς προφήταις, οἵτινες ὡς βόες ἕλκουσι τοῦ σταυροῦ τὰ σύμ‐ βολα, τὸν σίδηρον καὶ τὸ ξύλον, καὶ ἀνανεοῦσι τῇ διδα‐ σκαλίᾳ τὸ τῶν ἀνθρώπων γένος. Διὰ τοῦτο οὐ λύεται ἀπὸ τῆς κατάρας τῆς τοῦ Ἀδὰμ, ἀλλὰ πάλιν λαμβάνει | |
25 | δευτέραν κατάραν, καὶ προστίθεται ἀνομία ἐπὶ τὴν ἀνο‐ μίαν αὐτοῦ, ἵνα μὴ εἰσέλθῃ ἐν δικαιοσύνῃ Θεοῦ· ὡς οὐ‐ δὲν γὰρ αὐτὸν ὠφέλησε τὸ βάπτισμα. Προσῆλθε τοῖς ἀποστόλοις, λέγων· Λάβετε χρυσίον, καὶ δότε μοι τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧτινι δ’ ἂν ἐπιθῶ τὰς χεῖρας, | |
30 | λαμβάνῃ Πνεῦμα ἅγιον. Ὁ δὲ Πέτρος αὐτῷ εἶπεν· Οὐκ ἔστι σοι μέρος, οὐδὲ κλῆρος ἐν τῷ μέρει τού‐ τῳ, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἠβουλήθης διὰ χρημά‐ των κτήσασθαι. Οὗτος οὐχ ὑπήκουσε τοῖς προφήταις, οὐκ ἐνέωσε τὴν λογικὴν αὐτοῦ χώραν· οὗτος οὐδὲ ἔτυχε | |
35 | τοῦ ἁγίου Πνεύματος τοῦ ὑπὸ τῶν προφητῶν κηρυχθέν‐ τος. Φοβήθητε τὸ ὑπόδειγμα, καὶ νεώσατε ἑαυτοῖς νεώ‐ ματα, καὶ μὴ σπείρετε ἐπ’ ἀκάνθαις. Ἐὰν ἐκκόψῃς τὰς ἀκάνθας, καταδέξῃ τὸν σπόρον, καρποφορεῖς, καὶ μέτο‐ | |
χος γένῃ τοῦ ἁγίου Πνεύματος. Οὕτως ὑπακούσας τῷ | Column end | |
60.724 | προφήτῃ ὁ Κορνήλιος ἐνέωσεν ἑαυτὸν, ἐξέκοψε τὰς ἀκάνθας, καὶ ἐκαρποφόρει τῷ Θεῷ. Ὤφθη γὰρ αὐτῷ ἄγγελος λέγων· Κορνήλιε, αἱ ἐλεημοσύναι σου ἀνῆλθον ἐνώπιον τοῦ Θεοῦ. Οὗτος ὁ καλὸς γεωργὸς ἐξεῤῥί‐ | |
5 | ζωσε τὰς ἀκάνθας, ἐνέωσε τὸν ἑαυτοῦ ἄνθρωπον, ἀνέβη αὐτοῦ ὁ καρπὸς ἐνώπιον τοῦ Θεοῦ, Ὁρᾷς καρπὸν μετα‐ νοίας; Ἀπὸ γῆς εἰς οὐρανὸν ἀνῆλθε, καὶ ἐνώπιον τοῦ Θεοῦ μετὰ παῤῥησίας ἕστηκεν. Ὥσπερ γὰρ τὰ καλὰ ἔργα μετὰ παῤῥησίας πρεσβεύει, οὕτω καὶ τὰ ἄλλως | |
10 | ἔχοντα μετὰ σπουδῆς κατηγορεῖ. Ἤκουσας τὰ καλὰ ἔργα ὑπὲρ τοῦ Κορνηλίου πρεσβεύοντα· ἄκουσον καὶ τὸν φόνον τοῦ Κάϊν μετὰ σπουδῆς κατηγοροῦντα· οὕτω γάρ φησιν ὁ Θεὸς πρὸς τὸν Κάϊν· Φωνὴ αἵματος τοῦ ἀδελ‐ φοῦ σου βοᾷ πρός με· καὶ τὴν ἐπιτιμίαν ὁριζομένην, | |
15 | ὅτι Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἄκουσον καὶ τὸν μισθὸν τῆς ἐλεημοσύνης καὶ τῆς προσευχῆς, τί φησιν ὁ ἄγγελος· Ἀπόστειλον εἰς Ἰόππην, καὶ μετά‐ πεμψαι τὸν Πέτρον, καὶ οὗτός σε διδάξει τί σε δεῖ ποιεῖν. Ἦλθε Πέτρος, καὶ ἐν τῷ ἄρξασθαι αὐτὸν λα‐ | |
20 | λεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ’ αὐτὸν, ὥσπερ καὶ ἐπὶ τοὺς ἀποστόλους. Ὁρᾷς, ὁ μισθὸς τῆς νηστείας καὶ τῆς προσευχῆς καὶ τῆς ἐλεημοσύνης τὸ Πνεῦμα τὸ ἅγιον διδόμενον; Οὗτος ὁ καιρὸς τῆς νηστείας καὶ τῆς ἐλεη‐ μοσύνης· τοῦτον τὸν καιρὸν προϊδὼν Ἠλίας, ἐνήστευσε | |
25 | τεσσαράκοντα ἡμέρας· διὰ τοῦτο ἅρματι πυρίνῳ ἀνα‐ λαμβάνεται, καὶ μέχρι σήμερον ἐν σώματί ἐστι. Τοῦτον τὸν καιρὸν προεφήτευσε Μωϋσῆς, νηστεύσας τεσσαρά‐ κοντα ἡμέρας· διὰ τοῦτο νόμον ἔλαβε πρὸς διόρθωσιν τῶν ὁμοφύλων. Τοῦτον τὸν καιρὸν ἐδίδαξεν ἡμᾶς ὁ Χρι‐ | |
30 | στὸς, νηστεύσας τεσσαράκοντα ἡμέρας· ἵν’ ἡμᾶς παι‐ δεύσῃ προθύμως καταδέχεσθαι τὴν αἰτίαν ταύτην, δι’ ἧς νεάζεται ἡ λογικὴ χώρα, δι’ ἧς ἐκτίλλονται ἄκανθαι, δι’ ἧς σβέννυνται ἐπιθυμίαι, δι’ ἧς καταλύεται τὰ ἔργα τοῦ διαβόλου, δι’ ἧς ἡγίασται τὰ ὕδατα τοῦ Ἰορδάνου, δι’ ἧς | |
35 | ἀναγεννᾶται ἄνθρωπος, δι’ ἧς κατέρχεται τὸ Πνεῦμα τὸ ἅγιον, δι’ ἧς ζωὴ καὶ ἀνάστασις. Ταύτην οἱ προφῆται προεφήτευσαν, ταύτην ὁ Χριστὸς ἐδίδαξε· ταύτην ἀγα‐ πήσωμεν, ταύτην καταδεξώμεθα· προσθῶμεν ἐλεημοσύ‐ νην καὶ προσευχὴν, ἵνα τύχωμεν τοῦ ἁγίου Πνεύματος, | |
40 | ὥσπερ καὶ ὁ Κορνήλιος· καὶ δοξάζωμεν Πατέρα καὶ Υἱὸν | |
καὶ ἅγιον Πνεῦμα. Αὐτῷ ἡ δόξα εἰς τοῦς αἰῶνας. Ἀμήν. | 723 |