TLG 2062 272 :: JOANNES CHRYSOSTOMUS :: De eleemosyna [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De eleemosyna [Sp.] Citation: Vol — pg — (ln) | ||
60.707(17t) | Περὶ ἐλεημοσύνης. | |
18 | Οἱ λειμῶνες ἔχουσι ποικίλα καὶ διάφορα ἄνθη, καὶ τὰ μὲν εἰς τέρψιν ὀφθαλμῶν, τὰ δὲ εἰς εὐωδίαν, τὰ δὲ εἰς | |
---|---|---|
20 | ἐπιμέλειαν, ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ ἀνθρώπῳ· οὕτω καὶ ἡ Ἐκκλησία ἔχει τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν, εὐαγγελικά τε καὶ ἀποστολικὰ καὶ προφη‐ τικὰ, καὶ τὰς λοιπὰς ἱερὰς βίβλους· ἕκαστα δὲ αὐτῶν ἁρμόττει τῷ Χριστῷ. Ἀλλὰ μὴν ἐπὶ τῶν ἔξω λειμώνων | |
25 | ἀνατέλλει ὁ ἥλιος, καὶ μαραίνει τὰ ἄνθη, καὶ ἡ εὐπρέ‐ πεια τῶν προσώπων αὐτῶν ἀφανίζεται· ἐν δὲ τῷ λειμῶνι τούτῳ ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, καὶ τὸν μὲν σωφρονίζει, τὸν δὲ δικαιοῖ, τὸν δὲ ἐλεεῖ. Ἀνέτειλε γὰρ ἡμῖν διὰ τοῦ εὐαγγελίου σήμερον λέγων· Ἐφ’ ὅσον | |
30 | ἑνὶ τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιή‐ σατε. Πάλιν πενήτων ὑπόμνησις, πάλιν πλουσίων ὄνειδος. Οὐκ ἀξίωμα διαβάλλω, μὴ γένοιτο, ἀλλ’ ἀκό‐ λαστον γνώμην· οὐ πλοῦτον διαβάλλω, ἀλλὰ τοὺς κα‐ κῶς πλουτοῦντας· καλὸν γὰρ ὁ πλοῦτος τοῖς καλῶς | |
35 | διοικοῦσιν αὐτόν· καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένουσιν αὐτήν. Ἐπεὶ καὶ Ἀβραὰμ ἦν πλούσιος, καὶ οὐδένα ὑπερηφάνησε, καὶ Λάζαρος πένης ἦν, καὶ οὐδέποτε ἐδυσπέτησε, καὶ μάλιστα ἐν τοσαύτῃ ἀνάγκῃ. Ἵνα τί δὲ δύο πρόσωπα μαρτύρων ἤνεγκα; Φέρε μοι ἐνταῦθα | |
40 | τὸν μακάριον Ἰὼβ ἑκατέρων τὴν πεῖραν εἰληφότα. Καὶ ὅτε πλούσιος ἦν, ἔλεγε, Παντὶ ἀνθρώπῳ ἠνέῳκτό μου ὁ οἶκος· καὶ ὅτε ἐπένετο, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Πόσα ἐπάλαισεν ὁ διάβολος, καὶ τὸν δίκαιον οὐκ | |
45 | ἔῤῥηξε; Τὴν φαρέτραν τῶν βελῶν ἐκένωσε, καὶ τὸν στρα‐ τιώτην οὐκ ἔτρωσε· τὰ μηχανήματα προσήνεγκε, καὶ τὸν πύργον οὐκ ἐσάλευσε· τὸ δένδρον ἐτίναξε, καὶ τὸν καρ‐ πὸν οὐκ ἐτρύγησε· τοὺς κλάδους ἔκλασε, καὶ τὴν ῥίζαν οὐκ ἀνέσπασε· τὸν τοῖχον διώρυξε, καὶ τὸν θησαυρὸν | |
60.707(50) | οὐκ ἐσύλησε. Θησαυρὸν δὲ λέγω οὐ χρυσοῦ καὶ ἀργύ‐ ρου, ἀλλὰ τὴν ἀσάλευτον αὐτοῦ πίστιν· τοῦτον γὰρ τὸν αὐτοῦ θησαυρὸν ἐβούλετο συλῆσαι ὁ διάβολος. Εἶδες τὸν καρπὸν πληθυνόμενον; εἶδες τὴν πίστιν ὡς πέτραν ἐ‐ στηριγμένην; εἶδες τὸν πύργον ἄῤῥηκτον ἑστῶτα; εἶδες | |
55 | τὸν στρατιώτην παραταττόμενον, εἶδες τὸν διάβολον ἀφανιούμενον; εἶδες τὸν Θεὸν βραβεύοντα, εἶδες τὸν διά‐ βολον αἰσχυνόμενον; Ποῖον ὄνομα καλέσαι τὸν δίκαιον οὐκ οἶδα. Ἀθλητὴν αὐτὸν εἴπω; Ἀλλὰ πολύαθλος τοῖς παλαίσμασι. Στρατιώτην αὐτὸν εἴπω; Ἀλλὰ δυνατώτε‐ | |
60 | ρος τῇ καρδίᾳ. Πύργον αὐτὸν εἴπω; Ἀλλ’ ὑψηλότερος τῷ φρονήματι. Πέτραν αὐτὸν εἴπω; Ἀλλὰ στερεώτερος. Δένδρον αὐτὸν εἴπω; Ἀλλ’ ὡραιότερος. Θησαυρὸν αὐ‐ τὸν εἴπω; ἀλλὰ πολυτελέστερος. Ποῖον ὄνομα ἔχω ἐπιθεῖ‐ ναι τῷ δικαίῳ οὐκ οἶδα. Ἀκουέτωσαν οἱ πλούσιοι, | |
65 | ἀκουέτωσαν καὶ οἱ πένητες, πῶς ὁ μακάριος οὗτος ἐν | Column end |
60.708(17) | μὲν τῇ εὐημερίᾳ αὐτοῦ διῴκησε τὸν ἑαυτοῦ πλοῦτον, ἐν δὲ πενίᾳ πόσον πειρασμὸν ὑπομείνας, οὐκ ἐλύθη ἡ ἐλπὶς αὐτοῦ ἀπὸ Θεοῦ. Ὁρᾷς ὅτι καλὸν τὸ πλουτεῖν τοῖς κα‐ | |
20 | λῶς διοικοῦσι, καὶ καλὴ ἡ πενία τοῖς καλῶς ὑπομένου‐ σι; Μή μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ τὸν Θεὸν οὐ φοβῇ; Πτωχείαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φο‐ βῇ; Μὴ φοβηθῇς πενίαν, ἀλλ’ ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ἐὰν ἔχῃς φίλον τὸν βασιλέα, πλουτίσει σε· | |
25 | καὶ ἐὰν ἀγαπᾷς τὸν Χριστὸν καὶ τοὺς πτωχοὺς, πλουτί‐ σει σε. Αὐτὸς πλουτίζει καὶ πτωχίζει, ταπεινοῖ καὶ ἀν‐ υψοῖ, ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἀνυψοῖ πτωχόν. Ὁ Δεσπότης αἰτεῖ ἐντολὴν, καὶ οὐ δίδως αὐτῷ; Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος, ὅτι Ἐφ’ ὅσον ἑνὶ | |
30 | τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὁρᾷς ὅτι ἐὰν δίδως τῷ πένητι, τῷ Θεῷ δίδως. Ἐὰν μὴ δώσῃς οὖν αὐτῷ, πῶς καὶ σὺ αἰτήσεις αὐτὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἵνα σε ἐλεήσῃ; ἆρα οὐκ ἐγκαλέσει σοι, ὅτι Πει‐ νῶντά με εἶδες, καὶ οὐκ ἐχόρτασας· διψῶντά με εἶδες, | |
35 | καὶ οὐκ ἐπότισας· γυμνὸν εἶδες, καὶ οὐκ ἐνέδυσας; τί ἄρα ἐρεῖς αὐτῷ; ποίαν ἕξεις συγγνώμην; Σὺ σηρικὰ καὶ λαγῷα καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ ἔχει· καὶ σὺ μὲν τρώγεις φασιανοὺς ἢ ὄρνεις καὶ χῆνας καὶ ὅσα ἐστὶν ἐν ἐδέσμασι· καὶ ὁ πένης οὐκ ἰσχύει τὴν | |
40 | ἑαυτοῦ κοιλίαν χορτάσαι ἄρτῳ καὶ λαχάνοις· σὺ ἔχεις τοίχους χρυσορόφους καὶ μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας καὶ περικεφαλαίας κιόνων χρυσᾶς· καὶ ὁ πέ‐ νης οὐκ ἔχει καλύβην. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας· καὶ σὺ τελευτᾷς, καὶ ὑπάγεις | |
45 | μηδὲν ἔχων, καὶ μένει σου ὁ οἶκος διηνεκὴς κατήγορος ἐλέγχων τὰς σὰς πράξεις. Ἕκαστος γὰρ παρερχόμενος μέλλει λέγειν· Οὗτος ὁ οἶκός ἐστιν ἐκείνου τοῦ ἅρπαγος, τοῦ πλεονέκτου· πόσας χήρας ἐκάκωσε; πόσους ὀρφα‐ νοὺς κατεπόνησε; πόσα ὑπάρχοντα διήρπασε; πόσους | |
60.708(50) | πένητας ἐπλεονέκτησε; Μή μοι λέγε, ὅτι Ὕπαρχός εἰ‐ μι. Οὐκ οἶδα ἀξίωμα ἐγὼ, οὐδὲ διαβάλλω, ἀλλὰ τοὺς κα‐ κοὺς τῷ καλῷ κακῶς χρωμένους. Καλὸν τὸ πλουτεῖν· εἴ τι γὰρ ὁ Θεὸς ἐποίησε, πάντα καλὰ λίαν. Βλέπεις πένη‐ τα, καὶ ὑπερηφανεῖς, καὶ οὐκ ἐννοεῖς, ὅτι ἄνθρωπος εἶ, | |
55 | καὶ ὁ πένης ἅνθρωπός ἐστιν· ἄνθρωπος, τὸ περισπούδα‐ στον ζῶον τοῦ Θεοῦ· ἄνθρωπος, δι’ ὃν οὐρανὸς ἐτα‐ νύσθη· ἄνθρωπος δι’ ὃν ὁ ἥλιος δρόμους τρέχει· ἄν‐ θρωπος, δι’ ὃν ἡ σελήνη ἐπιγινώσκει δυσμάς· ἄνθρω‐ πος, δι’ ὃν ἄστρα δίδωσι τὸ φέγγος αὐτῶν, δι’ ὃν θά‐ | |
60 | λασσα ἡπλώθη, δι’ ὃν ἡ γῆ ἐθεμελιώθη ἐπὶ τῶν ὑδά‐ των· δι’ ὃν ὄρη καὶ νάπαι καὶ βουνοὶ, δι’ ὃν ἄλση καὶ δρυμοὶ καὶ φάραγγες καὶ πεδιάδες, δι’ ὃν πηγαὶ καὶ πο‐ ταμοὶ καὶ λίμναι, δι’ ὃν ἡ γῆ ἀνέτειλε βοτάνην χόρτου, | |
καὶ τὰ ὕδατα ἐκβάλλουσι ψυχὰς ζώσας, δι’ ὃν κτήνη, τε‐ | 707 | |
60.709 | τράποδα καὶ ἑρπετὰ καὶ πετεινὰ, δι’ ὃν χρόνοι καὶ ἐνι‐ αυτοὶ καὶ μῆνες καὶ ἡμέραι καὶ ὧραι καὶ νύκτες, δι’ ὃν ἄγγελοι καὶ ἀρχάγγελοι, ἀρχαὶ καὶ ἐξουσίαι, θρόνοι, κυ‐ ριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Τί δὲ πολλὰ | |
5 | λέγω; Δι’ ὃν ὁ Δεσπότης τὸ αἷμα αὐτοῦ ἐξέχεεν. Ἄν‐ θρωπος τιμίῳ αἵματι ἀγορασθεὶς, καὶ τοῦτον παραβλέ‐ πεις; οὐκ ἄνθρωπός ἐστιν, ὡς καὶ σὺ, ὅτι πένης ἐστί; διὰ τοῦτο ὑπερηφανεῖς αὐτόν; οὐχὶ πένητας ἐξελέξατο ὁ Θεός; μὴ γὰρ πλουσίους; Πέτρος, ὁ κορυφαῖος τῶν | |
10 | ἀποστόλων, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ ὄντως Πέτρος καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι, οὐχὶ πένης ἦν; οὐχὶ οἰκτρὸς καὶ ἀπεῤῥιμμένος; οὐκ εὐτελὴς καὶ εὐκαταφρό‐ νητος; οὐχὶ ἁλιεὺς ἦν; Ὁμοίως καὶ Ἰάκωβος καὶ Ἰω‐ άννης οὐ πένητες ἦσαν καὶ ἁλιεῖς; Καὶ παράγων ὁ Ἰη‐ | |
15 | σοῦς εἶδεν αὐτοὺς καὶ τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ῥά‐ πτοντας δίκτυα διεῤῥηγμένα. Ὢ πενίας ὑπερβολή· τοσοῦτον πένητες ἦσαν, ὡς οὐκ ἴσχυον δίκτυα ἀγοράσαι πρὸς τὴν θήραν τὴν ἁλιευτικὴν, ἀλλὰ τὰ παλαιὰ ἔῤῥα‐ πτον καὶ τέχνῃ τέχνην συνέκρουον, τῇ ῥαπτικῇ τὴν ἁλι‐ | |
20 | ευτικήν. Ὁμοίως δὲ καὶ Ματθαῖος οὐ τελώνης ἦν; Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν αὐτὸν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἔγειρε, καὶ ἀκολούθει μοι. Καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ οὐκ ἐνόη‐ σεν, ὅτι βασιλικὸν λόγον κατεῖχεν, ἀλλ’ ἐνενόησεν ὅτι | |
25 | βασιλεὺς τῶν βασιλευόντων καλεῖ· καὶ ὁ ποτὲ τὰ ἀλλό‐ τρια ἁρπάζων, νῦν ξένον ἑαυτὸν πεποίηκε τῶν ἰδίων πραγμάτων· καὶ ὁ ποτὲ λύκος, νῦν πρόβατον. Ἔῤῥι‐ ψε Πέτρος τὰ δίκτυα, καὶ ἔλαβε τὰς κλεῖς τῶν οὐρα‐ νῶν. Ἀφῆκε Ματθαῖος τελώνιον, καὶ ἔλαβε τὸ εὐαγγέ‐ | |
30 | λιον. Ὁμοίως καὶ ὁ Παῦλος οὐκ ἦν χειροτέχνης; οὐ σμίλην κατεῖχε, καὶ δέρματα ἔτεμεν; οὐκ ἔλαβεν ἐπι‐ στολὰς παρὰ τῶν ἀρχισυναγώγων, ἵνα ἐλθὼν τοὺς ἁγίους αἰχμαλωτίσῃ; Καὶ ὤφθη αὐτῷ ὁ Ἰησοῦς ἐν τῇ ὁδῷ, Καὶ φῶς αὐτὸν περιήστραψε, καὶ λέγει· Σαοὺλ, | |
35 | Σαοὺλ, τί με διώκεις; Ὁ δὲ στραφεὶς λέγει· Τίς εἶ, Κύριε; Καὶ λέγει, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καὶ πεσὼν ἐπὶ πρόσωπον ἐτυφλώθη. Διὰ τί προσέθηκεν, Ναζωραῖος; Ἵνα μὴ νομίσῃ, ὅτι ἄλλος μέν ἐστιν ὁ Ἰησοῦς, καὶ ἄλλος δὲ καλεῖ αὐτὸν ἀπὸ τοῦ | |
40 | οὐρανοῦ. Τοῦτο γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὅτι οὐκ ἀνελή‐ φθη ὁ Ἰησοῦς, ἀλλ’ ὅτι ἔκλεψαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Διὰ τοῦτο εἶπεν, Ἰησοῦς ὁ Ναζωραῖος· ἵνα γνῷ, ὅτι αὐ‐ τός ἐστιν ὁ τότε καὶ νῦν. Εἰσῆλθεν οὖν χειραγωγούμενος ὁ Παῦλος εἰς Δαμασκὸν, καὶ ἀπῆλθε πρὸς Ἀνανίαν, καὶ | |
45 | ἐπέθηκε τὰς χεῖρας εἰς τοὺς ὀφθαλμοὺς τοῦ Παύλου, καὶ ἰάσατο αὐτόν. Πολλὴ μὲν ἡ ἱστορία, ἀλλὰ διὰ βραχέων βούλομαι διηγήσασθαι ὑμῖν. Ἀναβλέψας δὲ αὐτὸς εὐθὺς ἐδίδασκεν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ἀκούσαντες δὲ οἱ Ἰουδαῖοι ὅτι ὁ Παῦλος διδάσκει ἐπὶ τῷ ὀνόματι τοῦ Κυ‐ | |
60.709(50) | ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐζήτουν αὐτὸν πιάσαι. Οἱ δὲ μαθηταὶ τοῦ Παύλου ἰδόντες ἐνέβαλλον αὐτὸν εἰς σπυ‐ ρίδα, καὶ ἐχάλασαν διὰ τοῦ τείχους κάτω, καὶ οὕτως ἔφυγε καὶ ἀνῆλθεν εἰς Ἱεροσόλυμα. Ὢ μακαρίας ἐκεί‐ νης σπυρίδος, ἥτις τοιοῦτον ὀψώνιον τῇ οἰκουμένῃ ἔπεμ‐ | |
55 | ψεν. Ὁμοίως δὲ καὶ ὁ μακάριος Ἰωάννης οὐ τὴν ἔρη‐ μον οἰκεῖ, καὶ μετὰ ταῦτα οὐρανοπολίτης ἐγένετο; οὐκ ἀκρίδας ἤσθιε καὶ μέλι ἄγριον; οὐ πάντες πένητες ἦσαν καὶ προφῆται καὶ ἀπόστολοι; καὶ διὰ τῶν πενήτων τούτων κατεσκεύασε τὴν τῶν ἀνθρώπων σωτηρίαν; | |
60 | Πόσοι βασιλεῖς, πόσοι τύραννοι, ἢ πόσοι ὕπατοι, πόσοι ἄρχοντες, πόσοι προηγούμενοι ἀπὸ τοῦ αἰῶνος ἐτελεύ‐ τησαν, καὶ πάντες λήθῃ παρεδόθησαν; καὶ οὗτοι οἱ οἰκτροὶ, οἱ ἀπεῤῥιμμένοι, οἱ εὐτελεῖς καὶ εὐκαταφρό‐ νητοι λήθῃ οὐ παρεδόθησαν. Ἀλλ’ οὗτος ὁ βασιλεὺς, ὁ | |
65 | τὴν πορφυρίδα περικείμενος καὶ τὸ διάδημα ἔχων, δόξαν καὶ περικεφαλαίας χρυσᾶς καὶ στρατιώτας ὑπερασπι‐ στὰς, ἀπέρχεται εἰς τὸν τάφον τοῦ ἁλιέως, τοῦ πένητος, τοῦ οἰκτροῦ, τοῦ εὐκαταφρονήτου, καὶ περιπτύσσεται καὶ κλαίει καὶ εὔχεται εἰς τὸν δοξάσαντα αὐτόν. Τίς | |
70 | πείθει τὸν βασιλέα ταῦτα ποιεῖν; τίς; Ἐγὼ λέγω. Συν‐ τείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσέχετε τοῖς λεγο‐ μένοις. Ὁ εἰπὼν αὐτοῖς, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· | |
75 | κἀγὼ ἔσομαι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν, καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος· οὗτός ἐστιν ὁ τοιαύτην αὐτοῖς χαρισάμενος τέχνην. | |
Ὁρᾷς πόσον ἰσχύουσιν οἱ πένητες; Οὐ μόνον τοῦτο, | Column end | |
60.710 | ἀλλὰ καὶ δαιμονιῶντες ἀπέρχονται εἰς τοὺς τάφους αὐ‐ τῶν, καὶ ἀνακρίνονται. Ὁρᾷς, ὅτι οἱ νεκροὶ τῶν ζών‐ των δυνατώτεροί εἰσι; Μὴ ἔτι ἀπόῤῥιπτε τοὺς πένη‐ τας. Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐλεη‐ | |
5 | μοσύνην, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν λαμβάνων, καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βάλλειν αὐτὸν ἔξω. Οὐκ οἶδας, ὅτι ἐὰν βάλῃς τὸν πτωχὸν ἔξω, τὸν Χριστὸν ἐδίω‐ ξας; Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐφ’ ὅσον ἑνὶ τούτων τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς ὅτι | |
10 | ἐὰν ὑβρίζῃς τὸν πένητα, τὸν Χριστὸν ἀτιμάζεις; Ὅσα γὰρ τῷ πένητι ποιήσεις, εἰς Χριστὸν ἀνατρέχει, καθὼς αὐτὸς εἶπε. Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως ἂν βελτίους γένησθε· | |
15 | γέγραπται γὰρ, Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόν‐ των. Παρακοὴ θάνατον κατεργάζεται. Βλέπεις πέ‐ νητα, καὶ οὐκ ἐλεεῖς; πῶς ἀπέρχῃ ἐν τῇ ἐκκλησίᾳ, καὶ εὔχῃ; πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν; οὐκ ἐρυθριᾷς; οὐ τρέμεις; οὐ φρίττεις; | |
20 | Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν τοῦ Θεοῦ εὔξασθαι; Ποίη‐ σον ἐλεημοσύνην, ἵνα ἐγγραφῇ σου ἡ ἐλεημοσύνη καὶ ἡ δέησις. Ἐνίοτέ τινες ἐκβάλλουσι δέησιν παρὰ τοῦ βα‐ σιλέως τοῦ ἐπιγείου, καὶ ἀναλίσκουσι διακοσίους χρυ‐ σίνους, καὶ πολλάκις οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλὰ ὡς | |
25 | σχεδάριον κατέχουσιν αὐτὸ, καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναί σου τὴν δέησιν; Ἐνταῦθα ὁ βασιλεὺς ὁ ἐπίγειος ἐπιγράφει, καὶ πολλάκις ἐναντία ἐστὶν ἡ ὑπο‐ γραφή· ὁ δὲ βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ βεβαίωται. Εἶδες δέησιν δύο ὀβολῶν | |
30 | ὑπογραφομένην; Διὰ τοῦτο δύο νιπτῆρές εἰσι πρὸ τῶν πυλῶν τῆς ἐκκλησίας· μία τοῦ ὕδατος, ἐν ᾗ νίπτεις τὰς χεῖρας, καὶ μία ἡ χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχου εἰς τὴν ἐκκλησίαν, καὶ νίπτε τὰς χεῖράς σου· ἐπίδος εἰς τὴν χεῖρα τοῦ πένητος ὀβο‐ | |
35 | λὸν, καὶ ἀπόσμηχε τὴν ψυχήν σου. Ἐὰν δὲ εἰσέλθῃς καὶ νίψῃς καὶ εὔξῃ, τῷ δὲ πένητι μηδὲν ἐπιδώσῃς, τί ὄφελος; Πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, ἐν ᾗ ἔρχονται νυκτὸς λῃσταὶ, καὶ διορύσσουσι καὶ κλέπτουσι τὸν θησαυρόν σου, καὶ ἀναστὰς πρωῒ θεωρεῖς | |
40 | αὐτὸν σεσυλημένον. Θέλεις μὴ συληθῆναι; Ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε συληθήσῃ εἰς τὸν αἰῶνα. Θησαυρὸν ἔχεις; Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πε‐ νήτων, καὶ ἐνδυναμοῦ· οὐδέποτε γὰρ δύναται συληθῆ‐ ναι. Ἐὰν δὲ χώσῃς εἰς τὴν γῆν, ἀπολέσεις αὐτόν· καὶ | |
45 | ἐὰν δὲ μὴ ἀπολέσῃς, φυλαχθῇ δὲ, μετὰ τὴν τελευτήν σου καὶ ἄλλοι πλουτοῦσιν ἐκ τῶν σῶν. Τί σοι τὸ ὄφελος, ὅτι κάμνεις καὶ μοχθεῖς, καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου, ἀφ’ ὧν οὐ λήψῃ μισθὸν, καὶ κατατρυ‐ φῶσιν; Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος, Θησαυ‐ | |
60.710(50) | ρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐ‐ τά; Καὶ πάλιν ἀλλαχοῦ ὁ αὐτὸς λέγει, Ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν· καί· Μὴ φοβοῦ, ὅταν πλου‐ τήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου | |
55 | αὐτοῦ. Ὅτι ἐν τῷ ἀποθνήσκειν αὐτὸν οὐ λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐ‐ τοῦ. Καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος τῷ ἄφρονι πλουσίῳ λέγει· Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι | |
60 | ἔσται; Ὁρᾷς ὅσα πάσχουσιν οἱ θησαυρίζοντες ἑαυτοῖς ἐπὶ τῆς γῆς. Ἀλλὰ θησαυρίσατε ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ μένει ἄσυλος. Ὦ ἄθλιε καὶ ταλαίπωρε, σὺ τῇ γῇ πιστεύεις, καὶ τῷ Θεῷ οὐ πιστεύεις, τῷ λέγοντι, Ὃ ἑνὶ τούτων τῶν ἐλα‐ | |
65 | χίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Οὐκ οἶδας, ὅτι εἰσί τινες τῶν γηπόνων πένητες, οἰκτροὶ, τὸν ἡμερινὸν ἄρτον ἐκ τῶν οἰκείων ποριζόμενοι πόνων, καὶ ἐν τῷ καιρῷ τοῦ σπόρου οὐκ ἔχουσι πόθεν σπεῖραι; καὶ λαμ‐ βάνει τὸν χιτωνίσκον αὐτοῦ ἢ τῆς γυναικὸς αὐτοῦ, καὶ | |
70 | πολλάκις αὐτὸ τὸ σκάφιον, ἐν ᾧ ἐργάζεται τὴν γῆν, καὶ τίθησιν αὐτὸ ἐνέχυρον, καὶ δανείζεται ἕνα μόδιον ἢ δύο ἢ τρεῖς, ἢ ὅσους δύναται αὐτοῦ ἡ ἄρουρα ὑποδέξασθαι, καὶ δανεισάμενος σκορπίζει αὐτὸ εἰς τὴν γῆν, καὶ πι‐ στεύει τῇ γῇ, καὶ ἐκδέχεται καιρὸν φανερὸν, ἕως ἂν ὁ | |
75 | καρπὸς γένηται ἐν τῇ γῇ; καὶ ἐκεῖνος μὲν δανεισάμενος ἐπίστευσε τῇ γῇ, σὺ δὲ τῷ Θεῷ οὐ πιστεύεις; Ἐκεῖνος τῇ συνδούλῳ ἐπίστευσε, καὶ σὺ τῷ Δεσπότῃ οὐ πι‐ στεύεις; Ποίαν, εἰπέ μοι, συγγνώμην ἔχεις; Ταῦτα λέγω οὐ πολλῆς ἀπανθρωπίας ὑμῶν καταγινώσκων, μὴ | |
80 | γένοιτο, ἀλλὰ ἀλείφων ὑμᾶς ἑτοίμους εἶναι πρὸς τὸν τῆς | 709 |
60.711 | ἐλεημοσύνης σπόρον. Χρυσὸν φιλεῖς τὸν αἱμοβόρον, τὸν πᾶσι ποθεινὸν, καὶ πᾶσι πολέμιον, τὸν φιλούμενον ὑπὸ πάντων καὶ τοῖς πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν ἀγνώμονα; ἢ οὐκ οἴδατε, τίς ἐστιν ἡ τούτου συνου‐ | |
5 | σία; Καθάπερ πόρνη ἀσυνείδητος τούτῳ ὁμιλεῖ, κἀ‐ κείνῳ νεύει· ἄλλῳ συντάσσεται σήμερον, καὶ αὔριον πρὸς ἄλλον μεταβαίνει, σήμερον ἄρχων, καὶ αὔριον ἀρ‐ χόμενος· σήμερον πλούσιος, καὶ αὔριον πένης· σήμε‐ ρον δικάζεις, καὶ αὔριον καταδικάζῃ. Ὁρᾷς τὴν τοῦ | |
10 | βίου μεταβολὴν, πῶς ὡς σκιὰ παρατρέχει, καὶ καπνοῦ εὐτελέστερον διαλύεται; οὐχ ὡς ἀράχνη διασπᾶται; Οὐ παύσομαι ἐγὼ παιδεύων ὑμᾶς· κἄν τι ποιῆτε, κἂν δὲ μὴ ποιῆτε, ἐγὼ λέγω, καὶ λέγων οὐ παύσομαι· γέγραπται γάρ· Μακάριος ὁ λαλῶν εἰς ὦτα ἀκουόντων. | |
15 | Παρακοὴ θάνατον κατεργάζεται. Μιμήσασθε κἂν τὴν χήραν ἐκείνην τὴν πενιχρὰν τὴν τοὺς δύο ὀβολοὺς κατα‐ βαλοῦσαν, πῶς ἐδικαιώθη διὰ καλὴν προαίρεσιν. Οὐκ ἔχεις δύο ὀβολοὺς δοῦναι; Δὸς ἕνα. Οὐκ ἔχεις ἕνα; Δὸς | |
ἄρτον. Οὐδὲ ἄρτον ἔχεις; Κἂν στέναξον θεασάμενος | Column end | |
60.712 | τὸν πένητα, καὶ δέδεκταί σου ἡ δέησις. Ὁ γὰρ ἐπιστά‐ μενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσθαι αὐτὰ, οἶδεν ὅτι, εἰ εἶχες, ἐδίδως. Τὴν προαίρεσιν θέλει, τὴν καρδίαν διερευνᾷ καὶ οἶδεν· | |
5 | ἄνθρωπος γὰρ εἰς πρόσωπον, καὶ Θεὸς εἰς καρδίαν. Παρακαλῶ οὖν, φυλάξατε τὴν παραγγελίαν, ἣν παραγ‐ γέλλω ὑμῖν· Ἐν γὰρ τούτῳ ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Αὐτοῦ τοῦ Δεσπότου φωνή ἐστιν, αὐτὸς εἶπε τοῖς μαθηταῖς· καὶ πάλιν· Ἀγαπήσεις Κύ‐ | |
10 | ριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν· ἐν ταύταις δυσὶν ἐν‐ τολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται. Παρακαλῶ τοί‐ νυν ἔσεσθαι εἰς ἀλλήλους φιλάνθρωποι, φιλόξενοι, φιλό‐ πτωχοι· ἐξαιρέτως τὴν εἰς Θεὸν διηνεκῶς κρατῶμεν, | |
15 | ἵνα δυνηθῶμεν ἀξιωθῆναι τῆς αἰωνίου ζωῆς, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 711 |