TLG 2062 270 :: JOANNES CHRYSOSTOMUS :: De paenitentia (sermo 2) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De paenitentia (sermo 2) [Sp.]

Citation: Vol — pg — (ln)

60

.

699

(3t)

Κυριακῇ τῆς Τυροφάγου περὶ μετανοίας καὶ ἐλεημοσύνης. Λόγος βʹ.
4αʹ. Βασιλέως μὲν τοῦ ἐπιγείου στρατιώτας παρασκευά‐
5ζουσι πρὸς παράταξιν βοῶσαι σάλπιγγες· βασιλέως δὲ τοῦ ἐπουρανίου Ἰησοῦ Χριστοῦ στρατιώτας διεγείρει πρὸς δοξολογίαν καὶ φόβον Θεοῦ ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις· ἀλλ’ ἐκείνους μὲν πρὸς αἰσθητῶν ἐχθρῶν καὶ πολεμίων ἀντιπαράταξιν· ἡμᾶς δὲ πρὸς ἀοράτους
10ἐχθρούς τε καὶ δαίμονας· καθώς φησιν ὁ Παῦλος, ὅτι Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρα‐
15νίοις. Ἴδετε, ἀδελφοὶ, ποίους ἐχθροὺς ἔχομεν· ἴδετε μετὰ ποίων πολεμίων μαχόμεθα. Πονηροὶ γάρ εἰσιν, ὡς ὁρᾶτε, καὶ ἀναίσχυντοι καὶ πρὸς πᾶσαν ἁμαρτίαν ἐκβιάζονται ἡμᾶς. Κἂν ἀποτύχωσιν ἐκ τούτου, ἐπὶ ἄλλο ἔρχονται· κἂν ἀπὸ ἐκείνου ἀπορήσωσιν, ἐπὶ ἕτερον
20μεταβαίνουσι· καὶ, ἁπλῶς εἰπεῖν, ἀπ’ ἄλλου εἰς ἄλλο μετερχόμενοι οὐκ ἀφίστανται, ἕως ἂν τὸ θέλημα αὐτῶν γένηται. Καὶ τὸν μὲν κινοῦσι πρὸς πορνείαν, τὸν δὲ πρὸς μοιχείαν· καὶ ἄλλον ἐπὶ τὸ ἁρπάσαι τὰ ἀλλότρια, καὶ ἄλλον ἐπὶ τὸ κλέψαι τὰ τοῦ πλησίον· καὶ τὸν μὲν πρὸς
25πλεονεξίαν καὶ ἀπληστίαν, τὸν δὲ πρὸς βασκανίαν καὶ φθόνον· ἄλλον πρὸς φόνον καὶ λοιδορίαν, καὶ ἄλλον πρὸς καταλαλιὰν καὶ ἀδελφοκτονίαν· ἄλλον πρὸς γα‐ στριμαργίαν καὶ παιδοφθορίαν, καὶ ἕτερον πρὸς ἱερο‐ συλίαν καὶ ἀναισχυντίαν· καὶ τὸν μὲν πρὸς ἀνθρωπα‐
30ρέσκειαν καὶ φιλοδοξίαν, τὸν δὲ πρὸς ἀσπλαγχνίαν καὶ ἀπανθρωπίαν· ἄλλον πρὸς ἄρνησιν καὶ ὅρκον, καὶ ἄλλον πρὸς ὕβριν καὶ ἀτιμίαν· καὶ τὸν μὲν πρὸς ὀργὴν καὶ θυμὸν, καὶ ἄλλον ἐπὶ τόκον καὶ πρὸς ζῆλον καὶ ἔριν, καὶ ἕτερον πρὸς βλασφημίαν καὶ ἀκαθαρσίαν· καὶ τοὺς
35μὲν πείθουσι μὴ ἐλεεῖν πτωχοὺς, τοὺς δὲ τοῦ γείτονος τοὺς ὅρους παρασαλεύειν· ἄλλους ἀποστερεῖν ποιοῦσι τῶν μισθῶν μισθωτοὺς, οὗ τί γένοιτ’ ἂν ἐλεεινότερον; ἄλλους ποιοῦσιν ὀρφανοὺς ἀποδύειν, ἄλλους χήρας κα‐ ταπονεῖν, ἄλλους μηδὲ εἰς ἐκκλησίαν εἰσιέναι, ἄλλους
40εἰς μυρία πάθη κατακρημνίζουσιν, ὧν οὐκ ἔστιν ἀρι‐ θμός· ἃ καὶ διηγούμενον ἐπιλείψει με ὁ χρόνος τῆς ζωῆς μου. Ἴδετε, ἀδελφοὶ, εἰς πόσα κακὰ ἐμπίπτομεν καθ’ ἑκάστην ἡμέραν, καὶ οὐ προσέχομεν. Ἀλλ’, οἴμοι, τίς γένωμαι ταῦτα διηγούμενος; Πιστεύσατέ μοι, ἀδελφοὶ,
45ὅτι ἐν ᾧ καὶ μόνον ταῦτα γράφω, ἔκφοβός εἰμι καὶ ἔν‐ τρομος, καὶ φρίκη μοι ἐπέπεσε καὶ ἐξίσταμαι, καὶ δακρύειν μοι ἐπέρχεται, ὅταν ἐνθυμηθῶ τὸ, ἐν πόσοις πάθεσι πονηροῖς καὶ δαιμονικοῖς δελεαζόμεθα. Τί οὖν ἀμελοῦμεν, τί περιμένομεν; ποῖον καιρὸν ἐκδεχόμεθα;

60

.

699

(50)

τί τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦμεν; τί οὐ φροντί‐ ζομεν τὰ τῆς ἐξόδου ἡμῶν; τί ἀμελοῦμεν, τί ἀναδυόμεθα; ἕως πότε ἀθύμως, ἕως πότε τρυφὴ, ἕως πότε μέθη, ἕως πότε ἡδοναὶ, ἕως πότε ἡδυπάθεια, ἕως πότε ἀπλη‐ στία, ἕως πότε ἁρπαγαὶ, ἕως πότε ἀδικία; ἕως πότε ἡ
55καταδρομὴ τῶν πτωχῶν; ἕως πότε αἱ λεηλασίαι τῶν πενήτων; ἕως πότε πλοῦτος, ἕως πότε χρήματα, ἕως πότε χρυσός; ἕως πότε φιλαργυρία, τῶν ψυχῶν ἡ ἀγχόνη; ἕως πότε φθόνος, ἕως πότε ψεῦδος, ἕως πότε καταλαλιὰ, ἕως πότε λοιδορία, ἕως πότε ἐπιθυμίαι αἰ‐
60σχραὶ καὶ ἀκόλαστοι; Τί πλανώμεθα; τί ἀναμένομεν; τί ἀκαίρως κοπιῶμεν; τί ἑαυτοὺς χλευάζομεν; τί ἑαυ‐ τοὺς κατακόπτομεν μάτην; τί τὰ ἀλλότρια ἐπιτρέχομεν; τί ταρασσόμεθα; τί κοπιῶμεν; τί θησαυρίζομεν πρόσ‐ καιρα; Μετανοήσωμεν τοῦ λοιποῦ, ἐξυπνίσωμεν, γρη‐
65γορήσωμεν, παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, ἀποτινάξωμεν τὸν βαθὺν ὕπνον τῆς ἁμαρτίας. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, πάντες οἱ φοβούμενοι τὸν Θεόν· δεῦτε, ἀκούσατε πράγματα καὶ ῥήματα πνευμα‐ τικὰ καὶ σωτήρια· δεῦτε, μάθετε βουλὴν σώζουσαν καὶ
70θεάρεστον· δεῦτε, γνῶτε πῶς ἐξομολογησόμεθα τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν· δεῦτε πρὶν λυθῇ τοῦ βίου ἡ πανήγυ‐ ρις· δεῦτε πρὶν ἀποκλεισθῶσιν αἱ θύραι τῆς ζωῆς, πρὶν
ὁ θάνατος ἔλθῃ καὶ εὕρῃ ὑμᾶς ἀνετοίμους· δεῦτε πρὶν ὁColumn end

60

.

700

(3)

ἥλιος δύνῃ, πρὶν σκοτάσῃ τὸ φῶς· Δεῦτε, ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦν‐
5τες τὴν οἰκουμένην· δεῦτε, Γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης· δεῦτε, εὐγενεῖς καὶ ἔνδοξοι, δοῦλοι καὶ ἐλεύθεροι· δεῦτε πᾶν γένος, καὶ ἡλικία πᾶσα, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, μι‐ κροί τε καὶ μεγάλοι, νέοι τε καὶ γέροντες· δεῦτε, ἱερεῖς
10Κυρίου, καὶ πᾶν τὸ πλήρωμα τῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης· δεῦτε, Νεανί‐ σκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· δεῦτε, βασιλεῖς τῆς γῆς, οἵ τε σοφοὶ καὶ ἰδιῶται· δεῦτε, Προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος
15ἡμᾶς· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Δεῦτε, ἀδελφοὶ, καὶ γνῶμεν, ὅτι οὐδὲν ὠφελήσουσιν ἡμᾶς τὰ πέρατα τῆς γῆς. Δεῦτε, ἴδετε ὅτι γυμνοὶ εἰσήλθομεν, καὶ πάλιν γυμνοὶ μέλλομεν ἀπέρχεσθαι ἐκεῖ. Δεῦτε, ἐξομο‐
20λογησώμεθα τῷ Κυρίῳ ἐν δάκρυσι καὶ στεναγμοῖς, ἐν ἐλεημοσύναις, ἐν οἰκτιρμοῖς πενήτων· καὶ αὐτὸς δι‐ δάξει ἡμᾶς πῶς σωθῶμεν. Εἴπωμεν καὶ ἡμεῖς πρὸς αὐ‐ τόν· Κύριε, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· δέξαι ἡμῶν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν,
25δέξαι ἡμῶν τὸν στεναγμὸν καὶ τὰ δάκρυα, δέξαι ἡμῶν τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν, τὸν ὀδυρμὸν καὶ κλαυ‐ θμὸν τὸν ἐπὶ θάνατον· δέξαι ἡμᾶς τοὺς ἀθλίους, καὶ αἰσχρῶς βιώσαντας· δέξαι ἡμᾶς, φιλάνθρωπε, τοὺς πολλά σε παροργίσαντας· δέξαι ἡμᾶς, Δέσποτα, τοὺς
30ἐν ἀσωτίᾳ καὶ πάσῃ πονηρίᾳ καὶ ἀκαθαρσίᾳ τὸν βίον ὅλον δαπανήσαντας· δέξαι, Κύριε ὁ Θεὸς, τοὺς τῶν σῶν ἐντολῶν παρακούσαντας· δέξαι ἡμᾶς, Δέσποτα, τοὺς ἀναξίους δούλους σου, καὶ μὴ ἀποδῴης ἡμῖν κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν. Ὁμολογοῦμεν, Δέσποτα, ὅτι
35οὐδὲ τοῦ ζῇν ἄξιοι διὰ τὰς ἁμαρτίας ἡμῶν· ὁμολογοῦ‐ μεν, Κύριε, οὐδὲ τὸν ἥλιον τοῦτον θεωρεῖν ὑπάρχομεν ἄξιοι, διότι οὐκ ἔστιν ἁμάρτημα, οὐκ εἶδος παντοίου κακοῦ, ὃ οὐκ ἐπράξαμεν οἱ ἄθλιοι· ἀλλὰ δέξαι ἡμᾶς, Δέσποτα, ὥσπερ τὸν ἄσωτον υἱὸν, δέξαι ὡς τὸν λῃστὴν,
40δέξαι ὡς τὴν πόρνην καὶ τὸν τελώνην. Κύριε, ἐπίστρε‐ ψον ἡμᾶς· Κύριε, συνέτισον ἡμᾶς, καὶ μὴ ὀργισθῇς, ἀλλὰ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν. Κύριε, ἐξελοῦ ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ
45τῶν δούλων σου. Κύριε, σὺ εἶ Θεὸς, καὶ ἡμεῖς σὸς λαός. Ἡμάρτομεν γὰρ, ἠνομήσαμεν, ἠδικήσαμεν, καὶ τὸ πονηρὸν ἐποιήσαμεν, καὶ ἐξημάρτομεν ἐν πᾶσι, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, καὶ διὰ τοῦτο μακράν σου ἀπεπλανήθημεν. Ἀλλ’ ἐλέησον, Κύριε, τὰ ἔργα τῶν χειρῶν

60

.

700

(50)

σου· ἐλέησον, Δέσποτα, τοὺς τῇ ἀπάτῃ τοῦ ὄφεως ἐκβλη‐ θέντας τοῦ παραδείσου· ἐλέησον ἡμᾶς, καὶ ἔνδυσον χιτῶνα εὐφροσύνης, καὶ σωτήριον ἱμάτιον· ἐλέησον ἡμᾶς, οὓς ἐγύμνωσεν ὁ διάβολος τῆς σῆς βοηθείας. Εὔσπλαγχνε, ἐλέησον τοὺς σὲ καταλιπόντας, καὶ ἐκείνῳ δουλεύσαν‐
55τας· ἐλέησον τοὺς πεπλανημένους, ἐλέησον τοὺς τὰς σὰς παραγγελίας μὴ φυλάξαντας, καὶ ταῖς δαιμόνων κακουργίαις καθυπουργήσαντας· ἐλέησον τοὺς ἐν ἁμαρ‐ τίαις μολυνθέντας, ἐλέησον τοὺς τυραννουμένους ὑπὸ τοῦ διαβόλου, ἐλέησον τοὺς ῥερυπωμένους ἐν ἀσωτίᾳ·
60ἐλέησον ἐλεῆμον, ἐλέησον ἀγαθὲ, ἐλέησον μακρόθυμε, ὅτι πᾶν κακὸν καὶ πᾶσαν ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ ἀδικίαν αἱ χεῖρες ἡμῶν ἐποίησαν. Ἐμιάναμεν γὰρ τὴν ψυχὴν, ἣν κατ’ εἰκόνα σου ἐποίησας· ἐμιάναμεν τὸ σῶμα, ἐμιάναμεν αἴσθησιν. Ἡ γλῶσσα ἡμῶν μάχαιρα
65ὀξεῖα ἐγένετο κατὰ τοῦ πλησίον, οἱ ὀφθαλμοὶ ἡμῶν πῦρ βλέπουσιν, αἱ χεῖρες ἡμῶν αἵματος πλήρεις, οἱ πόδες ἡμῶν ὀξέως εἰς τὸ κακὸν τοῦ ποιῆσαί τινα. Τὸ στόμα ἡμῶν μεμίασται ταῖς λοιδορίαις· καὶ ἁπλῶς εἰ‐ πεῖν, ἐμιάναμεν τὴν γῆν καὶ τὸν ἀέρα· αἱ γὰρ ἀδικίαι
70ἡμῶν ἕως τοῦ οὐρανοῦ ἤγγισαν, αἱ ἁρπαγαὶ ἡμῶν ὑπὲρ τὰ ὄρη ὑψώθησαν, αἱ πλεονεξίαι ὑπὲρ τὰς νεφέλας ἐπήρ‐
θησαν, αἱ κακίαι ἡμῶν ἕως τοῦ οὐρανοῦ ἔφθασαν, αἱ699

60

.

701

ἁμαρτίαι ἡμῶν ἀσυγχώρητοι, τὰ σφάλματα ἡμῶν παρα‐ μυθίαν οὐκ ἔχει, ἡ ἀποτυχία ἡμῶν ἀπαρηγόρητος, καὶ ἰδοὺ ἡ γῆ τὰ κακὰ ἡμῶν βαστάζειν οὐ δύναται· καὶ διὰ τοῦτο, Δέσποτα, τοῦ σοῦ ἐλέους χρῄζομεν. Γινώσκεις
5τὴν ἀσθένειαν τῆς φύσεως ἡμῶν· ἐλέησον, Κύριε, τῶν χειρῶν σου τὸ ποίημα. Τὴν σὴν γὰρ εὐσπλαγχνίαν ἐπι‐ καλούμεθα· τῆς σῆς βοηθείας μὴ ὑστερήσῃς ἡμᾶς· τὸ σὸν ἔλεος ἐξαπόστειλον ἡμῖν τοῖς ἀναξίοις· τὴν σὴν ἀν‐ τίληψιν δώρησαι ἡμῖν τοῖς ἁμαρτωλοῖς, καὶ ἐπίφανον τὸ
10πρόσωπόν σου, καὶ σωθησόμεθα. Ταῦτα, ἀδελφοί μου, λέγοντες καὶ ποιοῦντες, φύγωμεν πᾶσαν κακίαν καὶ πᾶσαν ἀκαθαρσίαν, φύγωμεν πᾶσαν ἀδικίαν καὶ πλεονε‐ ξίαν, φύγωμεν κενοδοξίαν, μέθην καὶ πᾶσαν ἀπληστίαν, φύγωμεν γαστριμαργίαν τὴν γεννήτριαν πάντων τῶν
15κακῶν, φύγωμεν φιλαργυρίαν τὴν ἀρχὴν καὶ ῥίζαν πάσης ἁμαρτίας, φύγωμεν μισαδελφίαν καὶ ἀσπλαγχνίαν, φύγωμεν καταλαλιὰν καὶ λοιδορίαν· φύγωμεν πορνείαν, μοιχείαν, καὶ πᾶσαν βλασφημίαν· φύγωμεν κλεψίαν, ἁρπαγήν· φύγωμεν φιλοδοξίαν καὶ προσωποληψίαν καὶ
20ἔριν καὶ ζῆλον καὶ τὴν λοιπὴν ἀπάτην τοῦ ματαίου βίου τούτου· ἵνα μὴ ἔλθῃ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ εὑρήσῃ ἡμᾶς ῥᾳθυμοῦντας, καὶ διχοτομήσῃ ἡμᾶς, καὶ ἀποφαίνηται καθ’ ἡμῶν λέγων· Δήσαντες αὐτῶν χεῖρας καὶ πόδας, ἄρατε αὐτοὺς, καὶ ἐμβάλλετε εἰς
25τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ὢ πόσα μέλλομεν τότε κλαίειν, ἀδελφοὶ, καὶ ὀδύρεσθαι καὶ θρηνεῖν καὶ ἑαυτοὺς κατα‐ κόπτειν, μηδὲν ὠφελοῦντες λοιπόν; Οὐαὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ἐὰν οὕτως εὑρεθῶμεν ἀμετανόητοι·
30καλὸν ἦν ἡμῖν μὴ γεννηθῆναι, ἐὰν οὕτω μέλλωμεν εὑ‐ ρίσκεσθαι. Κλαύσωμεν πικρὸν λοιπὸν, ὦ ἀδελφοὶ, ἵνα μὴ ἐκεῖ ἀθάνατα τιμωρηθῶμεν· ἐλεήσωμεν, ἵνα ἐλεηθῶμεν, ἵνα συγχωρηθῶμεν· σκορπίσωμεν ἡμεῖς αὐτοὶ χρήματα, ἵνα μὴ ἄλλοι μετὰ τὴν τελευτὴν ἡμῶν τὸν κόπον ἐσθίον‐
35τες καὶ πίνοντες καὶ σπαταλῶντες, ψάλλωσι λέγοντες· Θησαυρίζει ὁ πλούσιος, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· καὶ πάλιν, Ἰδοὺ ἄνθρωπος, ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ. Τί γὰρ ὄφελος, ἀδελφοὶ, ὅταν ἡμεῖς κοπιῶμεν, καὶ ἄλλοι τὸν κόπον ἡμῶν ἀπολαύωσι;
40Προπέμψωμεν ἐκεῖ, ἵνα εὕρωμεν. Ὃ γὰρ σπείρει ἄν‐ θρωπος, τοῦτο καὶ θερίσει. Μηδεὶς προφασιζέσθω, ὅτι Γυναῖκα ἔχω καὶ τέκνα, καὶ οὐ δύναμαι δι’ αὐτὰ σκορπίσαι τὰ χρήματα, ἵνα μὴ ἀποθνήσκων πτωχοὺς αὐτοὺς καταλίπω.
45 βʹ. Μὴ, ἀδελφοὶ, μὴ, παρακαλῶ πάντας ὑμᾶς, μὴ τοῦτο μεριμνῶμεν. Ἔστι γὰρ Θεὸς ἐν οὐρανῷ ὁ οἰκτίρμων; ὁ μεριμνῶν καὶ διοικῶν τὴν γυναῖκα καὶ τὰ τέκνα, ὁ καὶ ποιήσας αὐτούς· μόνον ἡμεῖς ἑαυτοὺς μεριμνήσωμεν, ἑαυτοὺς κλαύσωμεν, ἑαυτοὺς εὐτρεπίσωμεν, ἑαυτοὺς

60

.

701

(50)

πρὸς τὰ ἐκεῖ κριτήρια καὶ δικαστήρια προασφαλισώμεθα. Ἐν γὰρ τῇ ὥρᾳ ἐκείνῃ οὔτε τέκνα οὔτε γυνὴ, οὐ πα‐ τὴρ, οὐ μήτηρ, οὐκ ἀδελφὸς, οὐ συγγενὴς, ἀλλ’ οὐδὲ αὐτὸς ὁ Ἀβραὰμ, ἢ Νῶε, ἢ Δανιὴλ, ἢ Πέτρος, ἢ Παῦ‐ λος δυνήσονται λυτρώσασθαι ἡμᾶς ἐκ τῶν ἀκαταλήπτων
55ἐκείνων βασάνων, εἰ μὴ τὰ ἔργα ἡμῶν. Ἐξ οὐρανοῦ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἔρχεται ὁ ἐτάζων καρδίας καὶ νεφρούς· ἔρχεται, καὶ τίς λοιπὸν ἐκφύγῃ τὰς χεῖρας αὐτοῦ; ἔρχεται καθήμενος ἐπὶ θρόνου Χερου‐ βὶμ, καὶ ἐπιβλέπων ἀβύσσους· ἔρχεται ὁ Θεὸς τῶν θεῶν,
60καὶ Κύριος τῶν κυριευόντων· ἔρχεται ὁ Ἄρχων τῶν ἀρχόντων, καὶ Κριτὴς τῶν κριτῶν· ἔρχεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Δικαστὴς τῶν δικαστῶν· ἔρχεται ὁ δημοσιεύων καὶ ἐλέγχων πᾶν φαῦλον καὶ ἀποκεκρυμ‐ μένον μυστήριον· ἔρχεται ὁ φανερῶς ποιῶν καὶ ἀπο‐
65καλύπτων τὰ ἐσφαλμένα τῶν κρυφίων· ἔρχεται ὁ τὰ ἐνθυμήματα καὶ τὰς πράξεις καὶ τὰ ῥήματα καὶ πᾶν ἐννοήμα ἐπὶ πάντων θριαμβεύων· ἔρχεται ὁ ἀληθὴς καὶ ἀκοίμητος ὀφθαλμὸς, ὁ ἀπροσωπόληπτος δικαστὴς, ὁ ἀδωροδόκητος ἐξεταστὴς, ὁ πᾶσαν ῥυπαρὰν
70πρᾶξιν καὶ αἰσχρὰν ἡδονὴν καταφλέγων, καὶ εἰς γέεν‐ ναν παραπέμπων· ἔρχεται ὁ ἀγαπῶν εἰρήνην, καὶ μισῶν πᾶν πονηρὸν ῥῆμα, καὶ πᾶν ἅρπαγμα, καὶ ἁμαρτίαν πᾶσαν, καὶ τοὺς ποιοῦντας τὰ σκάνδαλα αἰωνίως τιμω‐ ρούμενος· ἔρχεται, οὗ ἀπὸ προσώπου αὐτοῦ ἡ γῆ φεύγει,
75ἡ θάλασσα ξηραίνεται· ὁ οὐρανὸς εἱλίσσεται ὡς βιβλίον, τὰ ἄστρα πίπτουσιν, ὁ ἀὴρ κλονεῖται, ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τὰ Χερουβὶμ τρέμει, τὰ Σερα‐ φὶμ ἐξίστανται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι τρέ‐
80μουσι, τὰ ἄνω, τὰ κάτω δονεῖται, τὰ πάντα σείεται·Column end

60

.

702

ἔρχεται ὁ μὴ λαμβάνων πρόσωπον ἀνθρώπου, καὶ μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει· ἔρχεται ὁ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ἐλέγχων καὶ στηλιτεύων πάσης πνοῆς τὰ βουλεύματα καὶ τὰ κινήματα· ἔρχεται ὁ ἐλεῶν
5τοὺς ἐλεήμονας, καὶ κατακρίνων τοὺς ἀσπλάγχνους, Ὁ φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων· ἔρχεται ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπι‐ γείων καὶ καταχθονίων· ἔρχεται οὗ ὁ θρόνος φλὸξ πυ‐ ρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ἔρχεται τοὺς μὲν
10δικαίους σῶσαι καὶ δοξάσαι, τοὺς δὲ ἁμαρτωλοὺς τι‐ μωρήσασθαι· ἔρχεται μακαρίσαι τοὺς διψῶντας, τοὺς δὲ ἐμπεπλησμένους ταλανίσαι· ἔρχεται τιμῆσαι τοὺς ἀγωνιζομένους καὶ ἀγρυπνοῦντας ἐν προσευχαῖς καὶ ψαλμῳδίαις, ἐν εὐχαριστίᾳ καὶ δεήσει καὶ ὑπομονῇ·
15τοὺς δὲ ῥᾳθύμους καὶ ἀμελεῖς εἰς βασάνους καὶ τιμω‐ ρίας παραπέμψει· ἔρχεται πρὸς μὲν τοὺς ἁμαρτωλοὺς φοβερὸς καὶ σκληρὸς, καὶ μετὰ πολλῆς ἀπειλῆς κολά‐ σει· πρὸς δὲ τοὺς δικαίους πρᾶος καὶ ἱλαρὸς καὶ ἥμε‐ ρος· καὶ τί φησι πρὸς αὐτούς; Δεῦτε, οἱ εὐλογημένοι
20τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· οὐχ ὅτι πλοῦ‐ τον πολὺν ἐκτήσασθε ἐπὶ τῆς γῆς, οὐδ’ ὅτι πολλοὺς δούλους καὶ δούλας ἐσχήκατε, οὐδ’ ὅτι εὐγενεῖς καὶ ἔν‐ δοξοι ἐγίνεσθε· οὐχ ὅτι πολλοὺς ἀγροὺς καὶ ἀμπελῶνας
25ἐκληρονομήσατε, οὐχ ὅτι ἀποθήκας καὶ λαμπρὰς οἰκίας ᾠκοδομήσατε, οὐχ ὅτι πολλὰ ζεύγη βοῶν καὶ ἀγέλας προβάτων εὐπορήσασθε, οὐδ’ ὅτι τραπέζης πλουσίας καὶ ἀφθόνου ἀπηλαύσατε, οὐδ’ ὅτι ἱμάτια λαμπρὰ ἐνεδύ‐ σασθε, οὐδ’ ὅτι μύροις καὶ ἀρώμασιν ἠλείφεσθε, οὐδ’
30ὅτι πολλὰ παρὰ πάντων ἐτιμήθητε· οὐχ ὅτι ἐδοξάσθητε καὶ ὑψώθητε καὶ ἐμεγαλύνθητε, οὐδ’ ὅτι ἐνηστεύσατε ἢ ἠγρυπνήσατε· οὐδ’ ὅτι παρθενίαν ἐφυλάξατε, ἢ ὅτι ἐκακοπαθήσατε· ἀλλ’ Ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· εἴδετέ με ξένον,
35καὶ εἰς τοὺς οἴκους ὑμῶν συνηγάγετέ με, καὶ μεγάλως με παρεμυθήσασθε· ἑωράκατέ με γυμνὸν, καὶ ἐνεδύ‐ σασθε· ἐθεάσασθέ με ἐν ἀσθενείᾳ κατακείμενον, καὶ ἐπεσκέψασθέ με, καὶ πολλῆς θεραπείας ἠξιώσατε· εἴδετέ με ἐν φυλακῇ, καὶ μετὰ πολλῆς προθυμίας ἤλθετε πρός
40με. Καὶ λέγουσιν αὐτῷ οἱ δίκαιοι· Κύριε, πότε σε εἴδο‐ μεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἢ διψῶντα, καὶ ἐποτί‐ σαμεν; ἢ ξένον, καὶ συνηγάγομεν; ἢ γυμνὸν, καὶ περι‐ εβάλομεν; ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ διηκονήσαμέν σοι; Ὁ δὲ Κριτὴς πρὸς αὐτούς φησιν· Ἀμὴν, ἀμὴν λέγω
45ὑμῖν, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, τῶν πτωχῶν, τῶν ἀπεῤῥιμμένων, τῶν ξένων, τῶν ταπεινῶν, τῶν ἐξουθενημένων, τῶν λελω‐ βημένων, τῶν ἐν περιστάσει, τῶν ἐν ἀνάγκῃ, τῶν ἐν θλίψει, τῶν ἐν λιμῷ, τῶν ἐν δίψει, τῶν τετραυματισμέ‐

60

.

702

(50)

νων, τῶν καταπονουμένων, τῶν ἀσθενούντων, τῶν κα‐ κουχουμένων· ἐφ’ ὅσον ἐποιήσατε ἐκ πάντων τούτων ἑνὶ, ἐμοὶ ἐποιήσατε, τὰ ἐμὰ μέλη ἐθερμάνατε, ἐμοὶ διηκονήσατε, τὴν ἐμὴν ψυχὴν ἀνεπαύσατε· διὰ τοῦτο, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομή‐
55σατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ κατα‐ βολῆς κόσμου. Δεῦτε ἐν πρώτοις, οἱ τὴν πίστιν ἄσπι‐ λον καὶ ἀμόλυντον φυλάξαντες· δεῦτε, οἱ δι’ ἐμὲ πτωχεύ‐ σαντες τὴν πνευματικὴν πτωχείαν· δεῦτε, οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς μετὰ
60τῶν θηρίων διὰ τὸ ὄνομά μου οἰκήσαντες· δεῦτε, οἱ πεν‐ θοῦντες καὶ τεθλιμμένοι· δεῦτε, οἱ δι’ ἐμὲ πεινά‐ σαντες καὶ διψήσαντες· δεῦτε, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· δεῦτε, οἱ ὀνειδισθέντες καὶ μισηθέντες διὰ τὸ ὄνομά μου· δεῦτε, οἱ καθαροὶ τῇ καρδίᾳ· δεῦτε, οἱ
65ἐλεήμονες· δεῦτε, οἱ εὐμετάδοτοι· δεῦτε, οἱ εὔσπλαγχνοι· δεῦτε, οἱ ὀρφανοτρόφοι· δεῦτε, οἱ ξενοδόχοι· δεῦτε, οἱ τῶν χηρῶν προστάται· δεῦτε, οἱ τῶν ἀδυνάτων ἀντιλήπτορες· δεῦτε, οἱ τῶν ἀσθενούντων παραμυθήτορες· δεῦτε, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι· δεῦτε, οἱ τῶν χρεωστούντων
70πληρωταί· δεῦτε, οἱ τὰς ψυχὰς τῶν πεινώντων καὶ διψώντων διὰ τὸ ὄνομά μου ἐμπλήσαντες· δεῦτε, οἱ τῶν ἀδίκως καταδουλωθέντων καὶ κινδυνευόντων προστάται θερμότατοι· δεῦτε, οἱ τῶν ἐν ἐξορίᾳ καὶ πικραῖς δουλείαις εὔσπλαγχνοι ἐλευθερωταί· δεῦτε, οἱ τὸν ἤρεμον καὶ ἡσύ‐
75χιον βίον δι’ ἐμὲ πολιτευσάμενοι· δεῦτε, οἱ παρθενίᾳ καὶ ἀσκήσει καὶ σεμνῇ πολιτείᾳ ἕως θανάτου ἀγωνισάμενοι, δεῦτε, οἱ ἐν σωφροσύνῃ καὶ ἁγνείᾳ τὸ σῶμα καὶ τὴν ψυχὴν ἄσπιλον καὶ ἀμίαντον διατηρήσαντες· δεῦτε, οἱ ἐν νη‐ στείαις καὶ ἀγρυπνίαις καὶ ψαλμῳδίαις ὅλον ἑαυτῶν
80τὸν βίον τελέσαντες· δεῦτε, οἱ καθ’ ἑκάστην νύκτα καὶ701

60

.

703

ἡμέραν τῆς ἐκκλησίας μὴ ἀφιστάμενοι· δεῦτε, οἱ τὰ θυσιαστήριά μου κοσμοῦντες καὶ ἐπιμελούμενοι· δεῦτε, οἱ καταφρονήσαντες τῶν ἐπιγείων, ἀπολάβετε τὰ οὐ‐ ράνια· δεῦτε, οἱ καταλείψαντες δι’ ἐμὲ πατέρας καὶ μη‐
5τέρας, υἱοὺς καὶ θυγατέρας, οἰκίας καὶ ἀγροὺς καὶ συγ‐ γενεῖς, ἀπολάβετε τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἐπουρα‐ νίου· δεῦτε καὶ θεάσασθε τὴν δόξαν τὴν ἐμὴν, καὶ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· δεῦτε, καὶ ἴδετε οἵου Δεσπότου ὑπηρέται
10τυγχάνετε, καὶ χαίρετε καὶ σκιρτήσατε, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ὑμῶν, ἀπολάβετε τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ὀφθαλ‐ μὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν‐ θρώπου οὐκ ἀνέβη· εἰσέλθετε εἰς τὰ ταμιεῖα τοῦ Πατρός
15μου, ὅπου ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι· δέξασθε τὰ βραβεῖα καὶ τοὺς στεφάνους καὶ τὰ ἔπαθλα τῶν ἀγώνων ὑμῶν. Ἐβαστάσατε τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέ‐ ρας· ἀπολάβετε τὴν βασιλείαν τῶν οὐρανῶν· ὑπεμείνατε πεῖναν καὶ δίψαν, χαμαικοιτίαν καὶ ξηροφαγίαν· ἀπο‐
20λαύσατε οὖν δόξης ἀνεικάστου, καὶ χαρᾶς ἀνεκλαλήτου, ἢν προητοίμασα ὑμῖν τοῖς φίλοις· ἀναπαύσασθε λοιπὸν εἰς τὰς αὐλὰς τοῦ παραδείσου, εἰς τὰς μονὰς τὰς φω‐ τοειδεῖς, εἰς τρυφὴν καὶ χαρμονὴν τέλος οὐκ ἔχουσαν, εἰς σκηνώματα λαμπρὰ καὶ δεδοξασμένα. Εἰσέλθετε εἰς
25τόπους φωτεινοὺς, καὶ ἀναπαύεσθε ἐκ τῶν κόπων ὑμῶν, ὧν δι’ ἐμὲ ὑπεμείνατε. Ἀναπαύεσθε μετὰ τῶν ἁγίων μου ἀγγέλων, μετὰ ἀποστόλων, μετὰ προφητῶν καὶ τῶν ἀπ’ αἰῶνός μοι εὐαρεστησάντων ἁγίων· εἰσέλθετε εἰς τὸ ἐμὸν παλάτιον, ὅπου οὐκ ἔστι πόνος, λύπη, καὶ
30στεναγμὸς οὐδὲ δάκρυον, ἀλλὰ αἰώνιος ζωὴ καὶ ἀτε‐ λεύτητος. Τοιαύτας δωρεὰς χαρίζομαι ἐγὼ τοῖς τὸν ἐμὸν λόγον τηρήσασιν· οὕτως ἐγὼ τιμῶ τοὺς ἐμὲ τι‐ μήσαντας, οὕτως ἐγὼ δοξάζω τοὺς ἐμὲ δοξάζοντας, οὕτως ἐγὼ ἀναπαύω τοὺς τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς
35καὶ ἀδυνάτους, ἀναπαύοντας· οὕτως ἐγὼ μακαρίζω τοὺς τῶν Ἐκκλησιῶν μου ἐπιμελοῦντας, οὕτως ἐγὼ ἀποδί‐ δωμι πλουσίως καὶ ἀφθόνως καὶ ἑκατονταπλασίως, τὴν αἰώνιον ζωήν. Ἐδώκατέ μοι κλάσμα ἄρτου, λάβετε βασιλείαν οὐράνιον· ἐδώκατέ μοι ἀργύριον, λάβετε τὸν
40παράδεισον τῆς τρυφῆς· ἐδώκατέ μοι ἱμάτιον παλαιὸν, ἐνδύω ὑμᾶς τὸ ἄδυτον φῶς· ἐδώκατέ μοι ποτήριον ὕδα‐ τος, ἀπολάβετε τὸ ὕδωρ τὸ ζῶν τῆς ἀναπαύσεως· εἰσ‐ ηγάγετέ με ἐν τῇ σκέπῃ· ἰδοὺ χαρίζομαι ὑμῖν τὸ εἶναι μετὰ τῶν ἁγίων ἀγγέλων· ἐδώκατέ μοι φθαρτὰ, λάβετε
45ἄφθαρτα· ἐδώκατέ μοι πρόσκαιρα, λάβετε αἰώνια· ἠξιώ‐ σατέ με τῆς τραπέζης ὑμῶν, λάβετε τρυφὴν αἰώνιον· ἐῤῥύσασθέ με ἀπὸ δεσμωτηρίου, ἐπεσκέψασθέ με ἀσθενοῦντα, ἐλύσατέ μου τὸν λιμὸν καὶ τὴν δίψαν, ἐνίψατέ μου τοὺς πόδας, ἐθερμάνατέ με ῥιγοῦντα· ἰδοὺ

60

.

703

(50)

χαρίζομαι ὑμῖν τὸν κόλπον τοῦ Ἀβραάμ. Ἔλαβον πηλὸν, δίδωμι μαργαρίτας· ἔλαβον χόρτον, δίδωμι χρυσόν. Πάντα γὰρ τὰ ὑμέτερα, οἷά εἰσι, πρὸς τὰς ἐμὰς δωρεὰς χόρτος εἰσὶ καὶ πηλός· τὰ γὰρ ὑμέτερα ἐπίγεια, τὰ δὲ ἐμὰ ἐπουράνια· τὰ ὑμέτερα πάντα μαραινόμενα, τὰ δὲ
55ἐμὰ φῶς, ζωὴ καὶ χαρὰ καὶ ἀνάπαυσις. Οἶδα ἐγὼ ὅσα μοι ἐποιήσατε, γινώσκω ἐγὼ ὅσα ἐκ τοῦ στόματος ὑμῶν ἀπεκόψατε, καὶ τὴν ἐμὴν ψυχὴν ἐνεπλήσατε· ἐπίσταμαι, καὶ οὐκ ἐπελαθόμην ὅσα με ἐξενοδοχήσατε· καὶ διὰ ταῦτα πάντα, ὅσα ἐν οὐρανῷ καὶ ὅσα ἐπὶ τῆς
60γῆς ὑπάρχει ἀγαθὰ, ὑμῖν χαρίζομαι τοῖς φίλοις μου εἰς αἰῶνα αἰῶνος. γʹ. Εἴδετε, ἀδελφοὶ, τῆς ἐλεημοσύνης τὸ κέρδος, ἔγνωτε αὐτῆς τὴν ἰσχὺν, ἐμάθετε αὐτῆς τὴν δύναμιν, κατενοήσατε αὐτῆς τὴν ὠφέλειαν. Εἶτα, φησὶν, ὁ Κύριος πρὸς τοὺς
65εὐωνύμους λέγει, πρὸς τοὺς ἀνηλεεῖς, πρὸς τοὺς αἰ‐ σχρῶς τὸν βίον δαπανῶντας· Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐπο‐ τίσατέ με, καὶ τὰ ἑξῆς. Πόσα ἦλθον εἰς τὴν θύραν ὑμῶν ζητῶν ἐντολὴν, καὶ ἄπρακτόν με ἀπεστρέψατε;
70πόσα ἦλθον εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἶδον τράπεζαν παντοίων ἀγαθῶν μεστὴν, καὶ πόρνας τρέφουσαν καὶ ὀρχηστὰς καὶ κόλακας, καὶ ἐμὲ κἂν κλάσματος ἄρτου οὐκ ἠξιώσατε; Μὴ γὰρ τὰ ὑμέτερα ἐζήτουν; Καὶ ἐκ τῶν ἐμῶν οὐκ ἐδώκατέ μοι φαγεῖν. Πόσα ἦλθον εἰς τοὺς
75οἴκους ὑμῶν χειμῶνος σφοδροῦ ἐπικειμένου, γυμνὸς καὶ ἀνυπόδετος, μηδὲ λαλῆσαι δυνάμενος ἀπὸ τῆς βίας καὶ τῆς ἀνάγκης· ὑμεῖς δὲ ἐπιτάξαντες, ἐξουθενήσαντες, ἔξω‐ θέν με ἐγκατελίπετε, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων ἐλογίσασθε; Καὶ διὰ τοῦτο πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηρα‐
80μένοι, εἰς τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος,Column end

60

.

704

καὶ βρυγμὸς ὀδόντων· ὅτι οὐ μόνον ὑμεῖς με οὐκ ἠλεήσατε, ἀλλὰ καὶ τοὺς θέλοντάς με πολλάκις ἐλεεῖν ἐκωλύετε, καὶ ἐπείθετε λέγοντες, ὅτι Κλέπται εἰσὶν οἱ πτωχοί· τί ἐλε‐ εῖτε αὐτούς; Τοὺς κύνας ἐτρέφετε, τοὺς ἵππους ἐθερα‐
5πεύετε, τῶν κτηνῶν ἐπεμελεῖσθε καὶ ἐπεβλέπετε ὄνους, καὶ χοίρους καὶ πρόβατα ἐμεριμνᾶτε· τὰ δὲ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους, οὐδέποτε ἠλεήσατε· οὕτως οὐδὲ ὑμεῖς ἐλεηθήσεσθε. Οὐκ οἴδατε, ἄθλιοι, ὅτι διὰ τῶν πτωχῶν ἔχει πᾶς ἄνθρωπος τὴν σωτηρίαν; οὐκ ἀνέγνω‐
10τε, ὅτι ἀδελφούς μου αὐτοὺς ἐπεκάλεσα; οὐκ ἠκούσατε τῆς Γραφῆς λεγούσης, ὅτι Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; οὐκ ἐμάθετε, ὅτι Κρίσις ἀνίλεώς ἐστι τοῖς μὴ πράξασιν ἔλεος; Ὢ πόσα ἐβόων οἱ πένητες, οἱ ἀδελφοί μου, ὀδυρόμενοι, κλαίοντες καὶ θρηνοῦντες; ποῖον ῥῆμα
15οὐκ ἐπιβοώμενοι εἰς τὸ ἐπικάμψαι ὑμῶν τὴν ἀμείλι‐ κτον καρδίαν, Ἐλεεῖτε, βοηθεῖτε, λέγοντες, δότε οἱ ἀγα‐ θοποιοὶ, δότε οἱ ἐλεήμονες, δότε οἱ φίλοι τοῦ Θεοῦ, δότε οἱ εὔσπλαγχνοι, καὶ ἄλλα μυρία ῥήματα καὶ σχήματα ἐπιτηδευόμενοι τὰ δυνάμενα καὶ λίθους μαλάξαι, καὶ
20ἀγρίων θηρίων τὴν ἡμερότητα ποιῆσαι· ὑμεῖς δὲ ἐσκλη‐ ρύνατε τὰ σπλάγχνα ὑμῶν, καὶ οὐ μόνον οὐκ ἐλεεῖτε καὶ παραμυθεῖσθε, ἀλλὰ καὶ μᾶλλον κατεδιώκετε ἀπὸ τόπου εἰς τόπον, ὥστε πολλοὺς ἀποθνήσκειν ἀπὸ τοῦ λι‐ μοῦ καὶ τοῦ ψύχους; Ὢ πόσους ὀρφανοὺς ἠδικήσατε,
25πόσας χήρας ἐπλεονεκτήσατε, πόσους ἀδυνάτους ἐθλί‐ ψατε, πόσους καταπονουμένους γυμνοὺς καὶ αἰχμαλώ‐ τους κατεστήσατε; ὢ πόσων μισθίων μισθοὺς ἐκρατή‐ σατε, ὑπὲρ ὧν καὶ αἰωνίως τιμωρηθήσεσθε; Οὐκ ἐμά‐ θετε ἐκ τῶν πέντε μωρῶν παρθένων, ὅτι πᾶσα ἀρετὴ
30χωρὶς ἐλεημοσύνης οὐδὲν ὠφελεῖ; Κἂν παρθενίαν εἴπῃς, κἂν νηστείαν, κἂν προσευχὴν, κἂν ἀγρυπνίαν, ξηροφαγίαν τε πεῖνάν τε καὶ δίψαν, κἂν ὁτιοῦν εἴπῃς χωρὶς ἐλεη‐ μοσύνης, οὐδέν ἐστι. Λοιπὸν τί εἴπω πρὸς τὴν ἀπάν‐ θρωπον ὑμῶν προαίρεσιν; Διὰ τοῦτο Πορεύεσθε ἀπ’
35ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον. Εἰς γὰρ τὸ ἐμὸν παλάτιον ἀνελεήμων οὐκ εἰσέρχεται, εἰς τὰς οὐ‐ ρανίους μονὰς ἄσπλαγχνος οὐκ ἀξιοῦται· εἰς τὸν ἐμὸν παράδεισον πονηρὸς ἢ βλάσφημος ἢ πανοῦργος οὐκ ἔρ‐ χεται· εἰς τὴν ἐμὴν παστάδα πόρνος ἢ μοιχὸς ἢ ἀρσενοκοί‐
40της οὐ καταξιωθήσεται· εἰς τὴν ἐμὴν τράπεζαν σκληρὸς ἢ ἀμετάδοτος οὐκ ἀνακλιθήσεται· εἰς τὰς ἄνω μονὰς ἅρπαξ ἢ πλεονέκτης οὐ μὴ περιπατήσει· εἰς τὰ ἐμὰ βασίλεια κλέπτης ἢ λοίδορος οὐ μὴ προσεγγίσει· εἰς τὸ ἄνω θυ‐ σιαστήριον ψεύστης ἢ κατάλαλος ἢ μέθυσος οὐκ εἰσ‐
45ελεύσεται· εἰς τὸν ἐμὸν οἶκον φιλάργυρος ἢ ἀποστερη‐ τὴς οὐκ ἀναπαύσεται· εἰς τὸ οὐράνιον καταπέτασμα ἀκάθαρτος ἢ ἀσελγὴς ἢ βέβηλος οὐ διέρχεται· εἰς αἰω‐ νίαν ἀνάπαυσιν ῥᾴθυμος ἢ ὑπνώδης ἢ ἀνδροφόνος οὐ διελεύσεται· εἰς τὸ ἐμὸν δεῖπνον ὀργίλος ἢ γογγυστὴς

60

.

704

(50)

ἢ μνησίκακος οὐ μὴ προσψαύσει· εἰς τὸν ἐμὸν νυμφῶνα φλύαρος ἢ μυθολόγος ἢ γελωτοποιὸς οὐδὲ ὅλως αὐλι‐ σθήσεται· εἰς αἰώνια σκηνώματα ἀναίσχυντος ἢ φθο‐ νερὸς κληρονομίαν οὐκ ἔχει. Μηδεὶς πλανάσθω· οὐδεὶς ἄδικος ἤ τις τῶν τοιούτων εἰς τὴν βασιλείαν τῶν οὐρα‐
55νῶν οὐ καταξιωθήσεται· ἀλλ’ ἐκεῖνοι μόνον εἰσελεύσον‐ ται, οἱ εὐμετάδοτοι, οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πεν‐ θοῦντες, οἱ πραεῖς, οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ οἱ εἰρηνοποιοί· οἱ τοιοῦτοι εἰσ‐ ελεύσονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ χαρήσονται
60καὶ ἀγαλλιάσονται, ὅτι ὁ μισθὸς αὐτῶν πολὺς ἐν τῷ οὐρα‐ νῷ. Ὑμεῖς δὲ, οἱ ἀπάνθρωποι καὶ ἀνελεήμονες, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὥσπερ γὰρ οὐκ ἠλεήσατε, οὕ‐ τω δὴ ὑμεῖς οὐκ ἐλεηθήσεσθε. Λοιπὸν ἀποχωρεῖτε ἀπ’
65ἐμοῦ, οἱ ἐργάται τῆς ἀνομίας· ὑπάγετε εἰς τὸ σκότος τὸ αἰώνιον, οἱ κατηραμένοι καὶ μεμισημένοι, ὅπου ὁ σκώ‐ ληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἀπελεύ‐ σονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς
70ζωὴν αἰώνιον. Ταῦτα τοίνυν μαθόντες, ἀδελφοὶ, δεῦτε, καὶ ἐπιστρέψωμεν ἐκ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· με‐ τανοήσωμεν, στενάξωμεν, τύψωμεν τὸ στῆθος, γρηγο‐ ρήσωμεν οἱ νυστάζοντες, ἐξυπνίσωμεν, δακρύσωμεν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν· καὶ εἴ τινός τι ἐσυκοφαντήσαμεν
75ἢ ἡρπάσαμεν, ἀποδῶμεν, ἵνα μὴ κατακριθῶμεν· ἐλεή‐ σωμεν, ἵνα εὕρωμεν ἔλεος. Καὶ εἴ τι ἔχομεν κατά τινος ἢ πένητος ἢ πλουσίου, πάντα συγχωρήσωμεν ἀπ’ αὐτῆς τῆς καρδίας ἡμῶν, ὡς ὁ Χριστὸς ἐκέλευσε, μή πως κα‐ τακριθῶμεν καὶ καταδικασθῶμεν καὶ ἡμεῖς ἐν τῇ ἡμέ‐
80ρᾳ τῆς κρίσεως, καθὼς ἐκεῖνοι οἱ ἀνελεήμονες καὶ μισ‐703

60

.

705

άνθρωποι. Γενώμεθα εἰς ἀλλήλους εὔσπλαγχνοι, φιλάν‐ θρωποι, ἥμεροι, φιλάγαθοι, ἐπιεικεῖς, μακρόθυμοι, ἀλλή‐ λοις βοηθοῦντες, ἀλλήλους ὑπομένοντες, ἀλλήλοις συγχω‐ ροῦντες, ἀλλήλους διορθούμενοι, ἀλλήλους νουθετοῦντες,
5ἀλλήλων τὰ βάρη βαστάζοντες· ἵνα καὶ τῶν προειρημέ‐
νων κολάσεων τὴν πεῖραν διαφύγωμεν, καὶ τὸν παρόνταColumn end

60

.

706

βίον ἐν ἀφέσει ἁμαρτιῶν διανύσαντες, τῶν αἰωνίων ἀγα‐ θῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡ‐ μῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
5αἰῶνας τῶν αἰώνων. Ἀμήν.705