TLG 2062 269 :: JOANNES CHRYSOSTOMUS :: De paenitentia (sermo 1) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De paenitentia (sermo 1) [Sp.]

Citation: Vol — pg — (ln)

60

.

681

(20t)

Λόγος παραινετικὸς περὶ μετανοίας, ἐν ᾧ ἐμνημόνευσε καὶ ἐστηλίτευσε πάντα τὰ πάθη τῶν
21tἀνθρώπων. Λόγος Αʹ.
22 αʹ. Ἀεὶ μὲν μνημονεύειν Θεοῦ καλὸν, καὶ πάνυ καλόν· καὶ τί ἂν γένοιτ’ ἂν τούτου κάλλιον; Ἡ γὰρ τῶν κρι‐ μάτων αὐτοῦ μνήμη παράκλησιν παρέχει, καθώς φησιν
25ὁ Προφήτης· Ἐμνήσθην τῶν κριμάτων σου τῶν ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Πόσην λοιπὸν παρά‐ κλησιν καὶ παραμυθίαν εἰκὸς καὶ εὐφροσύνην ὑποδέχε‐ σθαι τὸν ἀεὶ τοῦ Θεοῦ μνημονεύοντα; καθὼς πάλιν ὁ αὐτὸς Προφήτης λέγει· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐ‐
30φράνθην. Καὶ γενόμενος ἐν ἀπολαύσει τῆς ἐκ τῆς μνή‐ μης ταύτης εὐφροσύνης, οὐκ ἔτι ἠνέσχετό τι ἄλλο ἐπὶ μνήμης φέρειν, εἰ μὴ μόνον τοῦ Θεοῦ, λέγων· Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου· καὶ πάλιν, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ
35γενεᾷ. Καὶ ἀλλαχοῦ πάλιν καθολικώτερον λέγει· Μνη‐ σθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς. Ὁρᾷς ὅσην ὠφέλειαν παρέχει ἡ τοῦ Θεοῦ μνήμη; ὁρᾷς ὅσην ἰσχὺν παρέχει, ὡς καὶ τὰ πέ‐ ρατα τῆς οἰκουμένης ἑλκύσαι πρὸς ἑαυτήν; Καὶ οὐ μόνον
40εἰδωλολατρείας ἠλευθέρωσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μνή‐ μης αὐτῶν λήθην ἐνεποίησεν. Ἑλκυσθέντα γὰρ ὑπὸ τῆς τοῦ Θεοῦ μνήμης καὶ φωτισθέντα καὶ γνωρίσαντα Θεὸν ἀληθινὸν, λέγουσι περὶ τῶν ματαίων εἰδώλων· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Εἶδες
45μνήμης Θεοῦ ἰσχύν; εἶδες ἀλλοίωσιν ἀγαθήν; εἶδες μετ‐ οικεσίαν ἐπαινουμένην; Ἀληθῶς Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ἤγουν τῆς Χριστοῦ ἐπιδη‐ μίας, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, δι’ οὗ τὰ πάντα ἐγένετο. Λοιπὸν καλῶς ἐν ἀρχῇ τοῦ λόγου εἶπον, ὅτι

60

.

681

(50)

πάντων τῶν καλῶν κάλλιον τὸ μνημονεύειν Θεοῦ. Ταύτης τῆς μνήμης ἐν πείρᾳ γενόμενος ὁ Προφήτης, καὶ τὴν ἐξ αὐτῆς ὠφέλειαν ἐπιλαβόμενος, πάντων ἡδονῶν τε καὶ τῶν τερπνῶν ὥσπερ ἐπιλαθόμενος, ἕως καὶ τοῦ φαγεῖν τὸν ἄρτον, ἔλεγε· Κύριε, μνησθήσομαι τῆς δικαιοσύ‐
55νης σου μόνου· καὶ, Οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιω‐ μάτων σου. Τῆς τοιαύτης μνήμης τὴν ὠφέλειαν καὶ ὁ Ἀπόστολος εὑρὼν καὶ γευσάμενος ἔλεγεν, οὐ πρὸς Τι‐ μόθεον μόνον, ἀλλὰ πρὸς πάντα ἄνθρωπον, Τιμοθέῳ λέ‐
γων· Μνημόνευε Χριστὸν Ἰησοῦν ἐγηγερμένον ἐκColumn end

60

.

682

(20)

νεκρῶν. Καὶ ὥσπερ ὁ ἔχων θησαυρὸν ἔν τινι τόπῳ κε‐ κρυμμένον, πᾶσαν ὥραν, ἡμέραν τε καὶ νύκτα ὅλος ὁ νοῦς αὐτοῦ ἐκεῖ ἐστι, καὶ ὥσπερ τις σιδηροδέσμιος πα‐ ραμένει, καὶ οὔτε κἂν βραχὺ τοῦ τόπου ἀφίσταται, καθὼς καὶ ὁ Κύριος εἶπεν, Ὅπου ὁ θησαυρὸς, ἐκεῖ
25ἐστι καὶ ἡ καρδία ὑμῶν· οὕτω καὶ ὁ ἐπιθυμῶν ἐκείνης τῆς ὡραιότητος καὶ τῆς ἐλεύσεως τοῦ ἐπουρανίου νυμ‐ φίου, ἀεὶ αὐτοῦ ἐκείνου μόνου μνημονεύει, ἑλκόμενος ὑπὸ τοῦ θείου ἔρωτος καὶ τῆς ἀκορέστου ἐπιθυμίας, ψάλλων ἀεὶ μετὰ τοῦ ἱεροψάλτου Δαυῒδ τὸ, Ἐμνήσθην τοῦ
30Θεοῦ, καὶ ηὐφράνθην. Τοῦτο καὶ ὁ Κύριος ἐνετείλατο ἡμῖν λέγων· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὁρᾷς πῶς μνημονεύεσθαι θέλει παρ’ ἡμῶν αὐτῶν ὁ Κύριος; Μνημονεύσωμεν οὖν φιλόχριστοι τοῦ Θεοῦ πάν‐ τοτε, καὶ μὴ ἐπιλαθώμεθα, ἵνα μὴ καὶ ἡμᾶς ὀνειδίσῃ τὸ
35Πνεῦμα τὸ ἅγιον, ὅτι Θεὸν τὸν γεννήσαντά σε ἐγκατ‐ έλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἀλλὰ τοῦ μὲν μνημονεύειν Θεοῦ μὴ παυσώμεθα, καὶ ὑπὲρ τοῦ μνημονευθῆναι ἡμῶν, αὐτῷ κράζειν μὴ ὀκνήσωμεν· Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ
40σου. Ὥσπερ δὲ καλὸν μνημονεύειν Θεοῦ διὰ τὴν ἀκόρε‐ στον ἐκείνην εὐφροσύνην, οὕτω πάλιν μέγα κέρδος καὶ ὠφέλειαν ἔχοι ἂν ἡ μνήμη, οὐ μόνον τῶν τερπνῶν καὶ λοιπῶν χαροποιῶν, ἀλλὰ καὶ τῶν σκυθρωπῶν καὶ λυπη‐ ρῶν. Καὶ γὰρ τῶν τοιούτων ἐννοεῖν βελτιώτερον ἀπερ‐
45γάζεται τὸν μνήμονα, καὶ σπουδαιότερον γενέσθαι πα‐ ρασκευάζει. Καὶ ποίων, φησὶ, σκυθρωπῶν; Οὐκ ἀγνοεῖς, ὡς οἶμαι, ἤδη καὶ διδαχθῆναι ζητεῖς; Ἄκουσον ἐκ τῶν πολλῶν ὀλίγα, τοῦ βασανιζομένου πλουσίου οἰκτρὰς φω‐ νὰς πρὸς τὸν φιλόξενον πατριάρχην Ἀβραὰμ γενομένας·

60

.

682

(50)

ὅστις διὰ τὴν ἑαυτοῦ ἀσπλαγχνίαν οὐκ ἴσχυσε τὸ δεινὸν ἐκεῖνο καὶ φοβερὸν χάσμα παρελθεῖν, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία· ὁμοίως δὲ καὶ τῶν πέντε μωρῶν παρθέ‐ νων, ἅσπερ τὸ ἀνέλεον ὁμοίως ἔξω τοῦ μακαρίου νυμ‐ φῶνος ἀποκλεισθῆναι κατεδίκασεν· εἶτα τῶν ἐξ εὐωνύ‐
55μων πάλιν τὸν ὀνειδισμὸν, τὴν αἰσχύνην, τὴν ἐντροπὴν, καὶ τέλος καὶ ἐπώδυνον ἀπόφασιν, τὸ, Πορεύεσθε ἀπ’
ἐμοῦ οἱ κατηραμένοι. Ἐννόει δὲ κἀκεῖνον καὶ μάλιστα681

60

.

683

τὸν τὰς χεῖρας καὶ πόδας δεσμευθέντα, καὶ τοῦ βασιλικοῦ καὶ ἐνδόξου γάμου μετὰ μεγάλης αἰσχύνης ἐκβληθέντα, καὶ εἰς τὸν ἔκθαμβον καὶ φρικτὸν ἐκεῖνον τόπον ἐξορι‐ σθέντα. Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐
5των· οὗ καὶ μόνον ἡ ἀκοὴ βάσανον ἐμποιεῖ. Καὶ γὰρ καὶ τῶν τοιούτων μνημονεύειν, καθὼς προειρήκαμεν, οὐ μικρὸν κέρδος ψυχῆς· τὸ μὲν γὰρ Θεοῦ μνημονεύειν, ὡς ὁ λόγος, εὐφραίνει τὸν μνήμονα, καὶ ἐπὶ τὰ ὑψηλὰ ἕλκει· ἡ δὲ τῶν σκυθρωπῶν μνήμη φόβον ἐπάγει καὶ κατάνυξιν,
10καὶ ἐναγώνιον καὶ σπουδαῖον καθιστᾷ τὸν ἄνθρωπον. Τίς γὰρ ἐπὶ μνήμης φέρων τὴν ἀπαραμύθητον ἐκείνην ἀπο‐ τυχίαν, οὐ κατανύγεται καὶ ὀδύρεται καὶ συντρίβει τὴν ἑαυτοῦ καρδίαν; τίς οὐ βρέχει δάκρυσι καὶ τὴν κλίνην καὶ τὸ στῆθος καὶ ὅλον τὸ σῶμα, ἐννοῶν τὴν τοσαύτην
15ζημίαν, καὶ μάλιστα μὴ ἔχουσαν παντελῶς παρηγορίαν ἢ παράκλησιν; Πᾶσα γὰρ ἀστοχία ἢ ναυάγιον πρὸ τε‐ λευτῆς ἔχει διόρθωσιν καὶ παραμυθίαν. Εὑρίσκει γὰρ ἕκαστος ἀντὶ ὧν ἀπώλεσεν ἕτερα τῆς πανηγύρεως τέως ἱσταμένης, καὶ παραμυθεῖται τὴν ἑαυτοῦ θλῖψιν. Ἡ δὲ
20μετὰ τὴν ἔξοδον ἀποτυχία ἀπαραμύθητον ἔχει πένθος· ἀνακαλέσασθαι γὰρ ὃ ἀπώλεσεν οὐ δύναται. Κἂν γὰρ ταράσσηται, κἂν στενάζῃ, κἂν ὀδύρηται, ἢ καὶ δάκρυα ἐκχέῃ, κἂν φωνὰς ὑψηλὰς ἐπαφίῃ, πάντα ἀπρόσδεκτα. Διὰ τοῦτο πᾶσα Γραφὴ βοᾷ, διὰ τοῦτο πᾶσα σπουδὴ ἐνο‐
25μοθετήθη, διὰ τοῦτο ἀγῶνες, διὰ τοῦτο προσευχαὶ καὶ δεήσεις, διὰ τοῦτο κλαυθμοὶ καὶ ἀγρυπνίαι, διὰ τοῦτο χαμευνίαι, τῆξις σώματος, ξηροφαγίαι, ἀποταγαὶ, παρ‐ θενία, πτωχεία πνεύματος, διακονίαι, ἐλεημοσύναι, ἀνα‐ χώρησις κόσμου· διὰ τοῦτο ὑπομονὴ τῶν ἐπερχομένων,
30καὶ ἀνοχὴ ἀτιμίας καὶ μίσους καὶ διωγμῶν καὶ ἐμπτυ‐ σμάτων καὶ ῥαπισμάτων καὶ πάντων τῶν πειρασμῶν, κατὰ μίμησιν τοῦ Κυρίου καὶ Στεφάνου καὶ λοιπῶν ἁγίων, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ ἀστοχήσωμεν τὴν δει‐ νὴν ἀστοχίαν, καὶ μάλιστα ἔχοντες ὑπὲρ πᾶσαν πόλιν
35καὶ πᾶν ὀχύρωμα τὰς τοῦ Κυρίου ἡμῶν ἐντολάς. Ποίας; Τὸ, Ἐγὼ μεθ’ ὑμῶν εἰμι· τὸ, Οὐκ ἀφήσω ὑμᾶς ὀρφα‐ νούς· καὶ, Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα· Τηρεῖτε τὴν κεφαλήν· Παντὸς γὰρ ἀνδρὸς ἡ κεφαλὴ ἐγώ εἰμι· Τηρεῖτε τὴν κεφαλήν· Μὴ
40ἐπιλάθησθε Κυρίου τοῦ Θεοῦ· Ἔχοντες τὴν ἀπολύ‐ τρωσιν τῶν ψυχῶν ὑμῶν ἐν τῷ σώματι καὶ αἵματί μου· Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν καὶ ὑμῶν σωτηρίαν. Ὁρᾷς πῶς ἐντέλλεται μὴ ἐπιλανθάνεσθαι αὐ‐ τοῦ, καὶ πῶς προτρέπεται ἀεὶ μνημονεύειν αὐτοῦ, καθὼς
45καὶ προείρηται; Διὰ τοῦτο λέγω πρὸς πάντα ἄνθρωπον, καθάπερ καὶ Παῦλος Τιμοθέῳ γράφων· Τέκνον Τιμόθεε, ἀεὶ μνημόνευε καὶ μηδέποτε ἐπιλάθῃ Θεοῦ τοῦ τρέφοντός σε, μηδὲ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Μνημόνευε δὲ συνεχῶς μάλιστα τὰς φοβερὰς ἐκείνας τοῦ

60

.

683

(50)

δικαστοῦ φωνὰς, ἃς πρὸς τοὺς ἐξ εὐωνύμων ἀσπλάγχνους ἐφθέγξατο, ἔτι δὲ καὶ πρὸς τὰς μωρὰς πέντε παρθένους· ὁμοίως καὶ πρὸς τὸν ἀνηλεῆ ἐκεῖνον πλούσιον διὰ τοῦ πατριάρχου Ἀβραὰμ διελέχθη· πρὸς τούτοις δὲ καὶ πρὸς τὸν ἄλλον πλούσιον καὶ πλεονέκτην τὸν τὰς ἀποθήκας
55πλατύναντα εἰς ἄμετρον ἔκτασιν. Ἆρα ἐπίστασαι ὁποία πρὸς ἀμφοτέρους αὐτῶν ἀπόφασις δέδοται; ἆρα μνημο‐ νεύεις τὰς τοιαύτας σκυθρωπὰς φωνάς; ἆρα κατέχεις κἂν βραχύ τι ῥῆμα ἐν τῇ καρδίᾳ σου ἐκ τῶν ἀναγνω‐ σθέντων θείων ῥημάτων; Καὶ εἰ ταῦτα οὐ γινώσκεις, τί
60λοιπὸν συνάγῃ εἰς τὴν ἐκκλησίαν, εἰπέ μοι; οὐχὶ ἵνα ἀκούσῃς τὰς φωνὰς, σπεύδεις συνάγεσθαι καὶ ὠφεληθῆ‐ ναι; Εἰ μὲν οὖν διὰ τοῦτο συνάγῃ ἐν τῇ ἐκκλησίᾳ, ἡ σπουδή σου ἐπαινετὴ, καὶ πληροῦται ἐπὶ σὲ τὸ τοῦ Κυ‐ ρίου λόγιον· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει.
65Οἶδα γὰρ πολλοὺς συνερχομένους, οὐ διὰ Θεὸν, οὐδὲ δι’ ἀκρόασιν τῶν ἁγίων αὐτοῦ ῥημάτων. Τοὺς μὲν γὰρ ὁρῶ νυστάζοντας, τοὺς δὲ ὧδε κἀκεῖσε μετεωριζομένους, ἄλλους πρὸς φίλους διαλεγομένους· καὶ ὁ μὲν Κύριος ἡμῶν πρὸς ἡμᾶς διαλέγεται εὐσπλάγχνῳ φωνῇ λέγων,
70Ὑμεῖς φίλοι μού ἐστε· ἡμεῖς δὲ ἐκεῖνον καταλιπόντες λαλοῦντα, τοὺς φίλους ἐντιμοτέρους ἐποιησάμεθα. Ἑτέ‐ ρους ὁρῶ ἀτάκτως θορυβοῦντας, καὶ ταῦτα τολμῶσιν ἔτι τοῦ Θεοῦ λαλοῦντος πρὸς ἡμᾶς. Ὢ τῆς βαθείας ἀφροσύ‐ νης, ὢ τῆς ἀνιάτου ἀναισχυντίας, ὢ τῆς χαλεπῆς παρα‐
75φρονήσεως. Βασιλεὺς ὁμοιοπαθὴς ἡμῖν πολλάκις διαλέ‐ γεται πρὸς τὸν λαὸν, καὶ πάντες ὥσπερ ἄψυχοι στῆλαι ἄφθογγοι μένουσιν, ἄχρις ἂν καταπαύσῃ ὁ λαλῶν. Καὶ
οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γράμματα αὐτοῦ πολλάκιςColumn end

60

.

684

ἀναγινωσκόμενα, ἐν τόπῳ πολλὴν ἡσυχίαν ποιοῦσι τοῖς περιεστῶσιν ἀκροαταῖς, ὡς δοκεῖν μὴ εἶναι ἐκεῖσέ τινα, ἀλλ’ ἢ μόνον τὸν ἀναγινώσκοντα τὰ τοῦ βασιλέως γράμ‐ ματα. Ἐνταῦθα δὲ προφῆται καὶ ἀπόστολοι καὶ πατριάρ‐
5χαι, οἱ πάντων βασιλέων ὑψηλότεροι, διαλέγονται, τί βούλεται Θεὸς καὶ πῶς θεραπεύεται, καὶ ποίῳ τρόπῳ δυνησόμεθα διαπερᾶσαι τὴν χαλεπὴν θάλασσαν τοῦ βίου· ἡμεῖς δὲ λῆρον τὰ ῥήματα ἡγούμεθα, καὶ μᾶλλον ἀργοῖς ῥήμασι προσκαρτεροῦντες, ἀνάπαυσιν λογιζόμεθα. Ἆρα
10θεραπεύεται ἐπὶ τούτοις ὁ Κύριος, ὁ εἰπὼν πρὸς τοὺς ὁμιλοῦντας πρὸς ἡμᾶς ἁγίους, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου; Καὶ τί λέγω περὶ λειτουργῶν καὶ δούλων; Αὐτοῦ τοῦ πάντων Δεσπότου καὶ βασιλέως τῆς δόξης, ὃν φρίττει πᾶσα ἡ κτίσις, καὶ ὑμνεῖ πᾶσα πνοὴ, διὰ τῶν
15ἀχράντων Εὐαγγελίων διαλεγομένου πρὸς ἡμᾶς, νουθε‐ τοῦντος, ἀπειλοῦντος, παρακαλοῦντος, προσκαλουμένου, τὴν ἀπλήρωτον αὐτοῦ καὶ ἀκήρατον βασιλείαν δωρουμέ‐ νου, οὕτως αὐτῷ προσέχομεν, ὡς ὅτε ἀσθενὴς ἢ πτωχὸς ἄνθρωπος πρὸς ἡμᾶς ἀδολεσχεῖ διαλεγόμενος, καὶ οὐδὲ
20κἂν ὡς φίλου τινὸς προσέχομεν. Ὄντως Μάταιοι υἱοὶ τῶν ἀνθρώπων· ὄντως εὔκαιρον πρὸς τοὺς τοιούτους εἰπεῖν, Μωροὶ, πότε φρονήσετε; Ἁρμόσει δὲ πρὸς αὐτοὺς καὶ ἕτερος τοῦ προφήτου στίχος ὁ λέγων, Ἐξ‐ έλειπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· τὸν γὰρ ἀγ‐
25γελικὸν ὕμνον καὶ τὰ θεῖα ῥήματα ἀποβαλόντες καὶ λῆρον ἡγησάμενοι, ἠγάπησαν ἀργολογίαν, καὶ προσ‐ ελάβοντο ὕπνον. Ὕπνος δὲ τῶν τοιούτων οὐχ ὁ ὕπνος οὗτος, ἀλλ’ ἡ ῥᾳθυμία ὁ χαλεπὸς ὕπνος τῆς ψυχῆς, ὁ ζημιωτὴς τῶν χαυνοτέρων, ἡ τυφλότης τῆς καρδίας, ἡ
30συλήτρια τῶν θησαυρῶν τοῦ Πνεύματος· περὶ οὗ ὁ Προφήτης ἐδέετο τοῦ Θεοῦ λέγων· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· περὶ οὗ καὶ Σολομὼν ἐντρεπτικώτερον ἔγραψε λέγων, Πότε ἐξ ὕπνου ἐγερθήσῃ; οἳ καὶ ἀκούσονται τὸ, Τί
35ἑστήκατε ὅλην τὴν ἡμέραν, ἤγουν ὅλον τὸν βίον ἀργοί; Οἱ τοιοῦτοι καὶ ἐν ταῖς συνάξεσιν ἀσύντακτοι, καὶ ἐν ἑορταῖς ἀνέορτοι, καὶ ἐν ταῖς εὐχαῖς ἀνευλόγητοι, ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀμνημόνευτοι, ἐν τῷ τὴν εἰρήνην διδό‐ ναι ἀδόκιμοι, ἐν τῇ ἐκκλησίᾳ ἀνέτοιμοι, ἐν τῇ μεταλήψει
40ἀνάξιοι, ἐν τῇ κοιμήσει τῆς ἐξόδου τεταραγμένοι καὶ ἔμ‐ φοβοι καὶ κατηφεῖς καὶ σκοτεινοὶ καὶ ἀπεγνωσμένοι· περὶ ὧν ὁ Προφήτης προεκήρυξεν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. βʹ. Εἶδες πόσην ζημίαν περιέχει ἡ ῥᾳθυμία; Ὁ πικρὸς
45ὕπνος, καὶ τῶν ψυχῶν λάκκος, καὶ τῶν χαυνοτέρων συν‐ όμιλος καὶ σύσκηνος καὶ διδάσκαλος. Διὸ καὶ ὁ Παῦλος διὰ τὴν πολλὴν χαυνότητα καὶ μαλακίαν γυναῖκας ὀνο‐ μάζει, καὶ οὐδὲ γυναῖκας ἁπλῶς, ἀλλὰ γυναικάρια σε‐ σωρευμένα· ἔθος γὰρ ταῖς τοιαύταις γυναιξὶ συγκουστου‐

60

.

684

(50)

διάζειν καὶ συνεδριάζειν καὶ φλυαρεῖν τὰ μὴ δέοντα αὐ‐ ταῖς, ἃς οὐ ποιμαίνει ὁ Θεός· Οὐ γὰρ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· Πάντοτε μανθάνοντα, καὶ μη‐ δέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ, καὶ ἔχων τὴν αὐ‐
55τοῦ μνήμην ἀλάθητον, ἅμα ἀκούσει τοῦ κήρυκος ἐπὶ τὴν φοβερὰν ἐκείνην προσκαλουμένου ζωοποιὸν θεοσφα‐ γίαν, σπουδαίως ἀνίσταται· καὶ πρῶτον μὲν ἐννοεῖ μή που κατά τινος ἔχει, ἣ ἄλλος κατ’ αὐτοῦ· καὶ τοῦτο κατορθώσας τὸ ἐμπόδιον τῆς σωτηρίας, καὶ ἑαυτὸν ἐλευ‐
60θερώσας καὶ λύσας ἀπὸ τοῦ τοιούτου χαλεποῦ δεσμοῦ, τρέχει πρὸς τὴν τῶν θείων λογίων ἀκρόασιν· ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐν πίστει καὶ πόθῳ τρέχων καταλαμβάνει τὸν πνευματικὸν τοῦ Θεοῦ λιμένα. Καὶ συσφίγξας ἑαυτὸν καὶ συναγαγὼν ἑαυτοῦ
65τὴν διάνοιαν, καὶ πᾶσαν βιωτικὴν τέως ἀποῤῥιψάμενος μέριμναν, ἑτοιμάζει τὰς ἀκοὰς πρὸς ἀκρόασιν τῆς ἀγ‐ γελικῆς μελῳδίας· εἶτα τοῦ ἱεροψάλτου Δαυῒδ βοῶντος, Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, καὶ ἀγαλ‐
70λίασιν, θυσίαν δικαιοσύνης καὶ ἀναφοράν· δεῦτε ἴδετε ἐπὶ τὸ θυσιαστήριον τὸν σιτευτὸν μόσχον, καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ θυόμενον, καὶ μὴ θανατούμενον· Μεγαλύνατε τὸν Κύριον, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.
75Εἶτα Ἡσαΐας, ἡ χελιδὼν τῆς Ἐκκλησίας, μεγάλῃ τῇ φωνῇ κράζει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Εὐ‐ φραίνεσθε οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Βάδιζε, λαός μου, εἰς τὸ ἀκροατήριον, ἀκούσατε τί ὁ Κύριος διὰ τοῦ στό‐
80ματός μου προστάσσει· Εἴπατε, ἀδελφοὶ, τοῖς μισοῦσιν683

60

.

685

ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ. Εἶτα ὁ διάδοχος Ἡσαΐου Παῦλος, ἡ λύρα τοῦ ἁγίου Πνεύματος, ὁ τέττιξ τῆς Ἐκκλησίας, τὸ τοῦ Χρι‐ στοῦ κατοικητήριον ἀνυψούμενος ἐπὶ τοῦ ἄμβωνος λαμ‐
5πρᾷ τῇ φωνῇ κράζει ἐν παῤῥησίᾳ· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρω‐ σις. Διὰ τοῦ αἵματος αὐτοῦ τὴν ἄφεσιν τῶν ἁμαρ‐ τιῶν ἐλάβομεν. Δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν,
10καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτη‐ ρίου πινέτω. Τί δέ ἐστι, Δοκιμαζέτω τις ἑαυτόν; Τουτ‐ έστιν, ἐννοείτω τὰ γεγραμμένα, καὶ ἐρευνάτω ἑαυτὸν, μήποτε ἀνέτοιμός ἐστι τῆς ὑποδοχῆς τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, καὶ οὐχ ἡτοίμασεν ἑαυτὸν ὥσπερ
15ὁ Συμεὼν, καὶ ὥσπερ Ἄννα ἡ προφῆτις, καὶ ὥσπερ ἐν σινδόνι καθαρᾷ ὁ Ἰωσήφ. Ἐὰν οὕτως ἑαυτὸν ἡτοίμασας, αὐτῷ θαῤῥῶν, πίστει καὶ φόβῳ πρόσελθε βοῶν καὶ λέ‐ γων, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ οὐ κατακριθήσῃ ὁ σπουδάσας ποιῆσαι ἑαυτὸν ἄξιον.
20γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ὁρᾶτε, ἀδελφοὶ, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βλέπετε πῶς περιπατεῖτε. Ὁρᾷς πόσα ἀγαθὰ καὶ ὁποίαν χαρὰν δέχεται ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ δι’
25αὐτὸν συναγόμενος; Ἄκουε πάλιν Ἰωάννου κράζοντος· Παιδία, ἐσχάτη ὥρα ἐστὶ, καὶ ὁ ἀντίχριστος ἔρχεται· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν. Ἀλλὰ Μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Εἶτα ὁ ἀδελφόθεος
30Ἰάκωβος παρελθὼν εἰς μέσον λέγει· Πᾶσαν χαρὰν ἡγή‐ σασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Μακάριος ἀνὴρ, ὃς ὑπομενεῖ πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς
35ἀγαπῶσιν αὐτόν. Μετὰ τούτων Πέτρος ὁ ὑψηλὸς ἀνα‐ δραμὼν κράζει· Ἀγαπητοὶ, πάντων τὸ τέλος ἤγ‐ γικε· γρηγορήσατε καὶ νήψατε εἰς προσευχάς. Ἀπο‐ θέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, ὡς
40ἀρτιγένητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιπο‐ θήσατε. Εἶτα τοῖς ἀναγνώσμασι διαδέχεται ἡ οὐράνιος λαλιὰ τῶν ἀγγέλων, ὁ τοῦ Θεοῦ αἶνος, τῶν ἄνω δυνά‐ μεων ἡ τραγῳδία· καθὼς ὁ μακάριος Ἰωάννης ἑώρακέ τε καὶ ἔγραψε λέγων· Ἤκουσα τῶν ἄνω δυνάμεων ὡς
45φωνὴν ὄχλων πολλῶν, καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λεγόντων, Ἀλληλούϊα. Μετὰ τοῦτο ὅτε λοιπὸν προκηρυχθῇ πάντα, καὶ καταπαύσουσιν οἱ πρό‐ δρομοι καὶ λειτουργοὶ κηρύσσειν καὶ μηνύειν τοῦ Δεσπό‐ του τὴν ἐπὶ τοῦ ἄμβωνος ἄνοδον, τῶν ἱερέων τέως καθ‐

60

.

685

(50)

εζομένων, καὶ τῶν λειτουργῶν σιωπησάντων, καὶ τῆς ὥρας καταφθανούσης τοῦ ἀναφανῆναι ἐφ’ ὑψηλοῦ τόπου τὸν ἀκόρεστον Δεσπότην καὶ Κύριον τῆς δόξης, καὶ τοῦ λαοῦ τὰς ἀκοὰς ἑτοιμάζοντος πρὸς ἀκρόασιν τῶν θεολέ‐ κτων καὶ ζωοποιῶν ῥημάτων, καὶ ὠθούντων ἑαυτοὺς,
55καὶ τῷ ἄμβωνι πλησιαζόντων, καὶ σιγῆς πολλῆς γενο‐ μένης, ὅτε λοιπὸν οὐκ ἔξεστί τινα καθέζεσθαι, οὐκ ἀρχ‐ ιερέα, οὐχ ἱερέα, οὐ βασιλέα ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης τοῦ ἀναφαινομένου, κράζουσιν ἐν δυνάμει οἱ τὴν τῶν ἀγγέλων ἐπέχοντες τάξιν, λέγοντες πρὸς πάντας
60μικρούς τε καὶ μεγάλους· Ὀρθοὶ πάντες ἀκούσωμεν τί λαλήσει Κύριος ὁ Θεός· ὀρθοὶ ἀκούσωμεν τί κελεύσει, καὶ τί βούλεται ὁ Βασιλεὺς τῶν βασιλέων· ὀρθοὶ ἀκού‐ σωμεν ῥήματα καὶ ἐντολὰς ζωῆς αἰωνίου· ἡ γὰρ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι. Τὸ δὲ, Ὀρθοὶ, τί ἄρα σημαίνει
65ἢ καταδέχεται; Οἶδα γὰρ, ὅτι πολλοὶ τὴν ἐκ τῶν θρόνων ἔγερσιν νοοῦσι καὶ μόνον· ἐγὼ δὲ πλεῖόν τι ὑπονοῶ ἔχειν βάθος τὸ ῥῆμα, καὶ οὐ μόνον τὴν ἐκ τῶν θρόνων ἀνόρ‐ θωσιν, ἀλλὰ καὶ μυστικώτερόν τι σημαίνειν νόημα· τουτ‐ έστιν, ὀρθοὶ τῇ πίστει, ὀρθοὶ τῇ καρδίᾳ, ὀρθοὶ τοῖς λογι‐
70σμοῖς, τῇ ἀγάπῃ, τῇ ὁμολογίᾳ, ὀρθοὶ πρὸς πᾶσαν ἐντολὴν τοῦ Κυρίου, ὀρθοὶ ἄνω πρὸς τὸν οὐρανόν. Ὡς λογικοὶ τὰ ἄνω φρονεῖτε, καὶ μὴ ὡς τὰ κτήνη κάτω νεύοντες. Εἶτα πάντων ἀναστάντων καὶ ἐν φόβῳ ἱσταμένων, ἄκουσαι τί ἄρα Κύριος διηγήσεται ἡμῖν ἐν Γραφῄ, καθὼς προεσή‐
75μανεν ὁ προφήτης Δαυῒδ, τί κελεύσει, τί ἐντέλλεται, τί βούλεται ὁ φοβερὸς ἐν βουλαῖς. Εἶτα ἀνυψοῦται καὶ ὁ πολυτίμητος μαργαρίτης καὶ προσδοκία τῶν ἐθνῶν, ἡ φωταγωγία τοῦ κόσμου, ἡ χάρις ἡ ἐκ τῶν χειλέων χυ‐ θεῖσα τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἡ ἄνεσις τῶν θλιβομέ‐
80νων, ἡ λύσις τῶν δεδεμένων, ἡ λύτρωσις τῶν ἁμαρτίων,Column end

60

.

686

ἡ ἀνόρθωσις τῶν πεπτωκότων, τὸ ἰατρεῖον τῶν νοσούν‐ των, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ βοήθεια τῶν κατα‐ πονουμένων, ἡ χαρὰ τῶν μετανοούντων, ἡ καταφυγὴ τῶν διωκομένων, ὁ νόμος τῆς ἐλευθερίας τῶν καταδυνα‐
5στευομένων ὑπὸ τοῦ ἀλλοτρίου, ἡ σαγήνη ἡ μὴ θανα‐ τῶσα, ἀλλὰ ζωοποιοῦσα τοὺς ἐν τῇ ἁλμυρᾷ τοῦ κόσμου θαλάσσῃ βυθιζομένους, αἱ πηγαὶ τῶν ὑδάτων, τὰ θεμέ‐ λια τῆς οἰκουμένης, οἱ ἐκ τοῦ παραδείσου τοῦ ἁγίου στόματος τοῦ Χριστοῦ ἐκπορευόμενοι τέσσαρες ποταμοί.
10Καὶ ἀνοιχθέντων τῶν θείων καὶ σεπτῶν καὶ ἀχράντων Εὐαγγελίων, κράζουσι πάλιν μετὰ φόβου οἱ ἐπίγειοι ἄγ‐ γελοι, οἱ ἱερεῖς, φημὶ, πρὸς τὸν λαὸν, Προσχῶμεν· τουτ‐ έστιν, Ὧδε ὁ νοῦς ἑκάστου, ὧδε αἱ καρδίαι πάντων, μηδεὶς μετεωριζέσθω, μηδεὶς περιβλεπέσθω, μηδεὶς
15ψιθυριζέσθω. Προσχῶμεν, Θεὸς ὁ λαλῶν· προσχῶμεν, οὐρανοῦ γὰρ καὶ γῆς καὶ πάσης κτίσεως ὁ Βασιλεὺς πρὸς ἡμᾶς διαλέγεται· προσχῶμεν, ὁ ποιμὴν ὁ μέγας τροφὴν ζωῆς ψυχῶν διανέμει· προσχῶμεν, ὁ τὸν θάνατον φονεύσας, καὶ τὸν κόσμον νικήσας, χαρὰν ἀπλήρωτον
20καὶ βασιλείαν μὴ ἔχουσαν τέλος ἐπαγγέλλεται ἡμῖν τοῖς ἀναξίοις. Ὢ τῆς ἀνεικάστου φιλανθρωπίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος! Ὅτι αὐτὸς ὁ ἀόρατος, ὁ ἀχώρητος, ὁ πάντων Δημιουργὸς καὶ Δεσπότης, ὃν φρίσ‐ σει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἡ θάλασσα, ᾧ κάμπτει πᾶν
25γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ δι’ ἀγγέλου ἢ διὰ τῶν Σεραφεὶμ ἢ δι’ ἄλλου τινὸς λειτουρ‐ γοῦ, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ διαλέγεται πρὸς ἡμᾶς τοὺς ἀναξίους, πληρῶν τὴν προφητείαν Ἡσαΐου τοῦ προφή‐ του λέγοντος· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς
30ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Ὁμοίως δὲ καὶ Δαυῒδ περὶ τούτου προεκήρυξε λέγων, ὅτι Αὐτὸς ὁ Κύριος διηγήσεται ἐν γραφῇ λαῶν. Ὅθεν ὁ ἱερὸς ἀπόστολος καθαπτόμενος ἡμῶν ἐντρεπτικώτερον ἔγραψε, λέγων· Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν διὰ τὸν
35λαλοῦντα Κύριον. Εἰ γὰρ ὁ δι’ ἀγγέλου λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς
40ἡμᾶς ἐβεβαιώθη. Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν. Διὰ τί ἄρα, εἰπὲ, Παῦλε; Διότι οὐ δι’ ἀγ‐ γέλου οὐδὲ δι’ ἄλλων τινῶν δυνάμεων διαλέγεται πρὸς ἡμᾶς, καθὼς καὶ πρὸς τοὺς ἀρχαίους, ἀλλ’ αὐτὸς ὁ τῶν ἀγγέλων καὶ πάσης πνοῆς Κύριος διαλέγεται καὶ δι‐
45ηγεῖται καὶ διαγγέλλει τὸ πρόσταγμα τοῦ Πατρὸς, ὥσπερ τις πένης. Τίς οὐ φρίξει; τίς οὐ θαυμάσει; τίς δὲ οὐ κατανυγῇ ἐν τῇ τοσαύτῃ ἀγαθότητι καὶ συγκαταβάσει τοῦ φιλανθρώπου; γʹ. Ἆρα ταῦτα λέγοντες πείσομεν ὑμᾶς, ἢ κἄν τινας ἐκ

60

.

686

(50)

τοῦ πλήθους, περισσοτέρως προσέχειν τῷ λαλοῦντι Θεῷ; Πιστεύω εἶναι πολλοὺς ἐξ ὑμῶν προσέχοντας ἐμπόνως καὶ ἀμετεωρίστως· οἵτινες καὶ ἀκούσονται τοῦ Κυρίου πρὸς τὸν Πατέρα λέγοντος, ὅτι Καὶ οὗτοι ἐπίστευσαν, ὅτι σύ με ἀπέστειλας· Πάτερ, τήρησον αὐτοὺς ἐν
55τῷ ὀνόματί σου. Οἱ δὲ μὴ πιστεύσαντες ἀκούσουσιν, Ὑμεῖς οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν· τὰ γὰρ ἐμὰ πρόβατα τῆς φωνῆς ἀκούει τῆς ἐμῆς. Ἆρα οὐκ ἐφρίξατε τοιαῦτα ἀκούοντες; ἕως πότε βαρυκάρδιοι; ἕως πότε νήπιοι ταῖς φρεσίν; ἕως πότε οὐ προσέχετε
60τῷ λαλοῦντι, καὶ στήκετε ὡς πρέπει Χριστιανοῖς, ἄνω τὰς καρδίας ἔχοντες, ἀλλ’ ἐποιήσατε βουστάσιον καὶ πραιτώριον καὶ καπηλεῖον τὴν ἐκκλησίαν; Βλέπετε μή πως ἐφ’ ὑμᾶς πληρωθῇ τὸ φοβερὸν τοῦ Ἀποστόλου ῥητὸν τὸ λέγον· Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν
65ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀκαθαρσίαν. Ἡμεῖς δὲ καταλιπόντες τοὺς τὴν καρδίαν ἀπολωλεκότας, περὶ ὧν ὁ Σολομὼν ὡς ἐκ προσώπου τοῦ Κυρίου ἔλεγεν, ὅτι Ἐλάλουν, καὶ οὐκ ἠκούετε, ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε, ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν,
70καὶ τῷ ἄμβωνι προσπελάσωμεν, καὶ ἀκούσωμεν τί λα‐ λήσει ἐν ἡμῖν Κύριος ὁ Θεὸς, ὁ μέγας εὐαγγελιστὴς, ὁ τὸ οὐράνιον τοῦ Πατρὸς πρόσταγμα διαγγέλλων ἡμῖν ἐπὶ γῆς. Δῆλον δὲ, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς Θεὸς εἰρήνης· ἢ προσκαλεῖται πρὸς αὐτὸν ὡς ἀγαθὸς
75τοὺς καταπονουμένους, καὶ ἀντιλαμβάνεται ὡς βασιλεὺς δίκαιος τοὺς κλαίοντας εἰς μετάνοιαν μακαρίζει, ταλανίζει τοὺς ἐν ὑποκρίσει βιοῦντας, μακαρίζει τοὺς γρηγοροῦν‐ τας, καὶ ταλανίζει τοὺς ῥᾳθύμους· δοξάζει τοὺς εὐσπλάγ‐ χνους ὡς εὔσπλαγχνος, καὶ μακαρίζει τοὺς ἐλεήμονας ὡς
80ἐλεήμων Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή‐685

60

.

687

σονται Ὡς δὲ ἀλλότριος τῆς ἀσπλαγχνίας καὶ ξένος τῆς ἀπηνείας, καὶ ἀμέτοχος πάσης κακίας, τὴν ἀσπλαγχνίαν ἀπωθεῖται καὶ ἐξορίζει, καὶ ἀποστρέφεται τοὺς ἀπηνεῖς καὶ ἀνελεήμονας καὶ ἀμεταδότους· καὶ συνερεῖ λόγον μετ’
5αὐτῶν, ποτὲ μὲν δι’ ἑαυτοῦ, ποτὲ δὲ διὰ τοῦ πατριάρχου Ἀβραὰμ ἢ καὶ δι’ ἑτέρων ἁγίων. Τοὺς μέλλοντας τότε ἐξ εὐωνύμων εὑρίσκεσθαι αὐτὸς ἐγκαλεῖ καὶ ὀνειδίζει, ὡς δυναμένους ἐλεῆσαι, καὶ μὴ ἐλεήσαντας. Οὐ γὰρ παρὰ ἀδυνάτων ἀπαιτεῖ ὁ κριτὴς τὸ χρέος τοῦ ἐλέους·
10οἱ γὰρ τοιοῦτοι ἄλλων ἐνδεεῖς τυγχάνουσιν· ἀλλὰ παρὰ τῶν ἀφθόνως τὰς τοῦ Θεοῦ δωρεὰς εἰληφότων, καὶ τοῦ δεδωκότος ἐπιλαθομένων, καὶ καυχωμένων ὡς μὴ λα‐ βόντων, πρὸς τούτους ὀνειδίζει καὶ ἐγκαλεῖ λέγων· Ὢ ἀνόητοι καὶ ἄσπλαγχνοι, οὐκ ἐγὼ ὑμῖν δέδωκα
15τὰ ὑμῶν πάντα; τί γὰρ εἰσηνέγκατε εἰς τὸν κόσμον; οὐ γυμνοὶ ἐγεννήθητε, καὶ πάλιν γυμνοὶ ἐξέρχεσθε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου κράζοντος, ὅτι Οὐδὲν εἰσ‐ ηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα; Ἐννόησον, ἄφρον, ὅτι οὐδὲν ἴδιον κέκτη‐
20σαι, εἰ μὴ τὴν προαίρεσιν, εἴτε ἀγαθὴν, ὡς ὁ Θεὸς εἶπεν, εἴτε ἀπηνῆ, ὡς σὺ ἠθέλησας. Τὸ ἀργύριον καὶ τὸ χρυ‐ σίον ἐμόν ἐστιν. Ὁ οὐρανὸς θρόνος ἐμὸς, ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· τὰ πέρατα ἐν τῇ χειρί μου, τὰ σύμπαντα ἐμοὶ δουλεύει· ὁ οὐρανὸς καὶ πᾶσαι
25τῶν ἀγγέλων στρατιαὶ, ἡ γῆ καὶ ἡ θάλασσα, καὶ πᾶσα κτίσις καὶ πᾶσα πνοὴ ἐμή ἐστι, καὶ ἐμοὶ πείθεται καὶ ὑπακούει καὶ δουλεύει. Σὺ μόνος ὁ ἄσπλαγχνος ἀλλό‐ τριος εὑρέθης τῆς ἐμῆς φιλανθρωπίας. Εἰπέ μοι, ἄφρον, τίς τὴν γῆν σοι ἐφήπλωσε; τίς τὰ φυτὰ κατ‐
30επύκνωσε; τίς τοῖς σπέρμασι παρέχει τὴν αὔξησιν; τίς δίδωσι τῇ γῇ ὑετὸν ἐν καιρῷ τοῦ ἀλοητοῦ, καὶ ἀνέμους ἐπιτηδείους τῷ λικμητῇ; τίς τὰ τοιαῦτα μεγέ‐ θη τῶν βοῶν ὑπέταξε, καὶ ἔπεισεν αὔλακας ἑλκῦσαι, καὶ ἅλωνα συνθλᾶσαι, καὶ ἁμάξας περιφέρειν; οὐ ταῦτα
35πάντα ἀφθόνως παρέσχον, καθὼς τοῖς ἀξίοις, καὶ ὑμῖν, βουλόμενος ἔχειν ὑμᾶς χορηγούς μου καὶ οἰκονόμους ἐκ τῶν ἐμῶν δωρεῶν, ἵνα ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ οἰκονομήσητέ με; Καὶ ἐπείνασα, καὶ οὐκ ἐδώ‐ κατέ μοι φαγεῖν. Ἐγὼ δέδωκα, καὶ ἐγὼ ἐπείνασα· ἐκ
40τῶν ἐμῶν ἐζήτησα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα περισσοτέρας δαπάνας οὐδὲ τρυφὴν οὐδὲ ἐφόδια, ἀλλὰ φαγεῖν διὰ τὴν εὐπερίστατον ἀνάγκην· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ ἐν ταῖς ἐμαῖς δωρεαῖς πολλάκις τρυφώντων ὑμῶν, καὶ θορυβούντων καὶ εὐ‐
45φραινομένων ἐν μαλακοῖς ἐνδύμασιν, ἐπέστην τῇ θύρᾳ ῥάκη περιβεβλημένος, παγετῷ συνεχόμενος, λιμῷ τη‐ κόμενος, οὔτε κράζειν ἰσχύων ἐκ τῆς βίας τοῦ λιμοῦ· καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Καὶ οὐκ ᾔτησα οἶνον, οὐ κρέα, οὐ σίκερα, εἰ μὴ ἄρτον ψιλόν· καὶ οὐκ ἐδώκατέ

60

.

687

(50)

μοι φαγεῖν. Ὢ ἀπήνεια καὶ ὠμότης χαλεπὴ καὶ σκότος βαθύ· πῶς οὐκ ἐμνημονεύσατε τὸν δεδωκότα τὰ ὑπάρ‐ χοντα; πῶς οὐκ ἐνεθυμήθητε τοῦ δικαίου Ἰὼβ κράζον‐ τος, Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι; Οὐδέποτε ἠκούσατε τοῦ ἱερέως ἐπὶ
55τῆς μυστικῆς τραπέζης βοῶντος πρός με, καὶ εὐχαρι‐ στοῦντός μοι καὶ λέγοντος, Τὰ σὰ ἐκ τῶν σῶν σοι προσ‐ φέρομεν; Ὑμεῖς δὲ καυχᾶσθε, ὡς μὴ λαβόντες· ἐβού‐ λεσθε ἐν τῇ εὐθηνίᾳ ἐκείνῃ ἀσάλευτοι διαμεῖναι εἰς τὸν αἰῶνα. Καλῶς ὁ προφήτης τῶν τοιούτων πρόσωπον
60ἀναλαβὼν ἐθριάμβευσεν αὐτῶν τὴν νόσον λέγων· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ναὶ, ἄρτον οὐκ ἔδωκας διὰ τὸ μὴ γνωρίσαι σε τὸν δεδωκότα Θεόν· κἂν ὑπὸ στέγην διὰ τί μὴ ὑπεδέχου; καὶ τοῦτο γὰρ μισθὸς μέγας ἐστίν· ἢ ἀσθενοῦντα μὴ
65ἐπεσκέψου; οὐ γὰρ μὴ παρεῖδον τὰ βήματά σου· ἢ ἐν φυλακῇ με ὄντα, οὐ παρεγένου, καὶ ἐχαρίσω λόγον τῶν παρακλήσεων; καὶ οὐ μὴ ἀπώλεσας τὸν μισθόν σου· ἢ καὶ περιέβαλές με γυμνητεύοντα· ἢ διψῶντα ἐπότισας ποτήριον ὕδατος; πόσην ἀνταπόδοσιν ἀνελήψω παρ’ ἐμοῦ;
70Ὑμεῖς δὲ ταῦτα πάντα δυνάμενοι ποιῆσαι, οὐκ ἐποιή‐ σατε, Ἀλλ’ ἐματαιώθητε ἐν διαλογισμοῖς, καὶ ἐσκο‐ τίσθη ἡ ἀσύνετος ὑμῶν καρδία, καὶ ἐστερήσατε ἑαυ‐ τοὺς τὴν ζωὴν τὴν αἰώνιον, καὶ ἐναυαγήσατε ναυάγιον μὴ ἔχον διόρθωσιν. Τί λοιπὸν εἴπω πρὸς ὑμᾶς; ἆρα τὸ,
75Δεῦτε; Ἀλλὰ τῇ ἀπηνείᾳ οὐ προσαρμόζει τοιαύτη φωνή· τὸ γὰρ, Δεῦτε οἱ εὐλογημένοι, ἄλλοις ἐδόθη. Πάντες οὖν οἱ ἐκ δεξιῶν μου παριστάμενοι ταύτης τῆς
φωνῆς ἠξιώθησαν, ταύτην τὴν δόξαν ἐκληρονόμησαν,Column end

60

.

688

ταύτην τὴν εὐφροσύνην ἐκέρδησαν, ταύτην τὴν βασιλείαν ἥρπασαν οἱ ἐλεήμονες, οἱ εὔσπλαγχνοι. Εἰς τὰς αἰωνίους γὰρ μονὰς ἀπηνεῖς κληρονομίαν οὐκ ἔχουσιν, εἰς τὸ ἐμὸν παλάτιον ἄσπλαγχνος οὐκ εἰσέρχεται, εἰς τὸν οὐρά‐
5νιον παστὸν ἀνελεήμων οὐκ ἀξιοῦται, εἰς τὰς ἄνω μονὰς ἀμετάδοτος οὐ κατοικεῖ· ἀλλὰ μόνοι οἱ ἐλεήμο‐ νες, μόνοι οἱ εὔσπλαγχνοι, οἱ ξενοδόχοι, οἱ ὀρφανοτρόφοι, χηρῶν καὶ ἀδυνάτων οἱ ἐπισκεπτηταὶ, οἱ τῶν καταπονου‐ μένων ἀντιλήπτορες, οἱ τῶν θλιβομένων προστάται, οἱ τῶν
10χειμαζομένων πάρεδροι, τῶν ἐνδεομένων οἱ εὔφοροι, τῶν ἀπηλπισμένων οἱ παρήγοροι, τῶν νοσούντων οἱ διά‐ κονοι, τῶν κακοπαθούντων οἱ παραμονάριοι, τῶν πεν‐ θούντων οἱ παραμυθήτορες, τῶν ὀλιγοψύχων οἱ παρα‐ κλήτορες, οἱ τῶν ἐν πικραῖς δουλείαις πατέρες, οἱ τῶν
15ἐν περιστάσει βοηθοὶ, οἱ τῶν ἐν ἀνάγκαις πρόθυμοι, οἱ τῶν δεδεμένων συνδεδεμένοι, οἱ τῶν πλανωμένων ὁδη‐ γοὶ, οἱ τῶν γυμνῶν σκεπασταὶ, οἱ τῶν χρεωστούντων πληρωταί· καὶ ἵνα συντόμως εἴπω, οἱ πάντων τῶν ἐν‐ δεομένων καὶ αἰτούντων οἰκονόμοι, οἱ τοιοῦτοι τοῦ ἐμοῦ
20παλατίου οἰκήτορες, καὶ τῶν αἰωνίων ἀγαθῶν κληρονό‐ μοι. Τῶν τοιούτων ἐστὶν οἰκητήριον ἡ ἄνω πόλις· περὶ τῶν τοιούτων παρεκάλεσα τὸν Πατέρα μου, ὅτι Θέλω, Πάτερ, ἵνα, ὅπου εἰμὶ ἐγὼ, καὶ αὐτοί εἰσιν, ἵνα θεωρῶσι τὴν δόξαν μου· πρὸς τοὺς τοιούτους εἶπον, καὶ ἀεὶ λέγω·
25Ὑμεῖς φίλοι μού ἐστε. Πρὸς ὑμᾶς δὲ ἄρα τί εἴπω· ἆρα ἐλεήσω; Ἀλλ’ οὐχ ὁρῶ ἐν ὑμῖν καρπὸν ἐλέους. Ἆρα οἰκτειρήσω; Ἀλλ’ οὐ βλέπω ἐν ὑμῖν σπλάγχνα οἰκτιρ‐ μῶν. Ἆρα συγχωρήσω; Ἀλλὰ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα. Οὐ γὰρ μόνον τὰ σπλάγχνα ἐκλείσατε αἰτοῦντός
30μου ἄρτον, ἀλλὰ καὶ ἃ περιεβαλόμην ῥάκη ἡρπάξατε καὶ ἐγυμνώσατέ με· καὶ τὸν ἄρτον, ὅν μοι ἄλλος ἐλε‐ ήμων ἔδωκεν, ἐκ τοῦ στόματός μου ἡρπάξατε. Ποσάκις ἦλθον εἰς τὴν θύραν σου, καὶ εἶδον τράπεζαν πεπληθυμ‐ μένην, καὶ ὄγκον βρωμάτων, καὶ κύνας πολλοὺς τρε‐
35φομένους, καὶ ἐπὶ κλινῶν ἀνακειμένους· καὶ ἐπ’ ἐμοὶ τὰς θύρας ἀπεκλείσατε καὶ ἀπεπέμψατε ἄτιμον, καὶ οὐδὲ κἂν ὡς ἕνα τῶν κυναρίων, κλάσματος ἄρτου ἠξιώ‐ σατε; ποσάκις τοῦ καλυβίου με ἐξηλάσατε παγετοῦ ἐπικειμένου, καὶ τοὺς ἵππους ὑμῶν ἐνῳκίσατε, καὶ οὐκ
40ἐνεθυμήθητε, ὅτι οὐ διὰ κύνας καὶ ἵππους ἐγὼ ἐσταυρώ‐ θην, καὶ τὸ αἷμά μου ἐξέχεα; Τῶν κτηνῶν ἀντέχεσθε, τῶν κυνῶν φροντίζετε, τῶν ἵππων ἐπιμελεῖσθε, καὶ τὰ ἐμὰ μέλη, τοὺς πτωχοὺς καὶ ἀδυνάτους φθειρομένους λιμῷ καὶ δίψει καὶ παγετῷ ὁρῶντες, γελᾶτε καὶ βδελύσ‐
45σεσθε, καὶ τὰς ὄψεις ἀποστρέφεσθε, καὶ μάλιστα τοὺς ὑπὸ τῆς ἱερᾶς νόσου κατακειμένους; ὧν τὰ μέλη πρὸ τοῦ θανάτου τῇ γῇ παραδίδοται, ὧν τὰ σώματα τοῖς πολλοῖς σκοτεινὰ καὶ βδελυκτὰ νομίζονται· ἀλλ’ ἡ ψυχὴ ἐκλάμψει ὡς ὁ ἥλιος. Ὑμεῖς δὲ ἐτρυφήσατε, ἐσπατα‐

60

.

688

(50)

λήσατε, ἐπὶ τῆς γῆς ἀπελάβετε τὰ ἀγαθὰ ἐν τῇ ζωῇ ὑμῶν. Νῦν δὲ τί εἴπω πρὸς ὑμᾶς; ἆρα οὐκ ἠκούσατε, ὅτι κρίσις ἡτοίμασται ἡ μέλλουσα τοῖς μὴ ποιήσασιν ἔλεος; Ναὶ, οὐκ ἠλεήσατε, ἀλλὰ τῇ ἀσπλαγχνίᾳ ἐδουλεύ‐ σατε. Διὰ τί καὶ ὅπερ εἶχεν ὁ πτωχὸς ἀφηρπάσατε; Ἄρα
55ὁ μὴ ἐλεῶν κολάζεται διότι οὐ μετέδωκεν· ὁ δὲ κατα‐ πονῶν καὶ ἁρπάζων τὰ ἄλλων, τί παθεῖται; Ἆρα τί εἴπω πρὸς τὴν ἀπάνθρωπον ὑμῶν προαίρεσιν; Ὁρῶ γὰρ μεῖζον τῆς ἀφέσεως τὸ σφάλμα· ὑπὲρ πᾶσαν ἰα‐ τρείαν τὸ τραῦμα κατεσκεύασται· ἡ ἀποτυχία ὑμῶν πα‐
60ραμυθίαν οὐκ ἔχει, τὸ ναυάγιον ὑμῶν ἀδιόρθωτον, ἡ πληγὴ ἀθεράπευτος, ἡ νόσος ἀνίατος, τὰ παραπτώματα ὑμῶν ἀπάρτι ἀσυγχώρητα. Οὐκ ἔτι γὰρ μετάνοια, οὐκ ἔτι παράκλησις ἰσχύει, οὐκ ἔτι δακρύων ὄφελος ἐγκλη‐ μάτων ἀπὸ τοῦ νῦν ἐμοῦ οὐκ ἐμνημονεύσατε· τῶν ἀπο‐
65στόλων οὐκ ἠκούσατε, τὰς ἁγίας μου Γραφὰς ἐβδελύ‐ ξασθε, πεινῶντά με οὐκ ἠλεήσατε· ἀκούσατε λοιπὸν τὴν ὀδυνηρὰν καὶ ἁρμόζουσαν φωνὴν, ἢν ὑμῶν ἡ ἀσπλαγχνία προεξένησε· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον.
70 δʹ. Εἴδετε ἀπόφασιν χαλεπὴν καὶ ὀδυνηρᾶν; εἴδετε ἀπο‐ τυχίαν μὴ ἔχουσαν παντελῶς παραμυθίαν; εἴδετε ζη‐ μίαν τὴν ὑπὲρ πᾶσαν ζημίαν, ἠκούσατε τὴν φρικτὴν τῶν ἀσπλάγχνων ἀποδημίαν; ἠκούσατε τὸ κατοικητήριον τῶν μὴ ἐλεούντων; ἔγνωτε ποῦ ἐκπέμπονται οἱ ἀπηνεῖς;
75ἐμάθετε εἰς ποίαν χώραν μακρὰν ἀποδημοῦσιν οἱ κατα‐ πονοῦντες καὶ θλίβοντες τοὺς ἀδυνάτους; Βούλεσθε πά‐ λιν ἀκοῦσαι εἰς ποίαν ἀνάπαυσιν καὶ τρυφὴν ἀπέρχον‐
ται· Εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς687

60

.

689

ἀγγέλοις αὐτοῦ. Ἄσπλαγχνοι, φρίξατε καὶ ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ἀνελεήμονες τρομάξατε καὶ μάθετε ἐλεεῖν, τύραννοι ἰλιγγιάσατε καὶ παύσασθε ἀπὸ τῶν πο‐ νηριῶν ὑμῶν· ἅρπαγες, πτήξατε καὶ ἐπὶ ἅρπαγμα μὴ
5ἐπιποθῆτε. Πάντες ἐννοῶμεν τὴν φοβερὰν ὥραν τοῦ λο‐ γοθέτου, καὶ ἕκαστος ἀποστρέψωμεν ἀπὸ τῆς ὁδοῦ ἡμῶν τῆς πονηρᾶς· μιμησώμεθα τοὺς Νινευΐτας, καὶ γενώ‐ μεθα ἕτοιμοι, ὡς ὁ Κύριος ἐνετείλατο. Εἶχον ἂν εἰπεῖν καὶ φανερῶσαι καὶ περὶ τοὺς ἐν ἀσωτίᾳ τοὺς χιτῶνας
10μολύναντας, καὶ μετ’ αἰσχύνης τοῦ βασιλικοῦ γάμου καὶ τῆς χαρᾶς ἐκείνης καὶ δόξης ἐκβαλλομένους εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀλλ’ ἀποδώσωμεν τέως τὰ περὶ τῶν ἀσπλάγχνων τὰ ἀκόλουθα· ἔτι γὰρ ὑπολείπεται ἡ περὶ αὐτῶν τραγῳδία.
15Καὶ γὰρ καὶ αἱ πέντε μωραὶ παρθένοι παρὰ τῆς αὐτῆς ἀσπλαγχνίας ἀπεκλείσθησαν, οὐχὶ δὲ διὰ τὴν παρθενίαν· παρθένοι γὰρ ἐτύγχανον· οὐ διὰ νηστείαν, οὐ δι’ ἀγρυ‐ πνίαν οὐδὲ διὰ ψαλμῳδίας ὑστέρησιν, οὐ διὰ σκληραγω‐ γίας ἢ τήξεως σώματος ἔλλειψιν· πάντα γὰρ ταῦτα κατ‐
20ώρθωσαν ἐν πολλῷ ἀγῶνι, καὶ κόπους πολλοὺς ἐπεδεί‐ ξαντο, καὶ τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα ἐβά‐ στασαν· ἀλλὰ δι’ ἀσπλαγχνίαν. Αὕτη γὰρ ἡ μήτηρ πάν‐ των τῶν κακῶν, ἡ γεννήτρια τοῦ μίσους, ἡ τὸν Θεὸν καὶ Πατέρα παροξύνουσα, ἡ τὸ Πνεῦμα τὸ ἅγιον ἀποδιώ‐
25κουσα. Ἀσπλαγχνία, ἡ τὸν Χριστὸν, τὸν πρᾶον καὶ γαληνὸν καὶ τῆς εἰρήνης χορηγὸν καὶ ἀόργητον ὡς ὀρ‐ γιζόμενον ἀποδεικνύουσα κατὰ τὸ γεγραμμένον· Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε; Δηλονότι ὅταν μετὰ πολλῆς θλίψεως καὶ λύπης λαλήσει
30πρὸ αὐτοὺς, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι. Εἶδες οἵων ἀγαθῶν πρόξενος ἡ ἀσπλαγχνία γίνεται; Ταύτης γὰρ καρπὸς μισαδελφία, ταύτης γεώργημα φιλαργυρία, ταύτης ἡ θεραπεία τὸ ἀμετάδοτον, ταύτης ἡ πανήγυρις Θεοῦ θλῖψιν πεπλήρωκε, ταύτης ἡ ἀποθήκη
35ἀπηνείας μεστὴ, ἐν τῇ ταύτης ἀγορᾷ πάντα εὐθηνὰ, ἀστοχία δὲ καὶ λιμὸς ἐλέους Θεοῦ καὶ εὐσπλαγχνίας καὶ φιλανθρωπίας· ταύτης οἰκήτορες οἱ ἐξ εὐωνύμων, ταύτης μαθητὴς ὁ ἄσπλαγχνος πλούσιος, ὁ τόν ποτε πτωχὸν Λάζαρον πρὸς τὸν πυλῶνα αὐτοῦ παρακείμενον
40βδελυσσόμενος· ταύτης φίλαι καὶ μαθήτριαι αἱ πέντε μωραὶ παρθένοι, ταύτης οἱ πολῖται πᾶν εἶδος πωλοῦσι καὶ ἀγοράζουσι χωρὶς ἐλέους καὶ ἀγάπης· ὅθεν καὶ ἀκούσονται τὸ, Οὐκ οἶδα ὑμᾶς. Ταύτης οἱ κληρονόμοι ἀκούσονται τὸ, Πορεύεσθε ἀπ’ ἐμοῦ· ταύτης οἱ ἔμπο‐
45ροι πάντα κέκτηνται χωρὶς τῆς τοῦ Θεοῦ φιλανθρωπίας· ὥσπερ καὶ αἱ προειρημέναι μωραὶ παρθένοι πάντα κατώρθωσαν, παρθενίαν, νηστείαν, ψαλμῳδίαν, ἀγρυ‐ πνίαν, ἐγκράτειαν, χαμαικοιτίαν, ξηροφαγίαν, προσευ‐ χὴν, ἀλουσίαν, κόπους καὶ ἱδρῶτας πολλοὺς, σιωπήν·

60

.

689

(50)

ἐπὶ πᾶσι δὲ τούτοις προσελάβοντο δεινὸν κτῆμα καὶ ὀλέθριον, τὴν μισόθεον ἀσπλαγχνίαν, ἥτις πάσας αὐτῶν τὰς προειρημένας ἀρετὰς καὶ ἱδρῶτας ἀνονήτους ἀπ‐ έδειξεν. Ὢ ἀσπλαγχνία μισάδελφε καὶ μισόθεε· ὢ ἀ‐ σπλαγχνία ὀργῆς Θεοῦ ἀποθήκη· ὢ ἀσπλαγχνία κατοι‐
55κητήριον ἔχον τὸ πῦρ τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Εἶδες κτῆμα μικρὸν μὲν φαινό‐ μενον καὶ ἀφανίζον πολλὰς καὶ μεγάλας ἀρετὰς καὶ κατορθώματα; Πιστεύσατέ μοι, ἀδελφοὶ, ἔμφοβός εἰμι καὶ ἔντρομος, ἐννοῶν πῶς τὸ ἓν ἐκεῖνο πάθος πάντα
60ἐκεῖνα τὰ κατορθώματα ἀνόνητα καὶ ἀπρόσδεκτα ἀπ‐ έδειξεν, καὶ τοὺς ἀγωνιστὰς ἀγνωρίστους ἐποίησεν· ἤκουσαν γὰρ τὸ, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Τίς δὲ ἡ δύναμις τοῦ ῥητοῦ; Οὐχ ὅτι ἠγνόει ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀλλ’ ὅτι οὐ δι’ αὐτὸν ἦσαν
65οἱ ἀγῶνες καὶ οἱ κόποι αὐτῶν, ἀλλὰ πρὸς ἐπίδειξιν ἀνθρώπων, καὶ οὐ κατὰ ἀγάπην Θεοῦ. Ὅθεν καὶ τὴν ἀσπλαγχνίαν σύμβουλον παραλαβοῦσαι, ἐστερήθησαν οὐ μόνον τοῦ ἐπουρανίου νυμφίου, ἀλλὰ καὶ τῆς ἀκορέστου θέας τοῦ ὡραιοτάτου παραδείσου. Ἔνθα γὰρ χωρὶς ἀγά‐
70πης τι ἐπιτελεῖται, ἐκεῖ ὁ Χριστὸς οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ λοιπὸν ἡ ἀσπλαγχνία ἄδειαν εὑροῦσα καὶ τόπον ἀφύλακτον σπουδαίως ἐμπηδήσασα, κατακρατεῖ καὶ κυριεύει τοῦ τόπου, ἐκδιώκει τὴν ἀγά‐ πην, φυγαδεύει τὴν συμπάθειαν, ἐξορίζει τὸ ἔλεος, τῆς
75εἰρήνης τὸν ἄγγελον ἀναγκάζει ὑποχωρῆσαι καὶ λοι‐ πὸν στερηθεὶς ὁ τόπος τῆς ἐκ Θεοῦ ἀγάπης καὶ τοῦ ἐλέους, γίνεται ὁ οἶκος ἔρημος καὶ κατοικητήριον παν‐
τὸς πάθους καὶ πνεύματος ἀκαθάρτου, καὶ γίνεται γῆColumn end

60

.

690

ἀλλοτρία καὶ γῆ ἐπιλελησμένη, ἔνθα Θεὸς οὐ γινώσκεται. Διὸ ἀκούουσι τὸ, Οὐκ οἶδα ὑμᾶς. Ὢ τοῦ δεινοῦ θηρίου τούτου· ποῖον καρπὸν τῆς ἀμπέλου διέφθειρε καὶ οὐκ ἐνεπλήσθη; Αὕτη γὰρ ὅλον τὸ πλῆθος τῶν ἐξ εὐωνύμων
5κατέπιε, πρόξενος γενομένη τοῦ πυρὸς τοῦ αἰωνίου· αὕτη τὸν τόπον εὑροῦσα ταῖς διανοίαις τῶν πέντε μω‐ ρῶν παρθένων, καὶ ἰδίας μαθητρίας ποιήσασα, καὶ τὰς θύρας τοῦ νυμφῶνος κλείσασα, ἀγνωρίστους αὐτὰς τοῦ νυμφίου παρεσκεύασεν. Ὢ κάκιστον καὶ ἀχόρταστον
10θηρίον· πόσους κατέπιε, πόσους ἠφάνισε, πόσους ἐφό‐ νευσε, πόσους κατέκαυσεν ἐκείνῳ τῷ πυρί; Ἀλλ’ οὐχὶ τοῖς εὐσπλάγχνοις καὶ ἐλεήμοσιν, μὴ γένοιτο· καυχᾶται γὰρ ὁ ἐλεήμων, κρίσεως μὴ πτοούμενος· Ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ἀλλὰ τῷ διαβόλῳ ἡτοί‐
15μασται κατὰ τὴν ἀθάνατον φωνὴν τοῦ Κυρίου, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐγὼ δὲ λέγω, καὶ τοῖς μαθηταῖς αὐτοῦ, περὶ ὧν πρὸ μικροῦ διηγησάμεθα τῶν τε ἐξ εὐωνύμων καὶ τῶν μωρῶν παρθένων. Οὗτοι πάντες καὶ ἕως τέλους οἱ τὰ ὅμοια πράττοντες, μαθηταὶ αὐτοῦ τυγχάνουσιν.
20Αὕτη καὶ τὸν πλούσιον ἐκεῖνον μαθητὴν λαβοῦσα, προ‐ εξένησεν αὐτῷ τὸν τόπον ἐκεῖνον τῆς βασάνου, ἔνθα κα‐ ταφλεγόμενος, ὑψηλὰς ἠφίει φωνὰς λέγων, Ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ· τοιαύτας γὰρ δωρεὰς χαρίζεται ἡ ἀσπλαγχνία τοῖς ἀγαπῶσιν αὐτήν. Αὕτη γὰρ καὶ τὸ
25χάσμα ἐκεῖνο τὸ ἐξαίσιον ὤρυξε πρὸ προσώπου αὐτοῦ, ἵνα μὴ ἰσχύσας ποτὲ περάσῃ εἰς τὸν τόπον ἀνέσεως, καὶ εὑρήσῃ ἀνάπαυσιν· αὕτη γὰρ ὀρυκτὴς τῶν λάκκων καὶ δημιουργὸς τυγχάνει· ἄλλην γὰρ τέχνην τὸ θηρίον τοῦτο οὐκ ἐπίσταται. Οὐαί σοι, ἀσπλαγχνία, καὶ τοῖς μαθηταῖς
30σου· οὐαί σοι, ἀπήνεια, καὶ τοῖς κτήτορσί σου· τί σοι τὸ ὄφελος τοσοῦτον πλῆθος ἀνθρώπων ἀποχωρίσαι ἀπὸ τοῦ Θεοῦ; Ἄκουε δῆθεν καὶ τῆς ἀσπλαγχνίας ἀποκρινομέ‐ νης· Ἐμὸν ἔργον ἐστὶν ὀρύσσειν βότρους, θύρας κλείειν, σπιλοῦν χιτῶνας, κλείειν σπλάγχνα τοῦ μὴ ἐλεεῖν· ἐμὸν
35κέρδος, κτήσασθαι πολλοὺς φίλους καὶ ἀπολέσαι· ἐμὴ χαρὰ, περισσοτέρους ποιῆσαι μαθητὰς, καὶ τῷ ᾅδῃ παρα‐ πέμψαι· ὅτε οἱ ἐξ εὐωνύμων κατῃσχυμμένοι παρειστή‐ κασιν ὀνειδιζόμενοι καὶ ἐγκαλούμενοι, τότε ἐγὼ ἐχό‐ ρευον· καὶ ὅτε ἐξεπέμποντο εἰς τὸ πῦρ τὸ αἰώνιον, ὅπερ
40ἐγὼ αὐτοῖς προεξένησα, ἐγὼ ἐσκίρτουν· ὅτε ὀδυρόμενοι ἀπήρχοντο τοὺς ὀδόντας τρίζοντες καὶ ὑπὸ δαιμόνων ὠθούμενοι, ἐγὼ ἤμην συνωθοῦσα καὶ συγχαίρουσα· καὶ ὅτε αἱ δέκα παρθένοι ἡτοιμάζοντο ἀπαντῆσαι τῷ νυμ‐ φίῳ, ἐγὼ ἐκύκλουν αὐτὰς, καὶ τὰς μὲν πέντε οὐκ ἴσχυσα
45ἀποστῆσαι· πολλοὺς γὰρ πένητας καὶ πτωχοὺς καὶ ἀδυνάτους εἶχον κύκλῳ αὐτῶν καὶ τηροῦντας αὐτὰς καὶ μετὰ ἀγγέλων· ἐθεώρουν δὲ καὶ δεξιὰν Κυρίου σκέπου‐ σαν αὐτὰς, καὶ ἔφριττον· τὰς δὲ λοιπὰς πέντε εὑροῦσα γυμνὰς ἀπὸ τῆς τοῦ Θεοῦ ἀγάπης, ἐποίησα αὐτὰς μα‐

60

.

690

(50)

θητρίας μου, καὶ ἔπεισα αὐτὰς μὴ ἀγοράσαι ἔλαιον, καὶ ἔσβεσα τὰς λαμπάδας αὐτῶν τῇ ἀσπλαγχνίᾳ, καὶ ἐσκό‐ τισα τὰς καρδίας αὐτῶν, καὶ λοιπὸν μὴ ἔχουσαι φῶς ἐ‐ στερήθησαν τῆς εἰσόδου. Αἱ δὲ ἄλλαι πέντε ἕτοιμαι οὖσαι συνεισῆλθον τῷ νυμφίῳ· καὶ ἐγὼ ἔκλεισα τὰς θύρας,
55καὶ τὰς ἐμὰς πέντε οὐ συνεχώρησα εἰσελθεῖν. Ἐμὸν γὰρ ἔργον ἐστὶ κλείειν θύρας ἔμπροσθεν τῶν ἀνθρώπων καὶ μὴ ἐᾷν εἰσελθεῖν εἰς ἐκείνην τὴν αἰώνιον ζωήν. Ὅσους πείσω γενέσθαι μου μαθητὰς, καὶ διδάξω μὴ ἀγοράζειν ἔλαιον, ἐκεῖ οὐ δύνανται εἰσελθεῖν, οὐδὲ χωρισθῆναι ἐξ
60ἐμοῦ. εʹ. Ὢ τοῦ δεινοῦ τούτου καὶ χαλεποῦ θηρίου, ἵνα καὶ πάλιν εἴπω, πόσον πλῆθος ἠπάτησε μὴ ἐλεεῖν, ποιῆσαν αὐτοὺς υἱοὺς γεέννης. Ἀκούσατε ἀνελεήμονες οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρείαν ἐχόντων· ἀκούσατε,
65οἱ ἀμετάδοτοι καὶ κακοποιοί· ὥσπερ γὰρ οἱ μὴ ἐλεοῦντες τῆς ἀσπλαγχνίας τυγχάνουσι μαθηταὶ, οὕτω καὶ οἱ θλί‐ βοντες καὶ κακοποιοῦντες, οἱ ζημιοῦντες, οἱ τύ‐ πτοντες, οἱ φυλακίζοντες, καὶ μάλιστα ἀναιτίους, οἱ ἐκ‐ δύοντες, οἱ ἁρπάζοντες, οἱ καταδουλοῦντες ἀδελφοὺς
70ἐλευθέρους, οἱ λιμοκτονοῦντες τοὺς ἑαυτῶν δούλους καὶ γυμνοὺς καταλιμπάνοντες καὶ ἀφειδῶς τύπτοντες, οἱ ἐκ χηρῶν καὶ ὀρφανῶν ἀδίκως ἁρπάζοντες καὶ πλουτοῦντες· πάντες οὗτοι τῆς ἀσπλαγχνίας τέκνα καὶ μαθηταὶ τυγ‐ χάνουσιν. Ὁ Θεὸς γὰρ ὁ εὔσπλαγχνος καὶ ἐλεήμων περὶ
75τῶν ὑποδίκων καὶ ἀναξίων τιμωρίας ἐκέλευσεν ἀφιέναι. Οἱ ἀναιτίους καταπονοῦντες, τί πάθωσιν; Ἀκούσατε, οἱ ἀμετάδοτοι, τίνος φίλοι τυγχάνοντες οὐ γινώσκετε·
ἀκούσατε, ἄσπλαγχνοι, τίνος μαθηταὶ γνώμῃ γεγόνατε·689

60

.

691

ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον,
5καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομά‐ ξατε, ἰλιγγιάσατε· καὶ καταλιπόντες ταύτην τὴν ἀν‐ αίσχυντον καὶ μισόθεον καὶ μισάδελφον ἀσπλαγχνίαν γε‐ νώμεθα μαθηταὶ τοῦ εὐσπλάγχνου καὶ ἐλεήμονος Θεοῦ τοῦ πάντων ἐλεοῦντος καὶ πάντα συγχωροῦντος. Ὅσοι
10μαθηταὶ καὶ φίλοι ἐστὲ τῆς ἀσπλαγχνίας, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ὡς καιρὸν ἔχομεν, μάθωμεν ἐλεεῖν καὶ συμπαθεῖν, μάθωμεν συγχωρεῖν· οἱ ποτὲ τυραννή‐ σαντες, παύσασθε, καὶ μηδένα διασείσητε, καὶ ἀρκῆσθε τοῖς ὀψωνίοις ὑμῶν· οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν
15ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κε‐ λεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου· οἱ τὰς μεγί‐ στας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πε‐ νήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ
20πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀπ‐ οδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας; Τούτου τὴν ἐκ Θεοῦ ἐλθοῦσαν ἀπόφασιν εἰς μνήμην ἐλθόντες, ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην·
25ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλιπον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος. Οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ, καθὼς παρακελεύεται ὁ Δεσπό‐ της, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίας
30σκηνάς· οἱ ἀδικοῦντες, ἐννοήσατε πάντες τοῦ ποιοῦντος κρῖμα τοῖς ἀδικουμένοις καὶ φρίξατε· οἱ μισθοὺς μισθω‐ τῶν ἀποστεροῦντες, μνήσθητε τοῦ λέγοντος, Ὁ ἀπο‐ στερῶν μισθὸν μισθωτοῦ, ὡς ὁ ἐκχέων αἷμα· καὶ ὅτι ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν κράζει, Καὶ αἱ βοαὶ τῶν
35ἀμησάντων τὰς χώρας ὑμῶν εἰς τὰ ὦτα Κυρίου Σα‐ βαὼθ εἰσελήλυθε. Οἱ τύπτοντες ἀδελφοὺς, παύσασθε, μᾶλλον δὲ ἄρξασθε τύπτειν τὰ ἑαυτῶν πρόσωπα, μνη‐ μονεύοντες τὸ ἀφόρητον κρῖμα τῶν ῥαπισάντων τὸν ἀν‐ αμάρτητον Κύριον, ἔτι δὲ καὶ τοῦ φλαγελλώσαντος τοῦ‐
40τον, καὶ στενάξατε, ὅτι πολλάκις ἐν τῷ τυπτομένῳ ἀδελφῷ ἐγκρύπτεται ὁ Χριστὸς ῥαπιζόμενος πάλιν καὶ ὑπὸ σοῦ. Καὶ γὰρ οἱ παρ’ ἡμῶν ῥαπιζόμενοι τὸν Χρι‐ στὸν ἐνδέδυνται, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δι’
45ὧν καὶ ἀπέθανε, μεθ’ ὧν καὶ ῥαπίζεται. Ἆρα ταῦτα ἀκούων οὐ φρίττεις, οὐ τρέμεις, οὐ παύῃ τύπτειν τοὺς συνδούλους; ἆρα ταῦτα ἀκούων, οὐκ ἐνάρκησέ σου ἡ χείρ; Ἐγὼ καὶ μόνον λαλῶν ἔντρομός εἰμι· σὺ δὲ ὁ ποιῶν ταῦτα, ἆρα ποίου θηρίου γνώμην κέκτησαι, ὅτι

60

.

691

(50)

ἀδυσώπητος ἔμεινας; ἆρα οὖν ἐν ᾧ μετρεῖς, οὐκ ἀντι‐ μετρηθήσεταί σοι; Λοιπὸν κἂν μικρὸν παῦσαι ἀπὸ τῆς ματαιότητος, ἵνα μὴ Θησαυρίσῃς ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
55Ἀλλὰ πάλιν μικρὸν ἀναλαβὼν ὑπομνήσω ἕκαστον ὡς ἐν κεφαλαίῳ τὰ δέοντα. Οἱ ἀπηνεῖς πλούσιοι οἱ εὐ‐ φραινόμενοι καθ’ ἡμέραν, μνήσθητε τοῦ ἀνελεήμονος ἐκείνου πλουσίου, ὃν οὐκ ἀφίησιν ἡ ἀσπλαγχνία διαβῆ‐ ναι καὶ ἰδεῖν ἐκεῖνο τὸ χάσμα, ὅπερ ὤρυξεν αὐτῷ ἡ
60ἀσπλαγχνία, καὶ φρίξατε· οἱ ἐπὶ μόνῃ παρθενίᾳ ἐγκαυ‐ χώμενοι καὶ τῇ ἀπηνείᾳ πεπληρωμένοι, μὴ ἐπιλάθεσθε τῶν μωρῶν παρθένων· οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρῃζόντων, ἀεὶ ἐννοεῖτε τῶν παρισταμένων ἐξ εὐωνύμων, καὶ μετ’ αἰσχύνης πολλῆς κάτω νευόντων,
65καὶ ἀκουόντων τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς, τὸ, Πο‐ ρεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώ‐ νιον, καὶ φρίξατε· οἱ ἁρπάζοντες τὰ ἀλλότρια, ἀκούετε τοῦ λαλοῦντος διὰ στόματος τῶν ἁγίων, Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται· καὶ πάλιν,
70Ἐγὼ Κύριος μισῶν ἅρπαγμα ἐξ ἀδικίας· καὶ ἀλλα‐ χοῦ, Ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Οἱ ὀρφανοὺς καὶ χή‐ ρας θλίβοντες, ἐνθυμήθητε τίς ὁ τούτων προστάτης καὶ ἔκδικος· Θεὸς γὰρ, εἶπεν ὁ Δαυῒδ, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν οἱ κατεπαιρόμενοι παρθένοι τῶν
75μιγάδων, μνήσθητε τοῦ εἰπόντος Χριστοῦ διὰ στόμα‐ τος Παύλου, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οἱ δὲ τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνείᾳ φθείροντες, ἀκούσα‐
τε τοῦ αὐτοῦ πάλιν λέγοντος· Πόρνους καὶ μοιχοὺςColumn end

60

.

692

κρινεῖ ὁ Θεός. Οἱ ἐν δόλῳ φιλοῦντες, ἀκούσατε καὶ μὴ ἐπιλάθεσθε τοῦ δολίου φιλήματος τοῦ παραδώσαντος Ἰούδα τὸν Ἰησοῦν· οἱ κλέπται, ἀκούσατε τί περὶ ὑμῶν ὁ Κύριος πρὸς τὸν προφήτην Ζαχαρίαν ἐλάλησεν· λέγει
5οὖν Τί σὺ ὁρᾷς, Ζαχαρία; Καὶ εἶπον· Δρέπανον πε‐ τόμενον· μῆκος αὐτῷ πήχεων εἴκοσι, καὶ πλάτος αὐ‐ τῷ πήχεων δέκα. Καὶ εἶπεν Κύριος· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς· διότι πᾶς κλέ‐ πτης ἐκ τούτου ἐκδικηθήσεται ἕως θανάτου· καὶ εἰσ‐
10ελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τὸ ὄνομα τοῦ Θεοῦ ἐν ψεύδει, καὶ καταλύσει ἐν τῷ μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λί‐ θους αὐτοῦ. Ἆρα ἀρκεῖ ταῦτα, ὦ κλέπται, τοῦ παύσα‐
15σθαι τοῦ χαλεποῦ δρόμου; ἢ προσενέγκω καὶ ἕτερα θεῖα ῥήματα ἀποτρέποντα καὶ κατακρίνοντα ὑμᾶς καὶ ἐκφο‐ βοῦντα πρὸς ἐπιστροφήν; Ἀκούσατε οὖν καὶ τοῦ Ἀποστό‐ λου λέγοντος· Ὁ κλέπτης μηκέτι κλεπτέτω, ἀλλὰ κο‐ πιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα
20ἔχῃ μεταδιδόναι καὶ τῷ χρείαν ἔχοντι· καὶ πάλιν, ὅτι Κλέπται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἀρκεῖ λοιπὸν τὰ εἰρημένα περὶ τῶν κλεπτῶν, εἰ βού‐ λοιντο. Οἱ μνησίκακοι, ἀκούσατε τοῦ ἀποστόλου Πέτρου κράζοντος· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοι‐
25δορίαν ἀντὶ λοιδορίας· ἀλλ’ ἀποθέμενοι πᾶσαν κα‐ κίαν, καὶ πᾶσαν καταλαλιὰν, ὡς ἀρτιγέννητα βρέφη βιώσατε. Εἰ ποτὲ νικηθεὶς καὶ χαυνωθεὶς μισήσῃς ἄν‐ θρωπον, μὴ τολμήσῃς εἰπεῖν, ὅτι Ἀγαπῶ τὸν Θεόν· ἀρ‐ κετὸν γάρ σου τὸ βάρος, καὶ τὸ κατάκριμα τῆς μισ‐
30αδελφίας, ἡ βαρυτέρα ἁπασῶν τῶν βαρημάτων· καὶ μὴ ἐπάγῃς ἑαυτῷ ψεῦδος· γὰρ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, καὶ λέγων, ὅτι Ἀγαπῶ τὸν Θεὸν, ψεύστης ἐστὶν, καθὼς γέγραπται. Οἱ φιλάργυροι, ἐννοήσατε τί φιλεῖτε, τοῦ Ἀποστόλου βοῶντος· εἰ δὲ καὶ τοῦτο οὐ
35κατέχετε, δεῦτε ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, ὁποῖον κακὸν φιλεῖτε· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυ‐ ρία. Ἀγνοεῖτε τὸ ποθούμενον παρ’ ὑμῶν θηρίον καὶ ψυ‐ χοφθόρον; Οὐδεὶς φιλόχρυσος γέγονέ ποτε φιλάνθρωπος, ὁ δὲ μὴ φιλάνθρωπος οὐδὲ φιλόχριστος.
40 ϛʹ. Ἐννοήσατε ὁποία ἐστὶν ἀναιδὴς καὶ ἀναίσχυντος. Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ
45δυνάσται καὶ σοφοὶ ὑπετάγησαν. Ἀλλ’ ὅμως ἡ ἀναιδὴς ἐπεπήδησεν ὥσπερ λῃστὴς καὶ ὡς λέων ὠρυόμενος, καὶ ἀφήρπασε τὸν ἀπόστολον, ἀλλ’ ἐκ τῶν δώδεκα τῶν ἐκ‐ λεκτῶν, τῶν λογάδων καὶ κορυφαίων, οὐκ ἄμοιρον τῆς Χριστοῦ εὐλογίας καὶ δωρεᾶς παρὰ τοῖς ἕνδεκα, οὐδὲ

60

.

692

(50)

τῶν χαρισμάτων· ἄφθονος γὰρ ὢν ὁ διδάσκαλος, ὥσπερ τοὺς λοιποὺς κἀκεῖνον ἐτίμησεν, καὶ παρέσχετο χάρισμα τῶν ἰαμάτων καὶ τὴν κατὰ τοῦ ἀλλοτρίου ἐξουσίαν. Ἀλλὰ καὶ τοὺς πόδας αὐτοῦ τοὺς κατὰ τοῦ Διδασκάλου τρέχοντας οἰκείαις χερσὶν, ὥσπερ καὶ τῶν λοιπῶν μα‐
55θητῶν, ἔνιψεν ὁ ἀγαθὸς καὶ ἀνεξίκακος Κύριος. Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ Δεσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν; Ἐγὼ λέγω· πάντων τῶν βα‐ σιλέων καὶ δυναστῶν ὑπερισχύειν τοῦτο, καὶ πάσης ἐξ‐
60ουσίας φοβερώτερον εἶναι. Καὶ λοιπὸν ἐνθυμήθητε, ὦ φιλάργυροι, εἰ τὸν τοιοῦτον καὶ τηλικοῦτον στρατιώτην ὡς γυμνὸν καὶ ἀβοήθητον κατεπόνησε καὶ ἔλαβεν ὡς αἰχμάλωτον, τί λοιπὸν πάθωμεν ἡμεῖς οἱ μηδὲν κατ‐ όρθωμα ἀρετῆς κεκτημένοι; Καὶ τί λέγω περὶ ἀποστό‐
65λων καὶ μαθητῶν; Αὐτὸν τὸν Κύριον καὶ Δεσπότην τῶν ὅλων οὐκ ᾐδέσθη, ἀλλὰ καὶ ἐπ’ αὐτὸν τὰς χεῖρας ἐπ‐ έβαλε, καὶ τὸν ἄπρατον ἔπρασε, καὶ τὸν πάσης δόξης καὶ τιμῆς ὑπάρχοντα ἄξιον ἠτίμασε, καὶ ᾧ κάμπτει πᾶν γό‐ νυ, ἐῤῥάπισε, καὶ ᾧ φρίκῃ προσκυνοῦσιν οὐράνιαι στρα‐
70τιαὶ, ἐνέπτυσε· καὶ, ἵνα τὸ μεῖζον εἴπω, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν τὰ πάντα ζωοποιοῦντα ἀπέκτεινε. Λοιπὸν μη‐ δεὶς καυχάσθω ἐν ἀνθρώποις, μηδεὶς ἐνδυναμούσθω ἐπὶ τῇ ἰδίᾳ ματαιότητι· μή τις θαῤῥείτω, ὅτι Πάθος οὐ νικᾷ με ποτέ· εἰς πολλὰ γὰρ νικᾷ σε, καὶ νικη‐
75τὴς εἶναι δοκεῖς; τὸν ἀπόστολον τοῦ Χριστοῦ ἐνίκησε, καὶ σὺ καταφρονεῖς; τὸν κορυφαῖον ᾐχμαλώτευσε,
καὶ σὺ ἀμεριμνεῖς καὶ μεγαλαυχεῖς; Ὅρα οὖν ὁ δοκῶν691

60

.

693

ἑστάναι, μὴ πέσῃς. Βούλει δείξω σοι ἐν πόσοις πράγ‐ μασι νικᾶσαι καὶ οὐ συνιεῖς; Βούλει ἀπογυμνώσω σοι ὅσα ἐκ τοῦ πονηροῦ ποιεῖς, καὶ ὡς ἀναίτιος διάγεις; Ἄκουε· ὤμοσας τὸ φοβερὸν ὄνομα τοῦ Θεοῦ, ὅπερ
5οὐδὲ οἱ ἄγγελοι τολμῶσι· τοῦτο ἐκ τοῦ πονηροῦ ἐστιν, ὡς ὁ Κύριος ἐδήλωσεν· ἐψεύσω, ἥττημά ἐστιν· ἐλοιδό‐ ρησας, ἡττήθης· χρήματα ἀπέθηκας τοῦ ἀδελφοῦ σου, μᾶλλον δὲ τοῦ Χριστοῦ λιμώττοντος καὶ γυμνητεύοντος· ἐνικήθης νίκην χαλεπὴν καὶ ἀναπολόγητον, τὴν πρόξενον
10τοῦ ἐσχάτου ἐκείνου καὶ φοβεροῦ ἐγκλήματος· Ἐπείνα‐ σα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἀκόλουθα· καὶ τὸ χαλεπώτερον, ὅτι καὶ τὸν ἀδελφὸν τοῦ Χριστοῦ βοῶντα οὐκ ἠλέησας· καὶ μετὰ μικρὸν πάντα ὁμοῦ κατα‐ λιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ’ ἐναρίθμιος ἔσῃ
15μετὰ τῶν ἀκουόντων· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηρα‐ μένοι, καὶ τὰ ἑξῆς. Εἶδες ἐν ποίοις νενίκησαι, καὶ οὐ συνιεῖς; εἶδες πόσων παραπτωμάτων ὑπεύθυνος εἶ, καὶ ὡς νικητὴς καὶ ἀναίτιος ἐν ἀμελείᾳ διάγεις, ἡττημένος καὶ νενικημένος καὶ δείλαιος; Οὐκ ἤκουσας τὸ γεγραμ‐
20μένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγή‐ σατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφρο‐ σύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ Δεσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· καὶ
25ἕτερα πολλὰ καὶ θαυμαστὰ διηγησάμενος τέλος ἐπ‐ ήγαγε λέγων· Ὁ νικῶν κληρονομήσει ταῦτα. Τὴν νί‐ κην προείπαμεν, εἰ κατέχετε· διὰ δὲ τοὺς ῥᾳθυμοτέρους καὶ πάλιν εἴπωμεν ποίαν λέγει νίκην. Νίκην, ἣν ὁ Κύριος ἡμῶν ἐνίκησε καὶ ἐδίδαξε λέγων· Θαρσεῖτε, ἐγὼ νενί‐
30κηκα τὸν κόσμον. Ἤκουσας ὁποίαν λέγει νίκην; Ὁ νικῶν κληρονομήσει χαράν. Ὢ μακαρίας κληρονομίας, ὢ κλῆρος πάσης χαρᾶς πεπληρωμένος. Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως. Ποίῳ τρό‐
35πῳ χρησώμεθα; ποίαν τέχνην ἐπινοήσωμεν; ποίαν ἐφ‐ εύρωμεν μέθοδον, ἵνα μὴ ἐκπέσωμεν ἐκεῖνα τὰ σημαινό‐ μενα ἀγαθὰ, ἅπερ ἀπεκαλύφθη τῷ μακαρίῳ Ἰωάννῃ; τίνα ἐρωτήσωμεν καὶ διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δυ‐ νηθῶμεν κληρονόμοι γενέσθαι τῶν ἀνεκφωνήτων ἐκείνων
40ἀγαθῶν, Ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν Κύριος, αὐτὸς δι‐ δάξει ἡμᾶς τὸν τρόπον, πῶς δεῖ νικᾷν τὸν κόσμον. Προσέλθωμεν αὐτῷ ἀναιδῶς, καὶ ἐρωτήσωμεν εἰλικρι‐ νῶς· μιμησώμεθα τὸν τίμιον χορὸν ἐκεῖνον τῶν ἀποστό‐
45λων, καὶ καθὼς ἐκεῖνοι προσελθόντες ἐπηρώτησαν αὐτὸν περὶ συντελείας καὶ περὶ πάντων, καὶ ἔμαθον παρὰ τῆς ἀληθείας τὴν ἀλήθειαν· προσέλθωμεν αὐτῷ καὶ νῦν, εἰ καὶ ἀνάξιοι καὶ εὐτελεῖς τυγχάνομεν, καὶ πόῤῥω τῆς τῶν ἀποστόλων ἀξίας. Οὐ γάρ ἐστι μακρὰν, οὐδὲ διέστη‐

60

.

693

(50)

κε τῶν ἐν ἀληθείᾳ ζητούντων αὐτὸν, καθὼς ὁ προφήτης λέγει· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐ‐ τὸν ἐν ἀληθείᾳ. Εἰπὲ ἡμῖν, Κύριε, εἰπὲ ἡμῖν, πῶς δεῖ νικῆσαι τὸν κόσμον· Κύριε, δίδαξον ἡμᾶς ποιεῖν τὸ θέλημά σου. Κύριε, ὁδήγησον ἡμᾶς ἐν τῇ
55ὀδῷ σου, μήποτε καταπιέτω ἡμᾶς ὁ βυθὸς τοῦ πονηροῦ τούτου αἰῶνος· Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· ἐλέησον ἡμᾶς, ὅτι ἀσθενεῖς ἐσμεν· Κύριε, μὴ ἀφήσῃς ἡμᾶς ὀρφανούς· Δι‐ δάσκαλε ἀγαθὲ, τί ποιήσαντες ζωὴν αἰώνιον κληρο‐
60νομήσομεν; Πρὸς ταῦτα ἀκούσωμεν τί ἀποκριθήσεται καὶ λαλήσει· Δεῦτε ὀπίσω μου, τοῖς ἴχνεσί μου ἀκολου‐ θήσατε, μιμηταί μου γίνεσθε, πτωχεύσατε ἑκουσίως, ἵνα πλουτήσητε τὸν τρόπον τῆς ἐμῆς νίκης. Ἀκούσατε τοῦ ἀποστόλου διηγουμένου καὶ λέγοντος· Δι’ ἡμᾶς ἐπτώ‐
65χευσε πλούσιος ὤν. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου. Οὕτω καὶ πᾶς ὁ βουλόμενος νικῆσαι, ταπεινούσθω· ὀφείλει μὲν καὶ ὑπὲρ ἐμὲ ὡς δοῦ‐ λος· εἰ δὲ μὴ, κἂν ὡς ἐγὼ Δεσπότης· ὑπομενέτω διωγμοὺς, ὕβρεις, ἀτιμίας, ῥαπίσματα, ἐμπτύσματα.
70Οὕτως ὁ βιῶν μετὰ ὀρθῆς ὁμολογίας νικᾷ τὸν κόσμον, καὶ κληρονομεῖ ἐκεῖνα τὰ ὑπὸ Ἰωάννου μηνυθέντα, ἅπερ ἄγγελοι ἐπιθυμοῦσι θεάσασθαι. Ὄντως οὐδὲν ἰσχυρότε‐ ρον τοῦ πτωχεύοντος διὰ τὸν Κύριον· οὐδεὶς οὕτω φοβε‐ ρὸς τοῖς δαίμοσιν, ὡς ὁ ταπεινόφρων· ὁ βουλόμενος νι‐
75κῆσαι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον, τὰς ἐντολάς μου φυλάξει, καθὼς ἐγὼ τοῦ Πατρός μου τετήρηκα, γενόμενος ὑπήκοος μέχρι θα‐
νάτου, καταδεξάμενος ὕβρεις καὶ ἀτιμίας, ῥαπίσματαColumn end

60

.

694

καὶ ἐμπτύσματα· καὶ οὕτω νικᾷ τὸν κόσμον. Οὗτος ὁ τρόπος ἐφόβησε καὶ ἐξενεύρωσε τὸν διάβολον, καὶ κατ‐ έκλασε αὐτοῦ τοὺς ὀδόντας, καὶ συνέτριψεν αὐτοῦ τὴν ἰσχὺν καὶ τὸ μάταιον αὐτοῦ κράτος· ἐν τούτῳ καυχάσθω
5ὁ καυχώμενος καθὼς γέγραπται· Καυχάσθω ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· οὗτος γὰρ ὁ νικῶν τὸν κό‐ σμον. Ὁρᾷς τῆς ταπεινοφροσύνης τὸ ὕψος, βλέπεις τῆς πτωχείας τὸ νῖκος; εἶδες ἀήττητον παράταξιν τοῦ τα‐ πεινοῦ τῇ καρδίᾳ; Ὢ πτωχεία πλουσιωτέρα πάντων τῶν
10βασιλέων· ὢ ταπεινοφροσύνη δυνατωτέρα γιγάντων· ὢ ταπείνωσις καὶ ὑπακοὴ, ὅπλον καὶ βέλος κατὰ τοῦ πονη‐ ροῦ. Ὄντως μάτην ταράσσεται πᾶς ἄνθρωπος, χωρὶς τοῦ τρόπου τούτου νικῆσαι βουλόμενος. Μὴ πλανῶ, ἄν‐ θρωπε, οὐδεὶς Χριστοῦ ἰσχυρότερος· ἀλλ’ αὐτὸς οὕτως
15παρετάξατο καὶ ἐνίκησε, διδάξας ἡμᾶς τρόπον νίκης ἀήττητον· τῷ τρόπῳ τούτῳ κατέβαλε τὸν ὑπερήφανον, τῇ τέχνῃ ταύτῃ κατέβαλε τὸν εἰπόντα, Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· ταύτῃ τῇ μεθοδείᾳ ἐνίκησε τὸν κόσμον καὶ τοῦ κοσμοκράτορος κατέκλασε τοὺς ὀδόντας, διωκόμενος,
20ἐπιβουλευόμενος, ὑβριζόμενος, ἐμπτυόμενος. Ὁρᾷς τὸ ἀήττητον ὅπλον; ὁρᾷς τὴν νίκην καὶ τὴν τέχνην; βλέ‐ πεις τὸ ἀνίκητον κράτος τῆς κατὰ Θεὸν πτωχείας; εἶδες πῶς φοβερὸς ὑπάρχει τοῖς δαίμοσιν ὁ τὴν ταπεινοφροσύ‐ νην ἐνδεδυμένος; Τοῦ μὲν Κυρίου, καθὼς προείρηται,
25μιμητής ἐστι, τῶν ἀγγέλων ποθητὸς, τοῖς ἀποστόλοις τίμιος, τοῖς μάρτυσι συναρίθμιος, τοῖς δαίμοσι φοβερὸς, τοῦ κόσμου νικητὴς, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγα‐ θῶν κληρονόμος. Τούτου οὐδέποτε φόβος ἅπτεται, τοῦτον πᾶς λεγεὼν δαιμόνων ὑποχωρεῖ καὶ πτήσσει, βλέποντες
30ἐν αὐτῷ τὸν τοῦ κόσμου νικητὴν Χριστὸν καταπατήσαντα αὐτοὺς, καὶ καθελόντα αὐτῶν τὸ μάταιον κράτος. ζʹ. Λοιπὸν, τεκνία, τὸν τρόπον μαθόντες καὶ τὴν τέχνην διδαχθέντες, μὴ ἀμελήσωμεν, ἀλλὰ μιμησώμεθα τὸν Κύριον ἡμῶν, καὶ διὰ τῆς ταπεινώσεως καὶ τῶν ἀρετῶν
35ὁμοιωθῶμεν αὐτῷ, καὶ νικήσωμεν τοῦ Κυρίου συνερ‐ γοῦντος· καὶ μάλιστα ἐπιθυμηταὶ τῶν ἀγαθῶν ἐκείνων, περὶ ὧν πολλάκις ἠκούσατε, μὴ ὀκνήσωμεν, μὴ δῶμεν ὕπνον τοῖς ὀφθαλμοῖς ἡμῶν, μὴ νικηθῶμεν ὑπὸ τοῦ δει‐ νοῦ κοσμοκράτορος, μήποτε εἴπῃ, ὅτι Ἴσχυσα πρὸς αὐ‐
40τόν. Ὅρα οὖν, ἀγαπητὲ, μὴ ἐπινυστάξῃς σοῖς βλεφά‐ ροις· ὅρα οὖν μὴ νυστάξῃ ὁ φυλάσσων σε· κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Ταῦτα εἰ‐ δότες, τεκνία, διεγείρωμεν ἑαυτοὺς, ἑτοιμασθῶμεν πρὸς
45πολέμους, καὶ πάλιν μετὰ μικρὸν ἕτοιμοι γενώμεθα πρὸς ἀπολογίαν. Ἕως πότε οὐ προσέχομεν τοῖς λόγοις τοῦ Κυρίου λέγοντος, Γίνεσθε ἕτοιμοι, δηλονότι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν; Εἶτα τοῦ κριτοῦ τότε ἀνοίγον‐ τος τὰς βίβλους, οὐκ ἄλλας ξένας, ἃς οὐκ ἔγνωμεν, ἀλλὰ

60

.

694

(50)

ταύτας, ἃς περιφέρομεν καὶ καθ’ ἑκάστην ἀναγινώσκο‐ μεν καὶ ἀκούομεν, δεικνυούσας ἡμῖν κατὰ πᾶσαν αἰτίαν τὴν ἀσφαλῆ καὶ πάσης ἐντολῆς ἐργασίαν· τί δὴ ἀποκρι‐ θῶμεν; πῶς δὴ λάθωμεν τοὺς παρ’ ἡμῶν διωχθέν‐ τας, καὶ Ἑτέρους περιφρονηθέντας καὶ πολλὰ δεινὰ
55παθόντας, μάλιστα δὲ πλησίον τοῦ κριτοῦ παρεστῶ‐ τας καὶ βοῶντας, ἐκδίκησον, Κύριε, ἡμᾶς λοιπόν· Θεὸς γὰρ ἐκδικήσεων ὑπάρχεις, Δέσποτα. Τί λοιπὸν ἔδει ποιῆσαι; εἴπατε, εἴ τι οἴδατε ὡς γὰρ ὁ λόγος ἀπέδειξεν, ἀδύνατον τὰς χεῖρας τοῦ κριτοῦ διαφυγεῖν·
60καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει ἔγνωμεν· ὅτι καὶ ὁ ᾅδης γυμνὸς φανήσεται, καὶ πάντα γυμνὰ τοῖς ὀφθαλμοῖς αὐ‐ τοῦ, οἴδαμεν, καὶ ὅτι πᾶν ἔργον καὶ πᾶσα πρᾶξις, κἄν τε ἀγαθὴ κἄν τε φαύλη, εἴτε μικρὰ εἴτε μεγάλη, εἰς μέσον τοῦ θεάτρου ἐκείνου ἐπὶ ἀγγέλων καὶ πασῶν
65δυνάμεων καὶ πάσης πνοῆς ἀναγινώσκεται ἀνθρωπίνης. Καὶ τοῦτο ἐδιδάχθημεν, ὅτι Τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ Θεοῦ, καὶ ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστάξει μεμαθήκαμεν, καὶ ὅτι οἱ ἕτοιμοι εἰσέρχονται μετ’ αὐτοῦ εἰς τὰς αἰωνίους σκηνὰς ἐπιστώθημεν, καὶ
70ὅτι τοῖς ῥᾳθύμοις ἡ θύρα ἀποκέκλεισται οὐκ ἔλαθεν· ἵνα τὸ φοβερώτερον εἴπω, ὅτι τέλος αἱ κολάσεις οὐκ ἔχουσιν, ἀλλ’ εἰς ἀπείρους αἰῶνας παρατείνουσιν, ἐδη‐ λώθη ἡμῖν· καὶ ὅτι πάντες γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος εἴ τι ἔπρα‐
75ξεν, καὶ τοῦτο ἠκούσαμεν· καὶ ὅτι ἡ κρίσις ἀνέλεος, οὐκ ἠπιστήσαμεν· καὶ ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νε‐ κροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθ’
ἑκάστην ἐπὶ στόματος φέρομεν· καὶ ὅτι πᾶς ἁμαρτήσας693

60

.

695

καὶ ἀμελήσας τῆς μετανοίας, εἰς κόλασιν αἰώνιον ἐκπέμ‐ πεται, πάντες οἴδαμεν. Ταῦτα πάντα ἀσφαλῶς ἐπιστά‐ μενοι, πῶς οὐ τρέμομεν; πῶς οὐκ ὀδυρόμεθα; πῶς οὐ διεγείρομεν ἀλλήλους, καὶ συμβουλευόμεθα βουλὴν σώ‐
5ζουσαν καὶ ἀρέσκουσαν Θεῷ; Δεῦτε οὖν ὁμοῦ, πάντες οἱ πιστοὶ καὶ φιλόθεοι, δεῦτε, συμφωνίᾳ συναχθῶμεν εἰ καὶ τὰ πέρατα ὅλα συναχθῆναι ἐπὶ τὸ αὐτὸ ἀδύνατον, ἀλλὰ χώραν πρὸς χώραν· εἰ δὲ καὶ τοῦτο δύσκολον, κἂν πόλις καὶ τὰ περίχωρα αὐτῆς· καὶ συνερχομένων πολ‐
10λῶν, ἀνακρίνωμεν ἀλλήλους περὶ τῶν φοβερῶν ἐκείνων κριτηρίων· ἀρξώμεθα καὶ ἴδωμεν εἰ ἕτοιμοί ἐσμεν, ἴδω‐ μεν περὶ ἑκάστου σφάλματος, ὁποῖον κρῖμα ἔγγραπτον ὁ Κύριος ἐποίησεν. Οὕτως ἕκαστος γνωρίσας τὸ ἴδιον σφάλμα, καὶ τὸ αὐτοῦ κατάκριμα, διορθώσεται πρὶν
15λυθῆναι τὴν πανήγυριν καὶ φθασθῇ ἀδιόρθωτος. Εἰ γὰρ βασιλεὺς τὰ χρεωστούμενα οὐ παραχωρεῖ, ἀλλὰ κατὰ ἀκρίβειαν ἀνύει, καὶ πᾶς ἄρχων τὰ ὀφείλοντα ἀπαιτεῖ, πόσῳ μᾶλλον ὁ δίκαιος κριτὴς πάντα ἀπαιτήσει τὰ ὀφειλήματα ἡμῶν; Διὰ τοῦτο παρακαλῶ τὴν ἐν Χριστῷ
20ἀγάπην ὑμῶν, μηδεὶς ἀπέλθῃ ἐντεῦθεν χρέος ἐπιφερό‐ μενος. Ὧδε ἔνι τρόπος ἀπολογίας· ἔχεις πολλοὺς τρόπους· πολλαὶ γὰρ ὁδοὶ βίου. Εἰ γὰρ τὰ σφάλματα πολλὰ, πολλῷ μᾶλλον ἔλεος τοῦ Θεοῦ· ὅπερ καὶ πολλάκις ὑμῖν διηγή‐ σαμεν, εἰ καὶ ἀνεκδιήγητόν ἐστι, καὶ πάλιν ὑπομνήσω
25τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν· ἀλλὰ νουνεχῶς ἀκούσωμεν μετὰ φόβου Κυρίου καὶ πολλῶν δακρύων. Οἱ ῥᾴθυμοι νήψωμεν, οἱ νυστάζοντες ἐξυπνίσωμεν, οἱ ἐν πειρασμοῖς πᾶσαν τὴν μέριμναν ἐπιῤῥίψωμεν ἐπὶ τὸν Κύριον, καθὼς γέγραπται, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. Συναγάγωμεν
30ὧδε τὸν νοῦν, καὶ ἀκούσωμεν τρόπους χρηστοὺς, τρό‐ πους σωτηρίας, τέχνας ψυχωφελεῖς, μέθοδον ἐπιστροφῆς καὶ μετανοίας, καὶ σύντομον θεῖον λόγον καὶ διδασκαλίαν ἀνόθευτον· μόνον, καθὼς προεῖπον, συντείνατέ μοι τὴν διάνοιαν, καὶ μηδεὶς νωθρῶς καὶ ῥᾳθύμως ἀκούσῃ· τὸν
35γὰρ τρόπον ὃν μέλλω λέγειν, πᾶν εἶδος σφάλματος ἀνα‐ μιμνήσκει πάντας τοὺς παρατυγχάνοντας, ὅπως ἕκαστος ἡμῶν τὸ ἴδιον γνωρίσας σφάλμα, δακρύσῃ, στενάξῃ, τὸ σφάλμα διορθωσάμενος, ἑτοιμάσῃ ἑαυτὸν πρὸς ἀπο‐ λογίαν. Εἰς ἀνάμνησιν πάλιν βούλομαι ὑμᾶς ἀγαγεῖν
40τῶν σκυθρωπῶν καὶ φρικτῶν κολάσεων, καθὼς καὶ ἐν ἀρχῇ τοῦ λόγου πεποίηκα· ταῦτα γὰρ εἰπόντες, ἐβλά‐ ψαμεν οὐδὲν, ἀλλὰ μᾶλλον καὶ μεγάλως ὠφελήσαμεν· ῥανὶς γὰρ ἐνδελεχοῦσα κοιλαίνει πέτραν, καθὼς γέ‐ γραπται. Πόθεν οὖν ἄρξωμαι; ποῖον δὲ σφάλμα, ἢ ποῖον
45νόσημα προσαγάγω, ἵνα καὶ τὴν ἁρμόζουσαν τῇ νόσῳ ἴασιν ἐπαγάγω; Πάντως τὸ πρῶτον κακόν. Καὶ ποῖον ἄρα ἐστὶ τοῦτο; Δηλονότι ὑπερηφανία, ἥτις ἐπὶ γῆς ἄνωθεν κατέσπασε τὸν ἑωσφόρον. Λοιπὸν ἄκουε ἐν πρώ‐ τοις, ὑπερήφανε· σὺ μνήσθητι τοῦ γεγραμμένου·

60

.

695

(50)

Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, καὶ μακρὰν ἀπὸ σοῦ τὴν δεινὴν ταύτην ἀῤῥωστίαν ποίησον, ἵνα μὴ ἀντιτασ‐ σόμενον εὑρήσῃς τὸν Θεόν· μνήσθητι τοῦ πεσόντος ἐπὶ γῆς ἄνωθεν, καὶ ἀντὶ τῆς μετὰ Θεοῦ διαγωγῆς καὶ τῶν λοιπῶν συλλειτουργῶν ἀγγέλων, τοῖς καταχθονίοις κατοι‐
55κοῦντος ἐν σκοτεινοῖς καὶ ἐν τῇ ἀπωλείᾳ· ἐννοῶν ἀεὶ τὸν Κύριον τῆς δόξης πλούσιον ὄντα, πῶς ἐπτώχευσεν. Μνήσθητι τὰς κατ’ αὐτοῦ ἐπιβουλὰς καὶ συκοφαντίας τά τε ῥαπίσματα, καὶ φρίξας ταπεινώθητι, ἵνα σωθῇς καὶ ὑψωθῇς ἐν καιρῷ ἐπισκοπῆς· ἐγγὺς γὰρ Κύριος τοῖς
60συντετριμμένοις τῇ καρδίᾳ· καὶ ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ ἐν πορνείαις πλανηθέντες, ἀπο‐ στήτωσαν, καὶ μηδέποτε πλανηθήτωσαν, ἀλλὰ μνη‐ μονευέτωσαν τοῦ Ἀποστόλου κράζοντος, ὅτι Πόρ‐ νους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· καὶ, ὅτι Πᾶν
65ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώ‐ ματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· καὶ, ὅτι Πόρνοι βασιλείαν Θεοῦ οὐ κλη‐ ρονομήσουσιν. Μὴ ἐπιλάθεσθε δὲ καὶ τοῦ μολύναντος ἐν πορνείᾳ τὴν νυμφικὴν στολὴν καὶ μετ’ αἰσχύνης τοῦ
70βασιλικοῦ γάμου ἐκβληθέντος, καὶ Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οἱ μοιχοὶ, φρίξατε τὴν θείαν φωνὴν τὴν λέγουσαν, Μὴ μοιχεύσεις· καὶ τοῦ Ἀποστόλου βοῶντος, Πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Μνήσθητε δὲ καὶ τοῦ Σολομῶντος λέγοντος,
75δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ἀκούσατε δὲ τοῦ Κυρίου πρὸς τὴν μοιχαλίδα βοῶντος, Ἄπελθε, καὶ μηκέτι ἁμάρτανε.
Καὶ συντόμως, Μετανοήσατε· ἀκούσατε τοῦ ἈποστόλουColumn end

60

.

696

κηρύσσοντος, ὅτι Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀν‐ θρώπων. Οἱ ἐν ἄρσεσιν ἄρσενες τὴν ἀσχημοσύνην κατ‐ εργαζόμενοι, τρομάξατε καὶ πρὶν τὸν Κριτὴν παραγε‐
5νέσθαι, καὶ μάλιστα παρὰ φύσιν τολμήσαντες, λογιζόμε‐ νοι πῶς αἱ κολάσεις τοὺς τοιούτους διαδέξονται, ἐὰν μὴ ἐμπόνως κατὰ ἀναλογίαν τοῦ πταίσματος μετανοήσωσι. Μνημονεύετε τοῦ Ἀποστόλου βοῶντος, ὅτι Ἄδικοι βα‐ σιλείαν Θεοῦ οὐ κληρονομήσουσιν, οὔτε πόρνοι
10οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασι‐ λείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ἐκ ποίας αἰτίας εἰς τὸ χαλεπὸν τοῦτο πτῶμα κατεῤῥάγησαν; εἰπὲ, Παῦλε. Διότι, φησὶν, Οὐκ ἐδοκίμασαν ἔχειν τὸν Θεὸν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις
15τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς. Εἶδες τὴν αἰτίαν τοῦ δεινοῦ πτώματος; Διὰ τοῦτο παραινεῖ ὁ αὐτὸς ἀπόστολος μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, μηδὲ δούλους παθῶν· ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Διὰ τοῦτο
20δεῖ πάντοτε προσεύχεσθαι, πάντοτε δακρύειν καὶ θρηνεῖν, ὅπως ῥύσηται ἡμᾶς ὁ Κύριος ἐκ τοῦ κακοῦ φρονήματος τοῦ σώματος τοῦ θανάτου τούτου· καὶ ἐπιθυμήσωμεν κἄν ποτε τὰ ὄντως ἐπιθυμητὰ ἐκεῖνα, εἰς ἃ καὶ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι.
25 ηʹ. Ταῦτα καὶ ἡμεῖς ποθήσωμεν, καὶ σπουδάσωμεν μετανοῆσαι, καὶ διὰ τῆς μετανοίας πάλιν ἄσπιλοι γε‐ νέσθαι, καθὼς καὶ πρὸ τοῦ καταπεσεῖν. Τοιοῦτον γάρ ἐστι τὸ εἶδος καὶ ἡ δύναμις τοῦ τιμίου κτήματος τῆς μετανοίας· εἰς τὴν πρώτην τιμὴν, ἣν εἶχε πρὸ τοῦ
30σφάλματος, ἀποκαθιστᾷ πάλιν τὸν μετανοοῦντα. Τολμῶ εἰπεῖν, ὅτι καὶ ὑψηλότεροί τινες γεγόνασι. Πολλὰ κοπιάσαντες, καὶ περισσοτέρως δακρύσαντες, ἀπέπλυ‐ ναν τὴν δυσωδίαν τῆς ἁμαρτίας κατὰ τὸν λέγοντα· Πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Σπουδῆς
35δὲ πολλῆς χρεία, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδαμεν, ὁ ἀπαιτῶν ἁρπάσει, καὶ οὐδεὶς ὁ ῥυόμενος. Ὅθεν ἡ θεία φωνὴ ἀπαύστως βοᾷ, Γίνεσθε ἕτοιμοι. Ὁ κρίνειν λαχὼν, φεῦγε τοῦ κρίνειν, τοῦ Κυρίου λέγοντος, Μὴ κρίνετε· καὶ μὴ παραιτοῦ πάλιν διακαταπονούμενον, ἀλλὰ τοῦ
40Κυρίου μνημόνευε τοῦ λέγοντος· Μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνατε· καὶ πάλιν· Μὴ καταδικάσητε, καὶ οὐ μὴ καταδικασθῆτε. Εἰ δὲ τὸν ἕτερον κρίνων σὺ τὰ αὐτὰ πράσσεις, οὐκ ἐκφεύξεις τὸ κρῖμα τοῦ Θεοῦ. Ἄκουε τοῦ Ἀποστόλου ἐπιπλήττοντος
45τοὺς τοιούτους καὶ λέγοντος· Διὸ ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων τοὺς τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, ἑαυτὸν κατακρίνεις. Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν, κλέπτεις; ὁ

60

.

696

(50)

λέγων μὴ μοιχεύειν, μοιχεύεις; Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καθὼς ἔφη ὁ Κύριος· Ἐν ᾧ γὰρ, φησὶ, κρίματι κρίνετε, κριθήσεσθε. Ὅρα οὖν ὁ κρίνων, μὴ λάβῃς δῶρα ἐπ’ ἀθώοις· γέγραπται γάρ· Οὐαὶ οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων,
55καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Εἴ τις οὖν τῶν δικαστῶν καὶ κριτῶν εὕροι ἑαυτὸν ἔνοχον ἐν τούτοις, σπουδάσῃ διὰ μετανοίας ἑαυτὸν ἀνέγκλητον ποιῆσαι· ἰδοὺ γὰρ ὁ κριτὴς τῶν κριτῶν πρὸ τῶν θυρῶν ἕστηκε. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλ’ ἀλλήλους ἀγαπή‐
60σωμεν, ἀλλήλοις βοηθήσωμεν, ὑπὲρ ἀλλήλων εὐξώμεθα, ὅπως ἰαθῶμεν ἀπεντεῦθεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἴ τις τῷ θυμῷ καὶ τῇ ὀργῇ δεδούλωται, ἄκουε τοῦ Ἀποστόλου λέγοντος· Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ ἀρθήτω ἀφ’ ὑμῶν· καὶ πάλιν· Ὀργὴ ἀνδρὸς
65δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· καὶ πάλιν, Ἀπό‐ θεσθε ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρο‐ λογίαν ἐκ τοῦ στόματος ὑμῶν. Προηγουμένως δὲ ἄκουε καὶ τοῦ προφήτου παραινοῦντός σε· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Εἶτα καὶ ὁ Σολομών
70φησιν· Ἀνδρὶ θυμώδει μὴ συναυλίζου. Ὁ γὰρ τοιοῦ‐ τος οὐκ ἔστι δοῦλος Θεοῦ, ἀλλὰ τοῦ κατέχοντος αὐτὸν πάθους, καθὼς γέγραπται· ᾯ γὰρ ἥττηται, τούτῳ καὶ δεδούλωται. Καὶ διὰ τάχους τὴν ὀργὴν ἀναῤῥίψαντες, ἐμπόνως μετανοήσατε, ἵνα μὴ ἁρπαγέντες ἀπενεχθῆτε
75εἰς τὸν τόπον ἐκεῖνον, ἔνθα συνάγονται τὰ τῆς ὀργῆς τέκνα, ἐξ οὗ ῥυσθείημεν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ. Οἱ γαστρίμαργοι καὶ κατασπαταλῶντες,695

60

.

697

ἀκούσατε τοῦ Κυρίου κράζοντος μετὰ ἀπειλῆς· Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσουσι· καὶ τοῦ προφήτου λέγοντος· Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἐγκατ‐ έλιπε Θεὸν τὸν ποιήσαντα αὐτόν. Ὁρᾷς ὡς καὶ τοῦ
5Θεοῦ χωρίζονται οἱ τρυφῶντες, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἀθέους ἀποδεικνὺς ἔλεγεν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἄκουε πάλιν τοῦ Θεοῦ πῶς προασφαλίζεται πᾶσι διὰ Μωϋσέως, καὶ λέγει· Πρόσεχε σεαυτῷ, μή ποτε φαγὼν
10καὶ ἐμπλησθεὶς ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου· καὶ σπουδαίως καταλιπὼν τὴν τρυφὴν τὴν μητέρα πάντων τῶν παθῶν καὶ πάσης δυσωδίας, ἐπιλάβου τῆς εὐωδίας, ἤγουν τῆς ἐγκρατείας, τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος, καθὼς ὁ Ἀπόστολος ἐδίδαξε· καὶ πρόσεχε σεαυτῷ, ἵνα
15μὴ ἀκούσῃς καὶ σὺ, καθὼς ὁ σπαταληστὴς ἐκεῖνος πλού‐ σιος, ὁ καὶ μισόπτωχος, ὅτι Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· καὶ ἀντέχου τῆς μετανοίας, τοῦ κεφαλαίου τῆς σωτηρίας ἡμῶν, ὅτι οὐκ οἴδαμεν τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἡμῶν ἔρχεται.
20Οἱ ἐν μέθαις ἡττώμενοι, καὶ τῆς ἀκηράτου βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς ἀποσχοινίζοντες ἰδίᾳ γνώμῃ, ἀκούσατε τοῦ προφήτου κηρύσσοντος· Οὐαὶ οἱ μεθύον‐ τες· καὶ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Μέθυσοι βασι‐ λείαν Θεοῦ οὐ κληρονομήσουσι· καὶ πάλιν παραγγέλ‐
25λοντος, Μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, καὶ καταλιπόντες τὸν οἶνον, μᾶλλον δὲ τὴν μέθην τὴν ἔξω ἀποκλείουσαν τῆς βασιλείας, ἐπιποθήσατε ἐκεῖνον τὸν οἶνον, ὃν ὁ Θεὸς ἐκ τῶν ἁγίων Γραφῶν ἐκέρασεν ἡμῖν κατὰ τὸν προφήτην, οἶνον κατανύξεως· ὃν οἱ πιόν‐
30τες, ἐν κατανύξει μετανοήσατε δακρύοντες· γλυκέα γὰρ τὰ ῥήματα τοῦ Κυρίου. Οἱ ἐν σαρκὶ πεποιθότες καὶ ἐπὶ ἰδίᾳ ματαιότητι, ἀκούσατε τοῦ Θεοῦ διὰ στόματος τῶν ἁγίων βοῶντος· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· καὶ πάλιν, Στηρίζων
35σάρκα βραχίονος αὐτοῦ, ὅτι ματαία σωτηρία ἀν‐ θρώπου. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος γράφει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ, καθὼς ὁ προφήτης τὰ ὅμοια λέγει· Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον. Καὶ μετανοήσατε·
40ἔρχεται γὰρ ὁ κριτὴς ὁ ἀπροσωπόληπτος καταργῆσαι πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν· οὐδὲν γὰρ αὐ‐ τοῦ ἰσχυρότερον. Οἱ τὰ περίεργα ἐπιτηδεύοντες λαθρο‐ φονευταὶ, οἱ τοῦ τόπου τῶν φονέων κληρονόμοι, οἱ κρύ‐ φιοι λύκοι, οἱ σαρκικοὶ δαίμονες, οἱ τῶν καταχθονίων
45οἰκήτορες, οἱ τοῦ αἰωνίου σκότους υἱοὶ καὶ τοῦ ἀσβέστου πυρὸς τέκνα, ἀκούσατε τί διηγεῖται ὁ ἅγιος εὐαγγελιστὴς Λουκᾶς περὶ τῶν τοιούτων ἐν ταῖς Πράξεσι τῶν ἀποστό‐ λων λέγων· Πολλοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον

60

.

697

(50)

πάντων, καὶ συνεψηφίσαντο τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. Εἶδες ὑπακοὴν ὀξεῖαν καὶ σωτηρίαν σύντομον; εἶδες πῶς ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν; Ἀλλὰ τὸ τάχος τῆς ὑπακοῆς πάντα κατώρθωσε. Καὶ ὑμεῖς οἱ τὰ ὅμοια πλανώμενοι, καὶ
55γνώμῃ ἀπατώμενοι, καταπτύσαντες τὴν τοιαύτην χαλεπὴν καὶ ἀπάνθρωπον ἀπάτην, καὶ ὡς ἀπὸ ὄφεως ἀποφυγόντες, σπουδάσατε ἀξίαν μετάνοιαν ἐπιδείξασθαι, πρὶν φθάσῃ ἡμῖν ἡ ἀνυπόστατος κατὰ τῶν τοιούτων ἀπειλὴ καὶ οἰμωγή· ὁ γὰρ καιρὸς ἐγγὺς, καὶ μὴ ἀμελῆτε.
60Οἱ τὸ δυσίατον νοσοῦντες πάθος, τὸν φθόνον λέγω καὶ βασκανίαν, μνήσθητε τῶν φθονερῶν ἐκείνων τῶν ἀκου‐ σάντων· Ἑταῖρε, οὐκ ἀδικῶ σε, ἆρον τὸ σὸν, καὶ ὕπαγε. Ποῦ ἄρα; Δηλονότι εἰς τὸ σκότος τὸ ἐξώτερον. Καὶ ἀποῤῥίψαντες τὴν τοιαύτην ἀῤῥωστίαν, μετανο‐
65ήσατε· Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Οἱ τὰς θείας Γραφὰς ἐξουθενοῦντες, καὶ τὸ ἅγιον Πνεῦμα ἐνυβρίζοντες τὸ λαλῆσαν διὰ στόματος τῶν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, τί ποιήσετε ἐν τῇ φρικτῇ ἐκείνῃ ὥρᾳ, ὅταν τὸ κριτήριον καθίσῃ, καὶ ἀνοι‐
70χθῶσιν αἱ βίβλοι, ἃς νῦν βδελύσσεσθε καὶ ἀποστρέφεσθε; ποῦ φύγητε; ποῦ κρυβήσεσθε ἀπὸ προσώπου τοῦ λαλή‐ σαντος πᾶσαν θείαν Γραφὴν, καὶ πᾶσαν ἱερὰν βίβλον συντάξαντος; Οὐαὶ καὶ ἀπώλεια καταλήψεται ὑμᾶς, εἰ‐ μὴ ταχέως ἀναλάβησθε θρῆνον καὶ ὀδυρμὸν, καὶ δυσ‐
75ωπήσητε ὃν παρωξύνατε, παράκλητον Θεόν. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, Ἐρευνᾶτε τὰς Γραφάς; Οὐκ ἀκούετε πῶς πεπλανημένους ἐκάλεσε τοὺς μὴ εἰδότας τὰς Γραφάς; Ἀκούσατε τοῦ Ἀποστόλου θεόπνευστον αὐ‐
τὴν καλοῦντος καὶ ὠφέλιμον, καὶ λόγον ὑγιαίνοντά τεColumn end

60

.

698

καὶ ἰατρεύοντα, καὶ ἱερὰ Γράμματα καλοῦντος, καὶ νό‐ μον ἐλευθερίας. Ἀκούσατε πάλιν πῶς διὰ τοῦ Σολομῶν‐ τος τὸ ἅγιον Πνεῦμα ἀσεβεῖς ὑμᾶς ἐκάλεσε, λέγον· Σο‐ φίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσι.
5 θʹ. Ταῦτα ἀκούοντες, μετανοήσατε καὶ ἑτοιμάζεσθε πρὸς ἀπολογίαν, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, πᾶς ἄνθρωπος, ὅστις ἐὰν μὴ σπουδάσῃ ἀπεντεῦθεν διορθώσασθαι, ἀλλ’ ἔτι χρῄζων ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ’ οὐρανοῦ, οὐχὶ
10διορθώσεως, ἀποδημήσῃ, ὁ τοιοῦτος καὶ προσδοκάτω. ἐπὶ τήνδε ἁμαρτίαν ἢ τήνδε, ἀλλ’ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπου, ἀνδρῶν τε καὶ γυναικῶν. Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἡμάρτομεν. Διὰ τοῦτο ὁ ἱερὸς Ἀπόστολος κατὰ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ καὶ
15περὶ γυναικῶν ἔγραψε λέγων· Γυναῖκας σεμνὰς, διακόνους πιστὰς ἐν πᾶσι. Διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ διαυθεντεῖν τοῦ ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ, οἰκουροὺς, καλοδιδασκάλους, Ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, μὴ οἴνῳ
20πολλῷ δεδουλωμένας. Καὶ περὶ χηρῶν ἔγραψεν οὕτω· Χήρας τίμα, τὰς ὄντως χήρας. Ἥτις προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Καὶ
25περὶ πρεσβυτέρων τε καὶ πρεσβυτίδων ἐλάλησε τὸ ἅγιον Πνεῦμα διὰ στόματος τῶν ἁγίων, καὶ περὶ δούλων τε καὶ δεσποτῶν διετάξατο, καὶ περὶ βασιλέων εἶπε, καὶ περὶ στρατιωτῶν ἐλάλησε, καὶ περὶ ἐπισκόπων ἐτύπωσε, καὶ οὐδὲν τῶν συμφερόντων παρέδραμεν· ἐπειδὴ, κα‐
30θὼς ἔφη, Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν μικρῶν τε καὶ μεγάλων ἀποκαλύπτεται ὀργὴ ἀπ’ οὐρανοῦ. Πάντα ὑπέμνησα τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα εἴδητε πάντα τὰ προστάγματα, καὶ πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ πᾶσα ἡλικία μάθῃ τὴν βουλὴν τοῦ Θεοῦ καὶ τὸ θέλημα, καὶ
35τὴν φοβερὰν αὐτοῦ ἀπ’ οὐρανοῦ παρουσίαν, καὶ τὰς φοβερὰς κολάσεις, καὶ τὸν ὀδυνηρὸν ἐκεῖνον χωρισμὸν, καὶ σπουδάσῃ ἕκαστος τὸν ἑαυτοῦ βίον διορθώσασθαι, καὶ ἑαυτὸν ἑτοιμάσαι πρὸς ἀπολογίαν, καὶ μὴ τῇ ῥᾳ‐ θυμίᾳ ἑαυτὸν παραδῷ, καὶ ἀποτύχῃ τῶν ἀνεκφωνητῶν
40καὶ αἰωνίων ἀγαθῶν. Ὅρα οὖν, ὦ ῥᾴθυμε σὺ, μὴ ἐμ‐ μείνῃς τῇ ῥᾳθυμίᾳ, μὴ νικῶ ὑπὸ τῆς ἀπάτης καὶ ἡδονῆς. Βλέπε μὴ διὰ τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονῇς, καὶ θησαυρίσῃς σεαυτῷ ὀργὴν, καθὼς λέγει ὁ Ἀπόστο‐
45λος, ἐν ἡμέρᾳ ὀργῆς. Ἐπίστρεψον λοιπὸν, νῆψον, γρη‐ γόρησον· ἀρκετὸς γὰρ ὁ παρελθὼν καιρός· ἐν τῇ ἀπά‐ τῃ καὶ φιληδονίᾳ σου μὴ ἐπιμείνῃς, μὴ ἐμβαθύνῃς ἐν τῇ ἀδικίᾳ σου. Οὐχ ὁρᾷς τὸν ἄγγελον ἀκολουθοῦντα καὶ γράφοντά σου τὰς πράξεις; οὐκ οἶδας, ὅτι κατὰ τὴν

60

.

698

(50)

σκληρότητά σου καὶ ἐπιμονὴν τὸ ἕλκος μεῖζον γίνεται, καὶ βαρύτερον γράφεται, καὶ ὀργὴ πλέον ἐξάπτεται; οὐκ οἶδας, ὅτι τὸ κατεργάζεσθαι τὸ κακὸν, δυσεξάλει‐ πτον καθίσταται, ὥσπερ ἐν πίνακι χαρακτῆρες οἱ μὲν κουφοτέρως ἐναποκείμενοι εὐχερῶς καταλεαίνονται, οἱ
55δὲ διὰ βάθους δυσεξάλειπτοι εὑρίσκονται; Ὅρα οὖν μὴ περιφρονήσῃς τοῦ μέλλοντός σε κρίνειν· ὅρα οὖν μὴ ἐπιμένων, μείζω τῆς ἀφέσεως κατασκευάσῃς σοι τὴν ἀνομίαν. Διὰ τοῦτο περὶ πάντα προησφαλίσατο πᾶσι τὸ παράκλητον καὶ ἀγαθὸν Πνεῦμα, καὶ πάντα ὑπέμνησε,
60καὶ πῶς ὁ πόρνος ἐκ τοῦ βασιλικοῦ γάμου μετ’ αἰσχύ‐ νης ἐκβάλλεται, πῶς δὲ καὶ αἱ πέντε μωραὶ παρθένοι διὰ ἀπήνειαν ἔξω ἀπεκλείσθησαν τῆς οὐρανίου χαρᾶς, πῶς ὁ πλούσιος ἐκεῖνος διὰ τρυφὴν καὶ τὴν ἀνήλεον αὐ‐ τοῦ γνώμην ἐν τῷ τόπῳ ἐκείνῳ τῆς βασάνου ἔλαχεν.
65Ὁμοίως καὶ ὁ ἕτερος πλούσιος, ὁ τὰς ἀποθήκας ἐκτεί‐ νων καὶ συνάγων πολλὰ καὶ κερδαίνων οὐδὲν, ἄφρων δικαίως ἤκουσεν. Οὐκ ἀγνοεῖτε δὲ τί καὶ οἱ ἐξ εὐωνύ‐ μων διὰ ἀμετάδοτον ἤκουσαν. Τὸν δὲ κλέπτην ὁ Κύριος φονέα ἐκάλεσε λέγων, Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ
70ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ στόματος τῶν ἁγίων τὸ ἅγιον Πνεῦμα ἐλά‐ λησε, κἀγὼ δὲ ὑπέμνησα· καὶ ἐπὶ πᾶσι τούτοις ὁ Ἀπό‐ στολος κράζει λέγων· Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα. Καὶ ἀρκέσει τέως ὑμῖν τὰ εἰρημένα, καὶ
75μάλιστα τοῖς σπουδαιοτέροις, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ πάντα κατὰ τὸν προειρηκότα καιρὸν οἰκονομήσαντος εἰς τὴν ἡμῶν σωτη‐
ρίαν, καὶ προσκαλουμένου εἰς τὴν αἰώνιον αὐτοῦ βασι‐697

60

.

699

λείαν, εὐχαῖς δὲ τῶν μνημονευθέντων ἁγίων, ᾧ ἡ δόξα
καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ ΠνεύματιColumn end

60

.

700

ὡς ἦν ἐν ἀρχῇ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.699