TLG 2062 268 :: JOANNES CHRYSOSTOMUS :: De paenitentia [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De paenitentia [Sp.]

Citation: Vol — pg — (ln)

59

.

757

(12t)

Περὶ μετανοίας, καὶ εἰς Ἡρώδην καὶ Ἰωάννην τὸν Βαπτιστήν.
13 αʹ. Φέρε δὴ, καὶ τῶν ὑμετέρων κρότων τὴν ὑμετέραν προτιμήσωμεν λυσιτέλειαν, καὶ μικρόν τι τὴν Ἐκκλη‐
15σίαν περὶ πολιτείας ἠθικῆς ὑπομνήσαντες διαλεχθῶ‐ μεν ἐν ὑμῖν, ἐξ ὧν ἐλάχιστος μὲν ἀναπέμπεται τῷ λέγοντι κρότος, πλεῖστος δὲ τοῖς ἀκούουσιν ἐγγίνεται τῆς κατὰ ψυχὴν σωτηρίας ὁ πόθος. Καλὸς μὲν γὰρ καὶ ὁ περὶ πίστεως λόγος, καὶ πρέπων φιλοθέοις ψυ‐
20χαῖς· καὶ ὅταν ἴδωμεν ὑμῶν τὸν ζῆλον ἐγηγερμένον ἐν ταῖς περὶ πίστεως ἀκροάσεσι, τὸ φιλοδέσποτον τῆς ὑμετέρας ψυχῆς ἀκριβῶς καταμανθάνομεν. Δεινὸς μὲν γὰρ οἰκέτης κατηγορεῖ τοῦ δεσπότου, εὔνους δὲ οἰκέτης χαίρει τοῦ δεσπότου παρὰ πάντων ἐπαινουμέ‐
25νου· διόπερ ἡ περὶ τοὺς ἐπαίνους τοῦ δεσπότου προθυ‐ μία τῆς οἰκετικῆς εὐνοίας ἀπόδειξιν ἔχει. Καλὸν δὲ καὶ τὸ ἀγγεῖον ἐκσμήχειν τῆς ψυχῆς, ἵνα διὰ τῆς ἠθικῆς διδασκαλίας προκαθαρθὲν, δεκτικὸν τοῦ μύρου τῆς θεο‐ λογίας εὑρίσκηται. Εἰς γὰρ ἀκάθαρτον ψυχὴν, φησὶν,
30οὐκ εἰσελεύσεται παιδεία. Ἔστι δὲ ἡμῖν ὁ περὶ πολι‐ τείας λόγος σφόδρα δεόμενος ἀκριβοῦς ἐξετάσεως. Ἐὰν γὰρ ἐλπίδας ὑποτείνω μετανοίας, δέδοικα μή τις χαυνω‐ θεὶς ἐλπίδι τῆς μελλούσης μετανοίας, καταῤῥᾳθυμή‐ σῃ τῆς πολιτείας· ἐάν τε πάλιν ἀποκλείσω τὰς τῆς μετα‐
35νοίας ἐλπίδας, δέδοικα μή τις ἀπαλγήσας παραδῷ τὸ σῶμα ταῖς ἐπιθυμίαις. Ἴσον γὰρ εἰς ἡδυπαθείας προ‐ τροπὴν καὶ ῥᾳθυμία, ψυχῆς ἡδοναῖς χαυνουμένης, καὶ μετανοίας ἀπόγνωσις. Διόπερ ὁ λόγος ἡμῖν διωρίσθω διχῆ, πρός τε τοὺς ὑγιαίνοντας, καὶ τοὺς ἀῤῥωστοῦντας.
40Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ὁ φθάσας ὀλισθῆσαι, προλαβέτω τὸ πτῶμα τῇ μετανοίᾳ· ὁ καὶ καταπεσεῖν κινδυνεύσας, μὴ καταῤῥαγήτω· εἰ δέ τις καὶ προλαβὼν κατεῤῥάγη, τῆς τοῦ ἀνορθοῦντος τοὺς κατεῤῥαγμένους φιλανθρωπίας μὴ ἀπογνώτω. Ἔστιν
45ἐνίοτε σαλευθῆναι παρὰ μικρόν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Ἔστι καὶ σαλευθέντα βοηθη‐ θῆναι παρὰ τοῦ Δεσπότου· Εἰ ἔλεγον, Σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἔστι μὴ σαλευθῆναι μόνον, ἀλλὰ καὶ ὠσθῆναι καὶ κινδυνεῦσαι

59

.

757

(50)

πρὶν ἢ κατενεχθῆναι· ἀλλ’ οὐδὲ τοῦτον παρορᾷ ὁ Θεός. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντ‐ ελάβετό μου. Ἆρ’ οὖν ὁ πεσὼν ἀπόλωλε παντελῶς; Οὐδαμῶς. Ἔστι καὶ τούτου παραμυθία. Ὅταν πέσῃ, φησὶν, οὐ καταῤῥαχθήσεται. Τί τὸ αἴτιον; Ὅτι Κύριος
55ἀντιστηρίζει χεῖρα αὐτοῦ. Ἔστι γὰρ καὶ ἠρέμα πεσεῖν, καὶ μὴ σφοδρότερον εἰς τὴν ἡδονὴν καταῤῥαγῆναι. Ἆρ’ οὖν οἱ καταῤῥαγέντες ἀπώλοντο; Ἴδωμεν καὶ ἐνταῦθα τὴν τοῦ Δεσπότου φιλανθρωπίαν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας
60τοὺς κατεῤῥαγμένους. Ταῦτά μοι δοκεῖ καὶ ἡ ψαλμ‐ ῳδία καλῶς ἐνδεικνυμένη, πρὸς ἀπόγνωσιν ἡμᾶς μετα‐ νοίας οὐκ ἤγαγε. Λέγουσα γὰρ περὶ τοῦ Θεοῦ, φησίν· Ὁ Θεὸς κριτὴς δίκαιος. Μὴ καταφρονήσῃς τῆς λέξεως·
δικαιοσύνη γάρ ἐστιν ἐξ ἴσου κατ’ ἀξίαν διανεμητική.Column end

59

.

758

(12)

Πρῶτον ἄκουσον ὅτι δίκαιος, καὶ προπαρασκευάζου πρὸς ἀπολογίαν, εἶτα, ἐπειδὴ ἀντίκειται πολλάκις πρὸς ὑπόνοιαν· Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, πῶς οὐκ εὐθὺς
15ἀνταποδίδωσι τοῖς ἁμαρτάνουσιν; ὁ δεῖνα ἄδικος, καὶ εὐθηνεῖται· ὁ δεῖνα βίαιος, καὶ πλουτεῖ· ὁ δεῖνα ἀσελ‐ γὴς, καὶ δυναστεύει· πῶς ταῦτα δικαιοσύνης Θεοῦ; εἰ δίκαιος, πῶς οὐ παραχρῆμα τοῖς ἁμαρτάνουσιν ἐπάγει τὴν τιμωρίαν; ἆρα μὴ δίκαιος μέν ἐστιν, οὐκ ἰσχύει δὲ
20παραχρῆμα τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν ἀντιδοῦναι; Ἐνίοτε γὰρ δικαστὴς δικαίως μὲν δικάζει, ἀσθενεῖ δὲ τὴν οἰκείαν ἀπόφασιν ἀγαγεῖν εἰς ἔργον. Ἆρ’ οὖν μὴ δι’ ἀσθένειαν ἡ ἀναβολὴ τῆς τιμωρίας; Μὴ γένοιτο. Τί γὰρ εὐθὺς ἐπάγει; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυ‐
25ρός. Οὐκοῦν ὡς δίκαιος μὲν οἶδε τὸ δίκαιον, ὡς δὲ ἰσχυ‐ ρὸς, δύναται τὸ νοηθὲν ἀγαγεῖν εἰς ἔργον. Τί οὖν τῆς ἀναβολῆς τῶν ἁμαρτημάτων τὸ αἴτιον; τίς ἡ τῆς τιμω‐ ρίας ἀναβολή; Δίκαιός ἐστιν, οἶδε τὸν ἁμαρτάνοντα· ἰσχυρός ἐστιν, ἐπαγαγεῖν δύναται τῇ ψήφῳ τὸ τέλος. Τίς
30οὖν ἡ τῆς ἀναβολῆς αἰτία; Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Καὶ ἑρμηνεύει τί τὸ, Μακρόθυμος· Μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέ‐ ραν; Μικρόν ἐστι κατὰ τὴν λέξιν ὑπερβατόν· Μὴ καθ’ ἑκάστην ἡμέραν ὀργὴν ἐπάγων; Καὶ ἵνα γνῷς ὅτιπερ
35ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἐὰν μὴ ἐπιστραφῆτε. Οὐκοῦν ἐὰν ἐπι‐ στρέψωμεν, οὐκ εὐθὺς τῆς τομῆς πεῖραν δεχόμεθα. Καὶ βούλει τῆς φιλανθρωπίας ἰδεῖν τὴν ὑπερβολήν; Τὴν
40ῥομφαίαν αὐτοῦ στιλβώσει. Οὔπω εἶπεν, ὅτι Τῇ ῥομ‐ φαίᾳ κατὰ στόμα χρήσεται, ἀλλὰ, Στιλβώσει· ἵνα τὴν λαμπηδόνα τῆς ῥομφαίας θεασάμενος, προλάβῃς τῇ μετανοίᾳ τὴν τομὴν τῆς ῥομφαίας. Τῇ στιλβώσει φοβεῖ, καὶ οὐ τέμνει. Ὁ φόβος συστελλέτω, τὴν τομὴν φθανέτω
45σου ἡ μετάνοια. Καὶ ἵνα διὰ πάντων γνῷς τοῦ κριτοῦ τὸν σκοπὸν, Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐχ ἱκανὸν φοβῆσαι τὸ σχῆμα; οὐ διέγραψε τῷ λόγῳ τὸν ἀσώματον; Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν

59

.

758

(50)

αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἐνταῦθα καθά‐ περ τις γραφεὺς ὑπ’ ὄψιν ἤγαγε τὸν κριτήν. Ἐννόησόν μοι τὸ τόξον τεταμένον, τὰς χεῖρας διεσκευασμένας· τὴν μὲν ὠθουμένην τὸ τόξον, τὴν δὲ ἑτέραν ἐπισπωμένην
55τὴν νευράν· τὸ βέλος ἄκροις δακτύλοις παρὰ τοῦ κριτοῦ κατεχόμενον. Διατέταται τὸ τόξον, τὸ βέλος ἕτοιμον, ὁ κριτὴς εὐτρεπής. Μὴ καταφρονήσῃς τοῦ τόξου· τέταται γάρ· μήτε ἀπογνῷς μετανοίας· τὸ γὰρ βέλος οὔπω βέβληται. Ἀλλὰ μὴ χαυνωθῇς διὰ τὴν ὑπερ‐
60βολὴν τῆς μακροθυμίας, μηδὲ βουληθῇς ἀεὶ παρακα‐ τέχειν σαυτὸν ταῖς ἡδοναῖς. Μὴ εἴπῃς, Τέως ἀπολαύσω τῆς ἐπιθυμίας, τέως χρήσομαι τῇ νεότητι, ἥξει μετ’ ὀλίγον μετανοίας καιρὸς, αὔριον μετανοήσω, περὶ τὸ γῆρας ἀσφαλίσομαι τὴν ζωήν. Μάταιοι οἱ τοιοῦτοι δια‐
65λογισμοὶ, σαθρά σου τὰ τῆς ἐπιθυμίας βουλεύματα,757

59

.

759

πονηρῷ κέχρησαι συμβούλῳ τῇ ἡδονῇ. Λέγεις, Ποιήσω τὴν ἁμαρτίαν σήμερον, καὶ αὔριον μετανοήσω. Κύριος εἶ τῆς αὔριον; τίς σοι τῆς αὔριόν ἐστιν ἐγγυητής; Ἐὰν ἀκριβῶς ἀκούσῃς, οὐδὲ ἡ σήμερον ὅλη σή· καὶ τῆς σή‐
5μερον τὸ μὲν παρελήλυθε, τὸ δὲ μέλλει· τὸ μὲν οὐκ ἔστι σὸν, τὸ δὲ οὔπω σόν. Λέγεις· Σήμερον ποιήσω τὴν ἡδο‐ νὴν, καὶ μετανοήσω τῇ αὔριον. Ὃ ἔχεις, τῇ ἡδονῆ, τὸ ἀλλότριον, τῇ μετανοίᾳ; Ἐμοὶ μᾶλλον χρῆσαι συμβούλῳ, τὸ σήμερον τῇ μετανοίᾳ, τῇ δὲ ἁμαρτίᾳ μηδὲ τὸ αὔριον,
10Διὰ τοῦτο καλῶς ὁ θεῖος λόγος διαφόρως ἡμᾶς εἰς ἀνά‐ κλησιν τῆς ἁμαρτίας ἀνακαλούμενος, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ, Παρακαλεῖτε ἀλλήλους, ἕως οὗ τὸ σήμερον καλεῖ‐
15ται. Ποιεῖ γὰρ καὶ τοῦτο πολλάκις ὁ διάβολος κακο‐ τέχνως. Ὅταν ἴδῃ ψυχὴν ἀρξαμένην αἰσθάνεσθαι τῶν ἁμαρτημάτων, ἀρξαμένην νοεῖν τῆς τιμωρίας τὸ τέλος, τοιούτους ἐμβάλλει λογισμούς· Νεώτερός εἰμι, καιρὸν ἔχω μετανοίας, τέως σήμερον παρακατάσχω τὴν χρείαν,
20τέως τῆς δίκης περιγένωμαι· τὸν δεῖνα ἀμύνωμαι, τῆσδε τῆς ἐπιθυμίας ἐκτελέσω τὴν ἡδονὴν, καὶ φθάσω μετα‐ νοῆσαι. Ἔρχεται πάλιν ἡ αὔριον, πάλιν σε τοῖς αὐτοῖς διακατέχει διαβολικοῖς διαλογισμοῖς· καὶ πάλιν τὸ μὲν μέλλον ἐπιδείκνυσι, καὶ τὸ παρὸν κατασπᾷ· καὶ οὕτω
25καθ’ ἑκάστην ἡμέραν τὸ μὲν σήμερον ἐν ταῖς ἐπιθυμίαις κατέχων, τὸ δὲ αὔριον ἐν ταῖς ἐλπίσι τῆς μετανοίας ὑποδεικνὺς, παραναλίσκει σου τὸν βίον καθ’ ἡμέραν ἁμαρτάνοντος. βʹ. Ἀλλὰ σὺ στράτευσαι κατὰ τῆς ἡδονῆς· ἄκουσον τοῦ
30Κυρίου κράζοντος· Σήμερον ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ. Καλὸν μὲν οὖν καὶ καθάπαξ καὶ πρὸς τοὺς φιλοπραγμοσύνης ἐρῶντας, ἵνα μηδὲ δίκας φιλονεικότερον ἐγγυμνάζωσιν. Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς
35δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομέ‐ νους ἀδήλῳ καταπιστεῦσαι πελάγει. Ἀναγινώσκεις σου τὰ γραμματεῖα, θαρσεῖς ταῖς ἐκβάσεσιν· ὁ συνήγορος κοιλάνας τὴν χεῖρα τῷ λήμματι ἐγγυᾶται τὴν νίκην, ἵνα περισφίγγηται μισθαρνίᾳ. Ἐνίοτε δὲ καὶ δικαστὴς προ‐
40διεφθαρμένος προεπαγγέλλεταί σοι τῆς δίκης τὸ τέλος. Ἀβεβαίοις θαρσεῖς ἐλπίσιν. Εἰ γὰρ σὺ προλαβὼν προ‐ διέφθειρας τὸν δικάζοντα, ἀλλοτρίοις λήμμασι θύραν ἀνοίξας, νόμιζε τὰ αὐτὰ καὶ τὸν διάδικον μελετᾷν· καὶ πολλάκις ἠρέμα σοι τὰ τῆς δίκης εὔδια πλέοντι πείθουσι
45χαλάσαι περὶ τὸν πλοῦν τὸ ἱστίον. Οὐδέποτε εἶδες θά‐ λασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην; Πόσοι μετ’ εὐδίας καὶ γαλήνης ἀναπλεύσαντες εἰς τὸ μέσον τοῦ πελάγους, αἰφνιδίοις χειμῶσι χρησάμενοι καὶ κύμασιν ἐναυάγησαν; Τοιαῦτα

59

.

759

(50)

τῆς δίκης τὰ τέλη· ἐνίοτε τὰ προοίμια μετὰ τῶν ἐλπί‐ δων, καὶ τὸ τέλος ἀντίστροφον τὴν ἔκβασιν τῆς ἐλπίδος ἀπενεγκάμενον. Καλὸν μὲν οὖν, ὅπερ εἶπον, καὶ τὰς χρηματικὰς δίκας φθάνειν διαλύσεσι φιλικαῖς, ἵνα πρὸς τῷ τέλει τῆς δίκης κυβερνήσῃς τὸν φίλον· ἐγκληματικὰς
55δὲ μηδὲ διαλύεσθαι γένοιτο, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἐγγυ‐ μνάζειν· πλὴν ἀλλὰ κἀκεῖ βελτίων ἡ φειδὼ τοῦ θυμοῦ. Ὅμως οὐ δοκεῖ μοι μόνον περὶ χρημάτων ὁ λόγος ἔχειν τὸ αἴτιον. Ἴσθι, φησὶν, εὐνοῶν τῷ ἀντιδίκῳ σου τα‐ χὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ. Αὕτη ἡ προσθή‐
60κη δίδωσί μοί τι καὶ μεῖζον ἐννοεῖν. Εἰ γὰρ περὶ χρη‐ ματικῶν δικῶν μόνον ὁ λόγος, ἢ τῶν ἐγκλημάτων τῶν ἀναισθήτων ἔλεγε, διὰ τί προσετίθει, Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ; τίς γὰρ ἀντίδικος ἀντιδίκῳ συν‐ οδεύειν καταδέχεται; τίς κοινωνεῖ τῆς ὁδοιπορίας
65μὴ κοινωνῶν τῆς γνώμης; οὐ δέδοικε καὶ γραμμάτων κλοπὴν, καὶ μαρτύρων διαφθορὰν, καὶ τὰς κατὰ τὰς λεωφόρους ἐπιβουλάς; Οὐκοῦν ὀφείλομεν εὑρεῖν ἀντίδι‐ κον τὸν ἀεὶ συνοδεύοντα, οὗ τὴν συνοδείαν καὶ σφόδρα φυλαττόμενοι φυγεῖν οὐ δυνάμεθα, καὶ τοῦτον ἐννοῆσαι
70τὸν ἀντίδικον, ᾧ προσήκει μετ’ εὐνοίας προσφέρεσθαι. Τίς οὖν ἀκριβής ἐστιν ἀντίδικος; Ἐὰν ἀκριβῶς ἐξετά‐ σῃς, τὸ σῶμα τῆς ψυχῆς· οὗτος ἀντίδικός ἐστι τοῦ ἐν σοὶ πνεύματος. Καὶ ἵνα μὴ νοήσῃς ἐμὸν εἶναι τὸν λόγον, Παῦλος κυρωσάτω τὸ ῥηθέν· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ
75τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις. Καὶ οὐ Μανιχαίων
εἰσάγω λόγον, οὐδὲ ἄλλον λέγω σώματος δημιουργόν·Column end

59

.

760

ἀλλ’ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τῇ ἡδονῇ συμβούλῳ χρωμένη· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῖς μελλούσαις ἐλπίσιν ἐπερειδόμενον. Ἀντίκεινται ἀλλήλοις ἐπιθυμία κόσμου καὶ ἐπιθυμία βασιλείας τῶν
5οὐρανῶν· οὗτός ἐστιν ὁ ἀντίδικος ὁ καὶ ἑκόντος καὶ ἄκον‐ τος συνοδεύων· ὁδὸς γὰρ ὁ βίος. Ἡ ψυχὴ τὴν ἰδίαν εἰκόνα σπεύδει μιμεῖσθαι, ἡ σὰρξ ἐπὶ τὸν χοῦν καταῤῥεῖ. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις. Τούτῳ τῷ ἀντιδίκῳ σου ἴσθι εὐνοῶν. Καὶ πότε; Ἕως ὅτου εἶ μετ’ αὐτοῦ ἐν τῇ ὁδῷ,
10ἕως ἐν τούτῳ τυγχάνεις τῷ βίῳ. Ἐὰν γὰρ ἡ ὁδὸς τελε‐ σθῇ, οὐκ ἔτι μετανοίας καιρὸς, Ὅτι οὐκ ἔστι ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομο‐ λογήσεταί σοι; Τούτῳ οὖν ἴσθι τῷ ἀντιδίκῳ σου εὐ‐ νοῶν. Οὐκ εἶπε, Χαριζόμενος, ἀλλ’, Εὐνοῶν. Μὴ τὸ ἡδὺ
15ποιήσῃς τῷ ἀντιδίκῳ σου, ἀλλ’ ὡς εὔνους ἀπὸ τῆς ἡδο‐ νῆς εἰς τὴν μετάνοιαν ἀνακάλεσαι. Οὐ κελεύει σε ὡς ὀψοποιῷ χρήσασθαι τῷ σώματι πάντα τὰ ἐξ ἡδονῆς ποιοῦντα· ἀλλ’ ὡς ἰατρῷ. Ἰατρὸς γὰρ πολλάκις καὶ πι‐ κρὸν κιρνᾷ, καὶ τέμνει, καὶ καίει, καὶ προσλυπῶν μι‐
20σθὸν λαμβάνει. Εἰ γὰρ καὶ μικρὸν λυπεῖ τὴν αἴσθησιν, ἀλλὰ σκοπὸς ὑγιείας τῷ θεραπευομένῳ. Μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ· τῷ μέλλοντι κριτῇ· Ὁ ἀντίδικος· ᾧ ἐὰν νῦν σὺ χαρίσῃ, τότε εὑρίσκεταί σε παραδιδοὺς ὁ κριτὴς τῷ ὑπηρέτῃ, ταῖς τιμωρητικαῖς δη‐
25λαδὴ δυνάμεσι, καὶ εἰς φυλακὴν βληθήσῃ εἰς τὸ σκότος τὸ ἐξώτερον. Φοβερὸς ὁ τόπος· Οὐ μὴ ἐξέλθῃς ἐκεῖ‐ θεν, ἕως οὗ ἀποδῷς τὸν ἔσχατον κοδράντην. Ἐὰν πρὸ τοῦ θανάτου διαλύσῃς τὸ χρέος, λέλυται· ἐὰν ὀφεί‐ λων ἀπέλθῃς, καὶ τὸ ἐγκατάλειμμα τῶν ἐλαχίστων ὀφει‐
30λημάτων ἀπαιτηθήσῃ. Τί ἐστι, Τὸν ἔσχατον κοδράν‐ την; Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογησεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ταῦτα εἰ‐ δότες, ἀδελφοὶ, παράλληλα θέσθε τὰς ἡδονὰς, καὶ τὴν μέλλουσαν ἡμέραν τῆς κρίσεως, καὶ τὴν τοῦ δικάζοντος
35ψῆφον· καὶ τότε νοήσετε πῶς πικρὸν ἡ ἡδονὴ, ὅταν γνῶτε πηλίκης πικρίας γένηται πρόξενος. Βούλεσθε μι‐ κρόν τι τὴν Ἐκκλησίαν ἀπὸ δύω συμποσίων ἀναγεγραμ‐ μένων ἐν Εὐαγγελίοις νουθετήσωμεν, τί μὲν τὸ τῶν φιλ‐ ηδόνων τέλος, τίς δὲ ὁ τῶν μετανοούντων καρπός; Καὶ
40μὴ θαυμάσῃς εἰ καὶ πολλάκις καὶ φιληδόνων συμπόσια γράφει ἡ Γραφή· πάντα γὰρ ἀναγράφει, τί φυλάξῃ, τί μιμήσῃ. Γράφει τὰ τῶν φιληδόνων, ἵνα διηνεκῶς αὐτοὺς στηλιτεύσῃ, καὶ ἵνα σὺ φύγῃς τὴν μίμησιν· γράφει τὰ τῶν φιλοθέων, ἵνα ἐπιδράμῃς τῇ εἰκόνι τῆς μετανοίας,
45καὶ θεὶς παράλληλα τὸν φιλήδονον καὶ τὸν φιλόθεον, τὸν μὲν ἐκφύγῃς, τὸν δὲ ζηλώσῃς. Ἅμα δὲ καὶ δι‐ δασκάλιον ἔστω τοῖς συνιοῦσι, τὸ μὴ σφόδρα ταῖς δημο‐ τελέσι θέαις ἑστιᾷν ὑμῶν τοὺς ὀφθαλμοὺς, μηδὲ προχείρως ἐπὶ τὸν ἱππόδρομον τρέχειν, μηδὲ ἐκ νυ‐

59

.

760

(50)

κτῶν καταλαμβάνειν τὸ θέατρον· μανικὸν γὰρ θεαμά‐ των ἀσέμνων ἐλπίς. Καὶ γὰρ προλαμβάνουσι τὴν ἡμέ‐ ραν τῷ τάχει τῆς προθυμίας, ἐν νυκτὶ τὸν τοῦ σκότους τόπον καταλαμβάνοντες, ἵνα θεάμασιν ἀσέμνοις τὰς κόρας τέρψωσιν, ἢ θηρίων ἀμύνας καὶ θηριομάχων
55θεάσωνται. Καὶ κάθηνται πολλάκις ἄνθρωποι θεαταὶ, τὰς εὐνοίας ἐπὶ τὰ θηρία μᾶλλον ἢ τοὺς ὁμοφύλους τρέποντες. Καὶ οὐ ταλανίζεις τὸν ἄθλιον, ὃς ἵνα πλη‐ ρώσῃ τὴν γαστέρα, εἰς θηρίων αὐτομολεῖ γαστέρα· καὶ ἵνα πληρώσῃ τῆς γαστριμαργίας τὴν νόσον, ἡδέως ταῖς
60κοιλίαις τῶν θηρίων ἐνθάπτεται. Ἐκεῖνος ἀκόλαστον ἔχει γαστέρα· σὺ μὴ λάβῃς ἀκόλαστον ὀφθαλμόν. Ἄλλος γελωτοποιὸς εἴσεισιν, εἰς αἰσχύνην ἑαυτοῦ δια‐ πλάσασθαι μέλη, γέλωτι μισθώσας τὴν κεφαλὴν, αἰ‐ σχυνόμενος ἐὰν μὴ δημοσίᾳ ῥαπίζηται, καὶ τοῖς κτύποις
65τῶν πυλῶν προευτρεπίζων τὰς παρειὰς, καὶ ξυρῷ τὰς τρίχας περιαιρῶν, ἵνα μηδὲ θρὶξ μεσιτεύηται ταῖς ὕβρεσι. Ἄλλος ὀρχήσεσι γυναικείαις θρυπτόμενος, καὶ τὰ παρὰ φύσιν μιμούμενος, καὶ λυπούμενος ὅτι μὴ γυνὴ παρὰ τῶν γονέων ἐτέχθη, καὶ τὴν τῆς φύσεως μεταβο‐
70λὴν φιλοτιμίαν τιθέμενος· καὶ ταῦτα πάντα ποιῶν γαστρὸς ἕνεκα καὶ κέρδους, καὶ τοῖς αἰσχροῖς φιλοτι‐ μούμενος· περὶ ὧν καλὸν εἰπεῖν τὴν τοῦ Παύλου φωνήν· Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Μὴ πρὸς ταῦτα συντρέχετε, μὴ τοὺς πόδας
75ὀξεῖς ἐπὶ τὰ τοιαῦτα βήματα τρέπετε· ἀλλὰ μηδὲ τοῖς συμποσίοις τὰς ἀσέμνους ἡδονὰς ἐπεισάγετε. Ἐνίοτε λέγεις· Παραιτοῦμαι τὸ θέατρον, οὐκ ἀνέρχομαι τοὺς
βαθμούς· ἔστι συμπόσιον καὶ καιρὸς εὐφροσύνης· καὶ759

59

.

761

ἐκεῖ τὰ ἄσεμνα τῶν θεάτρων τελεῖτε θεάματα. Τί οὖν ὠφελεῖς τὸ θέατρον βδελυττόμενος; Μὴ γὰρ τοὺς λίθους βδελυττόμεθα; μὴ γὰρ οἱ λίθοι τῶν θεάτρων εἰσὶ κατα‐ κεκριμένοι; Ἡ τῶν πραττομένων αἰσχρότης, ἡ τῶν
5ἀσέμνων θεαμάτων κακία, ἡ διὰ τῶν αἰσθητηρίων τῶν ὀφθαλμῶν καὶ τῆς ἀκοῆς, ὥσπερ διά τινων θυρίδων, τὸν λῃστὴν ἐπεισάγουσα. Ὅταν οὖν παραιτήσῃ τὸ θέα‐ τρον, καὶ παρὰ τὴν σεαυτοῦ τράπεζαν τὰς τῶν θεαμά‐ των ἐπεισάγῃς αἰσχύνας, λέληθας τὸν οἶκον σεαυτοῦ
10ποιήσας θέατρον. Οὐδὲ γὰρ τοῦ θεάτρου μισῶ τὸν τόπον, ἀλλὰ δέδια τῶν συνιόντων τὸν τρόπον. γʹ. Ἵνα δὲ γνῷς, ὅτι καὶ παρὰ συμπόσια θεάματα πολ‐ λάκις ἄσεμνα καὶ βλαβερὰ ταῖς ψυχαῖς ἐπεισαγόμενα, κατακρίσεως αἴτια γίνεται, ὑπομνήσω σε συμποσίου
15βασιλικοῦ, μᾶλλον δὲ τυραννικοῦ, τοῦ ἐν τῇ βίβλῳ τῶν Εὐαγγελίων ἀναγεγραμμένου. Δεῖπνον ἦν βασιλικὸν, μᾶλλον δὲ, εἰ δεῖ τἀληθῆ λέγειν, τυραννικὸν, γενέθλια Ἡρώδου, τῆς μιαρᾶς ἀλώπεκος, τοῦ μιαιφόνου θηρίου, τοῦ δολεροῦ· οὗ τὸν τρόπον καὶ ὁ Κύριος ἐπιστάμενος,
20οὐκ εἶπεν, Εἴπατε τῷ λέοντι τούτῳ (καίτοι τοῦτο τὸ θη‐ ρίον ἐδόκει βασιλικὸν), ἀλλ’, Εἴπατε τῇ ἀλώπεκι. Εἰ γὰρ καὶ ἡ ἐξουσία λέοντος, ἀλλ’ ὁ τρόπος ἀλώπεκος. Συγκροτουμένου δὲ τοῦ συμποσίου, καὶ προελθόντων αὐτῶν εἰς τὸ πίνειν, πάρεισιν ὀρχηστρὶς εἰς τὸ συμπό‐
25σιον, αἰσχρὸν θέαμα καὶ ἀδόκιμον, ἐλεεινὸν μὲν, καὶ εἴπερ ἐν τῷ θεάτρῳ καὶ τῇ σκηνῇ ἐπεισῆλθε, μήτι γε βασιλικῷ συμποσίῳ. Βούλει γνῶναι τὸ τοῦ συμποσίου θέαμα τὸ αἰσχρόν; Ἀπὸ τῶν βασιλέων ἡ ὀρχηστρὶς, θυγάτηρ τῆς Ἡρωδιάδος· βασιλέως τὸ γένος, καὶ ὀρ‐
30χηστρίδος ὁ τρόπος. Αὕτη δέ ἐστιν Ἡρωδιὰς ἡ μηδὲ τοῖς τῆς φύσεως ὅροις ἐμμείνασα· ἡ Φιλίππῳ συν‐ αφθεῖσα, καὶ Ἡρώδῃ συνοικοῦσα. Αἴνιγμα τὸ λεγόμε‐ νον· καὶ εἰς αἰνιγμάτων γὰρ ζήτησιν ἄγει τῆς ἀκολα‐ σίας τὸ τέλος. Ὁ γὰρ Ἡρώδης παρωσάμενος τὴν πρὸς
35τὸν ἀδελφὸν μνήμην, καὶ τῆς ἀκολασίας ὅλος δοῦλος γε‐ νόμενος, ἦν μὲν Ἰουδαίων βασιλεὺς, ἦν δὲ πλέον δοῦλος τῶν ἡδονῶν. Τάχα οἷοι οἱ βασιλευόμενοι, τοιοῦτοι καὶ οἱ δεσπόται. Τοῦ τοίνυν συνοικεσίου τοῦ Ἡρώδου παραγινομένου, Ἰωάννης μὲν ὁ μέγας, ὁ περισσότερον
40προφήτου, μετὰ παῤῥησίας τὴν ἀκολασίαν διήλεγχεν· ὄντως γὰρ καὶ περισσότερον προφήτου. Πᾶς γὰρ προ‐ φήτης, ἐν ἔξει τῆς ἡλικίας γενόμενος, τότε τῆς χάριτος τῆς προφητικῆς ἠξιώθη· ἔνιοι δὲ καὶ πολλοῖς ὕστερον χρόνοις. Ἰωάννης δὲ μόνος ἓξ ἔτι μηνῶν ἔχων τὴν
45σύλληψιν ἐν γαστρὶ, καὶ κατὰ τοὺς τῆς φύσεως νόμους τρεφόμενος, τοῦ ἐν γαστρὶ Θεοῦ, διὰ τοῦ ἀσπασμοῦ τῆς μητρὸς, προεσκίρτησεν, ἀτελὴς τὰ μέλη, τὴν πίστιν τέλειος. Καὶ τάχα σκιρτᾷ ἐν ἀγαλλιάσει τὸ βρέφος, ἐπειγόμενον, εἰ δυνατὸν, προλαβεῖν τὴν προθεσμίαν

59

.

761

(50)

τῆς φύσεως. Εἶδε τοῦ Δεσπότου τὴν μητέρα παροῦσαν· στενοχωρεῖται τῇ φυλακῇ τῆς γαστρὸς, ἐν ἀγαλλιάσει σκιρτᾷ· καὶ ἐπειδὴ λαλεῖν οὐ δύναται μηδέπω, μηδὲ τὴν γλῶσσαν ἔχων φθέγξασθαι δυναμένην, μηδὲ τὸ στόμα ταῖς προθυμίαις ὑπηρετούμενον, παρὰ τῆς
55μητρὸς γλῶσσαν χρησάμενος προφητεύει, καὶ φθέγγεται μὲν Ἐλισάβετ· Ἰωάννης δὲ ἀπὸ τῆς γαστρὸς ὑπαγο‐ ρεύει τὰ ῥήματα. Οὐ δικαίως οὖν καὶ περισσότερον προφήτου; Ἔστι καὶ ἄλλος λόγος, καθ’ ὃν καὶ περισσό‐ τερον προφήτου. Οἱ προφῆται τὸ μέλλον προηγόρευον,
60καὶ ἐπεθύμουν ἰδεῖν ὃ προέβλεπον τῇ ψυχῇ. Διὰ τοῦτο κεκράγασι· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Διὰ τοῦτο περὶ αὐτῶν ὁ Κύριος εἶπε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμη‐ σαν ἰδεῖν ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε· καὶ
65οὐκ εἶδον, οὐδὲ ἤκουσαν. Οἱ μὲν οὖν προφῆται τὸ μέλλον προαγορεύουσιν· Ἰωάννης δὲ καὶ τὸν προφη‐ τευόμενον δείκνυσι. Προαγορεύει τὸ μέλλον ἐκ τῆς γαστρὸς, καὶ μετὰ ταῦτά φησιν· Οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, μέσος
70ὑμῶν ἕστηκε. Πῶς δείκνυσιν; Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος οὖν προ‐ φήτης, καὶ περισσότερον προφήτου, οὐκ ἤνεγκε τὸ ἄσεμνον συνοικέσιον, ἀλλ’ ὑπὲρ σωφροσύνης παῤῥη‐ σιάζεται. Καλὸν τὸ διήγημα ἕκαστον νουθετείτω, ὅτι
75κἂν μὴ ὦσι πρόδηλοι διωγμοὶ, μαρτυρίου καιρὸς πάν‐ τοτε. Μὴ γὰρ Ἰωάννῃ προὔθηκέ τις βωμὸν καὶ λίβανον; μὴ γὰρ θύματα καὶ σπονδάς; μὴ γὰρ εἶπεν, Ἄρνησαι τὸν Θεόν; μὴ γὰρ εἶπε, Θῦσον τοῖς εἰδώλοις; Ἀλλ’ ὑπὲρ σωφροσύνης ἐλευθερίῳ παῤῥησιαζόμενος στόματι, μάρ‐
80τυς τῆς σωφροσύνης εὑρίσκεται. Ἵνα γὰρ γνῷς πόσονColumn end

59

.

762

δύναται παῤῥησία προφητικὴ, φησὶ πρὸς τὸν βασιλέα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἡρώδης βασιλεὺς, δορυφόρους ἔχων, πλοῦτον περιβε‐
5βλημένος, δυναστεύων βασιλικὴν δυναστείαν· Ἰωάννης πτωχὸς, ἀνέστιος, ἄπολις, ἀκτήμων, ἄσιτος, τοσοῦτον ἐσθίων, ὅσον ἡ φύσις βιάζεται. Ὁ περιβεβλημένος ἐκ τριχῶν καμήλου, τῷ τὴν πορφυρίδα περιβεβλημένῳ νομο‐ θετεῖ· ὁ ἐν ταῖς ἐρήμοις πορευόμενος, τῷ τῶν πολυάν‐
10δρων ἄρχοντι πόλεων· ὁ ἀκρίδας ἐκ βοτανῶν ἐσθίων καὶ μέλι ἄγριον, τῷ τὴν λαμπρὰν παρατιθεμένῳ καὶ βασιλικὴν τράπεζαν ἐξ αὐθεντίας προστάττει· Οὐκ ἔξεστί σοι. Καίτοι ἐδόκει βασιλεῖ πάντα ἐξεῖναι. Ἀλλὰ Πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Ἐπὶ τού‐
15τοις δέον εὐχαριστεῖν, δέον εὐεργετεῖν, ἣ προσκυνεῖν τὸν ὑπὲρ σωφροσύνης διδάσκαλον· παρωξύνθη μὲν ὁ Ἡρώδης, πλέον δὲ παρωξύνθη Ἡρωδιὰς (γείτονες γὰρ τῶν ὀνομάτων, καὶ τοῦ τρόπου πλέον ἤπερ ὁμόζυγοι· καὶ ἔσονται οἱ δύο, οὐκ εἰς σάρκα μίαν, ἀλλ’ εἰς ἀκρα‐
20σίαν μίαν)· καὶ ὑπὲρ τούτων ἐμβάλλουσι τὸν προφήτην εἰς δεσμωτήριον, ἵνα δείξωσι τὴν οἰκείαν ἀσυνεσίαν. Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε· ἀσύνετον δὲ, καὶ προσθήσει τοῦ μισεῖν σε. Ἐμβάλλεται τῷ δεσμωτηρίῳ, καὶ οὐ μεταλλάσσει τὴν παῤῥησίαν. Λῦσον, φησὶ, τὰ
25μέλη· μόνον λῦσον τὸ ἄδικον συνοικέσιον. Ἐγκαρτε‐ ροῦντος δὲ αὐτοῦ τῷ δεσμωτηρίῳ, γίνεται τὸ πικρὸν ἐκεῖνο συμπόσιον, τὸ τυραννικὸν καὶ ὠμόν· οὗ τῆς εὐ‐ φροσύνης τέλος, προφήτου φόνος. Εἴσεισιν Ἡρωδιὰς τῆς Ἡρωδιάδος θυγάτηρ, τέκνον τῆς σαρκὸς, τέκνον
30τῆς ψυχῆς· εἴσεισιν εἰς οἰνωμένον συμπόσιον, ὀρχεῖται δημοσίᾳ ἡ βασίλισσα, ἣν οὐκ ἐχρῆν προκύπτειν κοιτω‐ νίτιδος, ἣν οὐκ ἐχρῆν ἀῤῥένων ὄψεσι θαρσεῖν. Ἀλλὰ τάχα, ὥσπερ Ἰωάννης παρὰ τῆς μητρὸς πρὸ βραχέος ἐχρή‐ σατο γλῶσσαν, καὶ ἡ κόρη παρὰ τῆς μητρὸς τοὺς ὀφ‐
35θαλμοὺς τῆς ἀναισχυντίας ἐχρήσατο. Εἴσεισιν εἰς τὸ συμπόσιον. Οὐκ ἤρκει τοῦτο τῆς αἰσχύνης ἔχειν τὴν ὑπερβολήν· ἀλλὰ καὶ πῶς εἴσεισιν; ἆρα ὡς βασιλίς; ἆρα σεμνῶς; ἆρα εὐνούχοις, ἆρα θεραπαινίσιν, ἆρα τῷ ἄλλῳ κόσμῳ, καὶ σεμνότητι προσεκοσμήθη; Οὐδαμῶς·
40ἀλλ’ εἴσεισιν ὀρχουμένη. Κακῆς εἰσόδου χείρων ἡ ὑπό‐ θεσις. Καὶ ὠρχήσατο ἐν μέσῳ τοῦ συμποσίου, ἐν τοῖς τῶν ἀκολάστων ὀφθαλμοῖς, ὅτε καὶ ὁ οἶνος τὸ πάθος πλέον ἠρέθιζεν. Καὶ βούλει γνῶναι τὸ χεῖρον; Οὐκ ὀρ‐ χεῖται μόνον, ἀλλὰ καὶ καλῶς ὀρχεῖται. Προσθήκη τῆς
45αἰσχύνης, καὶ τὸ καλῶς μελετῆσαι τὰ κακά. Ἔοικεν γὰρ οὐ παρέργως τὴν αἰσχύνην κατωρθωκέναι. Ἀρέσκει τῷ Ἡρώδῃ καὶ τοῖς συνανακειμένοις. Καὶ ἡ ἀλώπηξ οὐκ ἐγκαλύπτεται. Βλέπει τοῦ ἀδελφοῦ τὴν θυγατέρα καὶ τῆς κακῶς συνοικούσης ἐν μέσῳ ἀῤῥένων ὀρχουμέ‐

59

.

762

(50)

νην, καὶ οὐ καλύπτεται, ἀλλὰ καὶ ἀρέσκεται, καὶ ἀρέ‐ σκει κἀκείνῳ καὶ τοῖς συνανακειμένοις. Μεθ’ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἐβου‐ λόμην αὐτὸν μικρόν τι Παύλῳ μαθητευθῆναι· Ὅλως ἀκούεται ἐν ὑμῖν ὄρχησις, καὶ τοιαύτη ὄρχησις, οἵα
55τις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὡς βασιλέως ὀρχήσασθαι θυγα‐ τέρα. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐ μᾶλλον ἐπενθήσατε. Ἀλλὰ καὶ ἀρέσκει κακῶς, καὶ μισθὸν λαμβάνει τοῦ κατορθώματος χείρονα, ὥστε τὸν Ἡρώ‐ δην ὀμόσαι· Αἴτησον ὃ θέλεις, καὶ δώσω σοι, ἕως
60ἡμίσους τῆς βασιλείας μου. Ὁρᾶτε τῶν φιληδόνων τὸ τέλος; ὁρᾶτε τῶν φιλοθεαμόνων τὴν αἰσχύνην; Προ‐ λαμβάνων ὀμνύεις· Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι· καὶ ποιεῖς αἰτήσεως κύριον, ὀρχηστρίδιον, καὶ προενεχυρά‐ ζεις τὴν ψῆφον ὅρκου προσθήκῃ. Βλέπεις πῶς βασι‐
65λέων ἀξίωμα φιληδονία κατασύρει πρὸς γῆν; βλέπεις ποῦ τὴν βασιλείαν ἀπέῤῥιψεν; «Ὃ ἐὰν αἰτήσῃς, δώσω σοι, καὶ ἕως τοῦ ἡμίσους τῆς βασιλείας.» Τοσούτου κρίνεις τὴν βασίλειον ἀξίαν; Οὕτω προδιεφθάρης τοὺς ὀφθαλμούς; Ἅπαξ ὠρχήσατο τὸ κοράσιον, καὶ ἀπέδου
70τὸ ἥμισυ· ἐὰν δεύτερον ὀρχήσηται, ἰδιώτης ὁ βασιλεύς. Ποῦ τὸ τῶν φιληδόνων ἀξίωμα; ποῦ τῶν ἀκολάστων ἡ ἁλουργίς; Τὸ ἥμισυ τῆς βασιλείας τοῖς ποσὶ τῆς ὀρχη‐ στρίδος ὑπέῤῥιψας· εὖξαι μὴ πάλιν αὐτὴν ὀρχήσασθαι, ἢ μὴ πάλιν αὐτὴν ὀρχησαμένην εὐδοκιμεῖν· εἰ δὲ μὴ,
75λείπεταί σοι τὸ προσαιτεῖν. Ἀλλὰ ταύτῃ μὲν ἀκόλαστος761

59

.

763

ἡ τοῦ μισθοῦ πρότασις· τί δὲ ἡ τῆς ὀρχηστρίδος αἴτη‐ σις; Οὐκ ἐσχεδίασε τὸ δῶρον, οὐκ ἐξ αὐτοσχεδίου τὸν μισθὸν ᾔτησεν· ἀλλὰ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς, ἀπέρχεται χρήσασθαι συμβούλῳ τοῦ μισθοῦ τῇ κακῇ
5διδασκάλῳ. Καὶ ποῖον ᾔτησε μισθόν; Δός μοι ὧδε ἐξ αὐτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βα‐ πτιστοῦ. Ἆρα μὴ δακρύσω τῆς αἰσχύνης τὴν ὑπερβο‐ λὴν, τοῦ κατορθώματος τὸ αἰσχρὸν, τοῦ βασιλέως τὴν ἐπαγγελίαν, τοῦ μισθοῦ τὴν αἴτησιν; οὐ φρίσσετε λοι‐
10πὸν τῶν ὀρχουμένων τὰ τέλη; οὐ βδελύσσετε τῶν κρό‐ των τοὺς λογισμούς; οὐκ ἀποπτύετε τῶν ἡμιγύμνων τοὺς λυγισμούς; Τολμᾶς ὀρχηστὴν φίλον ἔχειν; τολμᾷς σεαυτὸν τάττειν ἐραστὴν ὀρχηστοῦ; Οὐ μισεῖς τὸ πρᾶ‐ γμα, ὅπερ ἀμελούμενον γέλωτα καὶ παρὰ τοῖς θεαταῖς
15ὀφλισκάνει; Ὀφλισκάνει μὲν γέλωτα, εἰς ἄκρον δὲ κατορθωθὲν, προφήτην φονεύει. Μισήσωμεν ὄρχησιν, εὕρημα δαιμόνων καὶ μελέτην κακοδαιμόνων. Ἐπὶ τού‐ τοις ὁ Ἡρώδης ἐλυπήθη· ἐλυπήθη δὲ ἄκρως, ὡς ἂν εἴποι τις, καὶ μιμεῖται τὸν Πιλᾶτον, μᾶλλον δὲ τὸν
20τρόπον τοῦ Πιλάτου· προγενέστερον γὰρ τὸ διήγημα. Νίπτεται τὰς χεῖρας ἐκεῖνος, καὶ τῇ ψήφῳ τῇ κολα‐ στικῇ παραδίδωσι· λυπεῖται καὶ οὗτος, καὶ διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐπένευσεν. Οὐ καλῶς ἔλεγεν ὁ Κύριος σήμερον, Μὴ ὀμόσῃς ὅλως; Εἶδες Δε‐
25σπότου παραίνεσιν· Μὴ ὀμόσῃς ὅλως. Διὰ τί γὰρ ὀμνύεις, ἢ ἵνα ἐπιορκῶν παγιδεύσῃς σαυτὸν, ἢ εὐορκῶν προφήτην φονεύσῃς; Κακῶς ὤμοσε, χεῖρον εὐώρκω‐ σεν· ὅμως, Διὰ τοὺς ὅρκους, φησὶ, καὶ τοὺς συνα‐ νακειμένους. Τοὺς συνανακειμένους ᾐδέσθης, καὶ τὸν
30Κριτὴν οὐκ ἐφοβήθης; Καὶ ἐκέλευσε, φησὶ, Καὶ παρα‐ χρῆμα ἠνέχθη ἡ κεφαλὴ Ἰωάννου τοῦ Βαπτιστοῦ ἐπὶ πίνακος, καὶ ἐδόθη κορασίῳ. Ἴδε τοῦ πικροῦ συμποσίου πικρότερον καὶ τὸ τέλος· τέμνεται ἡ κεφαλὴ τοῦ προφήτου, δίδοται τῷ κορασίῳ, καὶ τὸ κοράσιον
35δέχεται· οὐ φρίττει τὸ θέαμα, οὐ κατεπλάγη τὴν κε‐ φαλὴν, οὐκ ἀπεστράφη τὰς τῶν αἱμάτων ῥανίδας· ὄντως ὠμῆς λεαίνης σκύμνος ὠμότερος. Ἐπὶ πίνακος τίθεται κεφαλὴ προφήτου, ἐφ’ οὗ τὰ ἐδέσματα παραφέ‐ ρεται· καὶ τὸ αὐτὸ σκεῦος ἐδεσμάτων καὶ φόνου, καὶ
40αὐτῆς ὥρας ἔτι τοῦ λύθρου στάζοντος, ἔτι παλλούσης τῆς κεφαλῆς, τάχα καὶ εἰς τὸ συμπόσιον παρενεχθεῖσα ἡ κεφαλή· ἔτι τῆς γλώττης σαλευομένης ἐβόα· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ λαβοῦσα ἀπήνεγκε τῇ μητρὶ αὐτῆς. Ἀπέλαβεν ἡ ὀρχηστροδιδάσκαλος τῆς κακῆς
45διδασκαλίας τὸ ἀσεβὲς κατόρθωμα. δʹ. Τοῦτο μὲν οὖν ἀναγκαίως ἠρευνήσαμεν τὸ διήγη‐ μα, ἵνα τοὺς ὀφθαλμοὺς τῶν φιλοθεαμόνων ἐκσμήξω‐ μεν, καὶ πείσωμεν ὑμᾶς ἀποστρέφεσθαι τὰ τοιαῦτα θεάματα. Ἀλλὰ μὴ καταλύσωμεν τὸν λόγον ἐν σκυθρω‐

59

.

763

(50)

πῷ διηγήματι, μηδὲ λόγον ἐκκλησιαστικὸν ὀρχηστρὶς καταστελλέτω, ἀλλ’ ἀντιθῶμεν ἀκολάστῳ συμποσίῳ καὶ τυραννικῷ καὶ πικρῷ συμπόσιον δεσποτικὸν καὶ φιλάν‐ θρωπον, ἵνα νοήσωμεν πηλίκος ὁ τῆς μετανοίας καρ‐ πός. Ἠρώτησε τὸν Κύριον τῶν Φαρισαίων τις εἰσελ‐
55θεῖν καὶ φαγεῖν ἄρτον, Εἰσῆλθεν ὁ Δεσπότης, καὶ ἀνέκειτο. Εἰ γὰρ καὶ ᾔδει τῶν καλούντων τὰς γνώμας, ἀλλὰ καὶ μακροθυμῶν ἔφερεν. Ὅτι γὰρ ὁ καλέ‐ σας ὑποκριτὴς ἦν, τὰ ἑξῆς δείκνυσιν· Ἀνακειμένου τοῦ Κυρίου καὶ ἔτι ὄντος τοῦ συμποσίου, Γυνή τις ἦν,
60φησὶν, ἐν τῇ πόλει ἁμαρτωλός. Ἀκούσασα ὅτι Ἰησοῦς ἐκεὶ κατάκειται, ἔρχεται, φησὶν, εἰς τὸν οἶκον· καὶ κο‐ μίσασα ἀλάβαστρον μύρου, κατέχεεν ἐπὶ τῶν ποδῶν τοῦ Δεσπότου, καὶ κατεφίλει τὰ ἴχνη, καὶ ἐξέμασσε ταῖς θριξὶν αὐτῆς. Ἵνα δὲ γνῶς, ὅτι ὑποκριτὴς ὁ καλέσας,
65διαλογίζεται ἐν ἑαυτῷ ὁ Φαρισαῖος· Οὗτος, εἰ ἦν προ‐ φήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· ὅτι ἁμαρτωλός ἐστιν. Οὐ γὰρ ὑπο‐ κριταὶ μόνον οἱ Φαρισαῖοι, ἀλλὰ καὶ φθονεροί. Παρὰ σοὶ Χριστὸς ἀνάκειται, καὶ ταῦτα εἰδώς σου τὸν τρόπον, καὶ
70οὐδεὶς βασκαίνει· ἦλθεν ἁμαρτωλὸς γυνὴ σωθῆναι, καὶ φθονεῖς, ὦ Φαρισαῖε; Τάχα ἂν ... αὐτοῦ συγγενὴς ἦν, μᾶλλον δὲ τῶν δογμάτων προπάτωρ. Ἵν’ οὖν γνῷς, ὅτι οὐκ ἔστι προφήτης, ἀλλ’ ὁ προφήτης (ἔχει γάρ τι ἡ τοῦ ἄρθρου προσθήκη), τί μέγα ἦν, εἰ ἔγνω ὅτι ἁμαρτωλὸς
75ἡ γυνή; Τοῦτο καὶ διὰ φήμης ῥᾴδιον ἦν μαθεῖν· τοῦτο καὶ σὺ ὁ Φαρισαῖος, μὴ ὢν προφήτης, ἐγίνωσκες. Δεί‐ κνυσιν οὖν τὸ μεῖζον τοῦ εἰδέναι. Τὸν μὲν γὰρ ἐκείνης βίον καὶ φήμη τυχὸν διήγγελλε, καὶ μάλιστα λίαν οὔσης ἁμαρτωλοῦ· ὁ δὲ Κύριος, ἵνα δείξῃ τὴν θεϊκὴν δύναμιν,
80τὸν διαλογισμὸν ἀνέγνω τοῦ Φαρισαίου. Οὐδὲ γὰρ ἔχειColumn end

59

.

764

τὸ διήγημα, ὅτι ὁ Φαρισαῖος πρός τινα τῶν ἀνακειμέ‐ νων εἶπεν, ἀλλ’ ἐν ἑαυτῷ ἔλεγε, καὶ διελογίζετο ἐν ἑαυ‐ τῷ. Ἵν’ οὖν γνῷς, ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ὁ προφήτης· σὺ κινεῖς ἔνδον τὸν λογισμὸν, καὶ ὁ Δεσπό‐
5της ἀναγινώσκει· σὺ στρέφεις τὰς ἐννοίας, καὶ ὁ Κύ‐ ριος εὑρίσκει, καὶ θεραπεύει· καὶ οὕτω τὰ τῶν χρεω‐ φειλετῶν τῶν δύο διηγήματα παρήγαγε, τῷ μὲν ὅτι ἀφῆκε πεντακόσια, τῷ δὲ πεντήκοντα, Τίς πλέον ἀγα‐ πήσει; λέγων. Ἀποκρινομένου τοῦ Φαρισαίου, ᾯ τὸ
10πλεῖον ἐχαρίσατο, συγκρίνει λοιπὸν τὸν Φαρισαῖον, κἀκείνην τὴν γυναῖκα τὴν λαβοῦσαν πολλῶν ἁμαρτημά‐ των συγχώρησιν· ἣν οὐκ ἐπαινῶ τοῦ προτέρου βίου, μακαρίζω δὲ τοῦ δευτέρου τέλους. Μηδεὶς αὐτὴν μετὰ Φαρισαίων ὀνειδιζέτω· Πόρνη ἦν καὶ ἀκόλαστος. Παῦλος
15ἑρμηνευσάτω, Παῦλος τῇ γυναικὶ συνηγορείτω· Θεὸς ὁ δικαιῶν. Τίς ὁ κατακρίνων; Καὶ φέρε, τὸ διήγημα λεπτότερον ἐξετάσωμεν, ἵνα μὴ μακαρίζωμεν μόνον ἐκείνην, ἀλλὰ καὶ μιμησώμεθα· Ἔρχεται πρὸς τὸν Ἰη‐ σοῦν ἐμπαράσκευος, κομίζουσα μύρον ἐν ἀλαβάστρῳ,
20καὶ δάκρυον ἐν ὀφθαλμοῖς· τὸ ἄψυχον σκεῦος τοῦ μύ‐ ρου, ἡ ἔμψυχος πηγὴ τῆς μετανοίας· ἐκ τοῦ σώματος τῆς σαρκὸς κομίζει μύρον, ἵνα σβέσῃ τὴν τῆς ἀσελγείας δυσωδίαν· δυσώδης γὰρ ἡ ἁμαρτία, καθὰ καὶ Δαυῒδ μαρτύρεται· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές
25μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶς ἁμαρ‐ τάνων δυσωδίαν ἐργάζεται· πᾶς μετανοῶν μύρον σκευά‐ ζει. Ἀλλ’ ὥσπερ ἐν τοῖς μύροις πολλὰ ἀρώματα, οὕτω καὶ μετανοίας πολλὰ εἴδη. Δεῖ γὰρ πολλὰς πολιτείας καὶ πολλοὺς συναγαγεῖν καρποὺς, ἵνα σκευάσωσι τῆς με‐
30τανοίας τὸ μύρον. Καὶ βούλεσθε γνῶναι τῆς γυναικὸς τὴν ταπεινοφροσύνην; Ἄλλη ποτὲ γυνὴ κομίσασα μύρον παρὰ τὸν Χριστὸν, καταχέει τῆς κεφαλῆς· εἶχε γὰρ παῤῥησίαν ἐκ πολιτευμάτων. Αὕτη διὰ τὴν συνείδησιν τῶν πταισμάτων οὐ κατατολμᾷ τῆς κεφαλῆς, ἀλλὰ τῶν
35ποδῶν ἄκρων ἐφήψατο. Καὶ οὐκ ἔλαττον ἐνεργοῦσιν οἱ πόδες. Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱμα‐ τίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χα‐ ρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν· πόσῳ μᾶλλον τὰ ἴχνη τοῦ Χριστοῦ δύνανται τῶν ἁμαρ‐
40τημάτων ἀπαλεῖψαι τοὺς μώλωπας! Οὐ τοίνυν τὸ μύρον μόνον κατέχεεν, ἀλλὰ καὶ τὰς πηγὰς τῶν δακρύων ἐκί‐ νησε. Μακάριαι τῆς γυναικὸς αἱ λίμναι, ὅθεν ποταμοὶ θεραπευτικοὶ τῶν ἁμαρτημάτων προχέονται. Σοὶ γενέ‐ σθω διδάσκαλος διατί τοὺς ὀφθαλμοὺς ἡμῖν ὁ Θεὸς κε‐
45χάρισται. Ἆρα μόνον ὄψεως ὑπηρέτας; Τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζώων ἕκαστον ἔχει· κἂν ἀκριβῶς ἐξετάσῃς, ἔνια τῶν ἀλόγων καὶ πλέον ὀξυδερκεῖ παρ’ ἡμᾶς. Σοὶ γὰρ οὐ μόνον εἰσὶν ὄψεως ὑπηρέται, ἀλλὰ καὶ μετανοίας ἐργάται. Μακάριόν σε φυλάξαι τὸ λουτρὸν τοῦ βαπτί‐

59

.

764

(50)

σματος· εἰ δὲ ὡς ἄνθρωπος προελήφθης, κίνησον δακρύων πηγάς. Ἔχεις τὸ φρέαρ· ἐκ τοῦ βάθους τῆς καρδίας τὴν λύπην ἄντλησον· κίνησον τὰς διδύμους κόρας, πρόχεε δακρύων ῥεύματα· κατ’ ἀναλογίαν τῶν πεπλημμελημένων ἔστω τὰ δάκρυα. Μικραὶ ψεκάδες
55κοῦφα παραφέρουσι κάρφη· μεγάλα ποταμῶν βάθη καὶ ῥεύματα, χείμαῤῥοι σφοδροὶ καὶ βαθεῖς κορμῶν βάρη καὶ λίθων ἄχθη παρασύρειν πεφύκασι. Στάθμισόν σου τὰ ἁμαρτήματα. Εἰ μικρόν σου τὸ ἁμάρτημα, ἀρκεῖ καὶ βραχὺ δάκρυον· εἰ μέγα τὸ ἁμάρτημα, μείζων ὁ τῶν
60δακρύων γένοιτο χείμαῤῥος. Εἰ δὲ καὶ παῤῥησίαν ἔχεις βίου, καὶ ἐπιτηδειότητα δακρύων, καὶ καρδίαν κατα‐ νενυγμένην, εἰ καὶ μὴ πάντα ὑπὲρ σαυτοῦ δακρύεις, κἀμοὶ δάνεισον δακρύων μέρος· δάκρυσον ὑπὲρ ἀδελφι‐ κῶν ἁμαρτημάτων. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ,
65καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Οὐχ ἥμαρτε Σαμουὴλ, ἀλλ’ ἐπὶ Σαοὺλ ἡμαρτηκότα πενθεῖ. Παῦλός ἐστι σκεῦος ἐκλογῆς· ἀλλ’ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Τίς σκανδαλίζε‐ ται, φησὶ, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁρᾷς ὅτι τὰ ἐμὰ σκάνδαλα τὴν Παύλου συντρίβει καρδίαν; Πλὴν ἀλλ’
70ἕκαστον ἡμῶν γένοιτο τοῖς οἰκείοις ἁμαρτήμασι μετὰ τῶν δακρύων ἀρκέσαι. Μιμησώμεθα τὴν γυναῖκα· δά‐ κρυσι βρέχει τοὺς πόδας τοῦ Ἰησοῦ, ἀλείφει τῷ μύρῳ. Δάκρυσι τοὺς πόδας. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Ἤκουσας τοῦ Κυρίου λέγοντος σήμερον·
75Ὃς ἂν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοί‐ χευσεν αὐτὴν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Ἐπειδὴ διὰ τοῦ βλέμματος ἡ ἁμαρτία κατήρξατο. Ὅπου ἡ ῥίζα τῆς ἀκολασίας, ἐκεῖ ἡ πηγὴ τῆς θεραπείας. Καὶ ἐξέμασσε ταῖς θριξίν. Ἆρα ἡ τὸ μύρον ἀγοράσασα, ἡ τὸ ἀλάβα‐
80στρον ἑτοιμάσασα, λέντιον οὐκ εἶχε παρεσκευασμένον,763

59

.

765

οὐκ ἠδύνατο βρέξαι μὲν τοῖς δάκρυσιν, ἐκμάξαι δὲ λεν‐ τίῳ; Ἀλλ’ οὐ τολμᾷ τοῦτο ποιῆσαι· τὸ γὰρ ἐκμάσσειν λεντίῳ Χριστῷ τετήρηται. Τάχα δὲ αὐτὴ καὶ φοβου‐ μένη πλέον ἠσφαλίσατο· οὐ βούλεται γὰρ τὰς μὲν ἁμαρτίας
5τοῦ σώματος εἶναι, τὰς δὲ θεραπείας ἀψύχων. Τί γὰρ ὠφε‐ λεῖτο ἐκείνη εἰ λέντιον ψαῦσαν τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄψυχον ἡγιάζετο; Καινοτομεῖ τὴν φύσιν, ἀντὶ λεντίου ταῖς θριξὶν ἐκμάσσει. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Πᾶσιν ἥμαρτεν τοῖς μέλεσι, πᾶσι θεραπεύει τοῖς
10μέλεσιν. Εἶδε κακῶς τὸν νέον· δακρύων προχέει πηγάς· ἥμαρτεν φιλήμασι πορνικοῖς καὶ χειρῶν ἁφῇ τὴν ψυχὴν καταῤῥυπάνασα· καταφιλεῖ τοὺς πόδας τοῦ Χριστοῦ, ἵνα ἀποσμήξῃ τὰ χείλη, καὶ τὸν ῥύπον καθάρῃ· ἐκμάσσει καὶ ταῖς θριξὶ, τάχα που καὶ διὰ τούτων γυναῖκας ἀπει‐
15ροκάλους παιδεύουσα. Ἐπειδὴ γὰρ καὶ τὰ πλέγματα τῶν τριχῶν πολλάκις βρόχους τοῖς νέοις πλέκουσιν (διὸ καὶ Παῦλος καλῶς νουθετεῖ κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμα‐ σιν)· ἐπειδὴ τοίνυν σύνοιδε τῇ ψυχῇ, ὅτι πολλοὺς νέους διὰ τῶν πλεγμάτων, ὥσπερ δορκάδας διὰ βρόχων ἐθή‐
20ρευσε, βούλεται καὶ διὰ τῶν τριχῶν ὑπὲρ τῆς μετανοίας ἀπολογήσασθαι· καὶ ἐπειδὴ πολλάκις ἔπλεξεν ἀσεβῶς, ἅπαξ ἔλυσεν εὐσεβῶς. Τί οὖν τῶν ἐπινοιῶν τούτων λαμ‐ βάνει τὸ γέρας; Ἄκουσον τῆς Δεσποτικῆς φωνῆς· Αὐτὴ δὲ ἠγάπησε πολὺ, οὗ ἕνεκεν ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι
25αἱ πολλαὶ ἐκεῖναι. εʹ. Δεσπότης ἔῤῥηξε τὸ χειρόγραφον, καὶ Ναυάτος συν‐ άγει τὰ διαῤῥαγέντα. Εἶδές ποτε φιλοπράγμονα, γραμ‐ ματεῖον διαῤῥαγὲν συνάγοντα, καὶ πάλιν φιλοπόνως κολλήσαντα, ἵνα τὴν ἀγωγὴν τῆς συκοφαντίας ἀνα‐
30νεώσῃ; Ὁ Δεσπότης ἔῤῥηξε τὸ χειρόγραφον, τὸ χρέος ἀφῆκεν, ὁ λογοθέτης συκοφαντεῖ. Ἀλλὰ βραχὺ ἡμῖν ὁ περὶ Ναυάτου λόγος. Μίμησαι τὴν γυναῖκα, καὶ λήψῃ τὸ γέρας τῆς θεραπείας. Μὴ δέδοικα Ναυάτου κρίνοντος; μὴ γὰρ αὐτὸς ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς; μὴ
35γὰρ μετὰ τῶν ἀποστόλων τῶν δώδεκα τρὶς καὶ δέκατος θρόνος Ναυάτου εἰς τὴν κρίσιν τεθήσεται; Τίς μοι δώσει τῆς μετανοίας τὴν ἀκρίβειαν, κἀγὼ Ἰησοῦ Δεσπότου τὴν φιλανθρωπίαν ἐγγυῶμαι; Οὐκ ἀρκεῖ σοι ὄνομα μετα‐ νοίας, ἀλλ’ ἔργα μετανοίας. Ἐὰν εἴπῃ[ς], Μετανοῶ, καὶ
40πάλιν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψῃς, ἢ πά‐ λιν ὡς ὗς ἐπὶ τὸν κυλισμὸν τοῦ βορβόρου, οὐ τὸ ῥῆμα ὠφέλησεν, ἀλλ’ ὁ βόρβορος συνέπνιξεν. Ἐὰν δὲ βουληθῇς ἀκριβῶς μετανοῆσαι, θάῤῥει ὑπὲρ ἡμαρτημέ‐ νων, μόνον ἀσφάλισαι τὸ λειπόμενον. Βέλτιον μηδὲ σχεῖν
45ἀρχὴν τραύματος· εἰ δὲ δέοι, μᾶλλον θεράπευσον, μᾶλ‐ λον περίδησον, μὴ ὑπερίδῃς σκώληξι βρύον. Ἐὰν δὲ ἐπουλώσῃ, μὴ πάλιν τέμῃς. Ταχὺ τὸ στόμιον τῆς οὐλῆς γίνεται, τὸ δὲ δι’ οὐλῆς σκληρυνθὲν, δυσκόλως πάλιν συνάγεται. Ἐπεὶ ὅτι φιλάνθρωπος ὁ κριτὴς, οὐ μόνον

59

.

765

(50)

ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πραγμάτων
ἀποδεῖξαί μοι ῥᾴδιον. Ἠκούσατε πάντως τῆς τοῦ Δε‐Column end

59

.

766

σπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Ἄν τινων ἀφῇς τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῇς, κεκρά‐
5τηνται. Οὐ δείκνυσι τοῦτο τὴν τοῦ Δεσπότου φιλανθρω‐ πίαν; Δώσω σοι τὰς κλεῖς. Διὰ τί δ’ οὐκ ἔδωκεν Ἰωάννῃ, ὃς ἐπὶ στῆθος ἀνέπεσε τοῦ Δεσπότου, τῆς ἀγά‐ πης ἀκριβῶς ἔχων τὸ σύμβολον; διὰ τί οὐκ ἔδωκεν Ἰακώβῳ, τῷ πρώτῳ ἀποτμηθέντι; Ἀνεῖλεν γὰρ Ἡρώ‐
10δης τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Βούλει γνῶναι πῶς ἠγάπα τὸν Ἰωάννην; Παρ’ αὐτῷ τῷ σταυρῷ φησι πρὸς τὴν μητέρα αὐτοῦ· Ἴδε ὁ υἱός σου. Μείζονα ταύτης ἀγάπην ἀπαιτεῖς; Ἴδε ὁ υἱός σου. Τὴν κοινὴν παροιμίαν ἐπλήρωσεν. Τί ἐστι φίλος;
15Ἄλλος ἐγώ. Ἴδε ὁ υἱός σου. Ὡς τὴν μητέρα παρέθετο τούτῳ. Διὰ τί τὰς κλεῖς τῆς βασιλείας οὐκ ἐνεχείρισεν, καίτοι ἀγαπῶν ὑπὲρ πάντας αὐτόν; Ἀλλὰ Δεσποτικῆς φιλανθρωπίας ἀπόδειξιν ἔχει τὸ εἰρημένον. Οὐ δίδωσι τὰς κλεῖς Ἰακώβῳ, οὐ δίδωσι τὰς κλεῖς Ἰωάννῃ, οὐ δί‐
20δωσιν ἄλλῳ τινὶ τῶν ἀποστόλων τῶν ἀναμαρτήτων· ἀλλὰ τὸν Πέτρον διὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐξείλεκται. Ἐπειδὴ γὰρ Πέτρος πρὶν ἀλέκτορα φωνῆσαι (καὶ σιγῶ τὸ λειπόμενον, αἰδοῖ τῆς ἀρετῆς τοῦ ἀνδρὸς) προελήφθη ἁμαρτήματι· διὰ τοῦτο γοῦν οὐδενὶ τῶν μαθητῶν τῶν
25ἀναμαρτήτων τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐπίστευσεν, ἀλλὰ Πέτρῳ τὰς κλεῖς ἐγχειρίζει, ἵνα Πέ‐ τρος ὅταν τινὰ ἐξ ἁμαρτημάτων μετανοήσαντα θεάση‐ ται, καὶ διὰ μετανοίας τὴν ἁμαρτίαν ἀποκενωσάμενον, καὶ βουλόμενον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελ‐
30θεῖν, τοῦ καθ’ ἑαυτὸν μνησθεὶς ὑποδείγματος, συνεργὸς αὐτῷ εἰς τὴν σωτηρίαν γένηται. Πῶς οὐ μακαρίζω τὸν τῆς Ἐκκλησίας θηρευτὴν, οἵους τοὺς σκύλακας ἔθρεψεν; Οὔπω γὰρ τούτοις τὸ σῶμα τοῦ νοήματος ἀπεδείξαμεν, καὶ ἤδη τὸ ζῶον προεθηράσαντο. Ὅμως κατὰ τοὺς θη‐
35ρευτὰς, μετὰ τὸ ὑμᾶς θηρεῦσαι τὰ νοήματα, τὰ μέλη τὰ θηρευθέντα διέλωμεν. Ἐλέγομεν οὖν, ὅτι διὰ τοῦτο Πέ‐ τρῳ τὰς κλεῖς τῆς βασιλείας ἐπίστευσε, καὶ οὐδενὶ τῶν ἀναμαρτήτων κατεπίστευσεν, ἵνα Πέτρος ὅταν ἴδῃ τινὰς τῶν ἐξ ἁμαρτημάτων ἐπιστρεφόντων, καὶ διὰ μετανοίας
40εἰς τὴν βασιλείαν εἰσβιαζομένων (βιασταὶ γὰρ ἁρπά‐ ζουσι τὴν βασιλείαν τῶν οὐρανῶν), μνησθεὶς τοῦ καθ’ ἑαυτὸν ὑποδείγματος, καὶ ἡμῖν τοῖς διὰ μετανοίας προσ‐ ιοῦσιν ὑπανοίξῃ θύραν. Εἶδες τοῦ πιστεύσαντος τὴν φι‐ λανθρωπίαν; Πρόσεχε ταῖς κλεισί. Μετανόησον πρὶν
45ἀποκλεισθῆναι. Ἐξουσίαν γὰρ ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὅπου ἡ ἁμαρ‐ τία, ἐκεῖ ἡ λύσις. Μὴ ἐπὶ γῆς ἡδονὴ, καὶ ἐκεῖ ἡ μετά‐ νοια. Ἐνταῦθα λῦσον, καὶ τότε σε Πέτρος ὑποδέξεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς

59

.

766

(50)

αἰῶνας τῶν αἰώνων. Ἀμήν.765