TLG 2062 267 :: JOANNES CHRYSOSTOMUS :: In synaxim archangelorum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In synaxim archangelorum [Sp.] Citation: Vol — pg — (ln) | ||
59.755(15t) | Εἰς τὴν σύναξιν τῶν ἀρχαγγέλων. | |
16 | Ἀγγέλους ἐγκωμιάζειν χρή. Καὶ γὰρ αὐτοὶ τὸν Δη‐ μιουργὸν ὑμνοῦντες, ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώ‐ ποις παρέχουσιν. Ἀγγέλους δέ φημι, τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκ‐ | |
---|---|---|
20 | στρατεύοντας, ὧν εἷς ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ Μωϋσέως σώματος ἀντιταττόμε‐ νος, πρὸς δὲ τοῦ ἄρχοντος τῶν Περσῶν ὑπὲρ τῆς τοῦ λαοῦ ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον καταστρέφων, καὶ Βαλαὰμ τῆς ἀτόπου μανίας εἴργων· | |
25 | καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνενόει τὸ πραττόμενον, ἀλόγου φωνὴ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος, καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμ[ί]οις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα καὶ ἑκατὸν χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ | |
30 | νυκτὶ πατάξας, καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφήτην Ἀμβακοὺμ ἀερίστῳ μετακοσμήσας πηδήματι, ἵνα τὸν προφήτην Δανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς. Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν εἰσιν, οἳ | |
35 | καὶ κατὰ τῶν παθῶν ἀριστεύουσιν. Ὁποῖος ἦν καὶ ὁ θαυμάσιος καὶ θεσπέσιος Ῥαφαὴλ, δι’ ἑνὸς ἰχθύος ἀνα‐ τομῆς δαιμονιῶσαν κόρην ἱστάμενος, καὶ γέροντι τυφλῷ τὸ φῶς τεχνινάμενος. Ἀλλ’ οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ Νέᾳ Διαθήκῃ διακονήσαντες, ὧν μέγα μέρος ἐστὶν | |
40 | ὁ ἀρχάγγελος Γαβριὴλ, ὁ τῷ Ζαχαρίᾳ χρηματίσας, καὶ σιωπῇ τὴν ἀπιστίαν εἰσπραξάμενος, ὅτι μὴ κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν· ὁ τῇ σεμνῇ Μαριὰμ τὰς ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμε‐ νος· ὁ τοὺς ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν, καὶ κατα‐ | |
45 | μηνύων τὸν ἀχώρητον ἐν φάτνῃ, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον, ἐκείνοις σύμφωνον ᾠδὴν δοξολογίας ἀνα‐ πέμπων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τῶν τυράννων ἀναζεύξεως· οἱ δὲ διηκόνουν | |
59.755(50) | ἐπὶ γῆς τῷ κτίσαντι· ἄλλος τὸν μνηστῆρα τῆς Παρθένου νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν Ἡρώδου βρεφοκτονίαν φυγὴν ἐπ‐ άνοδον ὑποτίθεται. Καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον, δουλοπρεπῶς διηκόνουν. Ἐθαύμασαν γὰρ τὴν | |
55 | ἰσχὺν αὐτοῦ, δι’ ἧς ὁ πειράζων κατέπεσε, καὶ κατὰ τὴν φωνὴν τοῦ Δαυῒδ, Ἐπὶ χειρῶν ἄραντες αὐτὸν, ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον. Ἧραν γὰρ, φησὶν, Ἰουδαῖοι λίθους, ἵνα βάλωσιν ἐπ’ αὐτόν. Ἄλλοι τῷ Πάθει συν‐ έτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ συν‐ | |
60 | εδρεύοντες, πισταῖς γυναιξὶν ἔλεγον, Τί ζητεῖτε τὸν ζῶντα μεταξὺ τῶν νεκρῶν; Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς, τὰ Πέτρου λύοντες δεσμὰ, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάττης κινδύνους ἐπι‐ κουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δι‐ | |
65 | καιοκτόνον Ἡρώδην μεγαληγοροῦντα πατάσσοντες. Ἆρ’ οὖν οὐ μεγίστης τιμῆς ἄξιοι, οἱ τὴν ἡμετέραν ζωὴν | |
διιθύνοντες; Οὐ γὰρ μόνον ἔθνη φρουρεῖν ἐτάχθησαν | Column end | |
59.756(13) | ἄγγελοι, καθὼς βοᾷ τὸ λόγιον, Ὅτε διεμέριζε, φησὶν, ἔθνη ὁ Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν | |
15 | ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἑκάστῳ ἔλαχεν ἄγγελος. Ὁ λόγος οὐκ ἐμὸς, ἀλλὰ τῆς θείας Γραφῆς. Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπ‐ αγγελούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρώδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον | |
20 | ἐκεῖνοι, Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ καὶ ὁ Σωτὴρ τούτοις, περὶ τῶν κατὰ τὸν βίον σμικρῶν λέγων, Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ | |
25 | ἐν τοῖς οὐρανοῖς. Καθ’ ἑκάστην δὲ Ἐκκλησίαν ἐπέστη‐ σεν ἀγγέλους φύλακας ὁ Χριστὸς, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλίψιν· ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, ὦ Δέσποτα; πλούσιός | |
30 | εἰμι, πένης ὤν; τί με διακένῳ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, πῶς πλούσιος; Πολλὴ γὰρ πλούτου καὶ πενίας ἡ διάστασις, ὡς αὐτὸς μαρτυρεῖς, χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὡρισμένος. Ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ | |
35 | πτωχὸς τὸν πλούσιον ὑποβλέπεται. Ἐναντία τὰ πράγμα‐ τα, ὁ βίος ἀνώμαλος. Ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν. ὁ δὲ ἐπικαγχλάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπ‐ εύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν καὶ καταντλού‐ | |
40 | μενος ἐξερεύγεται τὴν μέθην· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ποικίλοις περικεκόσμηται ἐσθήμασιν· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔῤῥιπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ὢν ῥέγ‐ χει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κέρμα τι αἰτεῖ, ἐκεῖνος χρυσῷ κέχωσται. Ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ, | |
45 | ἐπέοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ’ οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι. Τῷ πτωχῷ μὲν γὰρ ὁ χει‐ μὼν χαλεπὸς τὸ θάλπος οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος, | |
59.756(50) | καὶ ὁ φθεγγόμενος. Πένητες μὲν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς τῆς πίστεως θησαυρούς. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικὰ, πλουτεῖν δὲ τὰ πνευ‐ ματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορὰ, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. Διὰ τοῦτό φησιν ὁ Υἱὸς, Μὴ θησαυρίζετε | |
55 | θησαυροὺς ἐπὶ τῆς γῆς, καλῶν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια, πτωχοὺς τρέφειν, ἀσθενεῖς ἐπισκέπτεσθαι, ἀσκέπους σκέπειν, χρεωφειλέτας ἀπόρους λύειν, καὶ τὸ δάνειον ἐκ Θεοῦ ἀπαιτεῖν. Ὁ ἐλεῶν γὰρ πτωχὸν, δα‐ νείζει Θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κρι‐ | |
60 | τὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγων αὐ‐ τοῖς τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνόν σου ἔμπροσθεν τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν | |
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 755 |