TLG 2062 266 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha (sermo 7) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum pascha (sermo 7) [Sp.]

Source: Floëri, F., Nautin, P. (eds.), Homélies pascales, vol. 3 [Sources chrétiennes 48] Paris: Cerf, 1957: 111–173.

Citation: Sect — (ln)

1 Χθὲς μέν, ἀδελφοί, περὶ τῆς προθεσμίας τοῦ ἁγίου πάσχα τινὰ ἐλαλοῦμεν καί, ἐπειδὴ ἔδοξέ τις ἀμφιβολία γίνεσθαι, ἐσημάναμεν ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὅτι πρὸ πολλοῦ οὔτε τὴν ἀμφιβολίαν ἠγνοήσαμεν οὔτε τὴν
5προθεσμίαν, καὶ περὶ τούτων ἀρκούντως ἐρρήθη, εἴ γε ἐν μνήμῃ τῶν εἰρημένων τὴν δύναμιν ἔχετε· ἠπείγμεθα δὲ εἰπεῖν σήμερον τὴν αἰτίαν τῆς παρολκῆς καί, ἐπείπερ ἡ τοιαύτη διήγησις ἀπαιτεῖ ὅλου τοῦ πρὸς τὸ πάσχα τόπου τὴν θεωρίαν, βουλόμεθα, ἐὰν καὶ ὁ κύριος βούληται, ἀναλαβεῖν
10τὴν ὑπόθεσιν καὶ ὅση δύναμις ἐξειπεῖν τοῦ μυστηρίου τὰ

2

θεωρήματα. Καὶ ἐπείπερ πολλὴ καταδρομὴ τῶν ἐναντίων γίνεται ἀγνοούντων τῆς ἀληθείας τὴν φύσιν καὶ αἱρετικοὶ
ἀποσκιρτήσαντες φαίνονται καὶ Ἰουδαῖοι ἐπαγγέλλονται πάσχα τελεῖν, Χριστιανῶν δὲ μόνων τὸ μυστήριον τοῦτό111
5ἐστιν καὶ ἡ τοῦ μυστηρίου τελετὴ παρ’ ἡμῖν μετὰ ἀκριβείας συνίσταται, θέλω ἁπάντων τε ἐκείνων συντόμως μνησθῆναι καὶ ἀπαμφιάσαι τὴν σύγχυσιν ἀπὸ τοῦ καθ’ ἡμᾶς μυστηρίου καὶ οὕτως ἑκάστου χρόνου εἰπεῖν τὴν διάνοιαν, καθὼς ἂν δῷ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ.

3

Πολλάκις γὰρ ἐθεασάμεθα λεγόντων τινῶν· Πῶς τὰ γενέθλια μὲν τοῦ σωτῆρος ἐν ὡρισμένῃ ἡμέρᾳ τελεῖται (γίνεται γάρ, ὡς πάντες ἴσμεν, πρὸ ὀκτὼ καλανδῶν ἰανουα‐ ρίων κατὰ Ῥωμαίους), θεοφάνια δὲ ὡσαύτως (καὶ αὐτὰ
5γὰρ ἐπιτελεῖται ἡμέρᾳ ὡρισμένῃ τρισκαιδεκάτῃ τετάρτου μηνὸς κατὰ Ἀσιανούς), καὶ μαρτύρων δὲ ὡσαύτως μνήμην ἐπιτελοῦντες πρὸς ἡμέραν ὡρισμένην ἁρμόζομεν τὴν ἀνάμνη‐ σιν, ἐπὶ δὲ τοῦ πάσχα οὐχ οὕτως ἐστὶν ὁ λόγος; Ὅτι οὐ μιᾶς οὐδὲ ἁπλῶς συμβαινούσης ἡμέρας ἐστὶ τὸ μυστήριον,
10ἀλλὰ πολλῶν προθεσμιῶν, 〈ὧν〉 μετὰ διανοίας συναγωγὴν εἰς τὸν τόπον παραλαμβάνομεν διὰ τὴν τῆς θεωρίας

4

ἀνάπτυξιν. Τηροῦμεν γὰρ καὶ πρῶτον μῆνα, τοῦτον τὸν πρῶτον μῆνα ἀληθῶς τοῦ πρώτου χρόνου, ὃς ἐπ’ ἐαρινῆς ἰσημερίας γνωρίζεται—ὁ γὰρ πρῶτον μῆνα τηρῶν ὀφείλει ἰδεῖν τὸν πρῶτον χρόνον, δι’ ὃν καὶ πρῶτος μὴν ὀνομάζεται,
5πάλιν τε ὁ τὸν πρῶτον χρόνον παραλαμβάνων τὴν ἀρχὴν ὀφείλει τοῦ πρώτου χρόνου ἰδεῖν οὐκ ἄλλην τινὰ ἢ ἰσημερίαν ἐαρινήν, ὡς προϊὼν ἐπιδείξω—· ἐπειδὴ οὖν καὶ πρῶτον χρόνον τηροῦμεν καὶ ἰσημερίαν καὶ μετὰ τοῦτο καὶ σελήνης τεσσαρεσκαιδεκάτην καὶ σὺν τούτῳ τὴν τριήμερον, τουτέστι113
10παρασκευὴν σάββατον κυριακήν, καὶ ἀδύνατόν ἐστιν ἑνὸς χρόνου τούτων λείποντος ἐπιτελεσθῆναι τὸ πάσχα, διὰ τοῦτο μὲν οὐ δυνάμεθα μίαν ἡμέραν ὡρισμένην πρὸς τὸ μυστήριον τοῦ πάσχα παραλαμβάνειν, ἀλλ’ ὅλας ταύτας τὰς προθεσμίας συναγαγόντες ἀπαρτίζομεν τοῦ σωτηρίου πάθους τὴν
15θεωρίαν.

5

Βούλομαι οὖν, πρὶν εἰπεῖν τὴν αἰτίαν τῆς ἰσημερίας μυστικὴν οὔσαν καὶ τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην καὶ ταύτην τῷ μυστηρίῳ συμβαλλομένην καὶ πάλιν τῶν τριῶν ἡμερῶν τὴν αἰτίαν ἁρμόζουσαν πρὸς τὸ τέλος τοῦ
5μυστηρίου, πρῶτον εἰπεῖν τὴν ἔξω τῶν Ἰουδαίων συνήθειαν καὶ 〈τῶν〉 ταύτην ἀλόγως ἐπισυρομένων, εἶθ’ οὕτω δια‐ κρῖναι τοῦ ἐκκλησιαστικοῦ μυστηρίου τὴν καθαρότητα· καὶ γὰρ καὶ αἱρετικοὶ τούτου, εἰ καὶ ἐσφαλμένως, ἀλλ’
ὅμως ἐξέχονται.115

6

Οὔτε γὰρ Ἰουδαῖοι μίαν ἡμέραν ἐμπρόθεσμον πρὸς τὴν τοῦ πάσχα τελεσιουργίαν τηροῦσιν, ἀλλὰ καὶ τὸν 〈πρῶτον〉 μῆνα, ὡς οἴονται, τὸν καθ’ ἥλιον, καὶ σελήνης τεσσαρεσκαι‐ δεκάτην. Αὐτίκα γοῦν, εἰ συμβαίη τεσσαρεσκαιδεκάτην
5κατὰ σελήνην παρ’ αὐτοῖς ἐμπεσεῖν μήπω ἐνστάντος πρώτου μηνός, ὑπερτίθενται ταύτην τὴν τεσσαρεσκαιδεκάτην καὶ ἐμβόλιμον τριακάδα κατὰ σελήνην ποιοῦντες ἄλλην τεσσα‐ ρεσκαιδεκάτην διὰ τὸν ἡλιακὸν πρῶτον μῆνα παραλαμβά‐ νουσιν, ἵνα συνδρομῆς γενομένης τοῦ τε πρώτου χρόνου καὶ
10τῆς τεσσαρεσκαιδεκάτης κατὰ σελήνην δόξωσιν ἀπαρτίζειν τὸ βούλημα. Οὐκοῦν, ἄδελφε, ὁρᾷς ὅτι καὶ Ἰουδαῖοι τοῦτο σπουδάζουσι καὶ κοινὸν ἡμῖν τοῦτο ἐσχήκασι τὸ μὴ μίαν ἡμέραν ζητεῖν πρὸς τὴν τελετὴν ἀλλὰ χρόνους πολλούς.

7

Τεσσαρεσκαιδεκάτη δὲ αἵρεσίς ἐστι· σὺν Ἰουδαίοις ποιοῦντες
τὸ πάσχα καὶ αὐτοὶ τὸ αὐτὸ ἐκείνοις πεπόνθασιν.117

8

Ναυατιανοὶ δοκοῦσιν ἄλλως πως τὰ καθ’ ἡμᾶς ἠρέμα μιμεῖσθαι· δουλεύουσι μὲν γὰρ καὶ αὐτοὶ τῇ προθεσμίᾳ τῶν Ἰουδαίων καὶ πρῶτον μῆνα, ὡς ἐκεῖνοι νομίζουσι, καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην τὴν παρ’ ἐκείνοις μετα‐
5διώκοντες, ἀλλ’ οὐχ ἕως τούτου γε ἵστανται, ἀλλ’ ὅταν ἐν τούτοις γένωνται, καὶ ἐπὶ τὴν τριήμερον ἔρχονται, εἰ καὶ μάλιστα ἀκύρως καὶ οὐ καθ’ ἁρμονίαν ἐκκλησιαστικήν, ὡς δειχθήσεται.

9

Ἔστι τις ἄλλη αἵρεσις ἡ τῶν Μωντανιστῶν, ἥτις δῆθεν μὲν ἀποδύεται τὸ μετὰ Ἰουδαίων ποιεῖν, ἀφέστηκε δὲ σὺν τούτῳ καὶ τῆς ἐκκλησίας εἰς ἴδιον κίνδυνον· τεσσαρεσκαι‐ δεκάτην γὰρ μηνὸς τοῦ πρώτου φυλάττει, τουτέστι μηνὸς
5ἑβδόμου κατὰ Ἀσιανούς, οὐ τεσσαρεσκαιδεκάτην δὲ σελήνης, οὐκ οἶδα πόθεν λαβοῦσα τοῦτον τὸν θεσμόν. Ὁ μὲν γὰρ μονογενὴς υἱὸς τοῦ θεοῦ, ἐν τῷ πάσχα τῶν Ἰουδαίων τεσσαρεσκαιδεκάτην ἐχούσης τῆς σελήνης ἐν μηνὶ τῷ πρώτῳ, ἐν ταύτῃ τῇ τεσσαρεσκαιδεκάτῃ ἐν τῷ πάσχα τῶν Ἰουδαίων
10[ὁ Χριστὸς] ἔπαθεν· πόθεν οὖν αὕτη ἡ δυσώνυμος αἵρεσις τὴν τεσσαρεσκαιδεκάτην ἀπὸ τοῦ ἡλιακοῦ μηνὸς οὐκ ἀπὸ τοῦ σεληνιακοῦ εἴληφεν ἢ δηλονότι παρὰ τοῦ ἀπατήσαντος

10

δαίμονος; Πλὴν καὶ αὐτή, εἰ καὶ ἐκπέπτωκε τοῦ ἐκκλη‐ σιαστικοῦ ἀριθμοῦ, ἀλλ’ ὅμως ἔνθεν ἐπὶ τὴν τριήμερον ἤκει. Καὶ ἐρρίφθω μὲν αὕτη· ἐπειδὴ δὲ ἐδίδαξα ὅτι πᾶσα
αἵρεσις σπεύδει δῆθεν τὰς προθεσμίας συναγαγεῖν πλέον ἢ119
5ἔλαττον, θέλω λοιπὸν ἐλέγξαι τοὺς Ἰουδαίους πρότερον, εἶθ’ οὕτω τὰς αἰτίας τῆς τῶν Χριστιανῶν συναγωγῆς ἐξειπεῖν.

11

Ἕστηκεν ἐπὶ τῆς ἐκκλησίας αὕτη ἡ προθεσμία τοῦ πάθους ἰσημερία ἐαρινή, τεσσαρεσκαιδεκάτη μέν, τοῦτο κατὰ σελήνην, τριήμερος δὲ παρασκευὴ σάββατον κυριακή. Τούτων περὶ τὸν τόπον χρῄζομεν, καὶ οὕτω κυρίως γίνεται,
5οὐ κατὰ καινότητα ἄλλως ἀλλὰ κατὰ παράδοσιν αὐτοῦ τοῦ Μωϋσέως τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης μετ’ ἰση‐ μερίαν φυλαττομένης.

12

Ἔχω μάρτυρας σοφοὺς Ἑβραίους. Οὐ γὰρ νῦν τῇ τῶν Ἰουδαίων ἀφροσύνῃ προσέχειν χρή—πάντα γὰρ τὰ τοῦ νόμου δίκαια ἐξηφάνισαν αὐτοί—, ἀλλὰ τῶν σοφῶν Ἑβραίων ἱστορούντων ἀκούειν προσήκει· καὶ ἐκείνων ἀνάγκη τὴν
5ψῆφον ὁρίζειν καὶ ἐκκηρύττειν μὲν τούτους ὡς παραβάτας, συνιστάνειν δὲ τὸν ἡμέτερον λόγον κἀκεῖθεν ἱκανῶς μαρτυ‐ ρούμενον. Ἰουδαῖοι μὲν γὰρ πάντα τὰ ἀγαθὰ ἐξεχωρίσαντο· αὐτίκα γοῦν καὶ τὰς γραφὰς δύο καὶ ἑβδομήκοντα σοφῶν

13

μεταβαλόντων ἠθέτησαν. Τοσοῦτοι γὰρ Ἰουδαῖοι πρὸς τὴν τοιαύτην ἱστορίαν ἠσχόληντο ἀρχαῖοι πρὸ τῆς τοῦ σωτῆρος
παρουσίας ἀριστίνδην ὑπὸ ἀρίστων ἐξειλεγμένοι πρὸς τὴν μεταβολὴν τῶν γραφῶν ἔτι καὶ τότε ἐν ἑβραϊκοῖς χαρακτῆρσιν121
5οὐσῶν εὐδοκίμως, καὶ ἐδοκιμάσθη ἡ ἑρμηνεία, καὶ ἀραὶ ὑπὸ πάντων τῶν Ἑβραίων ἐτέθησαν, εἴ τις τὴν ἑρμηνείαν παρακινήσειεν. Καὶ ταύτας διὰ ταῦτα ἡμεῖς περιέπομεν ἀκούοντες Μωϋσέως λέγοντος «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα», οὐκέτι δὲ
10δύο, ἀλλ’ ἐπὶ ἑβδομήκοντα δύο μαρτύρων τὴν μεταβολὴν

14

ἀσμενίσαντες. Ἀλλ’ εἰς ὅσον μὲν οἱ σοφοὶ περιῆσαν τῶν Ἰουδαίων, τὰ τῆς μεταβολῆς ἐκρατύνετο· γενομένης δὲ λοιπὸν τῆς κατὰ τοῦ σωτῆρος παρανομίας, ἀπεσβέσθη τὰ παρὰ Ἰουδαίοις πάντα κάλλη. Προφήτης ἐστὶν ὁ κηρύττων
5«Ἰδοὺ δὴ κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προ‐ φήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ σοφὸν
10ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύ‐ σουσιν αὐτῶν». Τοῦτο τὸ προφητικὸν λόγιον κατέλαβε τὴν τῶν Ἰουδαίων πληθύν· καὶ ἐρημίᾳ συνέσεως, ἐρημίᾳ προφήτου ὑποδεικνύντος τὰ σώζοντα καὶ τὰς τῶν ἰδίων
15σοφῶν παραδόσεις ἠφάνισαν καὶ τῶν ἀρῶν κατεφρόνησαν καὶ τὰ τοῦ νόμου λοιπὸν ἐκινδύνευσε δίκαια. Ὡς οὖν τὰς
γραφὰς μετεκίνησαν καὶ τὴν ἑρμηνείαν τῶν σοφῶν ἐκείνων ἠθέτησαν ἑνός τινος προσηλύτου πεισθέντες μεταβολῇ ἐπ’ ἀ‐ θετήσει τοσούτων ἀνδρῶν καὶ ἀρῶν, οὕτω καὶ τὴν προθε‐123
20σμίαν τοῦ πάσχα διέφθειραν.

15

Ἔχομεν μάρτυρας σοφοὺς Ἑβραίους οἷον Φίλωνα καὶ Ἰώσηπον καὶ ἄλλους τινάς, οἵτινες ἐν τοῖς οἰκείοις συγγράμ‐ μασι διαβεβαιοῦνται ὅτι οὐ δύναται ἀκριβῶς ἄλλως τὸ πάσχα γενέσθαι ἢ μετ’ ἐαρινὴν ἰσημερίαν ἐνστᾶσαν· καὶ
5ὁρίζονται οὗτοι ἀνέκαθεν τὸν τοιοῦτον εἱρμὸν τετηρῆσθαι μετὰ τῆς κατὰ σελήνην τεσσαρεσκαιδεκάτης, ὡς πολλάκις ἐρρήθη. Οὗτοι δὲ σαφῶς, ὡς πάντες Ἰουδαῖοι ἐπίστανται, μετὰ τὸ πάθος τοῦ σωτῆρος ἐγένοντο πολλῷ τῷ μετέπειτα χρόνῳ βιώσαντες, ὥστε δῆλον εἶναι ὅτι καὶ ὁ σωτὴρ ἐν τῷ
10πάσχα τῶν Ἰουδαίων ἔπαθε μετ’ ἰσημερίαν. Ἔχεις τοίνυν καὶ ἐκ τῆς μαρτυρίας τῶν σοφῶν Ἰουδαίους τοὺς νῦν ἀποβλήτους, ἐξ ἀρχῆς μετ’ ἰσημερίαν τεσσαρεσκαιδεκάτῃ σελήνης τὸ πάσχα τοῦ προβάτου τελέσαντας. Τοῦτό μοι

16

ἱστάσθω τέως, ἵν’ ἐκ τούτου δειχθῇ τὸ προκείμενον. Λοιπὸν γὰρ Ἰουδαῖοι ποιοῦσι τὸ πάσχα πρὸ ἰσημερίας ἀδιαφόρως, ἐκτὸς εἰ μή, ἐμβολίμου μηνὸς ἐνστάντος, ἀκουσίως μετ’ ἰση‐ μερίαν παραταθῶσιν, τοῦτο δὲ οὐκ ἔστι σκοποῦ ἀλλ’ ἁ‐
5πλῶς τοῦ συμβάντος. Αὐτίκα γοῦν νῦν εἰς τὸ ἐνεστὸς πρὸ ἰσημερίας ποιοῦσιν, καὶ κατηγοροῦνται ὑπὸ τῶν Ἰουδαίων
σοφῶν παραβάται τοῦ †χρίσματος†.125

17

Ἔχομεν δὲ ἡμεῖς τοῦ μυστηρίου τὴν ἰσχὺν ἀσύλητον. Ὁ μὲν γὰρ χρόνος καθ’ ὃν ἔπαθεν ὁ σωτὴρ οὐκ ἠγνόηται· τὰ γὰρ ὑπομνήματα τὰ ἐπὶ Πιλάτου πραχθέντα καὶ τὴν προθεσμίαν περιέχει τοῦ πάσχα. Ἱστορεῖται γοῦν ὅτι τῇ
5πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων ἔπαθεν ὁ σωτήρ· αὕτη γοῦν ἡ προθεσμία μετ’ ἰσημερίαν συνίσταται, καὶ τοῖς ἀκριβοῦσι κατείληπται. Καὶ ἔχε τοῦτον τὸν κανόνα, ἵνα ἴδῃς ὅτι Χριστὸς ἐν ταύτῃ τῇ προθεσμίᾳ ἔπαθε καὶ ἵνα εἰδὼς τηρῇς ἀεὶ μετ’ ἰσημερίαν ποιεῖν τὸ πάσχα Χριστὸν μιμούμενος, καὶ
10φεύγῃς μὲν τὴν τῶν αἱρετικῶν παρανομίαν, ζητῇς δὲ τὰς αἰτίας τῶν χρόνων· πειράσομαι δὲ ἤδη ταύτας ἀπαριθμῆσαι κατὰ τόπον, ἵν’ ἁρμονίαν δείξω τοῦ μυστηρίου πρὸς τὴν ἀρχαίαν κατάστασιν.

18

Ἔπαθεν ὁ Χριστὸς μετ’ ἰσημερίαν καὶ τῇ παρασκευῇ ἔπαθεν, ὡς ἴσμεν καὶ αἱ γραφαὶ μεμηνύκασιν, τεσσαρεσκαι‐ δεκάτῃ κατὰ σελήνην τῆς παρασκευῆς συντρεχούσης. Ἐν γὰρ τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθεν· τὸ δὲ πάσχα
5τῶν Ἰουδαίων τότε πάντας τοὺς χρόνους πρὸς τὸ πάθος συνήγαγε καὶ ἰσημερίαν προλαμβάνουσαν καὶ τεσσαρεσκαι‐
δεκάτην ἐνεστῶσαν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν συναρμοζόμενα. Διὰ τί ταῦτα γέγονε καὶ τίνος ἕνεκεν; ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων127
10τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζο‐ μένου τοῦ λόγου, ἀλλ’ ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.

19

Ὅτι μὲν γὰρ ἡ ἰσημερία προέστηκε τοῦ ἀληθῶς πρώτου χρόνου, τοῦτο δῆλον ἐπὶ τῆς τοῦ θεοῦ δημιουργίας ἐστίν. Πρῶτον μὲν γὰρ μῆνα ζητοῦμεν διὰ τὸν πρῶτον χρόνον· ὁ δὲ πρῶτος χρόνος ἀρχὴν ὀφείλει ἔχειν τὴν πρώτην ἡμέραν
5καὶ νύκτα ἐν ἴσῳ διαταχθεῖσαν. Οὐδὲ γὰρ ἄλλη ἥρμοζεν ἀρχὴ τῷ πρώτῳ χρόνῳ ἢ ἰσότης τῶν εἰρημένων· ἔδει γάρ, δημιουργεῖσθαι μέλλοντος χρόνου καὶ ἡμέρας καὶ νυκτὸς ἄρτι παραγενομένων, τὰς ὑπάρξεις τούτων ὡρισμένας δειχθῆναι ἐν ἴσῳ, εἶθ’ οὕτω τῇ κινήσει τὴν ἀνωμαλίαν
10ἐπιτραπῆναι· εἰ γὰρ ἡ κίνησις τὸ ἀνώμαλον ἔσχεν, ἡ

20

δημιουργία ὤφειλε τὴν ἰσότητα δεῖξαι. Ὅμως δὲ βούλομαι τοῦτο ἐκ τῆς γραφῆς παραστῆσαι· «Ἐν ἀρχῇ», φησίν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», εἶτα ἐπάγει ὅτι σκότος ἦν καὶ φῶς οὐδέπω ἦν, «καὶ εἶπεν ὁ
5θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς»· τοῦτο τὸ φῶς πρῶτον ἐγένετο σκότους τὰ πάντα κατειληφότος. «Εἶπεν» οὖν «ὁ θεός· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ ἐκάλεσεν ὁ θεὸς τὸ
10φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα»· ἔχεις πρώτην ἡμέραν καὶ πρώτην νύκτα. Τί γάρ; πῶς εἶπεν ὅτι «καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ129

21

ἀνὰ μέσον τοῦ σκότους», ὃ διέταξεν εἰς νύκτα; Τὸ γὰρ ἀνὰ μέσον εἰς τὰ δύο ἄκρα ποιεῖ. Ἐπειδὴ γὰρ πάντα ὅσα ἐδημιούργει ὁ θεὸς ἐν ὡρισμένῃ ἐδημιούργει φύσει, εἰκότως καὶ ἡμέραν καὶ νύκτα τὰς πρώτας ἐν ὡρισμένῃ καὶ ἴσως
5ἐχούσῃ παρῆγε περιγραφῇ· καὶ ἀπαρτίσας τὸ μέτρον ἑώρα κάλλιστα ἔχειν, εἶθ’ οὕτω, καθὰ ἤδη φθάσας εἶπον, τῇ κινήσει λοιπὸν ἀφῆκε τὴν ἀνωμαλίαν ἐργάζεσθαι. Εἰ μέντοι πρώτη στάσις ἐν ἴσῳ γέγονεν, τοίνυν ἡ ἰσημερία ἀρχὴ τοῦ πρώτου χρόνου, ὡς ἀποδέδεικται.

22

Εἶτα μετὰ ἰσημερίαν, σκόπει ὃ λέγω, τετάρτῃ ἡμέρᾳ γίνεται ἥλιος καὶ σελήνη—ἔξω τῆς ἰσημερίας εἰσὶν οἱ φωστῆρες—, ἕκτῃ ἡμέρᾳ πλάττει τὸν ἄνθρωπον· καὶ ἔπειτα τῇ ἑβδόμῃ καταπαύει ἀπὸ πάντων τῶν ἔργων, τῇ
5ἐπιούσῃ, ἥτις ἐστὶ καὶ πρώτη, οἷα τελειωθὲν λοιπὸν τὸ σύμπαν ἀφῆκεν ἐν τάξει φέρεσθαι. Τήρει· δεῖ γὰρ, τούτων τηρουμένων καὶ τῆς σῆς μνήμης παραστάσης, εὐδοκιμῆσαι τὸν ἑρμηνεύοντα λόγον.

23

Ἐποίησεν οὕτω τὸν ἄνθρωπον ὁ θεός, καὶ ὡς θεὸς ἀγαθὸς τοσοῦτον καὶ τηλικοῦτον ἐποίησεν ἄνθρωπον. Μὴ γὰρ ὅρα αὐτοῦ τὴν ἀβελτερίαν, ἀλλὰ τὴν πρώτην φαντάζου κατά‐
στασιν· καὶ γὰρ «κατ’ εἰκόνα» αὐτὸν ἑαυτοῦ ἐποίησεν.131
5Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα. Οὐδέπω γὰρ ὕβρις συνεληλύθει τῇ ὄψει, ἵνα καὶ σκέπης δέηται ἄνθρωπος, ἀλλ’ ἡ γραφὴ μαρτυρεῖ ὅτι ἐποίησε τὸν ἄνθρωπον «καὶ ἔθετο αὐτὸν ἐν τῷ
10παραδείσῳ», καὶ ὅτι γυμνοὶ ἦσαν «καὶ οὐκ ᾐσχύ‐ νοντο», ἀλλ’ ὥσπερ ἥλιος καὶ σελήνη τῇ ἑαυτῶν γυμνώσει ἐγκαλλωπίζονται, οὕτω δὴ καὶ οὗτοι ἠφείθησαν τῇ φυσικῇ εὐπρεπείᾳ ἐνωραΐζεσθαι.

24

Τοσαύτην οὖν εὐεργεσίαν εἰς τοῦτον εἰσενεγκάμενος ὁ θεὸς καὶ ἁβροδίαιτον αὐτὸν ἐν παραδείσῳ καταστησάμενος τῶν τε παρ’ ἑαυτοῦ χαρίτων πλουσίως αὐτῷ μεταδοὺς καὶ τὴν αὐτοῦ αἴσθησιν κατὰ τὸ δίκαιον ἐπιζητεῖ καὶ ὑπακοῇ
5τιμᾶσθαι τὴν χάριν ἐδίκαζεν· καὶ ἐπειδὴ εἶδεν ὅτι ἀδύνατον αὐτῷ συμφυλαχθῆναι τὴν δωρεὰν 〈εἰ〉 μὴ καταφυγῇ καὶ τιμῇ τῇ πρὸς τὸν δεδωκότα θεόν, νόμον αὐτῷ φρουρὸν ὁρίζει τῆς φύσεως, ἵνα μνήμῃ καὶ βοηθείᾳ τοῦ νομοθέτου οἷα ἀγαθοῖς τισι φαρμάκοις φυλάττηται, καὶ ἀθανασίαν μὲν
10αὐτῷ τηρουμένου νόμου κατεπαγγέλλεται, θάνατον δὲ παραβάντι.

25

Ἀλλὰ τούτων οὕτως ἐχόντων, γέγονε τὰ γενόμενα, καὶ φθόνῳ τοῦ διαβόλου πεισθεὶς παραβῆναι τὸν νόμον ὁ ἄνθρωπος
φθαρτὸς γίνεται καὶ ἔξω τίθεται τοῦ παραδείσου, καὶ λοιπὸν εἰς πλῆθος δοὺς βίον τε κτηνώδη ἔζη καὶ ἀθείας τε καὶ133
5ἀκολασίας δοχεῖον ἐγίνετο· καὶ διὰ τοῦτο προφῆται ἐβόων καὶ περὶ τῆς πρώτης αὐτοῦ ἀξίας καὶ μετὰ ταῦτα ἀναξιό‐ τητος· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρα‐ συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς».

26

Τούτων δὴ οὕτως ἐχόντων καὶ ἀπολλυμένης τῆς φύσεως, βουληθεὶς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ σὺν πατρικῇ γνώμῃ ἐπαναγαγεῖν τὸν ἄνθρωπον καὶ τῆς ἐπηρτημένης δίκης ἐξαρπάζειν αὐτόν, καὶ καιρὸν τῆς βοηθείας καὶ τρόπον
5ἐπινοεῖ, καιρὸν μὲν ἵν’ εὐκαίρως ἐπιστῇ πρὸς τὴν ἴασιν, τρόπον δὲ ἵνα κατάλληλος αὐτὸς πρὸς τὴν ἐκκαθάρσεως ἀποκατάστασιν γένηται, καὶ δὴ γενόμενος ἄνθρωπος μετὰ τοῦ μεῖναι θεὸς τὸ παγκόσμιον πάθος ὑπέμεινεν. Εἶπον πολλάκις περὶ τούτου τοῦ θύματος, πολλὰ ἔλεγον πρῴην,
10ἐξ αὐτῶν τῶν Ἰουδαίων πρὸς Ἰουδαίους καὶ ἐξ αὐτῶν τῶν Ἑλλήνων πρὸς Ἑλλήνας τὰς ἀποδείξεις ποιούμενος, καὶ ἀποτρόπαιον τοῦτο τὸ σφάγιον καὶ καθαιρετικὸν καὶ δαι‐ μόνων καὶ κινδύνων καὶ ἐχθρῶν καὶ πάσης αἰσχρότητος τοῖς πράγμασιν ἐμφαίνων, ἵνα μὴ πάλιν τὸν πρὸς ἐκείνους
15ἄρτι ἀναλαβὼν λόγον ἐμποδίσω ἐμαυτὸν πρὸς τὸν προκεί‐

27

μενον τοῦ λόγου εἱρμόν. Ἐπειδὴ οὖν ἠβουλήθη ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἀνάστασιν τῷ ἐκπεπτωκότι ἀνθρώπῳ πορί‐
σασθαι καὶ ἀνανεώσασθαι τοῦτον καὶ τῷ πάθει τῷ ἰδίῳ ἐπὶ τὸν πρῶτον ἀνακτίσαι τρόπον, βλέπε τί πράττει. Ἐπειδὴ135
5αὐτὸς ἦν τοῦ πρώτου δημιουργός, ἔμελλεν αὐτοῦ καὶ πεσόντος εἶναι θεραπευτὴς ἐπὶ διορθώσει ὅλης τῆς φύσεως. Προσάγει μὲν τῷ πάθει ἑαυτόν, ὅλον δὲ χρόνον παραλαμβάνει πρὸς ἀνανέωσιν, ὅνπερ καὶ πρὸς τὴν κτίσιν παρείληφεν, ἵνα καὶ τὸ τέλος τῇ ἀρχῇ σύμφωνον φάνηται καὶ ὁ τρόπος τοῦ
10δημιουργοῦ ὁ αὐτός.

28

Ἠβουλήθη γάρ, ἐπείπερ καὶ χρόνον καθαρώτατον ὑπεστή‐ σατο ἐπὶ τῇ τοῦ πρώτου ἀνθρώπου πλάσει, οὗτος δὲ ὁ πρῶτος χρόνος ἐμολύνθη διὰ τῆς παραβάσεως σὺν αὐτῷ τῷ παραβάντι φθαρεὶς καὶ μεμολυσμένον λοιπὸν τὸν ἑξῆς
5αἰῶνα ἀπέδειξεν, αὐτὸν τὸν πρῶτον χρόνον ἐπὶ τῷ κατορ‐ θώματι τοῦ ἀνθρώπου παραλαβεῖν, ἵνα σὺν τούτῳ τῇ ἐκ τοῦ πάθους καθάρσει καὶ τὸν ἑξῆς αἰῶνα ἐκ κορυφῆς καθαρώτερον ἀποφήνειεν, ἵνα ἐν ταὐτῷ τὰ πάντα δείξειε καὶ τὴν τοῦ ἀνθρώπου ἀνανέωσιν καὶ τὴν τοῦ αἰῶνος καθαρότητα, καὶ
10τὸν διορθωτὴν καὶ δημιουργὸν τῆς φύσεως ἐξ αὐτῶν τῶν
χρονικῶν συμβόλων σαφῶς ἀποδείξειεν.137

29

Τίς οὖν ὁ πρῶτος χρόνος; τίς ἡ κορυφὴ χρόνου τοῦ πρώτου; Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος 〈καιρὸσ〉, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν
5ἀκολουθίας. Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ

30

ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος. Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ’ ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ—τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος—, τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ’ ἰ‐
5σημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδε‐ κάτην τὴν μετ’ ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών,
10ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.

31

Διὰ τοῦτο ὁ ἀπόστολος ταύτην τὴν ἀνακεφαλαίωσιν ἐμφαίνων ὑπὸ τοῦ θεοῦ γινομένην ἔλεγεν· «Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή‐ ματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτο, ἣν προέθετο
5ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν
ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς». Ὁρᾷς πῶς ἀνακεφα‐ λαίωσιν τῶν ἐπὶ γῆς λέγει πρὸς τὰ οὐράνια. Ἐκπτώσεως δὲ τοῦ ἀνθρώπου γενομένης καὶ διαμερισμοῦ ἀπὸ τῆς εὐσε‐139
10βείας τῶν οὐρανίων ἀγγέλων, εἰς ταύτην ἐπανάγειν διὰ τοῦ πάθους τὴν ἕνωσιν ἡμᾶς προμηθούμενος τί ἄλλο ἢ ἀνακεφα‐ λαίωσιν ἀγαθῶν πραγματεύεται; Διὸ καὶ τοὺς χρόνους τῆς δημιουργίας ἐπὶ τῇ διορθώσει παραλαμβάνει, καὶ μυστήριον ἔχεις ἀκοῦσαι μέγιστον.

32

Ἐπειδὴ γὰρ δυσχερῶς οὗτοι οἱ χρόνοι συμπίπτουσι κατὰ τὸν πρῶτον τρόπον εἰς μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα— πρόσεχε γὰρ ὅτι ἡ πρώτη ἑβδομὰς ἐκείνη, ἡ κατὰ τὴν δημιουργίαν φημί, ἐν αὑτῇ εἶχε τὴν μὲν ἰσημερίαν ἐν ἀρχῇ,
5ἔπειτα τὴν πλησιφαῆ σελήνην κατὰ τὴν τετάρτην ἡμέραν ὑφεστῶσαν, καὶ τὴν ἕκτην εὐθέως, ἐν ᾗ ἐπλάσθη ὁ ἄνθρωπος· οὐ μὴν ἀεὶ τοῦτο συμβαίνειν δύναται κατὰ τὴν μίαν καὶ τὴν αὐτὴν ἑβδομάδα—, ἐπειδὴ δυσχερὲς ἦν καὶ δυσπόριστον ἐν μιᾷ ἑβδομάδι κατὰ τὴν πρώτην δημιουργίαν ταύτας ὑφ’ ἓν
10τὰς προθεσμίας συναγαγεῖν, καὶ τῆς συνδρομῆς τούτων πρὸς τὴν τοῦ πάθους οἰκονομίαν ὁ σωτὴρ ἔχρῃζεν, ἵνα τὴν προκει‐ μένην ἀνακεφαλαίωσιν δείξειεν, διὰ τοῦτο πολλάκις ζητού‐ μενος ὑπὸ τῶν Ἰουδαίων ἀναιρεθῆναι μήπω τῆς συνδρομῆς τῶν χρόνων ἐκπεπτωκυίας ὑπέφυγεν· καὶ ἔχεις ἐν τοῖς
15εὐαγγελίοις ὅτι ἠθέλησαν αὐτὸν συλλαβεῖν οἱ Ἰουδαῖοι καὶ141

33

ὁ σωτὴρ ἀνεχώρησεν. Καὶ τοῦτο οἱ ἀμαθεῖς τὸ μυστήριον δειλίαν ἐνόμισαν· οὐκ ἦν δὲ δειλία ἀλλὰ τῆς συνδρομῆς τῶν προθεσμιῶν ἐπιτήρησις. Ὅτε μέντοι συνήγαγεν ὁ υἱὸς τοῦ θεοῦ τοὺς χρόνους, ὅτε τὴν ἑβδομάδα πρὸς τὴν ἀρχαίαν
5δημιουργίαν ἥρμοσε καὶ ἰσημερία καὶ ἡ πλησιφαὴς σελήνη καὶ ἡ παρασκευὴ ἐν ᾗ ἔδει παθεῖν καὶ ἐν τῷ παθεῖν τὴν ἀνανέωσιν δειχθῆναι συνέδραμον, τὸ τηνικαῦτα ἐπιδίδωσι μὲν ἑαυτὸν τῷ πάθει, ἐπάρας δὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν εἶπεν· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν
10σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε», καὶ πρὸς τοὺς μαθητάς· «Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου».

34

Οὕτως ἐπιμελὲς γέγονε τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ πάντας τοὺς χρόνους τοὺς πρώτους, καθ’ οὓς πλασθεὶς διέπεσεν ὁ ἄνθρωπος, συναγαγεῖν ἐπὶ τῇ διορθώσει αὐτοῦ καὶ τὴν ἀποστολικὴν ἀνανέωσιν τῆς φύσεως ὑποβῆναι,
5αὐτῆς τῆς συμβολῆς τῶν προθεσμιῶν ἀναγκαίας οὔσης τῷ πράγματι. Διὰ τοῦτο ἐπὶ τῷ πάθει καὶ ἰσημερία οἷα κορυφὴ τοῦ χρόνου τηρεῖται· πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ
10πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ’ ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν
ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ’ ἰση‐ μερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός. Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει143
15πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.

35

Ἀλλ’ ἡ μὲν ἰσημερία ἐπὶ τῷ πάθει τετήρηται διὰ τὴν ἀνα‐ κεφαλαίωσιν τοῦ πρώτου χρόνου, ἡ δὲ παρασκευὴ ὡσαύτως, ἐπειδὴ ὁ πρῶτος ἄνθρωπος ἐν ταύτῃ ἐπλάσθη καὶ ἐχρῆν, ἐν ᾗ πλασθεὶς διέπεσεν, ἐν ταύτῃ αὐτὸν καὶ διορθωθῆναι.
5Τὸ δὲ σάββατον ἡ γραφὴ πρὸς ἀνάπαυσιν εἴληφεν οὑτωσὶ λέγουσα· «Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν». Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ
10πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν. Καὶ ὅτι κύριος καταπαύει νῦν ἀπὸ πάντων τῶν ἔργων, ἐπειδὴ διάπτωσις τοῦ ἀνθρώπου ἐκ τῆς παραβάσεως ὤφθη, ὑπελεί‐
15πετο πάλιν ἔργον τῷ θεῷ, ὃ ἤμελλε κατορθῶν ἐπανάγειν, τοῦτο δὲ ἐπὶ τῷ πάθει ποιήσας καὶ ἀνασωσάμενος τὸν ἀπο‐ λωλότα ἄνθρωπον, ὃν ἔσωσεν, τῇ ἡμέρᾳ τοῦ κατὰ τὸ πάσχα σαββάτου κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, μηδένος ἐπιλειπομένου ἔτι ἔργου πρὸς ἐργασίαν τοῦ ἡμῖν σωτηρίου.145

36

Οὕτω δὲ καὶ ἰσημερίαν καὶ παρασκευὴν καὶ σάββατον κατὰ τὴν ἀρχαίαν τηρήσας ἐπὶ τῷ πάθει ἀκολουθίαν, »τῇ μιᾷ τῶν σαββάτων» ἐπιδείκνυσι τὸ τῆς ἀναστά‐ σεως φῶς, καὶ τοῦτο τῷ τοῦ χρόνου εἱρμῷ· αὕτη γὰρ ἦν
5πάλιν πρώτη τοῦ παντὸς χρόνου ἡμέρα, ἣν καὶ τότε τοῦ αἰσθητοῦ φωτὸς ἀρχὴν καὶ νῦν ἀκολούθως τοῦ τῆς ἀναστά‐ σεως νοητοῦ ἀρχαῖον προεστήσατο.

37

Ταῦτα δὲ πάντα τηρήσας κατὰ τὴν πρώτην δημιουργίαν, καὶ τὴν πλησιφαῆ σελήνην, ὡς ἔφαμεν, κατ’ ἐκείνην μετ’ ἰση‐ μερίαν ἐτήρησεν, ἔχει δέ τι καὶ αὐτὴ ἕτερον θαῦμα, δι’ ὃ τετήρηται. Ἐπειδὴ γὰρ ἤμελλε σκότος γίνεσθαι ἐπὶ τῷ τοῦ
5σωτῆρος πάθει, Ἕλληνες δὲ καθ’ ὑποδρομὴν σελήνης ἡλίου ἐκλείψεις φασίν, ἵνα μή τις τὴν θεοσήμειαν τέχνῃ ἑλληνικῇ διακρούσηται, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην παρεί‐ ληπται, ὡς ἄν, πλησιφαοῦς αὐτῆς ὡς ἐν πλάτει οὔσης κατὰ τὸ πάθος καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης
10δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος
οὐ τέχνης ἐμφαινομένης.147

38

Διὰ ταῦτα πάντα τὰς ἀρχαίας ἐπὶ τῷ νέῳ πάθει προθεσμίας ἐτήρησεν ὁ Χριστός· διὰ τοῦτο δὴ καὶ ἡμεῖς τηροῦμεν πάντας τοὺς χρόνους εἰς ἔνδειξιν τῶν μυστηριωδῶν λογισμῶν τὸ μίμημα περιέποντες. Ἀλλ’ ὁ μὲν σωτήρ, τὸ ἀληθινὸν
5ἐκτελῶν πάσχα ὑπὲρ τοῦ τῆς ἐπικρεμαμένης δίκης τοὺς πάντας ῥύσασθαι, εἰκότως οἷα ἐπ’ ἀληθινῷ καὶ κυρίῳ πάσχα πάντας τοὺς προειρημένους χρόνους μετ’ ἀκριβείας ἐν τῇ ἑβδομάδι κατὰ τὸ ἀρχαῖον συνήγαγεν, ἵνα τὴν ἀνακεφα‐ λαίωσιν ἀκριβῶς ἐκτελέσειεν· ἡμεῖς δέ, ἐπεὶ μὴ δύνανται
10εἰς ἀεὶ οὕτω συντρέχειν αἱ προθεσμίαι, μίμημα τοῦ ἀληθινοῦ πάσχα ποιοῦντες ὅση δύναμις τὸ μίμημα τῶν χρόνων περὶ τὸν τόπον συνάγομεν, τὴν ἀκριβῆ τῶν χρόνων κατάστασιν

39

τῷ πρωτοτύπῳ πάσχα τοῦ σωτῆρος παραχωρήσαντες. Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ’ ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον
5μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς
τύποις τὸ πάσχα ποιεῖν. Ἀκολούθως οὖν τῷ μιμήματι καὶ τοὺς χρόνους ἐν μιμήσει συνάγομεν ὅση δύναμις, καὶ ἰσημε‐ ρίαν καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην καὶ τριήμερον149
10περὶ τὸν τόπον ἀθροΐζοντες, τὴν μὲν τεσσαρεσκαιδεκάτην ἐξ ἀνάγκης κατὰ τὴν ἑβδομάδα, ὡς τὸ ἀρχαῖον διέδειξεν, καὶ αὐτὴν τὴν τριήμερον, τὴν δὲ ἰσημερίαν περὶ τὸν χρόνον τοῦ πάσχα, ὡς ἂν συνερχομένην.

40

Ὁ μὲν σωτὴρ τὸ κυριώτατον πάσχα ἐπιδειξάμενος ἀποτρόπαιον τῶν ἐπηρτημένων ἡμῖν κακῶν καὶ δαιμόνων καὶ εἰδωλολατρείας καὶ πάσης λύμης ἀπέφηνε καὶ ἐλευθέραν τὴν φύσιν ἡμῶν πρὸς τὴν τῆς μακαριότητος ἐπανάληψιν
5ἀπειργάσατο· ἐπειδὴ δὲ προσέταξεν ἐπὶ τῶν χρόνων καὶ τοῦ πάθους γινόμενος καὶ ἡμᾶς τοῦτο μιμουμένους ποιεῖν ἐπὶ συμβόλοις οἷς ἔδωκε φήσας· «Τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν», εἰκότως καθ’ ἕκαστον ἐνιαυτὸν ἐπὶ τῆς αὐτῆς ἀναμνήσεως μετ’ ἰσημερίαν γινόμενοι εἰς σωτηρίαν
10πάντων ἡμῶν καὶ ἀποτροπὴν τῶν ἐπιγινομένων κακῶν καὶ τῶν οὐρανίων χαρίτων μετάληψιν τὸν σωτῆρα μιμούμενοι τὸ

41

πάσχα ἀνύομεν ἐπὶ φανοτάτῃ φαιδρότητι τοῦ παντός. Διὰ ταύτην τὴν αἰτίαν τὴν τῶν αἱρετικῶν ἄγνοιαν καὶ τὴν τῶν Ἰουδαίων ἐπὶ τῷ τοῦ πάσχα μυστηρίῳ ἀπεδυσάμεθα, παραλαμβάνοντες ἀεὶ πρὸς τοῦτο ἰσημερίαν καὶ ζητοῦντες
5τὴν μετ’ ἰσημερίαν τεσσαρεσκαιδεκάτην καὶ οὕτω παρα‐ σκευὴν καὶ σάββατον καὶ κυριακὴν τὴν τοῦ κυρίου ἐπώνυμον, καθὰ πολλάκις ἐρρήθη, διὰ τὸ αὐτὸν τὸν κύριον ταύτας τὰς
προθεσμίας τετηρηκέναι ἐπὶ τὸ δεῖξαι τὸ τοῦ προβάτου αἴνιγμα, ὃ δὴ ὁ νόμος πάσχα ἐκάλει, ἐπ’ αὐτοῦ τελεσθὲν151
10εὐκαίρως ἀντεισαχθέντος.

42

Ὅρα δή, ἄδελφε, τὴν ἀνάγκην τοῦ πράγματος εἰς δεῖξιν τῆς ἀληθείας. Ἐκέλευσε Μωϋσῆς πρώτῳ μηνὶ τεσσαρε‐ σκαιδεκάτῃ σελήνης τὸ πρόβατον σφαγιάζεσθαι, ὃ δὴ τύπον τοῦ σωτῆρος οἱ προφῆται ἐβόων, ὅθεν δὴ καὶ παρέλαβον
5αὐτῷ τῷ σωτῆρι καὶ ἔλεγον· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν», διὸ θεασάμενος τοῦτον ὁ πρόδρομος Ἰωάννης ἐβόα· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσ‐
10μου». Ἐπεὶ οὖν ἀκόλουθον ἦν παρελθόντος τοῦ ἐναργοῦς παυθῆναι τὸν τύπον, οὐκ ἄλλην προθεσμίαν ἐν ἄλλῃ ᾔτησεν ὁ Χριστὸς ἢ τὴν τοῦ προβάτου σφαγήν, ὡς ἂν τὴν ἀντει‐

43

σαγωγὴν ἐπιδείξειεν. Διὰ τοῦτο συνάπτει μὲν πάντας τοὺς χρόνους, ὡς εἶπον, καὶ συντρέχει τῇ παρασκευῇ ἡ τεσσαρε‐ σκαιδεκάτη· καί, νόμου κελεύοντος «πρὸς ἑσπέραν» καὶ «ἀνὰ μέσον τῶν ἑσπερινῶν» τὸ πρόβατον σφάζεσθαι,
5καὶ ἡμέραν καὶ ὥραν τῆς σφαγῆς ἐπιτηρεῖ ὁ σωτήρ, ἡμέραν μὲν τὴν παρασκευήν, ἐν ᾗ ἐκτίσθη ὁ ἄνθρωπος, ὥραν δὲ τὴν
ἐννάτην, καὶ περὶ αὐτὴν τὴν ἐννάτην ἐπὶ σταυροῦ ἀποπνεῖ. «Πρὸς ἑσπέραν» μὲν γὰρ ἀπὸ τῆς ἑβδόμης ὥρας εἶναι φασὶ μετὰ τὴν ἕκτην, τὸ δὲ «ἀνὰ μέσον153
10τῶν ἑσπερινῶν», εἰ ἀπὸ ἑβδόμης ἄρξαιο, τὸ κέντρον τῆς ἐννάτης τετελεσμένον ἐστίν, ἐν ᾗ καὶ οἱ σοφοὶ τῶν Ἑβραίων ἱστοροῦσι τὸ πρόβατον θύεσθαι. Ἐν ταύτῃ οὖν τῇ ὥρᾳ τῆς σφαγῆς τοῦ προβάτου κατὰ τὴν παρασκευὴν ὁ σωτὴρ ἀποδοὺς τὸ πνεῦμα καὶ τὴν ἀντεισαγωγὴν τοῦ αἰνίγματος
15ἐπεδείξατο καὶ τὴν ἀνακεφαλαίωσιν διὰ τῆς τῶν χρόνων

44

ἁρμονίας σαφῶς ἐποιήσατο. Καὶ τοσαύτη ἦν ἡ ἀνάγκη τῆς ἀντεισαγωγῆς, ὥστε ἑορτῆς οὔσης τοῦ πάσχα οὐκ ἠδυνήθησαν Ἰουδαῖοι εἰς τιμὴν τῆς ἑορτῆς μεταθεῖναι τὸ ἄγος, ὃ δὴ καὶ ἄλλοι ἂν ἐποίησαν, ἀλλ’ ἅπαξ πρὸς τὸν φόνον ἑκουσίως
5ὁρμήσαντες ἔσχον τὴν δίκην συγχρωμένην τῇ ὁρμῇ, ὡς οὐκ ᾔδεσαν, πρὸς τὴν τῆς ἀντεισαγωγῆς φανοτάτην ἐκκάλυψιν.

45

Τηρεῖται δέ σοι καὶ τῆς πλησιφαοῦς σελήνης ἡ κατὰ τὸ πάθος αἰτία, ὅτι, ἐπείπερ ἤμελλεν ὁ ἥλιος τοῦ τοιούτου γινομένου κατὰ τοῦ σωτῆρος ἄγους σκοτίζεσθαι ἀπὸ ἕκτης ὥρας ἕως ἐννάτης καὶ τὰς ἑαυτοῦ ἀκτῖνας καθάπερ ὀφθαλμοὺς
5ἀναστρέφειν, ἵνα μὴ ἴδῃ τὸ ἄγος, ἡ πλησιφαῆς 〈πρὸσ〉 τὸ πάθος ὡρίσθη, ὡς ἂν μὴ ἔκλειψις ἡλίου καθ’ ὑποδρομὴν
σελήνης τοῖς Ἕλλησι νομισθῇ, ἀλλ’ ἐπὶ τοσοῦτον διεστη‐ κυίας αὐτῆς τοῦ ἡλίου ἀνάγκη 〈ἐπὶ〉 τοῦ παθόντος ὁμολογη‐ θῆναι συμβῆναι τὸ σκότος τὸ «ἀπὸ τῆς ἕκτης ὥρας»155
10κατὰ τὴν τῶν εὐαγγελίων ἱστορίαν ἐπὶ τῷ τοῦ σωτῆρος πάθει γινόμενον. Καὶ προφητικῶς ἄνωθεν προλαβὼν ἐβόα· φησὶ γοῦν Ἀμώς· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείν, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς»· καὶ ἐπειδὴ ἤμελλεν
15ἡ ἡμέρα αὕτη μερίζεσθαι φωτὶ καὶ σκότει, Ζαχαρίας αὖθις ἄλλος προφήτης φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρί· καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς», καὶ ὅλην αὐτὴν ἀμφίβολον ποιεῖ

46

τῇ παρὰ μέρος διαδοχῇ τοῦ σκότους καὶ τοῦ φωτός. Καὶ ἐπειδὴ ὁ προφήτης ἐβόα ὅτι σκοτισθήσεται ὁ ἥλιος μεσημ‐ βρίας καὶ ἐνίοτέ τινες ἤμελλον ἀπιστεῖν εἰ ἀληθῶς γέγονε τοῦτο ἐπὶ τοῦ σωτῆρος ἢ οὐ, ἔστιν ὑπὸ τοῖς σοῖς ὀφθαλμοῖς
5ἄρτι ὁρώμενον μέγα τεκμήριον, ἵνα ἐκ τοῦ τεκμηρίου τὴν ἀποκατάστασιν βλέπων ζητήματος ἀπαλλάττοιο. Τί οὖν παρακολουθεῖ σήμερον; Ἵνα δειχθῇ ἡ δεσποτικὴ φωνὴ πρὸς Ἰουδαίους ἀπειλῶν, φησὶν ὁ Ἀμὼς τὸ πάθος τοῦ σωτῆρος τοῦ ἀγαπητοῦ τοῦ θεοῦ προβαλλόμενος καὶ τὴν αὐτῶν
10παρανομίαν ἀντιτιθείς· «Δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβάσω ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ157
15θήσομαι αὐτοὺς ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτῶν ὡς ἡμέραν ὀδύνης». Τοῦ γὰρ δῦναι τὸν ἥλιον μεσημβρίας σημεῖα τέθεικε μεταστροφὴν τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, καὶ ταῦτα πάντα διὰ τὸν ἑαυτοῦ ἀγαπητὸν ἔφη ὁ θεὸς ποιήσειν· τοιοῦτον γὰρ πένθος,
20φησίν, ἔσται καὶ τοιαύτη ἀνάγκη δίκης, οἷα ἀναλογήσει πρὸς

47

τὴν τοῦ ὑβρισθέντος ἀγαπητοῦ ἀξίαν. Ὅρα τοίνυν· εἰ μή, ἐξ οὗ πέπονθεν ὁ σωτήρ, παρακολουθεῖ τὰ πάθη, εἰ μὴ μετε‐ στράφησαν εἰς πένθος αἱ ἑορταὶ αὐτῶν, εἰ μὴ αἱ ᾠδαὶ αὐτῶν εἰς θρῆνον, οὐκ ἔδυ ὁ ἥλιος μεσημβρίας· εἰ δὲ συνορᾷς τὸ μέγα
5θαῦμα, ὅτι ἐν ἑορτῇ μὲν τοῦ πάσχα ἐσταυρώθη ὁ Χριστός, ἡ δὲ δίκη τούτου χάριν μετέβαλεν εἰς πένθος τὰς ἑορτάς, Ῥωμαίων μὲν ἐπελθόντων, τῶν δὲ Ἰουδαίων συμφυγόντων ἁπάντων ὥσπερ εἰς κοινὴν παγίδα τὴν Ἱερουσαλὴμ καὶ ἐν αὐταῖς ταῖς ἑορταῖς, ὡς ἡ ἱστορία φησίν, ξίφει καὶ πυρὶ
10καὶ λιμῷ καὶ οἰμωγαῖς ἀνηνύτοις δαπανηθέντων, ὡς ὑπὸ τοσούτων κακῶν ἐστοιχισμένων αὐτῶν ῥητῶς ἀποβῆναι τὴν μεταβολὴν καὶ τῶν ἑορτῶν εἰς πένθος καὶ τῶν ᾠδῶν εἰς θρῆνον, δῆλον ὅτι, τούτων ἐκβεβηκότων ἐπ’ ὄψεσιν, ἔδυ ὁ ἥλιος μεσημβρίας· τοῦτο γὰρ σημαίνει τὰ εἰρημένα. Διετῆ159
15γοῦν χρόνον ὁ πόλεμος καὶ τοὺς Ἰουδαίους ἐπὶ πένθει ἀνάλωσε καὶ ἄχρι τῆς σήμερον τῆς Ἰουδαίας τὸ πένθος παρέτεινεν. Ποῦ γὰρ ὁ ναός; ποῦ ἡ ἱερωσύνη; ποῦ ἡ βασι‐ λεία; ποῦ τὸ ὁρμητήριον; ποῦ ἡ τοῦ νόμου πόλις; Πάντα οἴχεται, πάντα ἀπέσβη, πάντα ἐκ βάθρων ἦρται 〈καὶ〉
20δύναντος τοῦ ἡλίου εἰς πένθος μετέβαλεν.

48

Ἐπειδὴ οὖν ταῦτα μεγάλων μυστηρίων χάριν ἐπράττετο ἐπὶ τοῦ σωτῆρος πάσχοντος, διὰ τοῦτο καὶ ἡμεῖς καθ’ ἕ‐ καστον πάσχα τοῦ μυστηρίου τὴν σημασίαν ἀνανεοῦσθαι πειρώμενοι καὶ τὰς προθεσμίας συνάγομεν ὅση δύναμις,
5καὶ παραλαμβάνομεν καὶ τὴν τεσσαρεσκαιδεκάτην, οὐ μόνον διὰ τὰς λοιπὰς θεωρίας τὰς εἰρημένας καὶ τὰς μὴ ῥηθείσας, ἀλλὰ καὶ διὰ τὸ δῦναι τὸν ἥλιον μεσημβρίας, ἵνα φαίνηται οὐ τέχνης ἑλληνικῆς ἀλλὰ δίκης ἔργον τὸ σκότος, ὡς πολλάκις ἐρρήθη, οὐχ ὑποδραμούσης σελήνης ἀλλὰ κατὰ διάμετρον
10τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ καὶ οὕτως, ὡς ἄν τις εἴποι, κινουμένης γινόμενον, ἵνα ᾖ σημεῖον τοῦ συμβεβηκότος θαύματος ἡ τεσσαρεσκαιδεκάτη τοῖς πᾶσιν αἰώνιον, —
παραλαμβάνομεν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν διὰ τὰς προρρηθείσας αἰτίας, καὶ ὁλόκληρον τοῦ μυστηρίου161
15τὴν θεωρίαν τῇ τῶν προθεσμιῶν συνδρομῇ ἐκτελοῦντες καὶ τὴν τῶν Ἰουδαίων ἄνοιαν καὶ τὴν τῶν μὴ τοῦτον τὸν τρόπον ἀσμενιζόντων αἱρετικῶν μανίαν ἀποπεμπόμεθα, καὶ χαρα‐ κτῆρα ὁλοτελῆ τῆς τοῦ παντὸς ἀνακεφαλαιώσεως ἐπὶ τῇ τοῦ πάσχα ἱερᾷ τελετῇ προβαλλόμεθα. Ἐν ὅλαις γὰρ ταῖς
20προθεσμίαις ταύταις τοῦ Χριστοῦ παθόντος, ἀνάγκη καὶ ἡμᾶς ὡσαύτως ποιεῖν τὸ πάσχα ὅση δύναμις, καί, εἴ τι ἂν τούτων λείποι, σκάζει κινδυνωδῶς ἡ μίμησις.

49

Ἐπεὶ οὖν ἀρκούντως περὶ τούτων ἀκήκοας, ἀναγκαῖον ἂν εἴη λοιπὸν καὶ τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν νῦν ἡ τοῦ πάσχα παράτασις γίνεται, ὅπερ ἀρξάμενος τοῦ λόγου ἐπήγγελμαι. Εἰρήκαμεν, ἄδελφε, ὅτι δεῖ ἐπὶ τῷ πάθει καὶ τὴν ἐαρινὴν
5ἰσημερίαν καὶ τὴν τεσσαρεσκαιδεκάτην κατὰ σελήνην, οὐ πρὸ ἰσημερίας, καὶ τὴν παρασκευὴν καὶ τὸ σάββατον καὶ τὴν κυριακὴν συλλαμβάνειν. Ἐὰν οὖν ποτε συμβαίῃ τὴν
τεσσαρεσκαιδεκάτην κατὰ σελήνην πρὸ ἰσημερίας ἐμπίπτειν, ἐκείνην μὲν ἀκυροῦμεν, ἄλλην δὲ ζητοῦμεν τὴν ὀφείλουσαν163
10μετ’ ἰσημερίαν γενέσθαι, καὶ συμβαίνει ἐν τούτῳ μῆνα ἐμβόλιμον παρεμπίπτειν εἰς γένεσιν τῆς μετ’ ἰσημερίαν τεσσαρεσκαιδεκάτης.

50

Νῦν δέ, ἄδελφε, εἰς τοῦτο τὸ προκείμενον ἡμῖν πάσχα ἡ τεσσαρεσκαιδεκάτη ὡς πρὸ δύο ἡμερῶν τῆς ἰσημερίας ἐμπίπτει καὶ ἄκυρος γίνεται· διὸ ζητοῦμεν τελέσαι τὸν μῆνα τῆς σελήνης καὶ τὴν ἐπιοῦσαν τεσσαρεσκαιδεκάτην
5παραλαβεῖν, ἵνα ἐν ταύτῃ τὸ πάθος κατὰ μίμησιν τοῦ σωτῆρος ἀπεργασώμεθα· μηνὸς οὖν ἐμβολίμου χρῄζομεν.

51

Ἀλλ’ ὥσπερ ἐθεασάμεθα ὅτι, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐὰν ἐμπέσῃ, οὐ ταύτης ἀλλὰ τῆς μετ’ ἰσημερίαν ἁρμοζόντως δεόμεθα, οὕτω πάλιν, κατὰ σελήνην τεσσαρεσκαιδεκάτῃ τῆς κυριακῆς συνελθούσης, οὐκ
5ἄγομεν ταύτην τὴν κυριακὴν ἀναστάσιμον, ἀλλὰ τῆς ἑξῆς κυριακῆς χρῄζομεν, ὅτι ἡ μὲν τεσσαρεσκαιδεκάτη πάθους ἐστίν—ἐν γὰρ ταύτῃ πέπονθεν ὁ Χριστὸς τῇ παρασκευῇ συνελθούσῃ καί, ὥσπερ τὴν παρασκευὴν ἀναστάσιμον οὐ γνωρίζομεν, οὐδὲ τὴν τεσσαρεσκαιδεκάτην συζυγοῦσαν
10αὐτῇ—, ἡ δὲ ὀφείλουσα ἐπὶ τῇ ἀναστάσει ὁρίζεσθαι κυριακὴ καθαρὰ παθητικῆς ἡμέρας ὑπάρχειν τέτακται. Ἐὰν οὖν
συμπέσῃ αὐτῇ ὁ παθητικὸς τῆς τεσσαρεσκαιδεκάτης ἀριθμός, ταύτην ἀφέντες τὴν ἑξῆς ὡς καθαρὰν πάθους μεταδιώκομεν. Προκειμένου γὰρ ἡμῖν τοῦ κατὰ τὸν σωτῆρα ἐπὶ τῷ πάθει165
15καὶ τῇ ἀναστάσει μιμήματος, ἀεί ποτε τὴν κυριακήν, ἣν μέλλομεν ἐπὶ τῇ ἀναστάσει ὁρίζειν, ἐλευθέραν πάθους ὡς ὁ δεσπότης διαφυλάττομεν, ἐπὶ τὰς πρὸ ταύτης τὸ πάθος λαμβάνοντες. Ἐπειδὴ τοῦτο τεθέασαι, πρόσχες λοιπὸν ὃ λέγω.

52

Πρὸ δύο ἡμερῶν νῦν ἐμπίπτει, ὡς ἔφην, ἡ τεσσαρεσκαι‐ δεκάτη κατὰ σελήνην τῆς ἰσημερίας· ἀνάγκην ἔχομεν ταύτην μὲν παρεῖναι, τὴν δὲ μετὰ ταύτην τεσσαρεσκαιδε‐ κάτην ὡς μετ’ ἰσημερίαν ἐκδέχεσθαι· ἀλλ’ αὐτὴ πάλιν ἡ
5ἁρμόζουσα τεσσαρεσκαιδεκάτη μηνὸς ἑβδόμου εἰκάδι ἕκτῃ συντρέχει [ἐπειδὴ] καὶ κυριακῇ συμπίπτει. Ἐπεὶ οὖν ἡ τεσσαρεσκαιδεκάτη αὐτῇ τῇ κυριακῇ συμπίπτει, τὴν τῆς ἀναστάσεως ἑορτὴν εἰς τὴν ἑξῆς κυριακὴν μετατίθεμεν τοῦ παθητικοῦ ἀριθμοῦ ἐλευθέραν εὑρημένην, καὶ οὕτω τῇ εἰκάδι
10ἕκτῃ τοῦ ἑβδόμου μηνὸς ἑβδομάδα ἐπισυνάπτοντες εἰς δευτέραν ὀγδόου μηνὸς τὴν ἀναστάσιμον ἄγομεν. Καὶ αὕτη ἐστὶν αἰτία τῆς παρατάσεως.

53

Εἰ δέ τις ἀντιλέγειν ἐθέλοι περὶ τοῦ εἰκάδι ἕκτῃ τοῦτι ἑβδόμου μηνὸς νῦν αὐτῇ τῇ κυριακῇ τὴν τεσσαρεσκαιδεκάτην συμβαίνειν, στελλέσθω ἐπισκεψόμενος τὴν ἀντίρρησιν, εἰ βούλεται, καὶ τοὺς σοφοὺς τῶν Ἑλλήνων πρὸς τοῦτο παρα‐
5λαβὼν μάρτυρας ὅτι ὅλην τὴν κυριακὴν καὶ ταύτην καὶ τὴν μετ’ αὐτὴν νύκτα ἕως ἐγγὺς εἰς τὴν ἐπιοῦσαν δευτέραν ἡ τεσσαρεσκαδεκάτη καταλαμβάνει.167

54

Καὶ μηδεὶς λεγέτω ὅτι οὐδέποτε ἐπὶ τοσαύτῃ παρατάσει τὸ πάσχα γεγένηται. Καὶ τούτου πολλοὺς ἔχομεν μνήμονας μάρτυρας. Ἔπειτα τὰ οὐδέποτε ἀληθῶς οὐδέποτε ἐπιστήμῃ ἁρμόζει, ἀλλ’ ἀεὶ ὁ λόγος ζητεῖται τῆς ἐπιστήμης καὶ
5πολλάκις ταχὺ γίνεται πολλάκις ταχύτερον καὶ πάλιν βραδύτερον, καὶ οὐδεὶς ἐπιστήμων τῇ ἀνωμαλίᾳ προσέχει τῶν χρόνων ἀλλὰ τῇ ἁρμονίᾳ τῶν λόγων. Ποσάκις, νομίζεις, ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐρρήθη τὸ «Οὐδέποτε γέγονε», καὶ ἡ τέχνη κρατεῖ. Τί δὲ καὶ τὸ παραλλάττον ἐστίν; Οἱ μὲν
10γὰρ αἰτιώμενοι ὁμολογοῦσιν εἰκάδι ἐννάτῃ ἑβδόμου μηνὸς γεγενῆσθαι πάσχα πολλάκις. Λοιπὸν οὖν ἐστι περὶ τριῶν ἡμερῶν ἢ τεσσάρων, ἃς ὀκνοῦσι παραχωρῆσαι τῇ ἐπιστήμῃ. Ποῦ οὖν λοιπὸν ἡ ἐκ παραδόξου τῆς παρατάσεως ἀπορία;

55

Ἀλλὰ θαυμάζουσιν ὅτι ἀνωμάλως οὕτως ὅσον ἐπί γε τῷ χρόνῳ γίνεται τὸ πάσχα. Ἀλλὰ τοῦτο θαῦμα οὐκ ἔστιν ἐπιστημόνων. Εἶδες, ἄδελφε, ποιητικοὺς κόσμους ἢ τραγικοὺς στίχους πῶς οἳ μέν εἰσι κόνδοι, οἳ δὲ κονδότεροι, οἳ δὲ ἐπὶ
5πλεῖον ἐκτεταμένοι. Τούτους οἱ ἀμαθεῖς πάντως θαυμάζουσιν ὡς ἁπλῶς οὕτω διακειμένους· ὁ μεντοὶ τεχνίτης ὁ μέτρων
ἁρμονίαν εἰδὼς οἶδε τὸ ὁμαλὸν τῆς τέχνης, κἂν ἡ ὄψις τῶν169

56

στίχων ἀνώμαλος φαίνηται. Αὐτίκα γοῦν, ἄδελφε, νῦν μὲν γίνεται δευτέρᾳ ὀγδόου ἡ ἀναστάσιμος, εἰς δὲ τὸ ἐπιὸν ἑπτακαιδεκάτῃ ἑβδόμου μηνὸς γίνεται, καὶ πάλιν εἰς τὸ ἑξῆς ἐννάτῃ ἑβδόμου μηνός, καὶ αὖθις εἰς τὸ τρίτον ἔτος
5εἰκάδι ἐννάτῃ τοῦ 〈αὐτοῦ〉 μηνὸς ἡ ἀναστάσιμος γνωρισθή‐ σεται, καὶ οὐδεὶς πρὸς ταῦτα βλάπτεται, οὐδεὶς πρὸς ταῦτα λυπεῖται, ἀλλ’ ἕκαστος τὴν ἁρμονίαν ζητεῖ τῆς τέχνης καὶ τῷ τῆς ἐπιστήμης λόγῳ εὐφραίνεται.

57

Ὅλον γάρ ἐστι τὸ σκοπούμενον, ἵνα μὴ ἡ τεσσαρε‐ σκαιδεκάτη κατὰ σελήνην πρὸ ἰσημερίας ἐαρινῆς γένηται, καὶ ἡ πρὸς τὴν ἀναστάσιμον ὁριζομένη κυριακὴ ἐλευθέρα τῆς τεσσαρεσκαιδεκάτης ὑπάρχῃ, δι’ ἣν καὶ τὰ ζητήματα
5τοῖς οὐκ ἀκριβοῦσι τὴν ψῆφον ἐπιφύεται. Δεῖ μὲν γὰρ τὴν τεσσαρεσκαιδεκάτην ἐν τῇ ἑβδομάδι πρὸ τῆς ὁριζομένης ἀναστασίμου συμβῆναι, ἀλλ’ ἐὰν μὲν εἰς τὸ πλάτος τῆς ἑβδομάδος συμπέσῃ, εὐπέτεια τῆς εὑρέσεως ὑπανοίγεται, ἐὰν δὲ τῇ κυριακῇ ἡμέρᾳ ἐμπίπτῃ, ἐν ταύτῃ ἀκριβοῦς ἐπι‐
10στασίας χρεία· οἱ γὰρ μὴ ζητοῦντες ἐνίοτε οὐ τεσσαρεσκαι‐ δεκάτην ἀλλὰ πεντεκαιδεκάτην κατὰ σελήνην ὑπάρχειν τὸ σφάλμα ἐργάζονται, ὃ δὴ καὶ ἐπὶ τοῦ παρόντος συμβέβηκεν.

58

Πάνυ οὖν ὀφείλομεν ἑστάναι καὶ γνωρίζειν ὅτι καὶ νῦν ἡ παράτασις ἐναρμονίως γίνεται. Ταῦτα γνωρίζειν ὀφείλομεν, καὶ πρὸ τῆς ἐρχομένης ἑβδομάδος καθαρὰν ἐχέτω τὴν
γνώμην καὶ γινωσκέτω ταύτην πρώτην εἶναι τῶν ἑπτὰ171
5ἑβδομάδων ὀφείλουσαν νηστευθῆναι. Ἡμεῖς δὲ ἐπὶ τούτῳ τὸν τῆς ἐπαγγελίας λόγον πεπληρώκαμεν, μόνον ἐὰν παρα‐ μείνῃ τῇ μνήμῃ τῶν λεγομένων ἡ δύναμις. Δῴη δὲ ὁ θεὸς καὶ τὰ μυστήρια πάντα φυλαχθῆναι ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὑμᾶς ἐν Χριστῷ, μεθ’ οὗ ἀναφέρεται δόξα τῷ θεῷ καὶ
10πατρὶ σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοῦς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.173