TLG 2062 264 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha (sermo 5) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum pascha (sermo 5) [Sp.] Citation: Vol — pg — (ln) | ||
59.731(68t) | Εἰς τὴν αὐτὴν ὑπόθεσιν εʹ. | |
69 | αʹ. Ἐν Ἰουδαίοις οἱ τύποι, παρ’ ἡμῖν δὲ ἡ ἀλήθεια. Σκιὰν | |
---|---|---|
70 | γὰρ, φησὶν, ὁ νόμος εἶχε τῶν μελλόντων ἀγαθῶν· | |
καὶ, Ὁ νόμος, φησὶ, διὰ Μωϋσέως ἐδόθη· ἡ χάρις | Column end | |
59.732(65) | γὰρ καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐδὲ γὰρ τὰ Ἰουδαίων ἀλλότρια Χριστοῦ, τυπικὴν δὲ καὶ | |
σκιώδη τὴν πρὸς Χριστὸν εἶχεν οἰκείωσιν· ἐτηρεῖτο δὲ | 731 | |
59.733 | τῇ κατὰ πρόσωπον αὐτοῦ παρουσίᾳ ἡ τελείωσις, καὶ ἡ σαφὴς αὐτοψία τῶν πραγμάτων, ὅτε καὶ ἡ αὐτοψία τοῦ βασιλέως. Καὶ γάρ τις εἰκόνα γράφων, σκιογραφεῖ πρῶ‐ τον, εἶτα τοῖς χρώμασι τελειοῖ τὴν γραφήν· καὶ ἔστιν | |
5 | ἕτερον μὲν τῆς σκιᾶς ἡ εἰκὼν κατὰ τὸ φαινόμενον, ταὐ‐ τὸν δὲ κατὰ τὸν ὑποκείμενον τοῖς χρώμασι χαρακτῆρα. Σκόπει δή μοι διὰ τῶν σκιῶν τὰ ἀληθινὰ, καὶ θεώρει διὰ τύπων τὰ δηλούμενα, καὶ ἐκ τῶν μικρῶν πρὸς τὰ μεγάλα πρόϊθι· καὶ μή μοι περὶ γῆν ἀπομείνῃς, ἐλευ‐ | |
10 | θερίας ἔθνους ἑνὸς τῆς ἀπὸ τυράννου, καὶ σωτηρίας παι‐ δίων τῆς προσκαίρου, καὶ μετοικίας τῆς ἀπὸ γῆς εἰς γῆν ἐπιτελῶν ὑπομνήματα. Οὐδὲ γὰρ τὰς Ἑλλήνων ἑορτὰς εὑρήσεις πάνυ τι τῶν τοιούτων ἀφεστηκυίας ὑπομνημά‐ των. Ἑορτάζουσι γάρ τοι καὶ ἐκεῖνοι νόσων ἀποφυγὰς, | |
15 | καὶ τυραννίδων ἐλευθερώσεις, ἀποικίας τε καὶ πόλεων κτίσεις, καὶ νίκας πολέμων, καὶ τὰ τοιαῦτα, ὅσα γήϊνα καὶ πρόσκαιρα λαμβάνοντες εἰς ὑπόθεσιν ἑορτῶν. Ἤδη τὰ μεγάλα μνησθῆναι δεῖ, τὰ θεῖα καὶ ὄντως Θεοῦ δῶρα, καὶ μεγάλην τὴν αἰωνίαν ἑορτάζουσιν ἑορτὴν, ἐλευθέρω‐ | |
20 | σιν ἐκ δαιμόνων ἀντικειμένων πολεμούντων πρὸς τὸ ἀγαθὸν, ἀφελκόντων ἀπὸ τῆς Θεοῦ βασιλείας, σωτηρίαν οὐ πρὸς βραχύν τινα βίον, ἀλλὰ πρὸς αἰωνίαν διαμονὴν, μετοικίαν ἀπὸ γῆς εἰς οὐρανὸν κατὰ τὴν παροῦσαν πο‐ λιτείαν, καὶ εἰς αἰωνίαν κτῆσιν κατὰ τὴν μέλλουσαν ἀνά‐ | |
25 | στασιν. Αἴγυπτος ἔθλιβεν Ἰουδαίους ἐλευθέρους ὄντας ἐκ πατέρων, ὑποβαλοῦσα δουλείας ζυγῷ, πλινθουργεῖν καὶ πόλεις κατασκευάζειν ἀναγκάζουσα. Σύμβολον τοῦτο θλίψεως κοσμικῆς, ἐν ᾗ κατεπονεῖτο τὸ γένος τὸ ἀνθρώ‐ πινον, ἀποπεσὸν τῆς παρὰ Θεοῦ τρυφῆς τε καὶ ἐλευθε‐ | |
30 | ρίας, περὶ τὴν γηΐνων ἐργασίαν διαπονούμενον, καὶ τὰς σκηνὰς ἀπολλυμένας κατασκευάζον· ὅτι μηδὲν τῶν ἐν ἀνθρώποις μόνιμον μηδὲ ἀσφαλὲς, ἀλλὰ πάντα φθειρό‐ μενα χειρῶν ἀνθρωπίνων ἔργα, καὶ χρόνου παραναλώ‐ ματα. Ἐλευθερῶσαι τῆς δουλείας ταύτης ὁ Θεὸς βούλε‐ | |
35 | ται, καταπονούμενον τὸ ποίημα τὸ ἴδιον οἰκτείρας, ὥσπερ εἶδε τὴν κάκωσιν τῶν υἱῶν Ἰσραὴλ, ἐλευθεροῖ διὰ κτή‐ σεως. Ἑκουσίως γὰρ εἰς Θεὸν ἐπανελθεῖν δεῖ τοὺς ἑκου‐ σίως ἀποπηδήσαντας. Πέμπονται δοῦλοι νόμον κομίζον‐ τες, διὰ νόμου πρὸς δικαιοσύνην παρακαλοῦντες, διὰ | |
40 | δικαιοσύνης πρὸς Θεὸν ὁδηγοῦντες, μικρὰς ἔτι κολάσεις ταῖς ἀντικειμέναις δυνάμεσιν ἐπάγοντες, οὔπω τέλεον ὄλεθρον ἐν μέρει κομίζοντες, τοὺς ἀσεβεῖς οὔπω παντε‐ λῶς ἐξαλείφοντες. Τοῦτο γὰρ ἐφυλάττετο τῇ τοῦ Δεσπό‐ του παρουσίᾳ μετὰ τοὺς δούλους παραγινομένου. Τύποι | |
45 | δὲ τούτων καὶ σύμβολα, Μωϋσῆς ἀποστελλόμενος πρὸς Ἰουδαίους μετὰ Ἀαρὼν τοῦ ἀδελφοῦ, καλῶν ἐπὶ λατρείαν Θεοῦ, μαστιγῶν Αἴγυπτον πληγαῖς μερικαῖς ὑπὲρ τοῦ δουλουμένου καὶ θλιβομένου λαοῦ. Ἀλλὰ γὰρ τούτων γι‐ νομένων, ἔτι καὶ ὁ Ἰσραὴλ ἐν Αἰγύπτῳ, καὶ ὁ βασιλεὺς | |
59.733(50) | τῶν Αἰγυπτίων χώραν εἶχε τοῦ θεομαχεῖν. Ἐννέα πλη‐ γαὶ, καὶ τέλος οὔπω τοῦ πράγματος. Τὴν τελευταίαν ἐπαχθῆναι δεῖ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, καὶ ἅμα ταύτῃ ἐξιέναι τὸν Ἰσραήλ. Ἐνταῦθα πρόβατον θύεται, καὶ αἱ τῶν οἰκιῶν εἴσοδοι τῶν Ἑβραϊκῶν τῷ αἵματι | |
55 | χρίονται, καὶ τὰ πρωτότοκα τῶν Ἰουδαίων ἐκφεύγει τὴν τοῦ θανάτου πληγὴν διὰ τὸ τοῦ αἵματος σύμβολον. Ἐσθίουσι τὸ πρόβατον Ἰουδαῖοι σὺν ἀζύμοις καὶ πικρί‐ σιν. Ἐξίασιν ἐξ Αἰγύπτου· ἐπιδιώκει Φαραὼ καὶ οἱ λει‐ πόμενοι τῶν Αἰγυπτίων· ἐπὶ τὴν θάλασσαν ἔρχονται τὴν | |
60 | Ἐρυθράν. Αὕτη δέχεται μὲν τὸν τῶν Ἑβραίων στρατὸν διαιρεθεῖσα δυνάμει Θεοῦ, καὶ ῥάβδῳ Μωϋσέως· κατα‐ ποντίζει δὲ τὴν Αἰγυπτιακὴν δύναμιν ἐπεισελθοῦ‐ σαν. Προβατόν σοι Χριστὸς ἐπ’ ἐξόδῳ τῇ ἀπὸ κόσμου, καὶ σὲ συμμετατίθησιν εἰς οὐρανὸν ἀναβαίνων· ἀναβιβά‐ | |
65 | ζει καὶ σὲ ἐπὶ τὴν αἰωνίαν ζωήν. Μετάγων τὸν ἄνθρω‐ πον τὸν ἐκ Δαυῒδ γεγονότα, συμμετάγει τοὺς ἀκολου‐ θοῦντας, τοὺς ὑπηκόους καὶ πειθηνίους, τοὺς μηκέτι Φαραὼ φοβουμένους, μηδὲ δηλῶς ἐναπομένοντας ταῖς δουλικοσμικαῖς καὶ κακοπαθείαις γηΐναις, διὰ τὴν ὀλίγην | |
70 | καὶ δριμεῖαν ἡδονὴν, ἧς τύπον εἶχεν ὁ Ἰσραὴλ τὴν τῶν κρεῶν καὶ κρομμύων καὶ σκορόδων βρῶσιν ἐν Αἰγύπτῳ. Τοιαύτη γὰρ ἡ κατὰ κόσμον ἡδονὴ, δριμυτάτην τῶν με‐ ριμνῶν πόλιν ἔχουσα συμπεπλεγμένην, σαρκικὴν δὲ καὶ θηριώδη τὴν πλησμονήν. Ἐξιόντι δέ σοι τῆς κοσμικῆς | |
75 | ζωῆς, ἀρχὴ ζωῆς ἀληθινῆς γίνεται· ὥσπερ ἐκείνοις ἀρχὴ μηνῶν τὸ πάσχα τὸ τυπικόν. Νῦν γὰρ ἀρχὴ [τοῦ] ζῇν, ὅτε ἀποτάσσῃ τῇ κοσμικῇ καὶ γηΐνῃ ζωῇ· νῦν εὑρί‐ σκεις τί τὸ ἀληθινὸν ζῇν, τὸ ἐν πνεύματι. Θύεται Χρι‐ | |
στὸς, ὥστε γινώσκεις τὴν θυσίαν αὐτοῦ τὴν ὑπὲρ σοῦ | Column end | |
59.734 | γενομένην. Τότε σοι πληροῦται τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Καὶ ἡ μὲν ἠπιότης ἐν αὐτῷ σώζει τοῦ προβάτου τὴν πρωτοτύπωσιν· ἡ δὲ εἰς ὕψος ἄνοδος, καὶ | |
5 | οὐκ ἐν τοῖς κάτω κατάσχεσις, ἀποσώζει τοῦ ἐρίφου τὴν ἐπὶ τὰ ὑψηλὰ πορείαν. Αἶγες γὰρ ἐπὶ τὰ ὑψηλότερα καὶ δύσβατα πηδῶσί τε καὶ ἀναβαίνουσιν. Ὑψηλῶν δὲ ἀν‐ θρώπων καὶ δυσβάτων ἦν οὐρανὸς, ἀφ’ ἧς ἡμέρας καταπέπτωκε σφαλεὶς ἀπὸ τῆς θείας ἐντολῆς, σαρκὶ | |
10 | δουλεύσας καὶ Πνεύματος ἁγίου χωρισθείς. Ἀναβαίνει δὴ καὶ ἀναβιβάζει σε τὸ θεῖον ἱερεῖον τυθὲν ὑπὲρ σοῦ. Μετὰ σοῦ γὰρ ἀπέθνησκεν, ἵνα σὺ ζήσῃς ἐν αὐτῷ. Αἷμα δέ σοι τὸ τοῦ ἀμνοῦ σωτήριον, ἐὰν προσέλθῃς τῷ αἵματι πιστῶς, ἐὰν τὰς αἰσθήσεις τὰς ἑαυτοῦ καὶ τὰς ἐννοίας, | |
15 | δι’ ὧν εἰσέρχεται θάνατος ἁμαρτίαν προσεισπέμπων, ταύτας τῇ πίστει τοῦ αἵματος οἱονεὶ χρίσῃς, καθάπερ ὁ Ἰσραὴλ ἔχριε τὰς εἰσόδους τῷ αἵματι. Ἐὰν γάρ σοι μὴ ἐπεισέλθῃ διὰ τῶν ὀφθαλμῶν ἐπιθυμία, διὰ τῆς ἀκοῆς, διὰ τῆς ὀσφρήσεως, διὰ τῆς γεύσεως, διὰ τῆς ἁφῆς, καὶ | |
20 | μετὰ ταῦτα διὰ τῶν λογισμῶν, οὐ κρατεῖ σου θάνατος, ἀλλὰ φέρων ἐν τῷ σώματι τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἔχεις καὶ τὴν ζωὴν ἐν τῷ σώματί σου φανερουμένην, καὶ οὕτως ὑπερβήσεται ὁ θάνατος ὁ ἐκ τοῦ πρωτοπλά‐ στου Ἀδὰμ, ὡς τὰς Ἑβραίων οἰκίας ὑπερέβαινεν ὁ τῶν | |
25 | πρωτοτόκων ὄλεθρος. Διὸ καὶ τῆς ἐπὶ τούτοις ἑορτῆς ὄνομα πάσχα σημαῖνον ὑπέρβασιν. Ἄμωμόν σοι τὸ πρό‐ βατον· ἄμωμος γάρ σοι Ἰησοῦς· Ὃς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐ‐ τοῦ. Τέλειον ἄρσεν. Ἡ γὰρ τελείωσις τῆς δικαιοσύνης | |
30 | παρὰ τῷ μόνῳ ἀληθινῷ βασιλεῖ. Ἐνιαύσιόν τε τὸ πρό‐ βατον αἰωνίου τύπος Χριστοῦ. Σύμβολον γὰρ αἰῶνος ἐνιαυτὸς, ὁ αὐτὸς ἐν παντὶ αἰῶνι πολλάκις ἀνακυκλού‐ μενος, καὶ τὰς πάσας τροπὰς ἔχων ἐν ἑαυτῷ, τοῦ καινοῦ τύπος ἀνθρώπου, ἐν ᾧ τὸ παλαιὸν τῆς ἡμετέρας ἀνθρω‐ | |
35 | πότητος εἰς καινότητα μεταβέβληται· Ἐνδύσασθε γὰρ, φησὶ, τὸν καινὸν ἄνθρωπον. Τοῦ προβάτου τὴν ἀμω‐ μότητα καὶ τελειότητα ἐπενδυσάμενος ἔσῃ πρόβατον Θεοῦ, καὶ αὐτὸς παραστήσας τὸ ἑαυτοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον Θεῷ, κατὰ τὸν Ἀπόστολον, | |
40 | καὶ πρὸς τὴν αἰωνίαν παραπεμφθήσῃ ζωήν. βʹ. Ὁρᾷς, ὅτι τὸ πάσχα τὸ σὸν οὐδὲ σύγκρισιν ἔχει πρὸς τὸ Ἰουδαϊκὸν, ἀλλ’ ὁμοίωσιν αὐτοῦ τὴν σκιοειδῆ μόνον εἶχεν ἐκεῖνο; Καὶ νήπιος ὁ Ἰσραὴλ ἐπὶ τῇ τοῦ προβάτου θυσίᾳ, ταύτην ἡγούμενος παρὰ Θεοῦ σπουδάζεσθαι, καὶ | |
45 | διὰ ταύτης οἰόμενος εἰληφέναι τὴν σωτηρίαν, καὶ οὐχ ὡς τύπον ὁρῶν αὐτὴν τῆς ὄντως σωζούσης θυσίας. Διὸ λέγεται ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς διὰ Ἱερεμίου, ὅτι Οὐκ ἐνετειλάμην ὑμῖν περὶ θυσιῶν. Καὶ οὐκ ἔστι παρὰ Θεῷ ψεῦδος, ἵνα ἐντειλάμενος εἴπῃ μὴ ἐντετάλ‐ | |
59.734(50) | θαι. Ἀλλ’ ἡ τοῦ πράγματος δηλοῦται δύναμις, ὅτι προ‐ φητικῶς ἡ θυσία ἐπετελεῖτο καὶ προμηνυτικῶς εἰς Χρι‐ στόν. Καὶ πρόβατον θύειν ἐντελλόμενος ὁ Θεὸς, Χριστὸν ἐδήλου τεθυσόμενον, καὶ τὰ περὶ τὸ πρόβατον ἅπαντα εἰς Χριστὸν προετύπου· ὧν τὰ μὲν ἤδη τεθεώρηκας, τὰ δὲ | |
55 | ἐφεξῆς θεώρει κατὰ δύναμιν. Ἐπὶ πάσης Ἑβραίων οἰκίας ἓν πρόβατον αὐτοτελὲς, καὶ μέρος ἐκ τῶν κρεῶν οὐκ ἐκκομίζεται τῆς οἰκίας ἐν ᾗ θύεται. Ἐπὶ πάσης γὰρ Ἐκκλησίας καὶ ψυχῆς Χριστὸς ὅλος πανταχῆ, καὶ οὐ‐ δαμῆ μερικός. Διὸ πολλὰ μὲν ἐκεῖ τὰ πρόβατα καθ’ | |
60 | ἑκάστην οἰκίαν· εἷς δὲ Χριστὸς κατὰ πᾶσαν ψυχὴν ὁ αὐ‐ τό. Πέντε ἡμέρας ἐπὶ τῆς οἰκίας κατέχεται τὸ πρόβατον, ἀπὸ δεκάτης εἰς τεσσαρεσκαιδεκάτην· ἔπειτα οὕτω θύε‐ ται τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν ὑπὸ τῆς Ἰου‐ δαίων συναγωγῆς. Πέντε διαστήματα χρόνου δηλοῦται | |
65 | ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας· ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋ‐ σέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός. Θύεται δὲ πρὸς ἑσπέραν, ὅτι ἐπ’ | |
70 | ἐσχάτου τοῦ αἰῶνος ὑπὸ πάσης τῆς συναγωγῆς συνεφώ‐ νησεν ὁ Ἰσραὴλ κατὰ Χριστοῦ. Ἐμελετᾶτο μὲν ἐξ ἀρ‐ χῆς ἡ Χριστοῦ θυσία ἐν τοῖς ἀεὶ τῶν δικαίων παθήμα‐ σιν ἀπὸ Ἄβελ τοῦ δικαίου, καὶ Χριστὸς ἦν ἐν ἅπασιν ὁ πάσχων· ἐπετελέσθη δὲ, ὅτε αὐτὸς δι’ ἑαυτοῦ παρὼν | |
75 | ἔπασχεν ὁ θεῖος ἀμνός. Καὶ δὴ κατὰ τὴν τοῦ αὐτοῦ μη‐ νὸς τεσσαρεσκαιδεκάτην ἔπασχε, καὶ τὸ πνεῦμα παρεδί‐ δου πρὸς ἑσπέραν, καὶ κατὰ τοῦτον τὸν τύπον τοῦτο ἦν | |
τὸ ἐκ δεκάτης λαμβάνεσθαι τὸ πρόβατον εἰς τὴν θυσίαν, | 733 | |
59.735 | καὶ θύεσθαι τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν, ὅτι ἦν ἀπ’ ἀρχῆς μὲν ἡ μελέτη τοῦ πάθους, ἐν τέλει δὲ τὸ πά‐ θος. Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐν‐ τολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ | |
5 | τοῦ προβάτου κρέα. Τίς γὰρ ἂν ὠμὸν φάγοι; Ἔστω λέ‐ γειν, Μηδὲ ἑφθὸν, ἵνα μὴ διατρίβωσιν· ἐπειγόμενος γὰρ ὁ καιρός. Τί τὸ μηδὲ ὠμὸν, ἀλλ’, Ὀπτὰ πυρί; Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον. Ἀλλὰ σημαίνεται διὰ τῶν τύπων, ὡς ἔφην, τὰ πράγματα. Ὠμὴν προσφέρεται τὴν | |
10 | ἁγίαν τροφὴν ὁ τὴν πίστιν ἔχων ἀργήν· ἑφθὴν ὁ φιλήδο‐ νος, ἐξυδαρῶν ἐν τῇ τοῦ βίου ῥᾳθυμίᾳ τὸ στεῤῥὸν τῆς πίστεως ἔργον, [ὀπτὴν δὲ ὁ] ἐπιτελῶν ἐν πνεύματι θερ‐ μῷ τε καὶ ζέοντι. Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐσθίειν κελεύονται. Γίνωσκε καὶ Χριστὸν ἀπὸ μὲν τῆς | |
15 | κεφαλῆς, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων κεφαλὴ τῆς ἀοράτου καὶ πνευματικῆς Ἐκκλησίας· ἀπὸ δὲ τῶν πο‐ δῶν, ὅτι καὶ ἄνθρωπος ἐπ’ ἐσχάτων αἰώνων γῆς ἐπιβάς· ἀπὸ δὲ τῶν ἐντοσθίων, ὅτι κεκρυμμένην ἔχων ἐν σαρκὶ δύναμιν καὶ δικαιοσύνην, καὶ οὐ κατὰ τὸ ἐκτὸς καὶ θεω‐ | |
20 | ρούμενον μόνον ἐπωφελὴς καὶ σωτήριος τοῖς μετέχουσιν, ἀλλὰ καὶ κατὰ τὸ ἔνδον καὶ κατὰ τὸ ἀπόκρυφον. Ἐσθίε‐ ται δὲ ἐν νυκτὶ τὰ κρέα, καὶ εἰς τὴν ἡμέραν οὐχ ὑπο‐ λείπεται. Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ’ ἣν ἡμέρα διαλάμψει, | |
25 | καὶ ζωὴ Χριστοῦ φανήσεται. Κατὰ τὸ, Ἡ δὲ ἡμέρα ἤγγικε. Συντρίβει δὲ ὀστέον οὐδείς. Οὐδὲ γὰρ κατέαξαν οἱ δήμιοι τὰ Χριστοῦ σκέλη, [τὰ] τῶν συσταυρωθέντων κατεάξαντες, ὡς ὁ εὐαγγελιστὴς ἐμαρτύρησεν. Αἱ πικρίδες αἱ σὺν τῷ προβάτῳ ἐσθιόμεναι τὴν τῶν θλίψεων πικρίαν | |
30 | ἐδήλουν· τὰ ἄζυμα τὴν ἁπλότητα καὶ εἰλικρίνειαν, ὡς ὁ Παῦλός φησι, τουτέστι, τὸ ἀμιγὲς πρὸς τὴν παλαιὰν κακίαν καὶ νέαν ἀρετήν. Ὑπόλοιπόν ἐστί σοι τὸ σχῆμα τῶν ἐσθιόντων τὸ Πάσχα καὶ θεωρῆσαι πνευματικῶς, καὶ μιμήσασθαι· ἔσται γὰρ ἐν τῷ πνευματικῷ τὸ σω‐ | |
35 | ματικὸν σχῆμα. Οὐκ ἔστι σχῆμα κενὸν, ἀλλὰ ἔργον σω‐ τήριον ζῶσαι τὴν ὀσφύν σου, μὴ τὴν τοῦ σώματος ἐν ἱμάντι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐν ἑτοιμότητι. Ὑπόδησαι τοὺς πόδας ὡσαύτως ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, κατὰ τὸν Ἀπόστολον. Βακτηρίαν ἐν ταῖς χερσὶν ἔχε, μὴ ξύλον, | |
40 | ἀλλὰ πίστεως ὑποστηριζούσης. Ὅλον τὸ σχῆμα ἐκεῖνο ὀδοιπορητικὸν ὂν, ὡς ἂν πρὸς ἔξοδον ἐπειγομένων τὴν ἐξ Αἰγύπτου, μίμησαι σὺ κάλλιον, ὡς εἰς ἔξοδον ἐπειγό‐ μενος τὴν ἀπὸ κόσμου καὶ φθορᾶς. Σπουδὴ δὲ ἔστω, καὶ | |
ῥᾳθυμία μηδαμῶς ἐν τῇ τοῦ Πάσχα βρώσει τῇ πνευμα‐ | Column end | |
59.736 | τικῇ. Καὶ καλὸν ἐνταῦθα τὸ σπουδαῖον, οὐ γαστριμαρ‐ γίαν ἐπιφαίνων ἐσθιόντων ἠπειγμένως τὰ κρέα, ἀλλὰ φιλοθεότητα τῶν σπευδόντων ἀπὸ κόσμου πρὸς Θεόν. Ἐφ’ ἑπτὰ δὲ ἡμέρας ἡ ἄζυμος τροφὴ, τουτέστι, | |
5 | διὰ πάσης ζωῆς τὸ εἰλικρινές. Διὰ γὰρ τῶν ἑπτὰ ἡμε‐ ρῶν ὁ σύμπας πολυπλασιάζεται χρόνος. Καὶ ὁ ζύμην ἔχων ἐξολοθρεύεται. Ἡ γὰρ τοῦ παλαιοῦ ἀνθρώπου κακία ὀλέθριος καὶ οὐδαμῶς ἀναμίγνυσθαι δυναμένη τῇ τοῦ νέου ἀνθρώπου δικαιοσύνῃ καὶ ὁσιότητι. Καὶ ὁρᾷς, ὅτι | |
10 | δίκαιος ὁ διὰ τὴν τοιαύτην ζύμην ὄλεθρος· διὰ δὲ τὴν κοινὴν τοῦ ἄρτου ζύμην οὐκ ἂν δικαίως ἔδοξε χαλεπαίνειν Θεός. Οὐ γὰρ φαίνεται τὸ δίκαιον ἐν τοῖς τύποις, ἀλλὰ ἐπὶ τῆς ἀληθείας ἐκλάμπει τε καὶ γινώσκεται· ὥσπερ καὶ αὐτὸ τὸ τῆς χρίσεως τοῦ αἵματος δοκοῦν ἀπρεπὲς | |
15 | εἶναι Θεῷ περιαιρεῖται, κατὰ τὴν ἀλήθειαν νοουμένου τοῦ τύπου. Ἀπρεπὲς γὰρ τὸ δοκοῦν χρῄζειν Θεὸν αἵματος σημείῳ πρὸς ἐπίγνωσιν τῶν Ἑβραϊκῶν οἰκιῶν· πρεπω‐ δέστατον δὲ τὸ διὰ τὴν πίστιν τοῦ Χριστοῦ αἵματος γινώσκεσθαι ἡμᾶς Θεῷ καὶ σώζεσθαι ὑπὸ Θεοῦ. Ἆρ’ οὖν | |
20 | οὐχὶ καὶ τὸ τῆς περιτομῆς ἁπλῶς μὲν οὕτως ἀκούειν ἀπρεπὲς, ὡς Θεοῦ κελεύσαντος ὑπὸ σπουδῆς τὸν μέλλοντα τοῦ Πάσχα ἐσθίειν, εἰ μὴ ἐμπερίτομος εἴη, περιτέμνε‐ σθαι, καὶ οὕτως ἐπὶ τὴν βρῶσιν ἥκειν; Ἐὰν δὲ συνῇς τῆς περιτομῆς τὴν δύναμιν πνευματικῶς, μυστήριον | |
25 | ὄψει καὶ δοξάσεις Θεόν. Τοῦ γεννητικοῦ μέλους ἦν ἡ πε‐ ριτομή. Ἀπὸ γενέσεως εἶχες, ὦ ἄνθρωπε, κάλυμμα, ὅπερ ἔδει σε περιαιρεῖσθαι, ἵνα [ἀνα]κεκαλυμμένῳ προσ‐ ώπῳ θεωροίης ἀλήθειαν, καὶ μὴ κεκαλυμμένος τῷ σώ‐ ματι καὶ γηΐνῳ καλύμματι περὶ τὴν ἀλήθειαν ἀναβλε‐ | |
30 | ποίης. Ὅταν γὰρ γυμνὸς γένῃ τοῦ σαρκικοῦ σώματος, ὡς πνεῦμα πρόσει πρὸς Χριστὸν, καὶ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμα γενήσῃ, μετέχων τὴν ἱερὰν καὶ σω‐ τήριον μετοχὴν, ἣν ἡ τῶν κρεῶν βρῶσις ἐμήνυσε. Πε‐ ριτέμνου δὴ καὶ ἀπεκδύου τὸ σῶμα μετὰ Χριστὸν, κατὰ | |
35 | τὸν λέγοντα Παῦλον, ὅτι Περιετμήθητε περιτομῇ ἀχει‐ ροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ· καὶ οὕτω περιτεμνόμε‐ νος ἅπασαν φιλοχρηματίαν, φιλοδοξίαν, φιληδονίαν, τῆς μὲν πρὸς Θεὸν ἐμπίπλασο τροφῆς εἰς οὐρανὸν ἀναγού‐ | |
40 | σης, ἐλευθερούσης ἀπὸ πονηρῶν ἀρχόντων, λυούσης ἀπὸ πόνων χαλεπῶν, ἔνδοξον καὶ μακαρίαν σοι τὴν εἰς Θεὸν ἐπάνοδον χαριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ | |
ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 735 |