TLG 2062 262 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum pascha (sermo 3) [Sp.] (fort. auctore Apollinare Laodicense) Citation: Sect — (ln) | ||
1 | Τὴν μὲν ἁγιότητα τὴν Χριστοῦ τὸ θῦμα τοῦ πάσχα μετὰ τοῦ ἀμώμου ὑπεδείκνυε, τὴν δὲ ἐν τῷ πάθει Χριστοῦ σωτηρίαν ἀνθρώπων ἡ τῶν πρωτοτόκων σωτηρία διὰ τῆς θυσίας τοῦ πάσχα δοθεῖσα, τὸν δὲ ἁγιασμὸν ἡ βρῶσις, καὶ | |
5 | ταῦτα ἡμῖν ἤδη προείρηται· νῦν ἐκ τῶν ὑπολοίπων τῆς νομοθεσίας ἐπισκεπτέον ὅπως μὲν δεῖ παρασκευάζεσθαι τὸν ἁγιασθησόμενον, ὅπως δὲ προσιέναι πρὸς τὴν τῆς ἁγιότητος κοινωνίαν, οἷον δὲ τὸν βίον διάγειν μετὰ τὸ γενέσθαι τοῦ ἁγίου μέτοχόν τε καὶ κοινωνόν. | |
---|---|---|
2 | Τὴν μὲν οὖν παρασκευήν, ἣν παρασκευάσασθαι δεῖ τὸν μέλλοντα μετέξειν Χριστοῦ, διὰ περιτομῆς ἐπέδειξεν ἡμῖν ὁ νομοθέτης τυπικῶς λέγων. «Οὗτος ὁ νόμος τοῦ πάσχα. Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ, καὶ | |
5 | πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς | 103 |
3 | αὐτὸν καὶ τότε φάγεται ἀπ’ αὐτοῦ». Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδει‐ κνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ | |
5 | θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι «Πάντα τὰ ἔθνη» φησὶν «ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν»· ἡ δὲ ἀληθὴς περιτομὴ καθ’ ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃ‐ | |
10 | ρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος | |
4 | τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος. Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ’ «ἡμεῖς ἐσμεν ἡ περιτομή», φησίν, οἱ Χριστοῦ μέτοχοι, «οἱ πνεύματι | |
5 | θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί»· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι. | |
5 | Ταύτης τῆς περιτομῆς κατάρχει μὲν τὸ τοῦ κυρίου πάθος ὑπὲρ ἡμῶν ἀποθεμένου τὴν σάρκα καὶ τὴν περιτομὴν αὐτὴν | |
δι’ ἡμᾶς ἀναδεξαμένου, ἐκτυποῦται δὲ τὸ μυστήριον εἰς ἡμᾶς ἐν βαπτίσματι καὶ τελεῖται τῷ βίῳ τῷ κατὰ Χριστόν· | 105 | |
5 | «Περιετμήθητε» γάρ φησι «περιτομῇ ἀχειρο‐ ποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ | |
6 | ἐν τῷ βαπτίσματι». Ἕως οὖν οὐκ ἀποτίθεσαι τὸ σαρκικὸν ἦθος, ἀλλογενὴς εἶ καὶ ξένος, ἀμέτοχά σοι καὶ ἀκοινώνητα πρὸς τὸν ἅγιον τὸν ἐξ οὐρανοῦ παρόντα Χριστόν· οὐράνιον γὰρ γενέσθαι δεῖ τὸν τῷ οὐρανίῳ | |
5 | προσελευσόμενον, οὐράνιος δὲ οὐδεὶς ἂν γένοιτο μὴ τὰ γήϊνα περιελών. | |
7 | Οὕτω μὲν δὴ προαποθέμενος τὸν παλαιὸν ἄνθρωπον ἐν τῇ χάριτι τοῦ βαπτισμοῦ καὶ τῇ προθυμίᾳ τῶν πνευματικῶν πράξεων προσελεύσει καὶ μεθέξεις Χριστοῦ· δεύτερον δὲ ἰδεῖν ἔστιν ὁποῖοί τινες ὑπὸ τοῦ νόμου στέλλονται πάντες | |
5 | οἱ τοῦ πάσχα μεταλαμβάνοντες, ἵνα καὶ ὁποίους ἡμᾶς εἶναι δεῖ Χριστοῦ μεταλαμβάνοντας ἐπιγνῶμεν· «Οὕτω» φησὶ | |
«φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ | 107 | |
8 | βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν». Ὁδοιπορικὸν τὸ σχῆμα εὐσταλῆ καὶ εὔζωνον ὑποδείκνυσι καὶ ἕτοιμον τρέχειν εἰς ἐπαγγελίας θεοῦ, ὥσπερ ὁ Ἰσραὴλ τότε πρὸς τὴν ἐπαγγελίαν τῆς γῆς τῆς ἀγαθῆς ὁδίτης ἐστέλλετο· σκόπει | |
5 | δέ μοι τὸν πνευματικὸν ὁδοιπόρον παρ’ ἐκεῖνον ὅσην ἔχει τὴν ὑπεροχήν, οὐκ ἐπὶ τὴν κάτω σπεύδων γῆς ἐπαγγελίαν, οὐ τὰ πρόσκαιρα μεταδιώκων καλά, οὐ γῆν ἀντὶ γῆς ἀλλαττόμενος, Ἰουδαίαν ἀντ’ Αἰγύπτου, ἀλλὰ τί φησιν ὁ τοιοῦτος ὁδοιπόρος περὶ τῆς ὁδοιπορίας τῆς ἑαυτοῦ; | |
10 | «Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βρα‐ βεῖον τῆς ἄνω κλήσεως». | |
9 | Ὀσφὺς οὖν περιεζωσμένη τῇ «ἀληθείᾳ» κατὰ τὸν ἀπόστολον· οὕτω γὰρ ἔσῃ πρὸς τὸν δρόμον τὸν ἀγαθὸν εὔζωνος, ἐὰν πάντα τὰ παρόντα ματαιότητα καὶ ψεῦ‐ δος ὑπολαβὼν κατὰ τὸν Δαυὶδ τὴν μέλλουσαν ἀλήθειαν | |
5 | ἐπιζητοίης κἀκείνης ἔχοις τὸν πόθον. | |
10 | Πόδες δὲ ὑποδεδεμένοι τῇ «ἑτοιμασίᾳ» φησὶ «τοῦ εὐαγγελίου τῆς εἰρήνης», πρὸς πάντα δρόμον ἀγαθὸν | |
εὐτρεπεῖς, δι’ οὗ τὴν εἰρήνην τὴν πρὸς θεὸν βεβαιοῦμεν ἑαυ‐ τοῖς, καθά φησιν ὁ ἀπόστολος· «Εἰρήνην ἔχομεν πρὸς | 109 | |
5 | τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», καὶ «Δι’ ὑπομονῆς τρέχομέν» φησι «τὸν προκείμενον ἡμῖν ἆθλον», καὶ «Οὕτω τρέχω ἵνα καταλάβω». | |
11 | «Βακτηρίαι» δὲ ἐκείνοις «ἐν χερσὶ», 〈πίστις καὶ〉 ἐλπὶς ἡ εἰς θεόν, στήριγμα ψυχῆς, οὐκ ἐῶσαι ταῖς θλίψεσιν ἔσεσθαι, καθάπερ ὁ Παῦλος εἴρηκεν, ἀλλὰ στηρίζουσαι βεβαίως εἰς τὸ μὴ σαλεύεσθαι. | |
12 | «Ἔδεσθε» δὲ αὐτὸ «μετὰ σπουδῆς· πάσχα ἐστὶ κυρίου», οὐ ῥᾴθυμος οὐδὲ πρὸς ἡδονὴν τροφή, οὐκ ἀνειμένον οὐδὲ κατακεκλιμένον ἀλλ’ ἐγηγερμένον ἐχόντων τὸ φρόνημα καὶ συντεταμένον, διότι τῆς ὀλοθρευτικῆς | |
5 | τιμωρίας ὑπέρβασιν ἡμῖν παρέχει, τοῦ κυρίου ταύτην δωρουμένου· διό φησι· «Πάσχα ἐστὶ κυρίου», ὅπερ ἕτερος ἑρμηνεύων ἄντικρυς εἴρηκεν· «Ὑπέρβασίς ἐστι τῷ | |
κυρίῳ». | 111 | |
13 | Μετὰ δὲ τὴν τοιαύτην μετάληψιν τοῦ θείου βρώματος τὸ τρίτον ἴδωμεν, ὁποῖον εἶναι δεῖ καὶ τὸν βίον τοῦ μετεσχηκότος ἁγίας τροφῆς· ὑποδείκνυσι δὲ τοῦτον τὰ | |
14 | ἄζυμα καὶ αἱ τῶν ἀζύμων ἡμέραι. Ἰουδαῖοι μὲν οὖν περὶ τῶν ἀζύμων σπουδαζέτωσαν καὶ τὰς ἑπτὰ νομιζέτωσαν ἡμέρας παρέχειν αὐτοῖς τι θαυμάσιον, ὅτι ζυμωτὸν οὐκ ἐσθίουσιν οὐδὲ ἔχουσι παρ’ ἑαυτοῖς, οὐδεμίαν ἔχοντες ὠφέλειαν ἀπὸ | |
5 | τοῦ πράγματος ἐπιδεῖξαι, τύπον γὰρ ἐπιτελοῦσιν, οὐκ ἀλήθειαν· σὺ δὲ σκόπει τὸ ἄζυμον, καθὰ τῷ ἀποστόλῳ προείρηται καὶ ἡμεῖς ἐπεσημηνάμεθα, τὴν εἰλικρινῆ καὶ καθαρὰν ἀπὸ πάσης κακουργίας ψυχήν, τὸν καινὸν τρόπον καὶ μηδὲν τῆς παλαιᾶς κακίας ἐπαγόμενον, εἰς ὃ | |
10 | καὶ καλῶς εἰρημένον φαίνεται τὸ «Ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. Πᾶς ὃς ἂν φάγῃ ζυμωτόν, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραήλ»· κακίας γὰρ παλαιᾶς ἐπανάληψις ὄλεθρος τῷ πρὸς τὴν καινότητα μετηγμένῳ· «Εἰ κατὰ σάρκα ζῆτέ» φησι | |
15 | «μέλλετε ἀποθνῄσκειν». | |
15 | Τί δὲ τὸ τῶν ἑπτὰ σύμβολον ἡμερῶν· «Διό» φησιν «ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα»; Ἑπτὰ συμβέβηκεν | |
ἡμέρας εἶναι τὸν ἅπαντα χρόνον· μετὰ γὰρ τὴν ἑβδόμην, ἥτις ἐστὶ τὸ σάββατον, ἐπάνοδος τῆς πρώτης γίνεται, καὶ | 113 | |
5 | οὕτως ὁ κύκλος τοῦ χρόνου διὰ τῶν ἑπτὰ πρόεισιν ἡμερῶν | |
16 | εἰς ἑαυτὸν ἀνακυκλούμενος. Πάντα δὴ τὸν χρόνον «ἐν ἁπλότητι καὶ εἰλικρινίᾳ» ἔδει σε ζῆν, καὶ τοῦτο σωτήριον ἀληθῶς· «Εἰ» γὰρ «πνεύματί» φησι «τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε». | |
17 | Ἁπλοῦς δὲ ὁ τρόπος τοῦ μὴ ζητοῦντος τὰ σαρκικά, ἀκακοήθης, ἀπάνουργος, μηδὲν κακόν, μηδὲν πικρὸν ἐννοῶν· διὰ τί δὲ τὴν πρώτην ἡμέραν καὶ ἑβδόμην ἐξαιρέτως ἁγίας καλεῖ λέγων. «Ἡ ἡμέρα ἡ πρώτη κληθήσεται | |
5 | ἁγία, καὶ ἡ ἡμέρα ἡ ἑβδόμη κλητὴ ἁγία ἔσται ὑμῖν»; Ὅτι πρώτη μὲν ἡμέρα δηλοῖ τὴν ἀρχήν, καθ’ ἣν ἁγιαζόμεθα τὸ πνεῦμα τὸ ἅγιον ὑποδεχόμενοι, ἑβδόμη δὲ τὸ τέλος σημαίνει, ἡνίκα δὴ ἀπὸ σώματος ἀναλύσαντες γινόμεθα σὺν τῷ Χριστῷ καὶ ἐπιδημοῦμεν τῷ κυρίῳ, | |
10 | καταλιπόντες τὴν ἐκδημίαν τὴν ἐπὶ γῆς, ὅλοι δὲ πρὸς τὴν ἁγιότητα μεταστάντες· «Ἐνδημοῦντες» γάρ φησι «τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου». | |
18 | Τὰς δὲ ἁγίας ταύτας ἡμέρας ἀνειμένας ἔργων ὁ νόμος εἶναι βούλεται· «Πᾶν» γὰρ «ἔργον» φησὶν «οὐ | |
ποιήσετε ἐν αὐταῖς», ὅπερ δηλοῖ μὴ συγκάμπτεσθαι τὴν ψυχὴν περὶ τὰς πραγματείας τὰς ἐπιγείους μηδὲ δουλείαν | 115 | |
5 | ὑπομένειν ἀνάρμοστον τῇ θεοῦ δουλείᾳ, ἀλλ’ ἐκεῖνα καὶ μόνα ποιεῖσθαι διὰ σπουδῆς καὶ περὶ ἐκεῖνα συντείνεσθαι τὴν ψυχήν, ὅσα αὐτῇ πρὸς ὠφέλειάν ἐστι, καὶ τούτου πάλιν σύμβολον τὸ «Πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο μόνον ποιηθήσεται ὑμῖν»· διόπερ ὁ κύριος | |
10 | ἐπὶ τὴν ἑρμηνείαν ἄγων τῆς ἀνέσεως τῆς νομικῆς, ὅτι τῶν εἰς ματαιότητα συντεινόντων ἔργων ἐδίδου τὴν ἀργίαν, οὐ τῶν εἰς ψυχῆς ὠφέλειαν ἡκόντων, προὔτεινε τοῖς Φαρισαίοις· «Ἔξεστιν ἐν σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀπολέσαι;» | |
19 | Εἰ δὲ καλῶς καὶ κατὰ Χριστὸν ἐθέλεις τηρεῖν τὸ σάββατον καὶ τὴν ἄνεσιν τὴν ἑορταστικήν, κοσμικῶν σπουδασμάτων καὶ διαπράξεων ἀφίστασο, φρόντιζε δὲ καὶ πράττε τὰ τοῦ θεοῦ καὶ τὰ εἰς ψυχῆς ὠφέλειαν, καὶ οὕτω σαββατίσεις | |
5 | σάββατον ἅγιον ἀληθῶς καὶ ἑορτάσεις ἁγίαν ἑορτήν, εἰκόνα τῆς παρὰ Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 117 |