TLG 2062 261 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) Citation: Sect — (ln) | ||
1 | Τὸ τῶν νομικῶν τύπων εὔλογον ἐπὶ τῆς ἀληθείας φαίνεται, οἷον τὸ ἄμωμον εἶναι τὸ πρόβατον, ᾧ περὶ τὴν τοῦ πάσχα θυσίαν ὁ νόμος ἐχρήσατο, τὸ ἄρρεν εἶναι, τὸ ἐνιαύσιον εἶναι, τὸ δεκάτῃ τοῦ μηνὸς ληφθὲν τεσσαρεσκαιδε‐ | |
5 | κάτῃ θύεσθαι πρὸς ἑσπέραν, τὸ ἀρχὴν λελογίσθαι μηνῶν, ἡνίκα τὸ πάσχα ἐτελεῖτο· πάντα γὰρ ταῦτα ἐν Χριστῷ καὶ τῷ τοῦ Χριστοῦ πάθει συνίσταται καὶ ἀληθῆ καὶ ἀναγκαῖα, καὶ καθ’ ἑαυτὰ λόγον ἔχειν οὐδένα δύναται. | |
---|---|---|
2 | Οὐδ’ ἂν εὕροιεν οἱ Χριστὸν ἀγνοοῦντες ἀπολογισμὸν ποιήσασθαι περὶ τούτων καὶ διδάξαι διὰ τί ταῦτα προσέταξεν ὁ Θεός, οὐδ’ αὐτό γε ὅλως τίνα αἰτίαν ἔχει τὸ θυσίαν ἐπὶ τῇ σωτηρίᾳ τῶν πρωτοτόκων ὁρίσαι καὶ χρῖσιν τοῦ αἵματος | |
5 | ἐπὶ ταῖς εἰσόδοις ποιήσασθαι· τί γὰρ ἰσχυρὸν εἰς τὴν τῶν πρωτοτόκων σωτηρίαν ἡ τῶν θυμάτων σφαγή, τί δὲ | |
ἀναγκαῖον ἡ τοῦ αἵματος χρῖσις εἰς σημεῖον ἐπὶ τῶν οἰκιῶν; Θεός γέ τοι καὶ ἄνευ σημείων τὰς Ἑβραίων ἐγίνωσκεν οἰκίας, ὥστε θαυμαστὸν τὸ λέγειν «Ὄψομαι | 77 | |
10 | τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς»· ἀνάγων δὲ καὶ ταῦτα εἰς τὴν ἀλήθειαν τὸ εὔλογον αὐτῶν ἐπιγνώσκει, καθάπερ | |
3 | ἐπὶ τῶν ἄλλων τῶν προειρημένων ἐδείξαμεν. Τοῦ γὰρ ἀμώμου θύματος ὑπὲρ ἡμῶν πάσχοντος, ὁ ἐκ τοῦ πρωτο‐ πλάστου λύεται θάνατος καὶ σώζεται ὁ πρωτόγονος ἄνθρωπος, ἐν ἡμῖν πᾶσιν ὤν, τῇ ἀναστάσει τοῦ κυρίου ζωογονούμενος | |
5 | (δικαίως γὰρ λυτικὸν ἁμαρτίας καὶ θανάτου ζωή) καὶ τὸ αἷμα τὸ ἄμωμον σημεῖον τοῖς μετόχοις αὐτοῦ σωτήριον γίνεται καὶ πρὸς τοῦτο θεὸς ἀφορῶν σώζει τοὺς κεχρισμένους αὐτῷ διὰ πίστεως, οὐκ ἄλλως δυναμένους ἀποφυγεῖν τὸν δικαίως τιμωρὸν ἄγγελον, εἰ μὴ διὰ τοῦ φιλανθρώπως | |
4 | ἐκχυθέντος ὑπὲρ ἡμῶν αἵματος. Ὁρᾷς ὅσην ἔχει τὴν δύναμιν ὁ τύπος ἐπὶ τῆς ἀληθείας θεωρηθείς, ὥστε εἴ τις Ἰουδαῖος λέγειν ἐπιχειροίη· Τί δήποτε ὁ υἱὸς ἔπασχεν, ἵνα σωθῇ ὁ κόσμος, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθείς; λεγέσθω πρὸς | |
5 | αὐτόν· Τί δήποτε τὸ πάσχα ἐθύετο πρὸς σωτηρίαν Ἰουδαίων πρωτοτόκων, ὡς οὐκ ἂν καὶ ἄνευ τούτου σωθέντων; κἀκεῖνος μὲν οὐχ ἕξει τί ἀποκρίνηται, οὐ γὰρ θυσίας προσδεῖται | |
θεὸς οὐδὲ σημείου πρὸς ἐπίγνωσιν οἰκιῶν· ἡμῖν δὲ συνηγορεῖ τὸ πρᾶγμα καὶ τῇ ἁγίᾳ πίστει μαρτυρεῖ, τῆς | 79 | |
10 | ἡμετέρας ἀδικίας ἐν τῇ δικαιοσύνῃ τοῦ Χριστοῦ λυομένης, ἄλλως δὲ οὐκ ἂν λυθείσης (σκότος γὰρ ὑπὸ φωτὸς ἀφανίζεται), καταργουμένου δὲ καὶ τοῦ ἡμετέρου θανάτου διὰ τῆς Χριστοῦ ζωῆς ὥσπερ σκότους ὑπὸ φωτός. | |
5 | Ἱερὸν μὲν οὖν κἀκεῖνο τὸ θῦμα, διότι τύπος ἦν τοῦ ἀληθοῦς· τοῦτο δὲ ἱερὸν ὄντως, ὡς ἀληθές, ἀγνοίᾳ μὲν τῇ τῶν ἀσεβούντων ἐκδιδόμενον θανάτῳ καὶ ἀναιρέσει, βουλῇ δὲ τοῦ θεοῦ πρὸς θυσίαν ἱερὰν λαμβανόμενον καὶ τῇ ἑαυτοῦ | |
5 | βουλήσει προσφορὰ τῷ πατρὶ προσαγόμενον. «Παρέ‐ δωκε» γάρ φησι «ὁ πατὴρ τὸν υἱὸν ὑπὲρ ἡμῶν», καὶ «Προσήνεγκεν ἑαυτὸν» τῷ πατρὶ Χριστὸς ὑπὲρ τῆς ἐκκλησίας «προσφορὰν καὶ θυσίαν εἰς ὀσμὴν εὐω‐ | |
6 | δίας». Καὶ τοῖς μὲν ἀναίρεσιν Χριστοῦ προσδοκήσασιν ὀλέθριος ἡ βουλή, τοῖς δὲ σωτηρίαν διὰ τοῦ θανάτου τοῦ κυρίου ζητοῦσι σωτήριος ἡ πίστις· τούτους ἡ τιμωρία καὶ ὁ θάνατος ὑπερβαίνει, δίοτι μὴ πρὸς ἀπώλειαν θανάτῳ | |
5 | κατέχονται κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· | |
«Ἐάν τις τὸν λόγον μου τηρήσῃ, θάνατον οὐ μὴ | 81 | |
7 | θεωρήσῃ εἰς τὸν αἰῶνα». Διὰ γὰρ τοῦ αἵματος τοῦ χυθέντος ὑπὲρ ἡμῶν πνεῦμα τὸ ἅγιον λαμβάνομεν, ἐπείπερ εἰς ἓν ἦλθε τό τε αἷμα καὶ τὸ πνεῦμα, ἵνα διὰ τοῦ ὁμογενοῦς ἡμῖν αἵματος τὸ μὴ ὁμογενὲς ἡμῖν πνεῦμα τὸ ἅγιον λαβεῖν | |
5 | δυνηθῶμεν καὶ διὰ τούτου τὴν εἴσοδον ἀποκλείσωμεν τῷ θανάτῳ τὴν εἰς ἡμᾶς. | |
8 | Διπλῆ δέ τίς ἐστιν ἡ εἴσοδος τῷ θανάτῳ, καὶ διὰ τοῦτο διπλῆ γίνεται τοῦ αἵματος ἡ σφραγὶς, «ἐπὶ τῶν δύο» φησὶ «σταθμῶν καὶ ἐπὶ τῆς φλιᾶς». Εἰσέρχεται μὲν γὰρ «δι’ ἁμαρτίας ὁ θάνατος», ὡς ὁ ἀπόστολός φησιν, | |
5 | ἁμαρτία δὲ ἡ μὲν κατὰ τὸ πάθος τὸ ἐν ἡμῖν—διττὸν δὲ τοῦτο, ἢ μαλακτικὸν τῆς ψυχῆς εἰς ἀπαλότητα, ἢ σκληροποιὸν εἰς τραχύτητα—, ἡ δὲ κατὰ τὸν λογισμόν, ὅτε μὴ ὑγιῆ μηδὲ ὀρθὰ λογίζοιτο· καί ἐστιν ὁ μὲν λογισμὸς οἱονεὶ φλιά (τουτέστιν ὑπέρθυρον) ἐπὶ τοῖς σταθμοῖς ἑκατέροις, | |
10 | ἡγεμονικὸς γὰρ καὶ ἀνώτερος τῇ φύσει, τὸ δὲ πάθος ἀνάλογον ἔχει τοῖς σταθμοῖς, ὑποκείμενον τῷ λογισμῷ, | |
9 | καθάπερ οἱ σταθμοὶ τοῖς ὑπερθύροις ὑπόκεινται. Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη; γαστριμαργία καὶ οἰνοφλυγία καὶ συνουσιῶν ἐπιθυμία· τίνα τὰ σκληρὰ τῆς ψυχῆς; ὀργαὶ καὶ αὐθάδειαι· ὧν ὁ Παῦλος τὴν | |
5 | ἀναίρεσιν ποιούμενος ἔλεγε· «Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ’ ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν». | |
10 | Ὅμοιον τοίνυν ἡ χρῖσις τῇ ἐνδύσει, ὅτε τῷ Χριστοῦ πάθει μορφούμενοι τὴν ἁγιότητα περιβαλλόμεθα τὴν Χριστοῦ μήτε εἰς ἡδονὰς ἐκλυόμενοι μήτε εἰς θυμοὺς ἐκτραχυνόμενοι· καλὸν δὲ καὶ τοῖς λογισμοῖς εἰπεῖν χρῖσμα καὶ ἐπένδυμα | 83 |
5 | σοφία ἡ μὴ σαρκικὴ ἀλλ’ ἡ κατὰ Χριστόν, ὥστε νεκροῦσθαι μὲν ἡμᾶς περὶ τὸν σαρκικὸν νοῦν οἷον ἀποθανόντας, κοσμεῖσθαι δὲ τῷ πνευματικῷ· οὕτω γὰρ οὔτε διὰ τῶν ἀλόγων παθῶν οὔτε διὰ τῶν ἀφρόνων λογισμῶν ἐπίησιν ἡμῖν ἡ ἁμαρτία οὔτε καταδυναστεύει ἡμῖν ὁ θάνατος. | |
11 | Τοιοῦτον μὲν δὴ τὸ τῆς χρίσεως μυστήριον· μετὰ δὲ τὴν χρῖσίν ἐστιν ἡ βρῶσις, εἰσοικίζουσα τὸ σῶμα τὸ θεῖον εἰς ἡμᾶς καὶ ἀναμιγνῦσα πρὸς ἕνωσιν· «Φάγονταί» | |
12 | φησι «τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ πυρί». Νὺξ ὁ παρὼν οὗτος αἰών· «Ἡ νὺξ προέκοψε» Παῦλός φησι· διὰ πυρὸς ἡ τοῦ ἁγίου μετάληψις σώματος, τουτέστι δι’ ἐμπύρου καὶ ζεούσης σπουδῆς. «Τῷ πνεύματί» φησι | |
5 | «ζέοντες», καὶ «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν» λέγει «καὶ τί θέλω εἰ ἤδη ἀνήφθη»; | |
13 | Ὥσπερ δὲ τὸ πῦρ ἐμφανιστικὸν τῆς ζεούσης σπουδῆς εἰς | |
τὴν ἀπόλαυσιν τῶν κρεῶν παραλαμβανομένων, οὕτως ἄζυμα τῆς ἁπλότητος καὶ αἱ πικρίδες τῶν ἐπακολουθουσῶν θλίψεων· «Ἄζυμα» γάρ φησι «ἐπὶ πικρίδων ἔδον‐ | 85 | |
14 | ται». Ἁπλοῦς ὁ τρόπος καὶ ἀκακοποιής, τὸ παλαιὸν ἐκεῖνο καὶ πανοῦργον ἀποτιθέμενος, ὡσπερεὶ ζύμην, τὸ δὲ νέον καὶ ἀπάνουργον ἀνειληφώς, ἵν’ ἄζυμος ᾖ· «Τὸ πάσχα γὰρ ἡμῶν» φησιν «ἐτύθη Χριστός, | |
5 | ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας»· πικρὸν δὲ αἱ θλίψεις, «ἀλλὰ καὶ ἐν ταῖς θλίψεσί» φησι «καυχώμεθα, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ | |
10 | δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν», ὥστε προσιέμεθα τὴν θλίψιν ἐν ἡδύσματος τρόπῳ διὰ τὴν ἐλπίδα τὴν ἐξ αὐτῆς καὶ τὴν βασιλείαν. | |
15 | Ἀπαγορεύει δὲ τὸ πρόσταγμα μὴ ἐσθίειν ἀπὸ τῶν κρεῶν ὠμόν· τοῦτο δὲ τοῖς μὲν σωματικῶς ἀκούουσιν οὐδένα λόγον ἂν ἔχοι, δι’ ὧν ἀπηγόρευσε θεὸς τὸ μὴ ἄν ποτε | |
γενόμενον, οὐδεὶς γὰρ ὠμὸν ἂν φάγοι· παρά γε ἡμῖν καὶ | 87 | |
5 | μέγιστον παρέχεται λόγον τὸ μὴ ἀργῶς προσιέναι τῇ τοῦ θείου σώματος μεταλήψει· ἀμετάληπτον γὰρ καθίσταται τοῖς ἀργῶς αὐτὸ μεταχειριζομένοις καὶ μὴ δι’ ἔργων ἀγαθῶν τῆς πρὸς αὐτὸ συγκράσεως ἀντιποιουμένοις· «Ἡ πίστις» φησὶ «χωρὶς ἔργων νεκρά ἐστι», καὶ διὰ | |
10 | τοῦτο τοῖς ἀργῶς διακειμένοις ἐπιφέρονται θλίψεις «πρὸς τὸ συμφέρον», ὡς ὁ Παῦλός φησι, ἵνα μεταλαμ‐ βάνωσι τῆς ἁγιότητος αὐτοῦ. | |
16 | Ἀργίαν δὲ ἐμποιεῖ περὶ τὰ πνευματικὰ ἔργα τὸ φιλήδονον τῆς σαρκός· διόπερ ἑτέρῳ συμβόλῳ τοῦτο δηλῶν ὁ νομοθέτης ἀπαγορεύει καὶ «ἑψημένον ὕδατι» φαγεῖν· πρὸς ἡδονὴν γὰρ τῆς βρώσεως τὸ ἑψόμενον | |
5 | παρασκευάζεται, μεθ’ ἡδονῆς δὲ τὴν θείαν τροφὴν οὐκ ἔστιν ὑποδέξασθαι· οὐ γὰρ ἀναμίγνυται τρόπῳ σαρκικῷ δύναμις πνευματική. | |
17 | Μὴ τοίνυν ἕψε τὸ κρέας τὸ ἅγιον, φησίν, ἀναμιγνύων ἡδύσμασιν αὐτό, ἀλλ’ «ὀπτὰ πυρὶ» μόνον ἐσθιέσθω, ὅπερ ἡ σπουδὴ σύντονος ἀφιλήδονος. Τὸ φιλήδονον οὐ φιλό‐ θεον, ὡς ὁ Παῦλός φησι, καὶ «ὧν ὁ θεὸς ἡ κοιλία», | |
5 | τούτοις οὐκ ἔστι θεὸς ὁ θεός· οὐδὲ οἱ τὴν εὐχαριστίαν εἰς πολυτελεῖς εὐωχίας μετατιθέντες ἀπόδεκτοι παρὰ τῷ | |
ἀποστόλῳ, βρώσεως πολλῆς καὶ ποικίλης καὶ πόσεως ὑπόθεσιν ποιούμενοι τὴν ἁγιαστικὴν κοινωνίαν, πρὸς οὓς ὁ Παῦλός φησι· «Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· | 89 | |
10 | ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν, ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καται‐ σχύνετε τοῦς μὴ ἔχοντας· Τί εἴπω ὑμῖν; Ἐπαι‐ | |
15 | νέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ»· φησὶ δὲ ἐκ ταύτης τῆς ἀνεπιτηδεύτου χρήσεως περὶ τὸ ἅγιον βρῶμα συμβαίνειν αὐτοῖς τοὺς πειρασμούς, ὅτι μὴ ἁγίως τῷ ἁγίῳ προσιᾶσι· «Διὰ τοῦτο» γὰρ «ἐν ὑμῖν» φησι «πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. Εἰ | |
18 | δὲ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.» Ἀσε‐ βείας γὰρ ὑπεύθυνοι τῆς εἰς τὸν κύριον οἱ μὴ παρέχοντες ἐπιτήδειον τὸ σῶμα πρὸς τὴν ἀνάκρασιν τοῦ σώματος αὐτοῦ, ὅπερ ἡμῖν ἔδωκεν ἵνα πρὸς αὐτὸ κιρνάμενοι πρὸς τὸ | |
5 | πνεῦμα τὸ ἅγιον ἀνακιρνώμεθα, ἐπεὶ καὶ διὰ τοῦτο ὅλως εἰς σῶμα ἔδωκεν ἑαυτὸν ὁ τοῦ θεοῦ λόγος καὶ «σὰρξ ἐγένετο» κατὰ τὴν εὐαγγελικὴν φωνήν, ἵν’ ἐπειδὴ μετάσχειν ὡς λόγου μὴ οἷόν τε ἡμῖν, ὡς σαρκὸς μετάσχωμεν αὐτοῦ, τῇ πνευματικῇ σαρκὶ τὴν ἡμετέραν | |
10 | οἰκειώσαντες καὶ τῷ πνεύματι τὸ πνεῦμα κατὰ δύναμιν, ὡς ἂν ὁμοιώματα Χριστοῦ κατασταίημεν, ναοὶ τοῦ πνεύματος γενόμενοι, καθά φησιν ὁ ἀπόστολος· «Ναοὶ τοῦ θεοῦ | |
ἐστε», καὶ πάλιν· «Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, οὗ | 91 | |
15 | ἔχετε ἀπὸ θεοῦ;» καὶ διὰ τῆς ἀναμίξεως τῆς πρὸς τὸ πνεῦμα τοῦ Χριστοῦ σώματα γίνεται καὶ περιέπειν «ἐν ἁγιασμῷ», ταῦτα δὴ περιέποντας ὡς μέλη Χριστοῦ· «Οὐκ οἴδατε» γάρ φησιν «ὅτι τὰ μέλη ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ | |
20 | ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.» | |
19 | Τὴν μὲν οὖν σκευασίαν τῆς ἁγίας τροφῆς οὕτω καὶ ἐν τοιούτοις συμβόλοις διέταξεν ἡ νομοθεσία, «πρὸς τὸ» ἡμῖν «συμφέρον» διατάξασα τὴν τότε προτύπωσιν· «κεφαλὴν» δέ φησι «σὺν τοῖς ποσὶ καὶ τοῖς | |
5 | ἐντοσθίοις», κεφαλὴν μὲν αἰνιττόμενος τὴν ἀρχὴν τῆς εἰς τοὺς ἀνθρώπους ἐπιφανείας, αὕτη δὲ ἦν ἡ προτέρα παρουσία, πόδες δὲ τὸ τέλος, αὕτη δὲ ἦν ἡ δευτέρα παρουσία, ἧς ἄνευ τὴν προτέραν οὐκ ἔστι πιστεύεσθαι, ἐπεὶ μὴ πάντα τὰ προφητευθέντα ἐπλήρωσεν αὕτη· διόπερ οὐδὲ πιστεύουσιν | |
10 | Ἰουδαῖοι 〈διὰ〉 τὸ μὴ πεπληρῶσθαι τὰ τῆς ἐνδόξου παρουσίας, οὐκ εἶναι Χριστὸν οἰόμενοι τὸν οὕτω παρα‐ | |
20 | γενόμενον. Διὰ τοῦτο συμπλέξας εἶπε «κεφαλὴν σὺν τοῖς ποσί», τουτέστι τὴν προτέραν παρουσίαν μετὰ τῆς δευτέρας, ἵνα καὶ σὺν ἀδοξίᾳ «πρόβατον ἐπὶ | |
σφαγὴν» ἀχθέντα δέξῃ τὸν Κύριον καὶ «βασιλέα μετὰ | 93 | |
5 | δόξης» φαινόμενον ἴδῃς, ἅπερ ἀμφότερα προεῖπεν Ἡσαίας ὁ προφήτης, καὶ μὴ τὴν λύτρωσιν τῆς Ἰερουσαλὴμ ἀπαιτήσῃς, ἀλλ’ ὕστερον προσδοκήσῃς τὸ «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβεῖς ἀπὸ Ἰακώβ», σώζοντος αὐτοῦ τὸ ὑπόλοιπον τοῦ λαοῦ τὸ μέλλον | |
10 | ἐπ’ αὐτὸν ἐπιστρέφειν, ἐπὶ δὲ τῆς προτέρας παρουσίας τοὐναντίον ἴδῃς πληρούμενον τὸ «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου» καὶ τὸ «Παρέδωκε τοὺς ἀσεβεῖς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου». | |
21 | «Κεφαλὴν» οὖν «σὺν τοῖς ποσὶ» λέγων προδια‐ μαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ «σὺν | |
5 | τοῖς ἐντοσθιδίοις» φησί. Τί τοῦτό ἐστιν; Μὴ σκαν‐ δαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ «καὶ ἄνθρωπος» κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς | |
22 | αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα. Ἕως γὰρ ἂν τὸ ἐντὸς μὴ ὁρᾷς μηδὲ μετέχῃς ἐντοσθιδίου, οὔπω Χριστὸν ἑώρακας, ἄνθρωπον οἰόμενος αὐτόν, οὐ θεόν· λέγει δὲ | |
αὐτός· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». | 95 | |
23 | Σκεπτέον δὲ καὶ τί τὸ «Οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ εἰς τὸ πρωΐ», καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων «ἀνάμνησιν» ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι «ἕως ἂν ἔλθῃ»· αὕτη γὰρ ἕως | |
5 | τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα νὺξ παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων· «Εἰ γὰρ ἐχθροὶ ὄντες» φησὶ «κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου | |
10 | τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες | |
24 | σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ». Εἰ δὴ νῦν μὲν ἐν τῷ θανάτῳ Χριστοῦ σωζόμεθα, τότε δὲ ἐν ζωῇ, οἰκεῖον τὸ σύμβολον τὸ μὴ καταλιμπάνεσθαι τῶν κρεῶν τοῦ θύματος «ἕως τὸ πρωΐ»· καὶ γὰρ ἡμεῖς τότε ζῶντες ἐσόμεθα καὶ ἡ | |
5 | παροῦσα νέκρωσις ἡμῶν πάρεισι, νῦν μὲν οὐκ ἄλλως σωζομένων εἰ μὴ νεκρωθείημεν, τότε δὲ ζωτικὴν ἐχόντων σωτηρίαν· «Μὴ τὰ ἐπίγειά» φησι «φρονεῖτε, ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ | |
10 | ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθή‐ | |
σεσθε ἐν δόξῃ». | 97 | |
25 | Διὸ καὶ εἴ τι τῶν κρεῶν τοῦ ἱερείου περισσεῦον πυρὶ κατακαίεται, ἵν’ εἰδείημεν ὅτι κατὰ τὸν νῦν αἰῶνα Χριστὸς τέθνηκε «τῇ ἁμαρτίᾳ ἐφάπαξ», «οὐκέτι» δὲ «θάνατος αὐτοῦ κυριεύει», ἀλλὰ ἀφῄρηται τῇ δυνάμει | |
5 | τοῦ πνεύματος ὡσπερεὶ πυρός, τὰ τοῦ θανάτου σημεῖα τῆς ζωῆς ἐπικρατησάσης. | |
26 | Τὸ δὲ δὴ «Ὀστοῦν οὐ συντριβήσεται ἀπ’ αὐτοῦ» φησι μὲν ὁ μακάριος Ἰωάννης καὶ σωματικῶς πεφυλάχθαι, μὴ κατεαγέντων αὐτοῦ τῶν σκελῶν, ἔχει δὲ καὶ τὴν πνευματικὴν δήλωσιν, ὅτι τὸ στερρὸν τὸ | |
5 | ἐν αὐτῷ διέμενεν ἀήττητον, καὶ διὰ τοῦτο φθορὰ τοῦ σώματος οὐχ ἥψατο, στερροτάτην καὶ ἀσύντριπτον σχόντος τὴν ὑποβάθραν, διὰ τὸ θείως καὶ μὴ σαρκικῶς συστῆναι τὸ σῶμα καὶ θεῖαν ἐσχηκὸς τὴν γέννησιν μὴ ὑποκεῖσθαι τῇ τῶν ἀνθρώπων φθορᾷ. «Ἡ σὰρξ αὐτοῦ» φησι «οὐκ | |
10 | εἶδε διαφθοράν». | |
27 | Ταῦτα περὶ τῆς σωτηρίου χρίσεως καὶ τῆς ἱερᾶς βρώσεως ἐξητακότες παυσώμεθα τοῦ λόγου, καὶ νῦν εἰς ἑτέραν ἐξέτασιν τὰ μετὰ τοῦτο καταλιπόντες, αἰτούμενοι | |
παρὰ τοῦ κυρίου τὴν αἴτησιν, ἣν Δαυὶδ ᾐτήσατο· | 99 | |
5 | «Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατα‐ νοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου», ἵν’ ἡμῖν μὴ εὐκαταφρόνητος ἡ τῶν νομίμων ἀνάγνωσις ᾖ καθάπερ Ἰουδαίοις ἕως τῶν τύπων ἱσταμένοις, ἀλλὰ θείως τὰ θεῖα νοοῦντες σύμβολα πρὸς τὴν θειοτάτην ἀλήθειαν φανῶμεν ἐν | |
10 | Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ | |
ἡ δόξα σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. | 101 |