TLG 2062 260 :: JOANNES CHRYSOSTOMUS :: In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) Citation: Sect — (ln) | ||
1 | Πάσχα μὲν γήϊνον ἑορτάζουσιν Ἰουδαῖοι τὸ οὐράνιον ἀρνησάμενοι, πάσχα δὲ οὐράνιον ἑορτάζοντες ἡμεῖς τὸ γήϊνον ὑπερβεβήκαμεν· καὶ τὸ μὲν παρ’ ἐκείνοις ἐπιτελεσθὲν σωτηρίας πρωτοτόκων τῶν ἐν Ἰουδαίοις σύμβολον ἦν, | |
5 | ὅτε τοῖς Αἰγυπτίοις πρωτοτόκοις οὐ συναπώλετο τὰ Ἰουδαίων αἵματι τοῦ θύματος τοῦ πάσχα συμβολικῶς τηρηθέντα, τὸ δὲ παρ’ ἡμῖν ἐπιτελούμενον πάσχα τῆς ἁπάντων ἀνθρώπων σωτηρίας ἐστὶν αἴτιον, ἀρξάμενον ἀπὸ τοῦ πρωτοπλάστου, ὃς ἐν ἅπασίν ἐστι σωζόμενος καὶ | |
---|---|---|
2 | ζωογονούμενος. Τὰ δὲ μέρη τῶν τελείων καὶ τὰ πρόσκαιρα τῶν αἰωνίων εἰκόνες καὶ τύποι προεμελετᾶτο πρὸς τὴν νῦν ἀνατείλασαν ἀλήθειαν σκιογραφούμενα· ἀληθείας δὲ παρούσης ὁ τύπος ἄκαιρος, ὥσπερ βασιλέως ἐπιδημήσαντος | |
5 | 〈οὐδεὶσ〉 αὐτὸν ἐάσας τὸν ζῶντα βασιλέα τὴν εἰκόνα | |
3 | προσκυνεῖν ἀξιοῖ. Ἦ δήλη δὴ αὐτόθεν ἡ τοῦ τύπου παρὰ τὴν ἀλήθειαν ἐλάττωσις, ὅπου γε ὁ μὲν τύπος ὀλιγοχρόνιον | |
ζωὴν ἑορτάζει τὴν τῶν Ἰουδαίων πρωτοτόκων, ἡ δὲ ἀλήθεια τὴν διηνεκῆ ζωὴν τὴν ἁπάντων ἀνθρώπων· οὐ γὰρ μέγα τὸ | 55 | |
5 | θάνατον πρὸς βραχὺ διαφυγεῖν τῷ μικρὸν ὕστερον ἀποθανου‐ μένῳ, μέγα δὲ τὸ καθόλου θάνατον ἀποφυγεῖν, ὅπερ ἡμῖν | |
4 | περιγίνεται, οἷς «τὸ πάσχα ἐτύθη Χριστός». Καὶ αὐτό γε τὸ τῆς ἑορτῆς ὄνομα πλείστην ἔχει τὴν ὑπεροχὴν ἐπὶ τῆς ἀληθείας ἑρμηνευόμενον· ὑπέρβασις μὲν γάρ ἐστι καθ’ ἑρμηνείαν τὸ πάσχα, ὅτε ὑπερέβη τοὺς Ἑβραίων οἴκους ὁ | |
5 | τὰ πρωτότοκα παίων ὀλοθρευτής, ὑπέρβασις δὲ τοῦ ὀλοθρευτοῦ παρ’ ἡμῖν ἀληθής, ὅταν καθάπαξ ἡμᾶς ὑπερβαίνῃ πρὸς τὴν αἰώνιον ζωὴν ἀνισταμένους ὑπὸ Χριστοῦ. | |
5 | Οὕτω μὲν δὴ τὴν ὅλην ὑπόθεσιν τοῦ πάσχα θεωρεῖσθαι χρὴ πνευματικῶς καὶ πιστεύεσθαι κατὰ τὰς ἀποστολικὰς ἐξηγήσεις· ποθεῖ δὲ ὁ πιστὸς καὶ τὴν ὅλην ὑποτύπωσιν κατανοῆσαι πῶς ἔχει πρὸς τὴν ἀλήθειαν καὶ ὡσπερεὶ | |
5 | θεωρῆσαι τὰ καθ’ ἑαυτὸν πνευματικὰ διὰ τῶν τότε σωματικῶν, ἵν’ αὐτῷ καὶ τὰ τοῦ νόμου πάντα οἰκείως ἔχῃ | |
νοούμενα κατὰ Χριστὸν καὶ διὰ τοῦ πνευματικοῦ τὸ σωματικὸν ἐμφανέστερον γένηται καὶ καθάπερ ζωγραφούμενον ἐν τοῖς ὁρατοῖς ἐκφανῇ τὸ ἀόρατον. | 57 | |
6 | Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός—αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος—, ἔλεγεν πρὸς τὸν Μωϋσῆν· «Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς | |
5 | μησὶ τοῦ ἐνιαυτοῦ», καὶ διέταττεν ἐφ’ ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν· καὶ τῇ μὲν τούτου χρίσει σωτηρίαν τῶν πρωτοτόκων ἐπηγγέλλετο· τί δὲ τοῦτό ἐστιν εὐθὺς ἐπὶ τῆς ἀληθείας θεωρούμενον τὸ ἀρχὴν ἐνιαυτοῦ τὸν καιρὸν ἐκεῖνον ὁρίζεσθαι, | |
10 | ἐν ᾧ τὸ πάσχα καὶ ἡ σωτηρία τῶν πρωτοτόκων; ὅτι καὶ ἡμῖν ἀρχὴ ζωῆς αἰωνίας ἡ τοῦ ἀληθινοῦ πάσχα θυσία— αἰῶνος γὰρ ὁ ἐνιαυτὸς σύμβολον, διότι κύκλῳ περιιὼν αὐτὸς εἰς ἑαυτὸν ἀεὶ στρέφεται καὶ εἰς τέλος οὐδὲν ἀποπαύεται—καὶ «πατὴρ τοῦ μέλλοντος αἰῶνός» | |
15 | ἐστι προσαχθεὶς ὑπὲρ ἡμῶν θυσία Χριστὸς καὶ τὸν πρότερον ἅπαντα βίον ἡμῶν ἄκαιρον ποιῶν ἀρχὴν ἑτέρου διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας δίδωσι καθ’ ὁμοιότητα τοῦ | |
7 | ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως. Ὥστε πᾶς ὁ γινώσκων τὸ τεθυμένον ὑπὲρ αὐτοῦ πάσχα ἀρχὴν ἑαυτῷ ζωῆς ὑποτιθέσθω ταύτην, ἀφ’ οὗ τέθυται Χριστὸς ὑπὲρ αὐτοῦ· τέθυται δὲ ὑπὲρ αὐτοῦ τότε, ἡνίκα ἂν ἐπιγνῷ τὴν χάριν καὶ | 59 |
5 | συνῇ τὴν διὰ τῆς θυσίας ἐκείνης ζωήν· καὶ τοῦτο γινώσκων τῆς νεαρᾶς ὀρεγέσθω ζωῆς λαμβάνειν τὴν ἀρχὴν καὶ μηκέτι ἀνατρεχέτω πρὸς τὴν παλαιάν, ἧς ἐπὶ τέλος ἔφθασεν· «Οἵτινες» γὰρ «ἀπεθάνομέν» φησι «τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;» | |
8 | Τὸ μὲν δὴ τῆς ἀρχῆς τοῦ ἐνιαυτοῦ σύμβολον τοιοῦτον· «δεκάτῃ» δὲ «τοῦ μηνὸς» κελεύει λαμβάνειν ἕκαστον πρόβατον κατ’ οἰκίαν καὶ τοσούτους εἶναι ἐπὶ τῆς οἰκίας τοὺς ἐσθίοντας ὡς ἐξαρκεῖν εἰς τὴν βρῶσιν καὶ μηδὲν | |
5 | περισσεῦσαι, θύεσθαι δὲ «τῇ τεσσαρεσκαιδεκάτῃ» τὸ πρόβατον «πρὸς ἑσπέραν». Οὐκοῦν πέντε μὲν ἡμέρας σύνεστι τὸ θῦμα τοῖς μέλλουσι σώζεσθαι δι’ αὐτοῦ· περαιου‐ μένης δὲ τῆς πέμπτης, τὸ μὲν ἱερεῖον θύεται, ὁ δὲ θάνατος ὑπερβαίνει, ὁ δὲ σωθεὶς ἀπολαύει διηνεκοῦς φωτός, διά τε | |
10 | νυκτὸς ὅλης λαμπούσης σελήνης καὶ τοῦ ἡλίου τὴν σελήνην διαδεχομένου, τοῦτο γὰρ ἐν πεντεκαιδεκάτῃ καὶ πανσελήνῳ | |
9 | γίνεται. Τὰ δὲ πέντε διαστήματα ταῦτα τὸν ἅπαντα δείκνυσι χρόνον τοῦ κόσμου διαιρούμενον εἰς πέντε, εἴς τε τὸν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τὸν ἀπὸ Νῶε μέχρι Ἀβραὰμ καὶ τὸν ἐξ Ἀβραὰμ ἐπὶ Μωϋσῆν καὶ τὸν ἀπὸ Μωϋσέως ἐπὶ τὴν | |
5 | Χριστοῦ παρουσίαν καὶ πέμπτον 〈τὸν〉 αὐτῆς τῆς παρουσίας· ἐν ᾧ χρόνῳ παντὶ προὔκειτο μὲν ἀνθρώπῳ ἡ διὰ τοῦ μακαρίου θύματος σωτηρία, οὔπω δὲ ἐτελεῖτο, ἐν δὲ τῷ πέμπτῳ διαστήματι τοῦ χρόνου τὸ πάσχα τὸ ἀληθὲς ἐθύετο καὶ ὁ δι’ αὐτοῦ σωζόμενος πρωτόγονος ἄνθρωπος | 61 |
10 | εἰς τὸ διηνεκὲς ἐξῄει φῶς· καὶ τό γε μὴ ἐπ’ αὐτῆς τῆς ἑσπέρας ἀλλὰ «πρὸς ἑσπέραν» τὸ πάσχα θύεσθαι ἐδήλου τὸ μὴ ἐν αὐτῷ τῷ τέλει τοῦ πάροντος αἰῶνος ἀλλὰ πρὸς | |
10 | αὐτὸ [τὸ] πάσχειν Χριστόν. Διῃρημένον δὲ οὕτω τὸν χρόνον ἔδειξεν ἡ παραβολὴ 〈Χριστοῦ〉 τεμόντος εἰς πέντε τὴν ἡμέραν καὶ τοὺς κεκλημένους εἰς τὸν ἀμπελῶνα, τοῦτ’ ἔστιν εἰς τὴν τῆς δικαιοσύνης ἐργασίαν, φάσκοντος καλεῖσθαι | |
5 | τοὺς μὲν ὑπὸ τὴν πρώτην ὥραν, τοὺς δὲ ὑπὸ τρίτην, τοὺς δὲ ὑπὸ ἕκτην, τοὺς δὲ ἐννάτην, τοὺς δὲ ἑνδεκάτην· καὶ γὰρ ἦσαν διάφοροι κλήσεις αὗται καὶ διάφορα δικαιώματα, ἕτερον μὲν τὸ ἐπὶ Ἀδάμ, ἕτερον δὲ τὸ ἐπὶ Νῶε, ἄλλο τὸ ἐπὶ Ἀβραάμ, ἄλλο τὸ ἐπὶ Μωϋσέως, τελευταῖον δὲ καὶ | |
10 | τελεώτατον τὸ ἐπὶ τῆς Χριστοῦ παρουσίας, ὅτε καὶ τῶν ἔργων ὁ μισθὸς ἀποδίδοται πρώτοις τοῖς τελευταίοις κατὰ τὴν σωτήριον παραβολήν, ἐπεὶ πρῶτοι τὴν ἀναγέννησιν | |
ἡμεῖς ἐν βαπτίσματι κομιζόμεθα, οἷς «ἐτύθη Χριστός», ἐφ’ ᾧ ἀνέστη καὶ τὸ πνεῦμα τὸ ἅγιον εἰς ἀνακαίνισιν ἡμῶν | 63 | |
15 | ἐνεφύσησεν. | |
11 | Αὕτη μὲν οὖν ἡ τεσσαρεσκαιδεκάτη μυστικῶς νοουμένη, καὶ τοιοῦτον τὸ τοῦ θύματος σύμβολον καὶ ἡ τὴν θυσίαν διαδεχομένη φωτεινὴ νὺξ καὶ ἡμέρα· τὸ δὲ ὅλον ἐφ’ ἑκάστης οἰκίας ἐσθίεσθαι τὸ ἱερεῖον καὶ μὴ ἐκφέρεσθαι τῶν κρεῶν | |
5 | «ἔξω» δηλοῖ μίαν οἰκίαν μόνην ἔχουσαν τὴν ἐν Χριστῷ σωτηρίαν, αὕτη δὲ ἦν ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησία, ἡ πάλαι μὲν ἀλλοτρία θεοῦ, νῦν δὲ μόνη πρὸς θεὸν οἰκείως ἔχουσα διὰ τὸ δέξασθαι τοὺς ἀποσταλέντας παρὰ τοῦ κυρίου Ἰησοῦ, ὥσπερ ἡ τῆς Ῥαὰβ ἡ τῆς πάλαι πόρνης οἰκία τοὺς | |
10 | κατασκόπους ὑποδεξαμένη τοὺς παρὰ Ἰησοῦ μόνη καὶ | |
12 | ἐσώζετο, τῆς Ἱεριχῶ πορθουμένης· ὥστε εἰ καὶ πλείους αἱ τῶν Ἑβραίων οἰκίαι μιᾶς ἔχουσι δύναμιν, ὥσπερ αἱ κατὰ πόλεις καὶ χώρας ἐκκλησίαι πολλαὶ τὸν ἀριθμὸν οὖσαι μία ἐστὶν ἐκκλησία· εἷς γὰρ ἐν αὐταῖς ὁ Χριστὸς ἁπανταχοῦ ὁ | |
5 | τέλειος καὶ ἀμέριστος—διόπερ «τέλειον» ἦν ἐφ’ ἑκάστης οἰκίας τὸ ἱερεῖον καὶ οὐκ εἰς διαφόρους ἐμερίζετο· — φησὶ γοῦν ἡμᾶς καὶ ὁ Παῦλος ἕνα εἶναι πάντας ἐν Χριστῷ, διότι καὶ ὁ κύριος εἷς καὶ ἡ πίστις μία. | 65 |
13 | Τὴν οὖν ἕνωσιν τοῦ ἱερείου τὴν ἀδιαίρετον ἀναγκαίως ὁ νόμος εἰς Χριστὸν προετύπου, ἐν ταύτῃ καὶ τὴν τῆς ἐκκλησίας ἕνωσιν προδιατυπῶν· ἐν Χριστῷ μὲν δὴ τὴν σωτηρίαν ἔχομεν καὶ ἐν τῇ θυσίᾳ τοῦ Χριστοῦ, καὶ πάντα τὰ πρὸ τῆς | |
5 | παρουσίας εἰς τὴν παρουσίαν προευτρεπισθέντα γινώσκομεν καὶ τοῦτο μόνον εἰς σωτηρίαν ἁπάσῃ τῇ ἀνθρωπότητι προκείμενον ἐξ ἀρχῆς καθαπερεὶ πρὸ ὀφθαλμῶν τὸν Χριστὸν ὑπὲρ πάντων τυθῆναι, μιᾷ δὲ τῇ ἐκκλησίᾳ προσήκουσαν τὴν σωτηρίαν ταύτην ἐπιστάμεθα καὶ μηδένα τῆς καθολικῆς | |
10 | ἔξωθεν ἐκκλησίας καὶ πίστεως μετέχειν Χριστοῦ δυνάμενον | |
14 | μηδὲ σώζεσθαι· καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ’ ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν | |
5 | αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ | |
μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι | 67 | |
15 | μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων. Μήτε οὖν τὰ παλαιά τις ἀπορρηγνύτω Χριστοῦ μηδὲ ἄνευ Χριστοῦ σώζεσθαί τινα τῶν προτέρων ὑπονοείτω, μήτε τοὺς νῦν παραδιδάσκοντας καὶ τὴν ἀλήθειαν παραχαράττοντας καὶ | |
5 | μάταια παρασκευάζοντας ἐκκλησιῶν σχήματά τε τῆς ἀληθείας ἐκτὸς καὶ ἀλλότρια Χριστοῦ, τοὺς τοιούτους μήτε χριστιανοὺς ὀνομαζέτω τις μήτε κοινωνίαν αἱρείσθω πρὸς αὐτούς· οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς «ἔξω» | |
10 | προφέρεται. | |
16 | Εἰς δὲ τὴν τοῦ Κυρίου δόξαν προτετυπωμένον ὁρῶμεν τὸ «τέλειον» εἶναι καὶ «ἄρσεν» καὶ «ἐνιαύσιον» τὸ πρόβατον. «Τέλειον» μὲν γὰρ ὅτι μόνος Χριστὸς ἀνενδεὴς ἐν τῇ πάσῃ ἀρετῇ καὶ κατὰ πάντα τρόπον ἄμωμος καὶ | |
5 | ἐξ ἀρχῆς καὶ εἰς τέλος οὐδεμιᾶς ἐνδέων δικαιοσύνης, ὡς αὐτός φησιν· «Οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πλη‐ ρῶσαι πᾶσαν δικαιοσύνην»· διὸ καὶ πάντα τὰ θύματα | |
προσήγετο τέλεια καὶ ἄμωμα, ὅτι καὶ πάντα εἰς τύπον ἐθύετο τοῦ Χριστοῦ, καὶ τοὺς ἱερεῖς ἀρτίους εἶναι καὶ | 69 | |
10 | τελείους τοῖς σώμασιν ἐκέλευεν ὁ θεός, ὅτι τοῦ ἀληθοῦς ἱερέως ἦσαν ἅπαντες τύπος. | |
17 | «Ἄρσεν» δὲ τὸ πρόβατον, ὅτι καὶ ἡγεμονικόν, φύσει τὴν ἡγεμονίαν ἔχον, ὥσπερ ὁ ἄρρην ἔχει σωματικὴν ἡγεμονίαν πρὸς τὸ θῆλυ· φύσει γὰρ καὶ ἀληθείᾳ Χριστὸς ἡγεμὼν καὶ βασιλεύς, ἅτε ὢν ἐπουράνιος ἄνθρωπος, καὶ | |
5 | συνταχθεὶς μὲν ἡμῖν ὡς ἀδελφὸς κατὰ τὴν φύσιν τὴν σαρκικήν, ἐφεστὼς δὲ ὡς δεσπότης κατὰ τὴν θεότητα τὴν | |
18 | πνευματικήν. Διὸ καὶ νυμφίος αὐτὸς δὴ καὶ μόνος ὡς νύμφης τῆς πάσης ἀνθρωπότητος, καὶ οὔτε Ἰωάννης νυμφίος ὁ προφητῶν μέγιστος, ὅς γέ φησι περὶ Χριστοῦ καὶ ἑαυτοῦ, περὶ Χριστοῦ μέν· «Ὁ ἔχων τὴν νύμφην νυμφίος | |
5 | ἐστίν», περὶ ἑαυτοῦ δέ· «Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται», οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν | |
10 | κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος; «Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν | |
παραστῆσαι τῷ Χριστῷ». | 71 | |
19 | Ἡγεμὼν οὖν ἀληθῶς καὶ δεσπότης καὶ βασιλεὺς ὁ κύριος, οὐ μόνον ὅτι θεὸς ἦν ἐν ἀνθρώποις, ἀλλὰ καὶ κατὰ τὴν προϋπάρχουσαν θεότητα, ὅτι φύσει βασιλεὺς ἁπάσης τῆς κτίσεως, οὐ χάριτι τὸ βασιλεύειν λαβών, ἀλλ’ ἔχων ἐν | |
5 | ἀληθείᾳ καὶ γεννήσει τῇ ἐκ πατρός· ἔτι δὲ καὶ «ἐνιαύσιον» τὸ πρόβατον, ὅπερ ἐδήλου τὸν κύριον νέον ἐπὶ γῆς ὄντα καὶ παλαιότητος οὐδὲν τῆς ἐν ἀνθρώποις ἔχοντα. | |
20 | Εἴ τις οὖν ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον καὶ τῆς ἡμετέρας φύσεως τίθησι τὸν Χριστόν, τούτῳ τὸ πρόβατον οὐκ ἔστι «τέλειον» οὐδὲ «ἄμωμον», οὐδεὶς γὰρ ἄνθρω‐ πος ἄμωμος, τούτῳ τὸ πρόβατον οὐκ ἔστιν «ἄρσεν», | |
5 | οὐδεὶς γὰρ ἀνθρώπων ἡγεμονίαν ἔχει φυσικὴν καὶ ὁλόκληρον πρὸς τοὺς ὁμοφυεῖς ἀνθρώπους· καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ’ οὗτος «ἄρσεν» ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ’ εἰς | |
10 | ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει· ἀλλὰ καὶ εἴ τίς 〈τι〉 ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ’ ἀνάγκην ὑποκείμενον, οὗτος «ἐνιαύσιον» οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος | |
15 | ᾔσθετο τῆς ἐν Χριστῷ. | 73 |
21 | Ὑπολείπεται τοῦ προβάτου τὸ σύμβολον καὶ τοῦ ἐρίφου κατανοῆσαι. Ἔστι τοίνυν τὸ μὲν πρόβατον κατὰ τὸν Ἡσαίαν ἠπιότητος τῆς Χριστοῦ σύμβολον· «Ὡς πρόβατον» γὰρ «ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ | |
5 | κείραντος αὐτὸν ἄφωνος», ἔριφος δὲ κατὰ τὸν νόμον ὑπὲρ ἁμαρτίας θῦμα. «Χίμαρον» γάρ φησι «ἐξ αἰγῶν | |
22 | περὶ ἁμαρτίας». Προσαχθεὶς οὖν ἤπιος ὡς πρόβατον, ὑπὲρ ἁμαρτίας ὡς χίμαρος ὢν τέθυται, διὰ τῆς ἠπιότητος δοὺς ἑαυτὸν εἰς τὴν τῶν ἀνθρώπων σωτηρίαν, ἧς εὐξόμεθα τυχεῖν διὰ πίστεως καὶ ἀγάπης τοῦ παθόντος ὑπὲρ ἡμῶν | |
5 | κυρίου Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ πατρὶ ἡ δόξα | |
σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 75 |