TLG 2062 259 :: JOANNES CHRYSOSTOMUS :: Sermo catecheticus in pascha [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Sermo catecheticus in pascha [Sp.]

Citation: Vol — pg — (ln)

59

.

721

(49t)

Κατηχητικὸς εἰς τὸ ἅγιον πάσχα.

59

.

721

(50)

Εἴ τις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης πανηγύρεως· εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ· εἴ τις ἔκαμε νηστεύων, ἀπολαβέτω νῦν τὸ δηνάριον· εἴ τις ἀπὸ πρώ‐ της ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον
55ὄφλημα· εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαριστῶν ἑορ‐ τάσῃ· εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλ‐ λέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται· εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω μηδὲν ἐνδοιάζων· εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδυτῆτα.
60Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης δέχεται τὸν ἔσχατον, κα‐
θάπερ καὶ τὸν πρῶτον· ἀναπαύει τὸν τῆς ἑνδεκάτης,Column end

59

.

722

(48)

ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης· καὶ τὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει· κἀκείνῳ δίδωσι, καὶ

59

.

722

(50)

τούτῳ χαρίζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθε‐ σιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθητε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπο‐ λάβετε, πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥᾴθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύ‐
55σαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες· ὁ μόσχος πολὺς, μη‐ δεὶς ἐξέλθοι πεινῶν. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ
ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθω τὰ πταίσματα· συγ‐721

59

.

723

γνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε· μηδεὶς φοβείσθω τὸν θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνα‐ τος· ἔσβεσεν αὐτὸν ὑπ’ αὐτοῦ κατεχόμενος· ἐκόλασε τὸν ᾅδην κατελθὼν εἰς τὸν ᾅδην· ἐπίκρανεν αὐτὸν γευσάμε‐
5νον τῆς σαρκὸς αὐτοῦ. Καὶ τοῦτο προλαβὼν Ἡσαΐας ἐβόησεν· Ὁ ᾅδης, φησὶν, ἐπικράνθη. Συναντήσας σοι κάτω ἐπικράνθη· καὶ γὰρ καθῃρέθη· ἐπικράνθη· καὶ γὰρ ἐνεπαίχθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν·
ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ· ἔλαβεν ὅπερ ἔβλεπε,Column end

59

.

724

καὶ πέπτωκεν ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Ἀνέστη Χριστὸς, καὶ σὺ καταβέβλησαι· ἀνέστη Χριστὸς, καὶ πεπτώκασι δαίμονες· ἀνέστη Χριστὸς, καὶ χαίρουσιν ἄγγελοι·
5ἀνέστη Χριστὸς, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χρι‐ στὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημέ‐ νων ἐγένετο· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.723