TLG 2062 258 :: JOANNES CHRYSOSTOMUS :: In latronem [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In latronem [Sp.] Citation: Vol — pg — (ln) | ||
59.719(24t) | Εἰς τὸν λῃστὴν, καὶ εἰς τὴν προδοσίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. | |
25 | αʹ. Ὢ πόση δύναμις τῆς ἡμετέρας πίστεως! ὢ πόσον ἰσχύει δέησις φιλοχρίστου λαοῦ ὑπὲρ ἁμαρτωλοῦ ἱερέως πρεσβεύουσα! Καὶ μὴ ξενίσῃ σε τὸ λεγόμενον· τοῦτο γὰρ παρὰ τοῦ θεσπεσίου Παύλου λέγειν πρὸς ὑμᾶς δεδίδαγμαι, διαῤῥήδην ἐν ταῖς οἰκείαις Ἐπιστολαῖς τοῖς μαθηταῖς | |
---|---|---|
30 | ἐπιστέλλοντος· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα δοθῇ μοι λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Εἰ δὲ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ οὐράνιος ἄνθρωπος, ὁ τῆς χά‐ ριτος ῥήτωρ, δωρεὰν παρὰ τῶν οἰκείων μαθητῶν προσ‐ ευχῶν ἐδέετο, πόσῳ μᾶλλον ἐγὼ, ὃν πάντες ἁμαρτωλὸν | |
35 | ἐγνώκατε! Ἀλλ’ ὅμως καὶ τελώνης ποτὲ τοῦ πονηροῦ σκοποῦ μεταθέμενος, ἐγένετο μαθητὴς τοῦ Κυρίου· οἶδα δὲ καὶ πόρνην δάκρυα μετανοίας τοῖς Δεσποτικοῖς ἴχνεσι προσενέγκασαν, καὶ τὸν πολυθρύλλητον τῆς πορνείας μολυσμὸν ἀποπλύνασαν· οἶδα καὶ τὸν λῃστὴν ἐκεῖνον τὸν | |
40 | φρόνιμον, τὸν καλῶς διὰ πίστεως τὰ μεγάλα συλήσαντα· τῆς γὰρ τοιαύτης αὐτοῦ λῃστείας τὸ κέρδος παράδεισος γέγονεν. Αἰσθάνομαι κἀγὼ τῆς τοιαύτης ἀγκύρας ἐπι‐ λαβόμενος. Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην φιλάνθρωπον, ὅστις μόνον εἰλικρινῶς δεξάμενος παρ’ ἡμῶν τὴν δέησιν, | |
45 | εὐθέως τὸν ἔλεον ἀντιδίδωσι. Νόμον γὰρ ἔδωκεν· ἀλλὰ σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν, φωτίσαι οὐκ ἴσχυσε. Προ‐ φητικὸν δῆμον ὡς πρέσβυν ἀπέστειλεν· ἀλλὰ καὶ ὁ προ‐ φητικὸς δῆμος κρατηθεὶς ὑπὸ τοῦ θανάτου ἐβόησε λέγων· | |
59.719(50) | Ἐγώ εἰμι γῆ καὶ σποδός. Ἄγγελος ἀτρέπτως σαρκοῦ‐ σθαι οὐκ ἠδύνατο. Οὐκ ἄγγελος, φησὶν, οὐ πρέσβυς ἐλυτρώσατο αὐτοὺς, ἀλλ’ αὐτὸς ὁ Κύριος. Εἶδε γὰρ τὴν οἰκουμένην βοηθείας ἐστερημένην, καὶ βοῶσαν πρὸς αὐτόν· Κλῖνον, Κύριε, τοὺς οὐρανούς σου, καὶ | |
55 | κατάβηθι. Ἐὰν γὰρ σὺ, φησὶ, μὴ καταβῇς πρὸς ἡμᾶς, ἡμεῖς δι’ ἄλλου τινὸς πρὸς σὲ ἀνελθεῖν οὐ δυνάμεθα. Εἶ‐ δεν οὖν, καὶ οὐ παρεῖδε τὴν δέησιν, ἀλλ’ ἔκλινεν οὐρα‐ νοὺς, καὶ κατῆλθεν ἐπὶ γῆς, μὴ κενώσας τοὺς οὐρανούς. Συνελήφθη ἐν μήτρᾳ παρθενικῇ πλατυτέρᾳ πάσης κτί‐ | |
60 | σεως. Ὃν γὰρ οὐκ ἐχώρησε καλύβη πατριαρχικὴ, αὐτὸν ἐχώρησε μήτρα παρθενική. Ἐσαρκώθη, ὡς οἶδεν αὐτὸς, οὐχ ὡς ἑρμηνεύουσιν οἱ αἱρετικοὶ, οἱ τὰ οἰκεῖα ἀγνοοῦν‐ | |
τες, καὶ τὰ θεῖα μετροῦντες. Ἐτέχθη, ὡς ηὐδόκησεν. | Column end | |
59.720(26) | Ἐπέβη τῷ ξύλῳ τὸ ξύλον τοῦ παραδείσου ἰασάμενος καὶ βοᾷ· Ληνὸν ἐπάτησα μόνος, καὶ οὐδεὶς ἦν μετ’ ἐμοῦ, οὐκ ἄγγελος, [οὐ πρέσβυς, οὐκ ἀρχάγγελος,] οὐ προφήτης, οὐ βασιλεὺς, οὐδεὶς τῶν δικαίων μετ’ ἐμοῦ· | |
30 | καὶ εἷς μόνος μετ’ ἐμοῦ, οὐ μετ’ ἐμοῦ συνέτριψε τὸν θά‐ νατον, ἀλλὰ μετ’ ἐμοῦ ἐκληρονόμησε τὸν παράδεισον· μετ’ ἐμοῦ ἐπὶ τοῦ ξύλου, οὐ μετ’ ἐμοῦ ἐν τῷ πολέμῳ τοῦ θανάτου. Κύριος γὰρ, φησὶ, συντρίβων πολέμους, Κύ‐ ριος ὄνομα αὐτῷ. Εἷς λῃστὴς ὡμολόγησεν. Ὢ τῶν ξέ‐ | |
35 | νων καὶ παραδόξων πραγμάτων! ὁ λῃστὴς μετὰ τοῦ Χριστοῦ, καὶ ὁ μαθητὴς Ἰούδας μετὰ τοῦ διαβόλου· τὸ φῶς γέγονε σκότος, καὶ τὸ σκότος εἰς φῶς μετεβάλ[λ]ετο· ὁ ἀμνὸς λύκος, καὶ ὁ λύκος ἀμνός. Ὁ λῃστὴς τὰς χεῖρας τοῖς ἥλοις ἐμπεπαρμένος, πιστῇ φωνῇ τὸν Δεσπότην | |
40 | ἠσπάζετο λέγων, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ ὁ μαθητὴς φίλημα προσφέ‐ ρων τοῖς χείλεσι, τῇ καρδίᾳ τὸ ξίφος ηὐτρέπισε· τοῖς χείλεσι χαρὰν ἐφθέγγετο, καὶ τῇ καρδίᾳ δόλον ἠρεύξα‐ το, Χαῖρε, λέγων, Ῥαββί· εἶτα καὶ φιλεῖ αὐτὸν, | |
45 | καὶ στρεφόμενος ἔλεγε τοῖς Ἰουδαίοις, νεύματι, οὐ ῥήματι· Δήσαντες αὐτὸν ἀπενέγκατε. Ὦ παράνομε Ἰούδα, ποῦ προστάσσεις ἀπάγεσθαι τὸν λέγοντα, Ὁ οὐ‐ ρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου; | |
59.720(50) | βʹ. Ἀλλ’ ὁρῶ τὴν ἀγάπην ὑμῶν προθυμοτέραν, καὶ τὸ σῶμα στενοχωρούμενον· καὶ ἠβουλόμην ἐνταῦθα κατα‐ παῦσαι τὸν λόγον· ἀλλ’ ἐπειδὴ τὸ ὑμέτερον φιλήκοον προ‐ τρέπεται ἡμᾶς μηκῦναι τὸν λόγον, πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Χαῖρε, φησὶ, Ῥαββί. Ὁ δὲ | |
55 | φιλάνθρωπος Δεσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδό‐ του τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ’ ᾧ πάρει. Ἀσπάζομαί σε, Ἰούδα, οὐχ ἵνα ἀγάπην δωρήσωμαι, ἣν ἀπεβάλου, ἀλλ’ ἵνα κενώσω τὴν χάριν, ἣν δέδωκά σοι· ἀνάξιον γὰρ ἀγγεῖον ἐπουράνιον μύρον βαστάζειν οὐ δύ‐ | |
60 | ναται. Τί δὲ λέγω περὶ Ἰούδα; Πέτρος ὁ τὴν κλεῖδα τῆς βασιλείας δεξάμενος, βλέπων τὸν Βασιλέα τῆς δόξης σταυρούμενον, ῥίψας τὰς κλεῖς ἔφυγε· καὶ ὁ λῃστὴς ὁ τὰς θύρας ὑπανοίγων τῶν ἀνθρώπων, αὐτὸς τὰς κλεῖς τοῦ | |
παραδείσου ἥρπασε. Πέτρος ὁ λέγων, Κἂν δέῃ με σὺν | 719 | |
59.721 | σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, τρίτον ἀπηρνή‐ σατο· καὶ ὁ λῃστὴς οὐ λόγοις ἐπαγγειλάμενος, ἀλλ’ ἔργοις συναποθνήσκων τῇ ἀναστάσει, ἔλεγε· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς ἀρ‐ | |
5 | χὰς καὶ ἐξουσίας οὐκ ᾐδέσθη, καὶ ὁ Πέτρος ἀπειλὴν κόρης οὐχ ὑπήνεγκεν· ὁ λῃστὴς ἔκραξε, Κύριε, καὶ ὁ Πέτρος, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν πρὸ μικροῦ Υἱὸν Θεοῦ ἐκάλει. Πέτρος ὁ διὰ θαλάσσης περιπατή‐ σας, τὸν πεζεύσαντα τὴν ὑγρὰν φύσιν ἠρνήσατο· καὶ ὁ | |
10 | λῃστὴς οὐκ ἐπὶ νῶτα θαλάσσης βαδίσας, ἀλλ’ ἐπὶ τὰς τῶν πλουσίων πύλας, ἔκραζε, Κύριε. Οἱ υἱοὶ Ζεβε‐ δαίου, οἱ λέγοντες, Δυνάμεθα πιεῖν τὸ ποτήριον, ὃ μέλλεις πίνειν (τοῦτο γὰρ ἦν), ἐν καιρῷ τοῦ ποτηρίου ἔφυγον· καὶ ὁ λῃστὴς ἥρπασεν ἐκ χειρὸς τῶν Ζεβεδαίου | |
15 | τὸ τοῦ σωτηρίου ποτήριον, λέγων· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Θωμᾶς ὁ τοῦ ἀκαταλήπτου μυστηρίου περίεργος ἐρευνητὴς, ἔφασκε τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν σὺν αὐτῷ· καὶ ἰδὼν αὐτὸν σταυρούμενον | |
20 | ἔφυγε. Σταυρούμενον βλέπει, καὶ φεύγει· ἀνιστάμενον βλέπει, καὶ διστάζει λέγων· Ἐὰν μὴ βάλω τὸν δάκτυ‐ λόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς, ὁ δι’ ἓν πρόβατον κατεληλυθὼς, τοῦ | |
25 | ἑνὸς προβάτου οὐ κατεφρόνησεν· ἀλλ’ αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων, καί φησι· Φέρε τὴν χεῖρά σου ὧδε, καὶ βάλε εἰς τὴν πλευράν μου. Λόγχης στρατιωτικῆς ἠνεσχόμην, καὶ δεξιᾶς ἀποστολικῆς οὐκ ἀνέξομαι; Ἀλλ’ ὦ τῶν καλῶν λῃστὰ (πρὸς σὲ γάρ μοι ὁ λόγος), λῃστεύειν | |
30 | ἔμαθες, πιστεύειν οὐκ ἐδιδάχθης· οὐ γέγονας μαθητὴς, καὶ πῶς Δημιουργὸν καλεῖς λέγων· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου; Καλῶς ἐλά‐ λησας, εὐσεβῶς ἐπίστευσας. Ἐπικινδύνως πολλάκις ἐσύλησας, πλουσίων πολλάκις ἤνοιξας θησαυροὺς, καὶ | |
35 | τοιοῦτον μαργαρίτην οὐχ εὗρες ὡς τὸν Χριστόν. Ἀπό‐ στολος οὐ γέγονας, οὐκ ἤκουσας τοῦ νομοθέτου λέγοντος, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην· καὶ πῶς ἀπὸ ξύ‐ λου ἐτρύγησας τὴν ζωήν; Οὐκ ἤκουσας Ἡσαΐου λέγον‐ τος· Τῷ μώλωπι τοῦ πάθους αὐτοῦ τὰ τῶν ἀνθρώπων | |
40 | πάθη τὴν ἴασιν δέχεται· καὶ πῶς πάθεσιν εὗρες ἴαμα; | Column end |
59.722 | Ναὶ, φησὶν ὁ λῃστής· βλέπω τὴν κτίσιν πᾶσαν δονου‐ μένην καὶ τρέμουσαν, καὶ τὸν ἐπὶ τοῦ ξύλου κρεμάμενον Δεσπότην γνωρίζω τῆς κτίσεως. Εἰ μὴ γὰρ ἦν οὗτος Ποιητὴς τῶν ὅλων, ὁ ἥλιος οὐκ ἂν βλέπων αὐτὸν γυμνού‐ | |
5 | μενον, αἰδούμενος τὰς οἰκείας ἀκτῖνας ἀπέκρυψε, καὶ τοὺς θεομάχους ἐσκότισεν. Εἰ μὴ ἦν οὗτος Ποιητὴς οὐ‐ ρανοῦ καὶ γῆς, οὐκ ἂν βλέπων αὐτὸν ὁ οὐρανὸς σταυ‐ ρούμενον, τὸ σκότος ὡς σάκκον περιεβάλλετο. Εἰ μὴ ἦν οὗτος Δεσπότης πάσης τῆς γῆς, οὐκ ἂν ἐκ τῆς πλευρᾶς | |
10 | αὐτοῦ δεξαμένη τὸ αἷμα, ἐκ τῶν θεμελίων ἐσαλεύθη. Εἰ μὴ ἦν οὗτος ζωῆς καὶ θανάτου Δεσπότης, οὐκ ἂν προσ‐ εγγίζων αὐτῷ ὁ θάνατος κατεβλήθη, καὶ τὰ τῶν ἁγίων μνήματα ἀνεῴχθησαν. Εἰ μὴ ἦν οὗτος Κύριος τοῦ ναοῦ, οὐκ ἂν βλέπων αὐτὸν ὁ ναὸς σταυρούμενον, τὸ οἰκεῖον | |
15 | καταπέτασμα περιέσχισεν. Εἰ μὴ ἦν οὗτος ὁ μὴ βουλό‐ μενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, οὐκ ἂν ἐπρέσβευσεν ὑπὲρ τῶν ἁμαρτωλῶν λέγων· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ γὰρ τούτου θάνατος πάντα συνέστησε. Κατέρχεται γὰρ εἰς τὸν ᾅδην, καὶ μετὰ πάν‐ | |
20 | των ἀνέρχεται. Διὰ τοῦτο κράζω λέγων· Κύριε, μνή‐ σθητί μου. Οὐχ ὡς δοῦλον παρακαλῶ, Μνήσθητί μου, ὅταν εὖ σοι γένηται, ἀλλὰ, Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Καὶ τί πρὸς αὐτὸν ὁ Δεσπότης; Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | |
25 | Λεγέτωσαν οἱ ἀκριβεῖς λογοθέται τῆς ἀκαταλήπτου γεν‐ νήσεως, πῶς ἔλεγε τῷ λῃστῇ, Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Πρῶτον τοῦτο ἑρμηνευσάτωσαν, καὶ τότε τὸν ἄῤῥητον αὐτοῦ τόκον, ὃν προφητικῶς βοᾷ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ὅτι αἴρεται ἀπὸ τῆς | |
30 | γῆς ἡ ζωὴ αὐτοῦ; Ταύτην ἐπλάτυναν οἱ Πατέρες τὴν πίστιν, οὕτως ἐδόξασαν τὸν ἀπερίληπτον, πιστεύοντες, καὶ μὴ πολυπραγμονοῦντες. Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶπε, καὶ γέγονεν. Ἀλλ’, ὦ φιλάνθρωπε Δέσποτα, πάντες οἱ δίκαιοι ἔξω τοῦ παραδείσου ἑστή‐ | |
35 | κασι, καὶ λῃστὴν εἰς παράδεισον εἰσάγεις; Ναὶ, λῃστὴν πρῶτον εἰσάγω εἰς τὸν παράδεισον, ἵνα πείσω τὸν κό‐ σμον, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Αὐτῷ τῷ Χριστῷ ἡ δόξα εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 721 |