TLG 2062 257 :: JOANNES CHRYSOSTOMUS :: Contra haereticos et in sanctam deiparam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Contra haereticos et in sanctam deiparam [Sp.] Citation: Vol — pg — (ln) | ||
59.709(60t) | Κατὰ αἱρετικῶν, καὶ εἰς τὴν ἁγίαν Θεοτόκον. | |
61 | αʹ. Πάλιν τῇ παῤῥησίᾳ τοῦ ἁγίου Πνεύματος διασπῶν τὰς σειρὰς τῆς ἀμαθίας τὸν διδασκαλικὸν καταλαμβάνω θρόνον, οὐκ αἰδούμενός μου τὴν πτωχείαν· φιλόπτωχοι γὰρ ὄντες οἰκτείρετέ με διὰ τὴν τῆς ἀγάπης φιλοτιμίαν. | |
---|---|---|
65 | Πένης γὰρ ὢν πλουσίοις ἐπεκτείνομαι, οὐκ ἀλαζονείας ὑποθέμενος νόσον, ἀλλὰ τῆς φιλοθέου ὑμῶν ψυχῆς ἀπο‐ πληρῶν τὸν ἔρωτα. Τέρπεσθε γάρ μου τοῖς λόγοις, ἐπειδὴ κἀγὼ εὐφραίνομαι ὑμῶν τοῖς τρόποις. Οὐκ οἶδά μου τὴν πτωχείαν, καὶ μογιλάλον φωνὴν, τὸ καλὸν τοῦτο | |
70 | καὶ ἐπέραστον θεωρῶν θέατρον. Οἶδα γὰρ, ὡς οὐ κριταί | Column end |
59.710(63) | μου τῶν λόγων, ἢ θεαταὶ τῶν ἀγώνων συνέρχεσθε, ἀλλ’ ἵνα τῷ παιδὶ ὡς πατέρες συνεπισχύσητε. Ἐγὼ γὰρ τῇ | |
65 | γλώττῃ λαλῶ, ὑμεῖς δὲ τῇ καρδίᾳ φθέγγεσθε πρὸς τὸν Θεὸν τοῦτο, δοθῆναι ἡμῖν λόγον ἐν ἀνοίξει τοῦ στόματος· φιλόπαιδες γὰρ ὄντες καὶ φιλότεκνοι τοὺς ἡμετέρους πόνους οἰκείους λογίζεσθε στεφάνους. Διὸ οὐκ ὀκνῶ πρὸς τὸ λέγειν· λύει γάρ μου τὸν ὄκνον ὁ περὶ ὑμᾶς πόθος, | |
70 | μεταβάλλει μου τὴν ἀμάθειαν εἰς ἐνάρετον διδασκαλίαν ἡ εὐαγὴς προσευχή. Ἀλλὰ ταῦτα μὲν ἐν προοιμίῳ εἰ‐ | |
ρήσθω. Ἐγὼ δὲ σήμερον περιζωσάμενος τὴν ὀσφὺν τῆς | 709 | |
59.711 | ἀληθείας, καὶ ἐνδυσάμενος τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενος τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγε‐ λίου τῆς εἰρήνης, ἄρχομαι κατὰ τῶν αἱρετικῶν ἀναδε‐ ξάμενος ἀγῶνα. Ἐφάπτομαι τῶν ἀγώνων, οὐ λόγοις | |
5 | λόγους συνάπτων, οὐδὲ ῥητορικῇ δεινότητι τὰς σειρὰς τῶν προτάσεων διαλύων, ἀλλὰ τῇ τελείως ἐπαναγνωσθείσῃ φωνῇ τὰ εὐμήχανα τῶν αἱρετικῶν προβλήματα, ὡς ἱστὸν ἀράχνης, διασπῶν. Ἔστι δὲ ἀποστολικὸν ἀνάγνωσμα τοῦτο· Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως | |
10 | Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀν‐ εξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τί λέγεις, ὦ Παῦλε; ὁ πλοῦ‐ τος τοῦ Θεοῦ ἐν βάθει κεῖται, καὶ ἐν ὕψει γνωρίζεται; Ναὶ, φησὶ, καὶ ἐν βάθει, καὶ ἐν ὕψει· ἐν βάθει μὲν διὰ τὴν ἀνθρωπότητα, ἐν ὕψει δὲ διὰ τὴν θεότητα. Οὕτω γὰρ | |
15 | διὰ τοῦ προφήτου ἀποκαλύπτων τὴν οἰκονομίαν ἔλεγε πρὸς Ἄχαζ· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος· εἰς βάθος μὲν, διὰ τὴν οἰκονομίαν, εἰς ὕψος δὲ, διὰ τὴν θεολογίαν. Βαθὺ μὲν γὰρ σημεῖον τὸ ἐκ Παρθένου τεχθῆναι, ὑψηλὸν δὲ | |
20 | κήρυγμα καὶ τὸ ἐκ Θεοῦ Θεὸν γεννηθῆναι. Οὔτε οὖν τὸ ὕψος, ἄνθρωπε, περιεργαζόμενος καταλαμβάνεις, οὔτε τὸ βάθος πολυπραγμονῶν εὑρίσκεις. Σεπταὶ γάρ εἰσιν αἱ τοῦ Χριστοῦ γεννήσεις· ἡ μὲν γάρ ἐστι κατὰ φύσιν, ἡ δὲ παρὰ φύσιν. Παρὰ φύσιν γὰρ ἐν ὑστέροις καιροῖς | |
25 | ἐκ τῆς Παρθένου ἐτέχθη, κατὰ φύσιν δὲ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς ἐτέχθη, ὡς ὁ γεννήσας οἶδε. Καὶ ἡ ἄνω γέν‐ νησις ἀψευδής. Ἀληθῶς γὰρ ἐκ Θεοῦ Θεὸς ἐγεννήθη, ἀληθῶς ἐκ τῆς Παρθένου ἄνθρωπος ὁ Θεὸς μετὰ ἀνθρώ‐ πων ἐτέχθη· ἄνω μόνος ἐκ μόνου Μονογενὴς, καὶ κάτω | |
30 | μόνος ἐκ μόνης Μονογενής· καὶ ὥσπερ ἐπὶ τῆς ἄνω γεν‐ νήσεως ἀσεβές ἐστιν ὑπονοῆσαι μητέρα, οὕτω καὶ ἐπὶ τῆς Παρθένου βλάσφημόν ἐστιν ὑπονοῆσαι πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησεν, ἡ Παρθένος ἀφθόρως ἔτε‐ κεν. Οὔτε γὰρ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρε‐ | |
35 | πῶς γὰρ ἐγέννησεν· οὔτε ἡ Παρθένος φθορὰν ὑπέστη τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὢ καινοῦ θαύματος! ὢ σεπτοῦ καὶ ἀλαλήτου μυστηρίου! Τολμῶ γὰρ εἰπεῖν, ὅπερ λέγων οὐ σφάλλομαι· ὅτι καὶ ἄνω παρθένος ἐγέννησε φύσις (καθαρὰ γάρ ἐστι καὶ ἄφθορος ἡ τῆς θεότητος | |
40 | οὐσία), καὶ κάτω Παρθένος ἔτεκεν ἄφθορος ἄφθορον· Οὐ δώσεις γὰρ τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. Ὅταν ἡ φύσις τάξει βαίνῃ, τότε τὰ κατὰ φύσιν ζήτει, ἄνθρωπε· ὅταν δὲ Θεός τι προστάσσῃ, τότε ἡ φύσις τὴν ἑαυτῆς ἀρνεῖται τάξιν, καὶ ἐκεῖνα πράττει, ἅπερ ὁ τοῦ Θεοῦ | |
45 | βούλεται νόμος. Οἷόν τι λέγω· Ἐκέλευσεν ὁ Θεὸς τῇ πέτρᾳ ἐν τῇ ἐρήμῳ ἐκβλύσαι ὕδωρ, καὶ ἔβλυσεν, οὐχ ὃ εἶχεν ἐν κόλποις, ἀλλ’ ὃ ἐναπέθετο τὸ πρόσταγμα. Ὥσπερ οὖν ἡ πέτρα νεύματι τοῦ Θεοῦ πηγὴ γέγονε, καὶ τῇ φορᾷ τῶν ὑδάτων χειμάῤῥους ἔτεκεν, οὐ φλεβὸς | |
59.711(50) | ὑποκειμένης, οὐ παρὰ ποταμοῦ δανεισαμένη, ἀλλ’ ἡ ξηρὰ καὶ ἄφλεβος καὶ ἄνυγρος ἄφνω γέγονε ποταμῶν μήτηρ, ἀφθόνως προχέουσα ὅπερ οὐκ ἔσχεν ὕδωρ· οὕτω καὶ ἡ ἀπειρόγαμος Παρθένος τῇ ἐπισκιάσει τοῦ ἁγίου Πνεύματος τὸν Κύριον ἡμῶν ἔτεκε κατὰ σάρκα, οὐ τάξει | |
55 | φύσεως κινηθεῖσα, ἀλλὰ τῇ δυνάμει τοῦ Ὑψίστου ἐπὶ τὸ τεκεῖν ἐλθοῦσα. Οὐ γὰρ δανεισαμένη παρὰ τὸν νόμον τῆς φύσεως ἔτεκεν, ἀλλὰ δυναμωθεῖσα τῷ ἁγίῳ Πνεύ‐ ματι οὕτως ἔτεκεν, ὥσπερ ἡ τοῦ Θεοῦ χάρις ἠθέλησε. Πνεῦμα γὰρ, φησὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ | |
60 | δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεν‐ νώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Εἰ δὲ θέλεις γνῶναι, πῶς ἡ φύσις ἀρνεῖται τὴν ἑαυτῆς τάξιν, ἵνα παρὰ φύσιν ὑπηρετήσῃ τῇ τοῦ Θεοῦ βουλῇ, ἐρώτησον τὴν ῥάβδον τὴν Ἀαρών· Εἰπὲ, ἡ ῥάβδος ἡ ξηρὰ, πῶς | |
65 | φύλλα καὶ καρπὸν ἐν ἀκαριαίᾳ ῥοπῇ παρὰ φύσιν ἐβλά‐ στησας; Οὐ τῇ γῇ Μωϋσῆς σε προέθετο, οὐκ ὄμβροις ἤρδευσεν, οὐ χρόνος τὰς ῥίζας ἔθρεψεν, οὐ θέρος εἶδες ἢ ἔαρ, οὐ χειμῶνος ἀπήλαυσας, ἢ μετοπώρου· πῶς οὖν φύλλα, καὶ ἄνθη, καὶ καρπὸν ἔδωκας; Καὶ ἡ ῥάβδος, | |
70 | Οὐ τροπαῖς, φησὶν, ἀέρων ἢ μεταβολαῖς καιρῶν ἐδού‐ λευσα, ἀλλὰ τῷ θείῳ ὑπηρετησαμένη λόγῳ τὴν φύσιν ἐπάτησα, καὶ παρὰ φύσιν καρπὸν ἔδωκα, ἵνα καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ τοῦ ἀριστοτέχνου ὑπηρετήσω‐ μεν θελήματι. Ὥσπερ οὖν ἡ ῥάβδος παρὰ φύσιν καρπὸν | |
75 | ἔδωκεν, ἄνθρωπε, ἵνα πιστεύσῃ ἡ Ἰουδαία· οὕτω καὶ ἡ ζῶσα ῥάβδος, ἡ βασιλικὴ Παρθένος, ἄνευ γαμικῶν νό‐ μων ἔτεκεν, ἵνα σωθῇ ἡ οἰκουμένη. βʹ. Εἰ δὲ λέγεις, Τί ὅμοιον ῥάβδος βλαστάνουσα πρὸς | |
Παρθένον τίκτουσαν; μάνθανε, ὡς πάνυ τὴν ὁμοιότητα σώ‐ | Column end | |
59.712 | ζει. Ἡ γὰρ ῥάβδος τύπος ἦν τῆς Παρθένου· ἐκείνη εἰκὼν, αὕτη ἡ ἀλήθεια· καὶ τὸ προλαβὸν ὑπόδειγμα, τοῦτο ἀπό‐ δειξις. Ὥσπερ γὰρ ἐκείνη ἡ ῥάβδος καρπὸν ἔδωκε παρὰ φύσιν, οὕτω καὶ ὧδε παρὰ φύσιν ἡ Παρθένος τὸ ἄνθος τῆς | |
5 | εὐσεβείας ἐβλάστησεν Ἐξελεύσεται γὰρ, φησὶ, ῥά‐ βδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται. Μὴ μάτην οὖν ὁ Παῦλος τὸν πλοῦτον τοῦ Θεοῦ θαυμάζει, τουτέστι, τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ; Φεῦ τῆς ἀπιστίας τῶν αἱρετικῶν! φεῦ τούτων | |
10 | τῆς λύσσης καὶ θεομάχου γλώσσης! Παῦλος, ὁ τῶν οὐ‐ ρανῶν πολίτης, ὁ τοῦ παραδείσου θεατὴς, ὁ τοῦ Χριστοῦ διάπυρος ἐραστὴς, ὁ τῶν ἀλαλήτων μυστηρίων ἀκροατὴς, καὶ τὴν οἰκονομίαν ζητήσας ἔφριξε καὶ ἰλιγγίασε· καὶ ὑμεῖς τὴν θεότητα διερμηνεύοντες οὐ φρίττετε; Παῦλος | |
15 | τὰ κρίματα τοῦ Θεοῦ ἀνεξερεύνητα λέγει· καὶ σὺ τὴν φύσιν τοῦ Πατρὸς ὡς εὐθήρατον ἐρευνᾷς; Καιρὸς δέ σε καλέσαι, σκυθρωπάσαντα ἐπαναστρέψαι κατὰ τῶν ὑπὸ σοῦ ἀφράστως εἰρημένων. Πῶς ἔτεκεν ἡ Παρθένος οὐκ οἶδας, καὶ πῶς ἐγέννησεν ὁ Θεὸς εἰδέναι βούλει; τὴν ἐν | |
20 | τῇ Ἡρώδου κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ἀγνοεῖς πῶς γέγονε, καὶ τὴν ἐκ Πατρὸς ἀνάρχως καὶ ἀνερμη‐ νεύτως καὶ σεπτῶς καὶ ἀλαλήτως πρὸ πάσης ἐννοίας καὶ καιρῶν καὶ αἰώνων ἀμεσιτεύτως γεγενημένην ἑρμη‐ νεύειν τολμᾷς, καὶ δοκιμάζειν ἐπιχειρεῖς; Εἰ τὸ σταυ‐ | |
25 | ρωθὲν σῶμα τοῦ Χριστοῦ Θωμᾶς ψηλαφήσας ἀναπαίδευ‐ τος οὐκ ἔμεινε, καί γε ἀπόστολος ὤν· ποίας εἰσὶ τιμω‐ ρίας ἄξιοι οἱ μὴ χειρὶ τὸ σῶμα ψηλαφῶντες τοῦ Χριστοῦ, ἀλλὰ τῇ γλώττῃ τὴν ἀΐδιον τῆς θεότητος αὐτοῦ διερευ‐ νῶντες φύσιν; Θωμᾶς γὰρ καὶ ὃ εἶδε σῶμα, ἐψηλάφησεν· | |
30 | οὗτοι δὲ ἣν μὴ εἶδον θεότητα, ὡς ἑωρακότες ἐξηρεύνη‐ σαν. Εἰπὲ δὲ, ὦ δεινὲ καὶ εὐμήχανε ῥῆτορ Εὐνόμιε, ὁ τριχῶς τὴν τῆς θεότητος διακρίνων φύσιν, ὁ μικροῦ πάλιν βραχύτερον ἀναπλάττων θεοὺς, διὰ τί κτίσμα, καὶ οὐ γέννημα τὸν Χριστὸν λέγεις; Ἵνα μὴ, φησὶ, ῥεύσεως | |
35 | ἔννοιαν τῇ ἀκτίστῳ τοῦ Θεοῦ προσψαύσω φύσει· τὸν γὰρ γεννῶντα ἀνάγκη ὑπομεῖναι ῥεῦσιν. Οὐκοῦν καὶ κτίζοντα ἀκόλουθον ὑπομεῖναι πόνον. Ὁ γὰρ κτίζων, ἀκόπως οὐ κτίζει. Εἰ τοίνυν τῆς ῥεύσεως ἔννοιαν φυγὼν, τὸν Πα‐ τέρα Πατέρα εἰπεῖν παραιτεῖς, μήτε δημιουργὸν | |
40 | αὐτὸν εἴπῃς, ἵνα μὴ πόνων καὶ ἱδρώτων ὑπόνοιαν ἐπιῤ‐ ῥίψῃς. Ἀλλ’ οὐχ οἵαν, φησὶ, δόξαν περὶ ἀνθρώπων ἔχο‐ μεν, τοιαύτην καὶ περὶ Θεοῦ ἐκλαμβάνειν ὀφείλομεν. Ἄνθρωποι γὰρ κτίζοντες, πόνῳ καὶ ἱδρῶτι κτίζουσι· Θεὸς δὲ κτίζων, ἀπόνως κτίζει· ἀσύνθετος γάρ ἐστι τὴν | |
45 | φύσιν. Ἐπεὶ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων, ὁ κτίζων Θεὸς κτίζει ἀπόνως, ἀῤῥεύστως γεννᾷν οὐ δύναται; ἀλλ’ ὅτε μὲν κτίζει, ἀπόνως ὁ Θεὸς κτίζει, ὅτε δὲ γεννᾷ, ὡς ἄν‐ θρωπος ὑπομένει ῥεῦσιν; καὶ δημιουργῶν μὲν ἀπαθὴς μένει, γεννῶν δὲ ἀνθρωπίνῳ περιπίπτει πάθει; Φρίττω, | |
59.712(50) | καὶ δεδιῶ, καὶ τρέμω τὴν βλάσφημον, τὴν ἀθύρωτον, τὴν ἀχαλίνωτον τῶν αἱρετικῶν γλῶτταν, ἐννοῶν, ὅτι ἀφθάρτως ἡ Παρθένος ἔτεκε, πιστεύουσι, καὶ ὅτι Θεὸς ἀῤῥεύστως ἐγέννησεν, ἀμφιβάλλουσιν. Ἡ ἄφθορος τῆς Παρθένου μήτρα καὶ μετὰ τὸ τεκεῖν ἄλυτος ἔμεινεν, | |
55 | ἄνθρωπε, καὶ ἡ τοῦ Πατρὸς φύσις ἐν τῷ γεννᾷν τὴν ῥεῦσιν οὐ διέφυγεν; Ἀλλ’ ἡ Παρθένος καὶ μετὰ τὸ τε‐ κεῖν παρθένος ἔμεινεν, ἐκ τοῦ τεκεῖν μὴ ζημιωθεῖσα τὴν παρθενίαν· καὶ ὁ Πατὴρ μετὰ τὸ γεννῆσαι ὁ αὐτὸς μεῖ‐ ναι οὐκ ἠδύνατο, ἀῤῥεύστου καὶ ἀναλλοιώτου τῆς οὐσίας | |
60 | μενούσης; Καὶ ὅπου μὲν ὄγκος σώματος, μελῶν ἁρμο‐ νία, ὀστέων σύνθεσις, νευρῶν τάξις, φλεβῶν πλήθη, ἄρθρων δεσμοὶ, τὸ βρέφος ἐξῆλθεν ὡς οἶδε, καὶ ἐν τῇ παρθενικῇ ἀποῤῥήτως ἑαυτὸν ὑφάνας γαστρί· ὅπου δὲ οὐ σῶμα, οὐ μέλος, οὐκ ἄρθρα, οὐ νεῦρα, οὐκ ὀστέα, οὐ | |
65 | φλέβες, ἀλλ’ ἀναφὴς καὶ ἀσώματος καὶ ἀόρατος φύσις, ῥεῦσιν εἰσάγεις καὶ μείωσιν νοεῖς; Καὶ προῆλθεν ἐκ μήτρας, καὶ ἄλυτος ἔμεινεν ἡ μήτρα. Ὁ γὰρ ἄνευ σπέρματος ἐν τῇ Παρθένῳ ἐμψυχώσας ἑαυτῷ ναὸν, αὐτὸς καὶ ἄλυτον διετήρησε τὴν μήτραν, ὡς Θεός. Τὰ γὰρ ἔργα | |
70 | τοῦ Θεοῦ οὐ τῇ φύσει τῶν πραγμάτων δουλεύει, ἀλλὰ τῇ κελεύσει τοῦ Θεοῦ Λόγου ἐξακολουθεῖ. Ποτὲ μὲν γὰρ ὁ Θεὸς κατὰ φύσιν κτίζει, ἵνα γνῷς τῆς φύσεως τὴν εὐταξίαν· ποτὲ δὲ παρὰ φύσιν δημιουργεῖ, ἵνα μάθῃς τοῦ ἐνεργοῦντος τὴν δύναμιν. Οὔτε γὰρ πάντα κατὰ | |
75 | φύσιν γίνεται, ἵνα μὴ θεολογηθῇ ἡ φύσις, οὔτε πάντα παρὰ φύσιν, ἵνα μὴ ἀταξία τῆς φύσεως νομισθῇ τὰ παρὰ φύσιν πραττόμενα. Πλάττει δὲ Θεὸς κατὰ φύσιν, | |
δημιουργεῖ καὶ παρὰ φύσιν, ἵνα μάθῃς ὡς ἡ φύσις θερα‐ | 711 | |
59.713 | παινίδος τάξιν ἐπέχουσα κατὰ φύσιν κινεῖται, καὶ παρὰ φύσιν τρέχει, πρόσταγμα πληροῦσα Θεοῦ. γʹ. Εἰπὲ δὲ, ὁ ζητῶν, πῶς ὁ Χριστὸς ἐκ τῆς ἀλύτου μήτρας προελθὼν οὐκ ἠφάνισε τὴν σφραγῖδα τῆς παρθε‐ | |
5 | νίας, πῶς ἐκ τοῦ παρθενικοῦ Ἀδὰμ ἡ παρθένος Εὔα προῆλθε. Ἡ Θεοτόκος γὰρ Μαρία μὴ γνοῦσα ἄνδρα, ἄνδρα ἔτεκεν, ὁ πρωτόπλαστος Ἀδὰμ μὴ γνοὺς γυ‐ ναῖκα, γυναῖκα ἐβλάστησεν. Ἀλλὰ τὸ μὲν παρθένον γεν‐ νῆσαι, εἰ καὶ παράδοξον, ἀλλ’ ὅμως ἔχεται λόγου, καθ’ ὃ | |
10 | γαστὴρ καὶ μήτρα καὶ φυσικὴ τοῖς τικτομένοις προτε‐ τύπωται ὁδός· ἐπὶ δὲ τοῦ Ἀδὰμ πάντα ξένα. Τίς γὰρ εἶδεν ἀπὸ πλευρᾶς τικτόμενον ἄνθρωπον; πότε δὲ πλευρὰ συνεισήνεγκε καρποφορίαν; Ὕπνον ἐπέβαλε τῷ Ἀδὰμ ὁ Θεὸς, ἵνα μὴ λυπηθῇ διὰ τὴν ἀφαίρεσιν τῆς | |
15 | πλευρᾶς, ἀλλ’ ὅμως ὕπνωσεν αὐτοῦ τὰ δεσμά· δεσμὰ γάρ εἰσι τῆς φύσεως τὰ νεῦρα. Καὶ μάρτυς Δανιὴλ λέγων, Καὶ εἶδον τὴν ὀπτασίαν, καὶ ἔπεσα· καὶ οἱ σύνδε‐ σμοί μοι τῆς ὀσφύος διελύθησαν. Πλευρὰν οὖν νόμῳ φύσεως ἠσφαλισμένην, δεσμοῖς νεύρων συμπεπλεγμέ‐ | |
20 | νην, σαρξὶν ὑφασμένην, φλεψὶν ἡνωμένην πῶς ἐξεῖλε; πῶς ἀπέσπασε; πῶς καὶ ἡ πλευρὰ ἐξῆλθε, καὶ ὁ Ἀδὰμ σῶος ἔμεινε; Πῶς; Ὁ λύσας οἶδεν· ὁ λύσας καὶ ἔδησεν. Εἰ μὲν γὰρ ἄλλος ὁ δήσας, καὶ ἄλλος ὁ λύσας, ζήτημα ἦν· εἰ δὲ ὁ ἁρμόσας ἔλυσε, καὶ ὁ πλευρὰν ἐκ γῆς πλάσας, | |
25 | τὴν πλευρὰν ἀφείλατο, ἐκεῖνος μόνος οἶδε, πῶς ἔλυσεν, ὁ καὶ μόνος ἐπιστάμενος, πῶς τὴν τῶν μελῶν ἁρμονίαν συνέθηκεν. Ὥσπερ οὖν καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς σῶος ἔμεινεν ὁ Ἀδὰμ, οὕτω καὶ μετὰ τὴν πρόοδον τοῦ βρέφους ἄφθορος ἔμεινεν ἡ Παρθένος. | |
30 | Οὔτε γὰρ ἡ τῶν τοῦ Ἀδὰμ ἐβλάβη ἁρμονία, ληφθείσης τῆς πλευρᾶς, οὔτε τῆς παρθενίας ὑβρίσθη ἡ σφραγὶς, προελθόντος τοῦ βρέφους. Καθάπερ γὰρ ἐφ’ ἡμῶν ἐάν τις ἀλλότριον δεσμὸν λῦσαι θελήσῃ, ἀφανίζει αὐτὸν, καὶ συγκόπτει δι’ ἀπειρίαν, ὁ δὲ δήσας ἀκόπως λύει (οἶδε | |
35 | γὰρ ὧν ἔδησε τὴν ἁρμονίαν)· οὕτω καὶ ὁ Θεὸς ὁ ἁρμό‐ σας, ὁ συσφίγξας, ὁ κομβώσας τὸ σῶμα, καὶ τοὺς συν‐ δέσμους τῶν νεύρων ᾔδει, καὶ πῶς συνῆψε πλευρὰν πρὸς πλευρὰν, καὶ ἄρθρον, καὶ μέλος· καὶ ἐξ ὧν παρέδησεν, ἐπιστημόνως καὶ πανσόφως ἐπῆρε πλευρὰν, καὶ οὐκ | |
40 | ἐμείωσε τὸν Ἀδάμ. Ἔπλασεν αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν τῇ Παρθένῳ, καὶ οὔτε τὴν παρθενίαν πλάτ‐ των διέλυσεν, οὔτε διὰ τῆς μήτρας προελθὼν τὴν μήτραν διέφθειρεν. Εἰπὲ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων τί εὐκο‐ πώτερόν ἐστι, παρθένον τεκεῖν, καὶ μετὰ τὸ τεκεῖν παρ‐ | |
45 | θένον πάλιν μεῖναι· ἢ ῥάβδον εἰς ζῶον ψυχωθῆναι, καὶ ἀπὸ ζώου πάλιν ῥάβδον γενέσθαι; Πῶς ἡ ῥάβδος Μωϋσέως εἰς δράκοντα μετεβλήθη; πῶς τὸ ἄψυχον ψυχὴν ἔλαβε; πῶς τὸ ἀκίνητον ἐπὶ γῆς εἷρπε; πῶς δὲ πάλιν ἀπὸ δρά‐ κοντος ῥάβδος γέγονε, τὴν οἰκείαν ἐπιγνοὺς φύσιν; Ποτὲ | |
59.713(50) | μὲν γὰρ ἀπὸ ῥάβδου δράκων, ποτὲ δὲ ἀπὸ δράκοντος ῥάβ‐ δος ἐγένετο. Ὥσπερ οὖν ἡ Μωϋσέως ῥάβδος, ἄνθρωπε, | |
κατὰ φύσιν μὲν ἦν ῥάβδος, κατ’ οἰκονομίαν δὲ δράκων· | Column end | |
59.714 | οὕτω καὶ ἡ Μαρία κατὰ φύσιν μὲν ἦν παρθένος, κατ’ οἰ‐ κονομίαν δὲ μήτηρ ἐγένετο, ἵνα πιστεύσωσι τῶν Χαλ‐ δαίων οἱ μάγοι, καθάπερ, ἵνα φοβηθῇ Αἴγυπτος, ἡ ῥάβδος δράκων ἐγένετο. Τοιγαροῦν ἵνα σωθῇ ἡ οἰκουμένη, οὐκ | |
5 | ἤθελες σὺ τὴν Παρθένον φανῆναι; Εἶτα δὲ σεισμῶν γινο‐ μένων διαιροῦνται τοῖχοι καὶ συνάπτονται· Χριστοῦ δὲ τικτομένου οὐκ ἠνοίγετο μήτρα, καὶ πάλιν ὑφαίνεται; Καὶ ἐν σεισμοῖς μὲν οὕτω διαιροῦνται τοῖχοι, ὡς καὶ θάνατον ἀπειλεῖν· οὕτω δὲ ἑνοῦνται, ὡς μηδὲ σχῆμα ἢ | |
10 | ἴχνος φαίνεσθαι τῆς διαιρέσεως· ἐπὶ δὲ τῆς ἀφθάρτου ἐκείνης γεννήσεως οὐκ ἤθελες λυθῆναι μὲν τὴν μήτραν πρὸς τιμὴν τοῦ τικτομένου, συνελθεῖν δὲ καὶ ἑνωθῆναι καὶ τὸ τῆς παρθενίας ἀπολαβεῖν σχῆμα δυνάμει τοῦ ἐνεργοῦντος; Καὶ μή μοι λέγε· Πόθεν ὑπέστη σὰρξ καὶ | |
15 | αἷμα, σπέρματος μὴ ὑποκειμένου; Ἔστι γὰρ ἐκ τῶν καθ’ ἡμᾶς μαθεῖν τὸ ὑπὲρ ἡμᾶς. Καὶ κάλει μοι εἰς εἰκόνας τῶν λεγομένων τοὺς τῶν ζωγράφων παῖδας, οἳ πολλάκις καὶ φυτὰ καὶ δένδρα καὶ λειμῶνας καὶ ποτα‐ μοὺς ζωγραφοῦσιν, καὶ ἐπειδὰν δὴ τὴν φύσιν συνεργοῦ‐ | |
20 | σαν οὐκ ἔχουσι, τέχνῃ βιάζονται τῇ κράσει τῶν χρωμά‐ των τὰς τῶν πραγμάτων παριστᾷν εἰκόνας. Ποιοῦσι γὰρ ποταμὸν, παρὰ ποταμῶν μὴ δανειζόμενοι ῥεῖθρον· ποιοῦ‐ σιν ἄνθρωπον, μηδὲν παρὰ τῆς ἀνθρωπίνης ἐρανιζόμενοι φύσεως. Ὥσπερ οὖν οἱ ζωγράφοι διὰ τῶν χρωμάτων καὶ | |
25 | ἄνθρωπον καὶ πηγὴν καὶ ποταμὸν ζωγραφοῦσι, μηδὲν παρὰ πηγῆς ἢ ποταμοῦ ἢ ἀνθρώπου λαμβάνοντες· τὸν αὐτὸν τρόπον καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παρθένῳ οὐ χρώμασιν, ἀλλὰ βουλῇ ἔμψυχον κατεσκεύασεν ἄνθρωπον, παρὰ τῆς ἀνθρωπίνης φύσεως μὴ ἐρανισάμενος σπέρμα | |
30 | εἰς σύστασιν τοῦ πλαττομένου. Ὁ Θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς, οὐ χερσὶν ἀνθρωπίναις (ἀσύνθετος γὰρ τῆς θεότητος ἡ φύσις) τὸν Ἀδὰμ ἐμόρφωσεν ὡς ἠθέλησε· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ χοῦν ἔλαβεν, οὐ φυσικῷ νόμῳ καταβληθῆναι σπέρμα συνεχώρησεν, ἀλλὰ μόνον ἐπ‐ | |
35 | έλαμψε, καὶ ὀστέα ἔπηξε, καὶ νεῦρα ἔτεινε, καὶ ῥῖνα καὶ ὦτα, ὀφθαλμούς τε καὶ γλῶτταν χεῖρας καὶ πόδας, ψυχὴν καὶ νοῦν καὶ λογισμὸν καὶ λόγον συνεστήσατο, κἂν μὴ βούλωνται οἱ αἱρετικῶν παῖδες. Ὥσπερ γὰρ οἱ ἐν κατ‐ όπτρῳ ἐγκύπτοντες εἰκόνα ἀντεγειρομένην αὐτῶν ὁρῶσι | |
40 | τῇ ὄψει ἐκ τῆς ἀμόρφου ὕλης, εἰκόνα γελῶσαν πολλάκις, καὶ κλαίουσαν, κινουμένην τε καὶ πολυτρόπως μετερ‐ χομένην, καὶ τῆς ζώσης μορφῆς τὰ σχήματα μιμου‐ μένην· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν καθαρῷ κατ‐ όπτρῳ, τῷ ἀσπίλῳ σώματι τῆς Παρθένου ἔλαμψε, τέλειον | |
45 | ἐδημιούργησεν ἄνθρωπον οὐ νόμῳ φύσεως, οὐ χρόνῳ, οὐκ ἀνθρωπίνῳ σπέρματι, ἀλλ’ ὄψει μόνον, νοερᾷ τε καὶ ἁγίᾳ δυνάμει πρὸς ὠδῖνας τὴν Παρθένον ἐκίνησεν, ἀποῤ‐ ῥήτως ἐν αὐτῇ τὸ βρέφος ὑφάνας, ὡς ἱμάτιον, ἐπὶ σω‐ τηρίᾳ τῶν ἀνθρώπων. Ταῦτα μὲν οὕτως· ἡμεῖς δὲ ὑπὲρ | |
59.714(50) | τῶν εἰρημένων δόξαν τῷ δι’ ἡμᾶς ἐνανθρωπήσαντι Θεῷ ἀναπέμψωμεν, ὅτι αὐτῷ ἡ δόξα καὶ τῷ Πατρὶ καὶ τῷ | |
ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 713 |