TLG 2062 254 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Stephanum [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Stephanum [Sp.]

Citation: Vol — pg — (ln)

59

.

699

(52t)

Εἰς τὸν ἅγιον πρωτομάρτυρα Στέφανον.
53 Πάντες μὲν οἱ τῶν μαρτύρων ἀγῶνες ἐπίδοξοι, καὶ θαυμάζεται πανταχοῦ τῶν δικαίων ἡ ἄθλησις· ἀλλ’ ὅπου
55τὸ περίβλεπτον ἄγεται Στεφάνου τοῦ πρωτομάρτυρος
στάδιον, ἐκεῖ καὶ ἡ ἄφωνος γλῶττα πρὸς εὐφημίαν δι‐Column end

59

.

700

(52)

εγείρεται. Τίνα γὰρ οὐ καλεῖ πρὸς ἔπαινον ὁ μακάριος Στέφανος, ὁ καὶ μόνῃ τῇ προσηγορίᾳ τὴν οἰκείαν ση‐ μαίνων ἀξίωσιν, καὶ αὐτῷ τῷ ὀνόματι τὴν τιμὴν ἤδη
55προκεκτημένος τῆς νίκης; Ἐν τούτῳ γὰρ καὶ τὴν πά‐699

59

.

701

λην, καὶ τὴν νίκην, καὶ τὴν τιμὴν κηρύττει τὸ τοῦ μάρτυρος ὄνομα. Στέφανος, ὁ καὶ τῶν ἀγώνων πρῶτος, καὶ τῶν ἐπαίνων πρῶτος, καὶ τῶν ἐπαίνων ἐξαίρετος, ὁ τοῖς ἴχνεσι τοῦ Δεσπότου ἑπόμενος, καὶ ἀρχὴ τῶν
5ἀθλούντων γενόμενος. Τοῦτον γὰρ πρῶτον ὁ Σωτὴρ εἰς σωτηρίαν ἐγεώργησε μάρτυρα· τοῦτον ὁ τοῦ Χριστοῦ θάνατος εὐθέως καταφρονῆσαι καὶ αὐτοῦ τοῦ θανάτου ἔπεισε· τοῦτον ἐκχέαι καὶ τὸ ἴδιον αἷμα ἡ τοῦ Δεσπότου πλευρὰ προεξένησεν. Ἃ γὰρ ἔγνω τὸν Δεσπότην ὑπὲρ
10δούλων παθόντα, ταῦτα παθεῖν ἠνέσχετο ὑπὲρ αὐτοῦ τοῦ Δεσπότου, οὐκ ἀναμείνας καιρὸν, οὐ προλαβόντας ἰδὼν, οὐ θεασάμενος ἄθλησιν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ πολιτείαν ἑπομένην ἔδειξε, πανταχοῦ τὸ Δεσπότῃ συναγωνίζεσθαι, καὶ τὴν τελευτὴν ὁμοίαν ἐργάσασθαι,
15φυλάττων, ὡς μαθητὴς, διδασκάλου τάξιν. Καὶ βλέπε μοι τὸν μακάριον ἐν ἔργοις τε καὶ λόγοις αὐτὸν τὸν Δε‐ σπότην μιμούμενον. Ἐδόξασε τὸν Σωτῆρα τῶν σημείων ἡ δύναμις· μακαρίζεται καὶ ἐν τούτῳ ἡ χάρις τοῦ μάρ‐ τυρος. Στέφανος γὰρ, φησὶ, πλήρης χάριτος καὶ δυ‐
20νάμεως, ἐποίει τέρατα καὶ σημεῖα ἐν τῷ λαῷ. Θαυμά‐ ζεται διδάσκων ὁ Κύριος, ἐπαινεῖται δημηγορῶν ὁ μάρτυς. Ἀρξάμενος γὰρ ἀπὸ τῆς κατὰ τὸν Ἀβραὰμ ὀπτασίας, καὶ διελθὼν καθεξῆς ἀκολούθως, ἐπιμέμνηται μὲν τῶν καιριωτέρων προσώπων τε καὶ πραγμάτων,
25εἰσάγει δὲ τὴν εἰς Χριστὸν προφητείαν, καὶ δείκνυσιν ἀεὶ τοὺς Ἰουδαίους τὸν Θεὸν παροργίζοντας. Ἀλλ’ ὥσπερ ἔσχεν ὁ Χριστὸς Φαρισαίους ἀντιλέγοντας, οὕτω καὶ ὁ μάρτυς τοὺς ἐκ τῆς συναγωγῆς αὐτῷ ἀντιπίπτον‐ τας. Ἀνέστησαν γάρ τινες, φησὶ, τῶν ἀπὸ τῆς συν‐
30αγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων, καὶ ἀπὸ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ· καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Κατηγορεῖται περὶ τοῦ ναοῦ ὁ Δεσπότης· συκοφαντεῖται
35καὶ ὁ μάρτυς ἐν τούτῳ. Ὁ γὰρ ἄνθρωπος οὗτος, φησὶν, οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου, καὶ τοῦ νόμου. Ἔξω τῆς πόλεως ὁ Δεσπότης σταυροῦται· ἔξω τῆς πόλεως καὶ ὁ μάρτυς λιθάζεται. Ἐκβάλλοντες γὰρ αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβό‐
40λουν. Ἰουδαῖοι σταυροῦσι τὸν Χριστὸν, Ἰουδαῖοι λιθά‐ ζουσι καὶ τὸν Στέφανον. Ἀπονέμει συγγνώμην ὁ Δεσπό‐ της σταυρούμενος· Πάτερ γὰρ, φησὶν, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Παρα‐ καλεῖ ὅμοια περὶ αὐτῶν καὶ ὁ μάρτυς. Θεὶς γὰρ, φησὶ,
45τὰ γόνατα προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστὲ, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Οὐδὲ ἐν λόγοις, οὐδὲ ἐν ἔργοις ἀκολουθῶν ὁ μάρτυς τῷ Δεσπότῃ παρέλειψεν, ἀλλ’ ἔδειξε καὶ τὸ τῆς ψυχῆς ἀνεξίκακον,
καὶ τὸ τῆς ὑπομονῆς ἀνδρεῖον· ὅθεν καὶ ταύτης τῆςColumn end

59

.

702

θείας ὀπτασίας ἀξιοῦται. Ἀτενίσας γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Πατρός. Μέγα τῶν ἀγώνων τοῦτο τὸ στά‐ διον. Ὁ γὰρ ἀθλητὴς κάτω παλαίει, καὶ ὁ ἀγωνοθέτης
5ἐξ οὐρανῶν κατοπτεύει· οὗτος ἀγωνίζεται πυκτεύων ἐνταῦθα, κἀκεῖνος ἄνωθεν συναγωνίζεται στήκων. Οὐ γὰρ καθεζόμενον, ἀλλ’ ἑστῶτα θεωρεῖ τὸν Σωτῆρα. Ὢ πόση τῆς ἀξίας ἡ χάρις! ἕστηκεν ὁ Δεσπότης ἀθλοῦντος τοῦ μάρτυρος. Εἶδος γὰρ ἀγωνοθέτου καὶ τὸ σχῆμα
10σημαίνει τῶν ἀγώνων τὸ μέγεθος. Τότε γὰρ οἱ ἀγωνο‐ θέται τῶν θρόνων ἀνίστανται, ὅτε τὸ θερμὸν τῶν ἀγώνων ἀνάπτεται· τότε τὸ στεῤῥὸν τῶν ἀθλούντων ἐλέγχεται, ὅτε τὸ χρέος τῆς τιμῆς ἀποδίδοται. Ἡ δὲ τιμὴ τοῦ Σω‐ τῆρος αὕτη, ὡς καὶ τῶν ἀγγέλων προτιμηθῆναι τὸν
15μάρτυρα. Ἀτενίσας γὰρ, φησὶν, εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ. Εἶδε τὸν ἀόρατον οὐ μόνον τόπον καὶ δόξαν, ἀλλὰ καὶ αὐτὸν τὸν ποθούμενον, ὅπου φοβεῖται καὶ τῶν ἀγγέ‐ λων στρατιὰ παρακύψαι. Ἐκεῖ ὁ μάρτυς ἀτενίζει τὸ
20βλέμμα, ὅπου τὰ Χερουβὶμ καλύπτει τὰ πρόσωπα ἐκεῖνα καθαρὰ, ἀναβλέψαι τὰ Σεραφὶμ τοῖς ὀφθαλμοῖς οὐ τολμᾷ εἰς τὸ ἀπέραντον ὕψος. Ὤφθη οὖν κατὰ τοῦτο τῶν ἀγγέλων ἀνώτερος, τῶν ἐξουσιῶν ὑψηλότερος, τῶν θρόνων καὶ τῶν κυριοτήτων ἐπέκεινα. Εἷλκε γὰρ αὐτὸν
25ἡ τοῦ Δεσπότου φωνὴ, προεπαγγειλαμένη καὶ λέγουσα· Ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Πρῶτος οὗτος τοῦ Σωτῆρος διάκονος, ὡς καὶ πρῶτος τῆς ἀθλήσεως μάρτυς. Καὶ τῶν πραγμάτων τὸ ξένον, ὅτι οὐ πυρὶ, οὐ σιδήρῳ, οὐ θηρίοις, οὐχ ἑτέροις δεινοῖς τὸ
30τοῦ δικαίου τούτου πληροῦται μαρτύριον, ἀλλὰ μόνῃ τῇ τῶν λίθων βολῇ. Ἔδει λίθοις κοσμηθῆναι μόνοις τὸν Στέφανον, καὶ δέξασθαι τῆς ἀληθείας τὴν χάριν ἐκ τῆς τῶν λίθων προσθήκης. Ὡς γὰρ ἐν χρυσῷ τῷ σώματι ἡ τῶν λίθων ἐνετέθη βολὴ, καὶ μάλιστα ἐν τῇ πανταχόθεν
35περιῤῥεομένῃ τῷ αἵματι τῇ κεφαλῇ. Ὁρῶντες οὖν πολλοὶ γεγόνασι μάρτυρες. Περιπόθητος γὰρ τοῖς ἀθλοῦσιν ὁ Στέφανος, τήν τε τιμὴν προξενῶν, καὶ ἐκδι‐ δάσκων τὴν ἄθλησιν· ὁδηγεῖ γὰρ τοῖς ἰδίοις παλαίσμασι, καὶ προτρέπεται τῷ ἰδίῳ ὀνόματι. Διὸ καὶ ἐκ τῶν
40πραγμάτων τῶν αὐτοῦ πρὸ τοῦ Παύλου βοᾷ· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἠκολούθησα γὰρ, φησὶ, καὶ λόγῳ, καὶ βίῳ, καὶ τελευτῇ τῷ τῶν ἁπάντων Δεσπότῃ. Δεῦτε, μιμήσασθε καὶ ὑμεῖς ἕκαστα τούτων σὺν ἐμοὶ κατορθοῦντες· δυνατὸν γὰρ καὶ συμφέρον τοῖς
45θέλουσι. Καὶ μάρτυς ἐγὼ, ὁ καὶ πρῶτος μετὰ τὸν Δεσ‐ πότην ἀθλήσας, καὶ πρῶτος ἐν οὐρανῷ τὰ κρυπτὰ θεωρήσας. Εἶδον γὰρ ἐκ δεξιῶν τοῦ Πατρὸς τὸν Ἰησοῦν ἑστῶτα, κἀκεῖνο περιεσκόπουν γενόμενον· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν

59

.

702

(50)

θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Ἀμήν.701