TLG 2062 253 :: JOANNES CHRYSOSTOMUS :: In exaltationem venerandae crucis [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In exaltationem venerandae crucis [Sp.]

Citation: Vol — pg — (ln)

59

.

679

(1t)

Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ.
2 Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα με‐ ταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύ‐
5σις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέου‐ σιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ’ ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας
10εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰ‐ ρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα
15πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται. Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχο‐ μένην. Σῖτος μὲν γάρ ἐστιν οὕτως ἡδύς· εἰς δὲ τὴν γῆν
20μετὰ κόπου καταβαλλόμενος καὶ πολυπλασιαζόμενος, ἡδύτερος ἀναδείκνυται μετὰ πάσης χαρᾶς εἰς πλῆθος τροφῆς λαμβανόμενος. Εἷς μὲν γάρ ἐστι τῷ σπόρῳ κόκκος εἰς ἀδηλίαν ῥιπτόμενος. Οὕτω καὶ φύσις ἀμπέλου ἡδυτέραν ἡμῖν παρέχει τὴν ἀνάπαυσιν, τῇ μεταβολῇ τοῦ
25καρποῦ τὸ ποτὸν ἀπὸ τοῦ ξύλου προφερομένη. Ἕλικες μὲν γὰρ καὶ φύλλα δριμυτάτην καὶ στυπτικωτάτην ἔχουσι τὴν ἐνέργειαν, ὡς μηδὲ στόματι δυνατὸν πρὸς γεῦσιν ἐφάψασθαι· σταφυλὴ δὲ σὺν ἕλιξι καὶ φύλλοις ἐν ἐνὶ ξύλῳ συμφυομένη, τοιαύτην γλυκεῖαν ἔχει τὴν αἴ‐
30σθησιν, ὡς γλυκαίνειν τῶν πικρῶν καὶ λυπηρῶν τὴν ἕξιν, τὸν ἴδιον καρπὸν εἰς εὐφροσύνην τῇ πόσει παρεχο‐ μένη. Οὕτω καὶ τῆς ἐλαίας τὸ πρέμνον ἀειθαλὲς μὲν ἔχει τὸ φύλλον, ἀεὶ δὲ νεάζον τὸ δένδρον· φέρεται δὲ κατὰ καιρὸν ὁ καρπὸς, οὐχ ὁμοίως τοῖς πᾶσιν ἀπὸ τοῦ
35ξύλου φαινόμενος, ἀλλ’ ἰδίαν τινὰ φύσιν ἐν ἑαυτῷ ἐπι‐ δεικνύμενος. Ἄνθος μὲν γὰρ πρῶτον ὡς χοῦν λεπτότα‐ τόν ἐστι περιβαλλόμενος, ἐν μέσῳ δὲ τούτου αὐτός ἐστιν ὡς κέγχρος ἀναφυόμενος· καὶ βότρυϊ μὲν παρεοικὼς πλῆθος ἀναρίθμητον ἐπιδείκνυται, εἰς αὔξησιν δὲ προϊὼν,
40τοῦ πλήθους μὲν ὡς ἀνωφελοῦς ἀπαλλάττεται, καὶ πι‐ κρὸς μέν ἐστιν ἕως τέλους ἀπογευόμενος, ἄγευστος δὲ διὰ χειρῶν λαμβανόμενος· φύλαξ δὲ διὰ τούτου τῆς ἑαυτοῦ πιότητος γινόμενος, ἤδη τῆς πικρότητος τῇ με‐ ταβολῇ τοσαύτην ἡδεῖαν παρέχει τὴν γεῦσιν, ὡς πάσης
45μὲν τρυφῆς ἄρτυμα παρεισφέρεσθαι, πάσης δὲ ἑστιά‐ σεως κέρασμα πρὸς τὴν ζωὴν τῶν ἀνθρώπων γίνεσθαι. Καὶ οὕτω πᾶσα φύσις φυτῶν τε καὶ σπερμάτων τῇ με‐ ταβολῇ τῶν καρπῶν τὴν εὐφροσύνην τοῖς πᾶσι παρέχου‐ σιν. Ἐπεὶ τοίνυν τῶν χαλεπωτέρων ἐπὶ τῇ τῶν βελτιό‐

59

.

679

(50)

νων μεταβολῇ τοσαύτην χαρίζεται τὴν ἀπόλαυσιν, φέρε δὴ, μεταβάντες ἐπὶ τὰ τούτων τιμιώτερα; θεασώμεθα πόσων ἡμῖν ἀγαθῶν πρόξενος γέγονεν ὁ σταυρὸς τοῦ Χριστοῦ, διὰ τῆς αὐτοῦ ἐνεργείας τοσαύτην με‐ ταβολὴν ἀγαθῶν κατεργασάμενος. Εἰ γὰρ καὶ λυπηρὸς
55καὶ στυγνὸς ὁ τοῦ Κυρίου σταυρὸς ἀκουόμενος, ἀλλὰ χαρᾶς πλήρης καὶ φαιδρότητος ἔμπλεος, οὐ πάθους, ἀλλ’ ἀπαθείας αἴτιος γενόμενος. Εἰ δὲ καὶ σκάνδαλόν ἐστιν Ἰουδαίοις ὀνομαζόμενος, μωρία δὲ καὶ τοῖς ἔθ‐ νεσι κηρυττόμενος, ἀλλ’ ἡμῖν τοῖς πιστεύουσι σωτηρία
60μνημονευόμενος. Εἰ γὰρ καὶ ἐν ἐκκλησίᾳ σταυροῦ ἀναγινωσκομένου, καὶ πάθους διὰ σταυροῦ μνημονευο‐ μένου, λαὸς ὁ σταυρῷ πιστεύων ἀγανακτεῖ ἐλεεινὴν φωνὴν καὶ γογγυσμὸν ἀφιέμενος, οὐ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τοὺς σταυρώσαντας καὶ ἀπιστήσαντας. Σταυρὸς
65γὰρ σωτηρία τῆς Ἐκκλησίας, σταυρὸς τὸ καύχημα τῶν εἰς αὐτὸν ἠλπικότων, σταυρὸς ὁ ἀπαλλάξας ἡμᾶς τῶν προλαβόντων κακῶν, καὶ ἀπαρχὴ τῶν ἐπιγενομένων ἡμῖν ἀγαθῶν, σταυρὸς ἡ πρὸς Θεὸν ἐχθρῶν καταλλαγὴ, καὶ ἐπὶ Χριστὸν ἁμαρτωλῶν ἐπιστροφή. Διὰ σταυροῦ
70γὰρ τῆς ἔχθρας ἐῤῥύσθημεν, καὶ διὰ σταυροῦ τῷ Θεῷ εἰς φιλίαν συνήφθημεν· διὰ σταυροῦ τῆς τοῦ διαβόλου τυ‐ ραννίδος ἠλευθερώθημεν, καὶ διὰ σταυροῦ τοῦ θανάτου καὶ τῆς ἀπωλείας ἀπηλλάγημεν. Διὰ τοῦτο ὁ λαὸς πρότερον μὲν περὶ σταυροῦ ἀκούων ἐγόγγυζεν, αὖθις δὲ περὶ ἀναστά‐
75σεως ἀκούων τὸν γογγυσμὸν εἰς χαρὰν μετέβαλε, καθαρᾷ τῇ φωνῇ τὴν δόξαν προφερόμενος. Σταυρὸς τὴν ἀνθρω‐
πείαν φύσιν εἰς ἀγγελικὴν μετέβαλε τάξιν, πάσης φθαρτῆςColumn end

59

.

680

πράξεως ἀλλοτρίαν ἀποδείξας, καὶ τῆς ἀφθάρτου ζωῆς ἐν‐ διαιτᾶσθαι καταξιώσας. Οὐκ ἔτι γὰρ ἀνθρώπους, ἀλλὰ καὶ θεοὺς προσηγόρευσε λέγων· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Οὐκ ἔτι δούλους, ἀλλὰ φίλους καὶ
5ἀδελφοὺς ὠνόμασεν, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, λέγων. Ὁρᾷς πόσην μεταβολὴν ὁ σταυ‐ ρὸς κατειργάσατο; Ἵνα δὲ μάθῃς ἀκριβέστερον τὴν δύναμιν τοῦ σταυροῦ, κατανόησον τί πρὸ σταυροῦ, καὶ τί μετὰ σταυρὸν, καὶ εὑρήσεις τοῦ σταυροῦ τὴν ἐνέρ‐
10γειαν. Πρὸ σταυροῦ Υἱὸς οὐκ ἦν γινωσκόμενος, σήμερον σταυροῦ κηρυττομένου Υἱὸς ὀνομάζεται, καὶ Πατὴρ δι’ Υἱοῦ γνωρίζεται· πρὸ σταυροῦ διάβολος προσεκυνεῖτο, νῦν σταυροῦ κηρυττομένου διάβολος πέπτωκε, καὶ δαί‐ μονες φυγαδεύονται· πρὸ σταυροῦ πορνείαις καὶ ἀσελ‐
15γείαις ἐσχολάζομεν, νῦν δὲ σταυροῦ κηρυττομένου οὐ μόνον πορνείας ἀπέστημεν, ἀλλὰ καὶ γάμων κατεφρο‐ νήσαμεν, παρθενίαν δὲ, ἣν οὐκ ᾔδειμεν, δεξάμενοι, ὡς ἰδίαν φυλάττομεν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ διάβολος τοὺς Ἰουδαίους κατὰ τοῦ Χριστοῦ συνήγαγε·
20σήμερον σταυρὸς κηρύσσεται, καὶ οἱ ἀπόστολοι Ἰου‐ δαίους διὰ τῆς πίστεως προσάγουσιν. Οὐκ ἦν σταυρὸς κηρυττόμενος, καὶ ὑπὸ θανάτου κατειχόμεθα· νῦν σταυρὸς κηρύσσεται, καὶ ὡς μὴ ὄντος θανάτου κατ‐ εφρονήσαμεν· τὴν δὲ αἰώνιον ζωὴν ἐποθήσαμεν. Οὐκ ἦν
25σταυρὸς κηρυττόμενος, καὶ παραδείσου ἀλλότριοι ἦμεν· σταυροῦ δὲ φανέντος παραχρῆμα λῃστὴς παραδείσου ἠξιώθη. Ὢ μεγάλης δυνάμεως σταυροῦ, ὅσην μεταβολὴν τῷ γένει τῶν ἀνθρώπων κατειργάσατο! Ἀπὸ τοσούτου σκότους εἰς φῶς ἀπέραντον μετέστησεν, ἀπὸ θανάτου
30εἰς ζωὴν αἰώνιον ἀνεκαλέσατο, ἀπὸ φθορᾶς εἰς ἀφθαρ‐ σίαν ἀνεκαίνισεν. Οὐκ ἔτι γὰρ ὀφθαλμοὶ καρδίας ἀπὸ ἀγνοίας ὑπὸ τοῦ σκότους καλύπτονται, ἀλλὰ διὰ σταυροῦ τῷ φωτὶ τῆς γνώσεως καταυγάζονται· οὐκ ἔτι ὦτα κωφῶν ὑπὸ ἀπιστίας κέκλεισται· οἱ κωφοὶ γὰρ ἤκουσαν
35λόγον Κυρίου, καὶ οἱ τυφλοὶ ἀνέβλεψαν τοῦ ἰδεῖν τὴν δόξαν τοῦ Θεοῦ. Ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα, ταῦτα ἡμῖν διὰ σταυροῦ τὰ δωρήματα. Τί γὰρ καλὸν ἡμῖν οὐκ ἀπὸ σταυροῦ δεδώρηται; τί δὲ ἀγαθὸν οὐ διὰ σταυροῦ ἡμῖν κατώρθωται; Διὰ σταυροῦ εὐσεβεῖν ἐδι‐
40δάχθημεν, καὶ τῆς θείας φύσεως τὴν δύναμιν ἐπέγνω‐ μεν· διὰ σταυροῦ δικαιοσύνην Θεοῦ παιδευόμεθα, καὶ σωφροσύνης ἀρετὴν μεταδιώκομεν· διὰ σταυροῦ ἀλλή‐ λους γνωρίζομεν, καὶ οἱ μακρὰν ὄντες Χριστῷ συνήφθη‐ μεν, καὶ τῆς χάριτος τοῦ ἁγίου Πνεύματος ἠξιώθημεν·
45διὰ σταυροῦ ἀγάπης τὴν δύναμιν ἔγνωμεν, καὶ ὑπὲρ ἀλλήλων ἀποθανεῖν οὐ παραιτούμεθα· διὰ σταυροῦ πάν‐ των τῶν ἐν τῷ κόσμῳ καταπεφρονήκαμεν, καὶ ὡς οὐδὲν αὐτὰ εἶναι ἡγησάμεθα, τῶν μελλόντων ἀγαθῶν ὀρεγό‐ μενοι, καὶ τῶν ἀοράτων ὡς ὁρωμένων ἀντιποιούμενοι.

59

.

680

(50)

Σταυρὸς κηρύττεται, καὶ πίστις ἡ εἰς Θεὸν ὁμολογεῖται, καὶ ἀλήθεια εἰς ἅπασαν τὴν οἰκουμένην πολιτεύεται· σταυρὸς κηρύττεται, καὶ μάρτυρες ἀναδείκνυνται, καὶ ἡ εἰς Χριστὸν ὁμολογία κρατύνεται· σταυρὸς κηρύτ‐ τεται, καὶ ἡ ἀνάστασις ἀναδείκνυται, καὶ ἡ ζωὴ πε‐
55φανέρωται, καὶ ἡ τῶν οὐρανῶν βασιλεία καταπιστεύεται, καὶ οἱ ἄπιστοι τῷ σταυρῷ πιστεύουσι, καὶ σωτηρίας τυγχάνουσιν οἱ τὸν σταυρὸν κατὰ τῆς ζωῆς ἐπινοήσαν‐ τες. Σταυρὸς τούτων ἁπάντων ἡμῖν πρόξενος γέγονε, καὶ διὰ σταυροῦ ᾄδειν ἐδιδάχθημεν. Τί τοίνυν σταυροῦ
60τιμιώτερον; τί δὲ τούτου ταῖς ἡμετέραις ψυχαῖς ὠφελι‐ μώτερον; Μὴ οὖν ἐπαισχυνθῶμεν σταυρὸν ὀνομάζοντες, ἀλλὰ μετὰ πάσης παῤῥησίας αὐτὸν ὁμολογήσωμεν, δι’ οὗ εἰς σωτηρίαν ἀνεκλήθημεν, καὶ εἰς αἰώνιον ζωὴν παραπεμπόμεθα. Ὁρᾷς πόσην ὁ σταυρὸς οὗτος οἰκονο‐
65μίαν τῷ κόσμῳ κατειργάσατο; Μετέβαλεν αὐτοῦ τὰ ἄνομα πράγματα, καὶ ἠλλοίωσε τὰ ἄθεα δόγματα, οὐκ ἔτι νόμοις διαβολικοῖς ἐμπολιτεύεται, οὐ θεσμοῖς θανατι‐ κοῖς ἀναστρέφεται. Θεὸς γὰρ ἐπεδήμησε, καὶ τῆς οἰ‐ στρηλασίας τὰ πάθη ἐξέτεμε, τὰ ἴδια ἐνομοθέτησε, καὶ
70τὰ συμφέροντα καὶ ἐπωφελῆ ἐδογμάτισε· δόγματα σω‐ φροσύνης ἐθέσπισε, καὶ τὴν ἡδυπάθειαν ἐξέκοψεν· ὅρους ἁγιωσύνης ἐνέθηκε, καὶ νόμον ἁγνείας ἥρμοσε, καὶ ἄνομον πορνείαν ἐκποδὼν ἐποίησε· τοὺς τῆς ἐγκρατείας ἐνομοθέτησε κανόνας, καὶ τὰς τῶν ἡδονῶν ἐπικρατείας
75ἀνέτρεψε· δόγματι θεϊκῷ τὰ τῶν ἐπιθυμιῶν ὄργανα
κατέσπασε, καὶ πᾶσαν τὴν δι’ ἡδονῆς ἐντικτομένην679

59

.

681

ἁμαρτίαν ἐμείωσεν. Ἐπειδὴ γὰρ ἀρχὴ πορνείας, ἐπί‐ νοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, διὰ τοῦτο τὴν ῥίζαν τῆς ἀνομίας ἐξέκοψεν, ἵνα παύσῃ πάντα τὰ ῥεύματα τῆς ἀσεβείας. Καὶ κατήργησε μὲν τὰ μυσαρὰ
5σεβάσματα τῆς εἰδωλολατρείας, διέφθειρε δὲ τὰ τῶν ἀθεμίτων ἐπιτηδεύματα, ἠχρείωσε τὰ σχίσματα τῆς βακχικῆς παρανομίας, καὶ ἠμαύρωσε τὰ πλάσματα καὶ τὰ καλλωπίσματα τῆς ἀσεβείας· τὰ τῆς ἀπάτης ἐνέκο‐ ψεν ἀδικήματα, καὶ τὰ τῆς ἀπωλείας ἐνέφραξε ῥεύματα·
10ἐκαθάρισε τὰς ψυχὰς ἐκριζώσας τὰς ἀκάνθας τῆς ἀσε‐ βείας, καὶ ἤνεγκεν ὡς κόκκον σίτου τὰ σπέρματα τῆς θεοσεβείας, ἵν’ ἀποδείξῃ τὰς ψυχὰς καρποφορούσας γεννήματα δικαιοσύνης· ἤνοιξε τοὺς καταῤῥάκτας τῆς πνευματικῆς σιτοδοσίας, καὶ ἐπλήρωσε τὰς λογικὰς
15ἀποθήκας τῶν θεϊκῶν γεννημάτων τῆς ἐπουρανίου σοφίας· ἐνεφόρησε τοὺς πιστεύοντας τῆς τοῦ Πνεύμα‐ τος ἁγιαστίας, καὶ γέγονεν ἕκαστος δοχεῖον τῆς ἐνθέου ἁγιωσύνης, καὶ ποταμὸς τῆς θείας εὐπρεπείας. Τούτων ἡμῖν ἁπάντων ὁ σταυρὸς ἐχορήγησε τὴν κτῆσιν, καὶ
20πάντων τῶν τηλικούτων ἀγαθῶν διὰ τοῦ σταυροῦ ἀπο‐ λαύομεν. Τούτων ἁπάντων τὴν γνῶσιν διὰ σταυροῦ εἰλή‐ φαμεν, καὶ ταῦτα πάντα δι’ αὐτοῦ ἐδιδάχθημεν. Ἵνα δὲ μάθῃς τοῦ σταυροῦ τὴν δύναμιν καὶ πόσον ἰσχύει σταυ‐ ροῦ ἐνέργεια, κατάμαθε τὰ ἐπὶ τοῦ σταυροῦ γενόμενα,
25καὶ εὑρήσεις ἔργα θεϊκῆς δυνάμεως δι’ αὐτοῦ τελού‐ μενα. Σταυρὸς κατὰ τῆς ζωῆς πήγνυται, καὶ ζωὴ τῷ κόσμῳ διὰ σταυροῦ εἰς θάνατον ἐπινενόηται, καὶ θάνα‐ τος νεκρὸς δι’ αὐτοῦ ἀποδέδεικται· σταυρὸς κατὰ τῆς ἀληθείας ἥπλωται, καὶ διὰ σταυροῦ κόσμος τῆς ἀληθείας
30πεπλήρωται· σταυρὸς ἐκτέταται κατὰ τοῦ Δεσπότου, καὶ ὁ Δεσπότης δι’ αὐτοῦ τὰς χεῖρας ἐκτείνας, τὰ πάντα πρὸς ἑαυτὸν συνήγαγε. Χριστὸς ἐπὶ σταυροῦ κρέμαται, καὶ διάβολος νενέκρωται· Χριστὸς ἐπὶ σταυροῦ ἥπλω‐ ται, καὶ σημεῖον σωτηρίας τῷ κόσμῳ δεδώρηται· Χρι‐
35στὸς ἐπὶ σταυροῦ προσήλωται, καὶ πᾶσα ψυχὴ ἐκ δεσμῶν λελύτρωται· Χριστὸς ἐπὶ σταυροῦ πέπηγε, καὶ ἡ σύμ‐ πασα κτίσις ἀπὸ τῆς φθορᾶς τῆς δουλείας ἠλευθέρωται· Χριστὸς ἐπὶ σταυροῦ ἀναπέπαυται, καὶ τεράστιον και‐
νότερον τῷ κόσμῳ ἀναδέδεικται· ἡλίου γὰρ τὸ φῶς σκο‐Column end

59

.

682

τίζεται. Σύμβολον τοῖς μὲν ἀπίστοις ἐν ἡμέρᾳ κρίσεως τὸ σκότος ταμιευόμενον, τοῖς δὲ πιστεύουσι τὸ φῶς τῆς ἡμέρας ἀπὸ σκότους μεταβαλλόμενον. Τοῦτο δὲ καὶ προφητικόν που λόγιον βοᾷ λέγον· Καὶ ἔσται ἐν ἐκείνῃ
5τῇ ἡμέρα, λέγει Κύριος, δύσεται ὁ ἥλιος μεσημ‐ βρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς, καὶ με‐ ταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρήνους. Ὁρᾷς, ἀγαπητὲ, ἡλίκον περιέχει μυστήριον τὸ προφητικὸν λόγιον; Ἐνταῦθα
10γὰρ ἀμφοτέρων αἰνίττεται τὰ πράγματα, Ἰουδαίων τε λέγω τῶν ὑπὸ νόμον, καὶ ἐθνῶν ἔξω τοῦ νόμου τὴν ἀνο‐ μίαν ἐπιτελούντων. Οἱ μὲν γὰρ κατὰ νόμον ἑορτάζοντες πενθήσουσι τὰς ἑορτὰς ἀποτελέσαντες, καὶ ἀντὶ ᾠδῶν κοπετὸν περὶ τῆς Ἱερουσαλὴμ ποιήσονται. Οὐκ
15ἔτι γὰρ ἔσται Ἱερουσαλὴμ ἔχουσα τὰς λατρείας, οὔτε ἐπιτελεσθήσεται ἑορτὴ ἐν αὐτῇ, τέλος εἰληφότων ἁπάν‐ των μετὰ τὴν Χριστοῦ ἐπιδημίαν καὶ τὸ πάθος αὐτοῦ καὶ τὴν οἰκονομίαν. Διὰ τοῦτο οὖν φησι· Μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς
20ὑμῶν εἰς θρήνους· τῶν νομικῶν ἀποστερούμενοι καὶ εἰς δουλείαν παντὶ ἔθνει παραδιδόμενοι, ἀνθ’ ὧν οὐκ ἐπίστευσαν τῷ θείῳ καὶ παραδόξῳ τοῦ σταυροῦ κηρύγ‐ ματι. Πενθήσει δὲ καὶ ἐπὶ ταῖς ἁμαρτίαις ἐξομολογού‐ μενα ἔθνη πένθος μακαρισμοῦ πρόξενον. Μακάριοι γὰρ,
25φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Πενθήσουσιν οὖν ἐπὶ ταῖς ματαίαις αὐτῶν ἑορταῖς, καὶ ᾄσμασιν ἀθεμίστοις, οἷς ἐπετέλουν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ὅρα γάρ μοι σήμερον, πῶς μετανοήσας ἐθνικὸς, ὁ πρότερον τοῖς εἰδώλοις ἑορτάζων, μεταστρέφει
30τὴν ἑορτὴν εἰς πένθος, μετανοῶν ἐφ’ οἷς κακῶς ἔπραττε, καὶ λέγει θρηνῶν τὸ προφητικὸν ἐκεῖνο λόγιον· Ἐπλα‐ νήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς τὰ ἁμαρτήματα ἡμῶν, ὅτι ἐπλήσθημεν ἀσε‐ βείας ἡμῶν. Ἔγνωμεν ἀδικίας πατέρων ἡμῶν. Οὕ‐
35τως οὖν καὶ ἡμεῖς καλῶς θρηνοῦντες καὶ πενθοῦντες ἐν τοῖς προγεγραμμένοις ἡμῖν κακοῖς, τῷ σταυρῷ ἑαυτοὺς προσπλέξωμεν, σταυρῷ τὰς ἐλπίδας ἀνατιθέντες, ἵνα διὰ σταυροῦ παιδαγωγηθέντες, καὶ εἰς οὐρανὸν τὴν διάνοιαν τείναντες, Χριστῷ τῷ Σωτῆρι ἡμῶν πλησιά‐
40σαντες, ἐγγὺς Θεοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν γενέσθαι καταξιωθῶμεν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.681