TLG 2062 251 :: JOANNES CHRYSOSTOMUS :: In principium indictionis [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In principium indictionis [Sp.]

Citation: Vol — pg — (ln)

59

.

673

(11t)

Εἰς τὴν ἀρχὴν τῆς ἰνδίκτου.
12 Θαυμασταὶ τῶν ὀρθοδόξων αἱ πανηγύρεις, φαιδραὶ τῶν μαρτύρων αἱ μνῆμαι, ἀνεπαίσχυντοι τῶν εὐσε‐ βῶν αἱ εὐωχίαι. Οὐχ ἑορτάζομεν χρόνον τῶν ἀστάτως
15κινουμένων· οὐ σεβόμεθα ἐνιαυτὸν, τὴν τῆς ἀνθρώπων ζωῆς δαπάνην· οὐ προσκυνοῦμεν ἀγῶνα τὸν εἰς φθο‐ ρὰν ἡμᾶς ἕλκοντα· οὐ λατρεύομεν τῇ κτίσει· σύνδουλα γὰρ τὰ γεγονότα· οὐ θεραπεύομεν τὴν ὕλην· ἐξ οὐκ ὄντων γὰρ ὑπέστη· ὡς γὰρ ἀρχὴν γενέσεως ἔσχε
20ταῦτα, καὶ φθορᾶς ὑπόκεινται τέλει. Οὐ σεβόμεθα οὐρανόν· ὡς καπνὸς γὰρ ἐστερεώθη· οὐ σεβόμεθα στε‐ ρέωμα· ἐκρυσταλλώθη· οὐ σεβόμεθα τὸ φῶς· λόγῳ γὰρ ἐδημιουργήθη· οὐ σεβόμεθα τὴν σελήνην· σχήματι γὰρ ἐκοσμήθη· οὐ σεβόμεθα τὴν γῆν· ἐξ ὕδατος γὰρ ἀνειλ‐
25κύσθη· οὐ σεβόμεθα τὸ πῦρ· ὑλικὸν γὰρ τὸ στοιχεῖον· οὐ προσκυνοῦμεν τὸ ὕδωρ· ῥέουσα γὰρ ἡ φύσις· οὐ λατρεύο‐ μεν τῷ χρόνῳ· οὐχ ἕστηκε γὰρ, ἀλλ’ ἀφίσταται· οὐ σε‐ βόμεθα τὴν ἡμέραν· διατάξει γὰρ δουλεύει. Πάντα χρόνῳ γηρᾷ, καὶ χρόνος μετὰ πάντα γηρᾷ· Θεὸς δὲ μόνος πα‐
30λαιότητος ἀνώτερος· καὶ δείκνυσιν ἡ τῆς συντελείας ἡμέρα. Ἕλληνες μὲν οὖν καὶ Ἰουδαῖοι, ἀδελφοὶ ἀνομίας, τοῦ διαβόλου τὰ λάφυρα, τῆς ἁμαρτίας τὰ ἔγγονα, τῆς πλάνης τὰ θρέμματα, τῆς δυσσεβείας ἡ πώρωσις, τῆς γεέννης οἱ ναυτολόγοι, οἱ ὄφεις τῆς ἀσεβείας, οἱ υἱοὶ τῆς
35κατάρας. Οὗτοι ἑορταζέτωσαν δυσσεβῶς, ἐπειδὴ φρονοῦ‐ σιν ἀνοσίως. Οἱ μὲν τὴν πλάνην τιμάτωσαν, οἱ δὲ τὸν νόμον πατείτωσαν, καὶ ἑκάτεροι εἰς τὰ πονηρὰ μαθη‐ τευέτωσαν· συνήλλαξαν γάρ. Ἰουδαῖοι παρ’ Ἑλλήνων ἔμαθον τὴν εἰδωλολατρείαν, καὶ Ἕλληνες παρὰ Ἰουδαίων
40τὸ προφητοκτονεῖν· οἱ Ἰουδαῖοι γὰρ ἐν τῷ νόμῳ πᾶσαν Ἑλληνικὴν ἐπεδείξαντο πλάνην. Ἀλλὰ γὰρ ἀγανακτεῖς, ὦ Ἰουδαῖε, ταῦτα ἀκούων; Ἐννόησον γὰρ πράξεις, καὶ μὴ χαλέπαινε πρὸς τὰς μέμψεις. Ποῦ γὰρ οὐκ εἰδωλολάτρησας, εἰπέ μοι; Ἐν τῇ ἐρήμῳ μόσχον ἐχάλ‐
45κευσας, τροπαιοφορούμενος τῷ Βεελφεγὼρ ἐτελέσθης, ἐν τῇ Μωαβίτιδι τῷ Θάματζ προσεκύνησας, ἐν τῇ Πα‐ λαιστίνῃ τῷ Δαγὼν ἐθυσίασας, ἐν Φοινίκῃ τῇ Ἀστάρτῃ ἐλάτρευσας, ἐν αἰχμαλωσίᾳ τῷ Χαμῶς προσεκύνησας. Ἔλειψε τόπος, οὐκ ἔλειψε μύσος. Διὰ τοῦτο καὶ τὰς

59

.

673

(50)

ἑορτὰς ὑμῶν μισεῖ ὁ Δεσπότης. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ εὐφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Πᾶσα γὰρ ἑορτὴ Ἰουδαίων φόνους ἐπήγαγε. Νηστεύων, τὸν Να‐ βουθὲ ἐλίθασας· ἑορτάζων, τὸν Ἡσαΐαν ἔπρισας· παν‐
55ηγυρίζων, τὸν Ἱερεμίαν εἰς λάκκον κατέῤῥιψας. Εἰς κρί‐Column end

59

.

674

(11)

σεις καὶ μάχας ἀνοσίως ἐνήστευσας· κραιπαλῶν τὴν κιβωτὸν ἐπὶ τοῦ Ἠλὶ παρέδωκας, τὸν Ἰωάννην ἀπεκε‐ φάλισας. Εἰ τοιαῦτα ἑορτάζεις, τὸ θρηνεῖν σοι συμφέρει. Ἡμεῖς δὲ ἑορτάζομεν θεῖα καὶ παράδοξα πράγματα,
15τῶν μαρτύρων τοὺς ἄθλους, τῶν ταφέντων τὰς νίκας, τῶν μὴ ὁρωμένων τὰ δίκτυα, τῶν διαλυθέντων τὴν ἰα‐ τρείαν· ἐν πρώτοις τοῦ Χριστοῦ καὶ Θεοῦ μου τὰ θαύ‐ ματα, ἃ διὰ τὴν ἐμὴν σωτηρίαν ἄνθρωπος γεγονὼς ἐξ‐ ετέλεσεν· εἶθ’ οὕτω τῶν δούλων αὐτοῦ τὰ πάθη· τοῦ Στε‐
20φάνου τὸν λιθοκόλλητον στέφανον, τοῦ ἐνδόξου Λαυρεν‐ τίου τὰ κατὰ θανάτου τρόπαια, τῆς Ἄννης τὴν ἀναυά‐ γητον παρθενίαν. Ὢ τριὰς Τριάδος κήρυξ! ὢ λείψανα τῶν ὀδυνωμένων τὰ φάρμακα! ὢ κόνις πηγὴ ἰαμάτων! ὢ οἶκος οὐρανοῦ τὸ κάλλος μιμούμενος! Ἀλλὰ καὶ τὸ
25ἄψυχον στοιχεῖον ἡ θάλασσα ἀλαλήτως βοᾷ πρὸς ὑμᾶς. Ἔλεγξας τοὺς συνδούλους, κηρύξω κἀγὼ τὸν Δεσπότην. Οὐ βαρεῖ με τὸ ἴχνος τοῦ πλάστου, ἁγιάζουσί με οἱ πόδες Χριστοῦ. Μωϋσῆς ἔσχισεν, ἀλλ’ οὗτος ἡγίασε· τὸν Ἰωνᾶν ἐῤῥόφησα, τοῦτον δὲ φρίττω· τὸν Νῶε ἐκλυ‐
30δώνησα, ἀλλ’ οὐ τολμῶ προσβλέψαι τῷ χερσὶ τὸν ἄνθρω‐ πον πλάσαντι. Ποσὶ τὴν θάλασσαν ἡγίασε, τὸν οὐρανὸν τῷ θρόνῳ ἐδόξασε, τὴν γῆν τῇ φάτνῃ ἐλάμπρυνε, τὸν ᾅδην διὰ τοῦ τάφου ἐφώτισεν. Οὐκ εἰμὶ ἀγνώμων καὶ ἄψυχος· ἐπιγινώσκω ὡς στοιχεῖον τὸν ποιήσαντα· οὐ
35λέγω μετὰ τῶν Ἰουδαίων, Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ Θεοῦ· ἀλλὰ κράζω εὐσεβοῦσα, Οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτόν. Δείξω τὰ τῆς ἐμῆς φύσεως, ἐλέγξω τῶν μιαιφόνων τὰς γνώμας, δημοσιεύσω τοῦ περιπατή‐ σαντός με τὸ κράτος. Οὗτοι σύνδουλοι, ἐκεῖνος Δεσπότης,
40οὗ φόβῳ τούτους ταράττω. Ὁ μὲν Δεσπότης ἐν τῇ θα‐ λάττῃ ἀβρόχως ἐβάδιζεν, οἱ δὲ πλέοντες ἐθορυβοῦντο· ὁ δὲ φόβος τοὺς κινδυνεύοντας βοᾷν παρεσκεύασεν, ὁ δὲ φιλάνθρωπος τὸ θαῤῥεῖν παρεκελεύετο λέγων· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Θαρσεῖτε τὴν τῆς πίστεως ἔχον‐
45τες ἄγκυραν· εἰδωλολατρείας γὰρ σπιλὰς οὐκ ἐβύθισεν ὑμᾶς· θαρσεῖτε, Ἰουδαϊκὴ ὑμᾶς λαῖλαψ οὐ κατεπόντισε· θαρσεῖτε, αἱρετικὴ ὑμᾶς τρικυμία οὐ κλυδωνίζει. Ἐγώ εἰμι, ὁ συνάναρχος τοῦ Πατρὸς Λόγος, τῆς ἀκτίστης ἀρχῆς ὁ κλάδος, τῆς κοσμικῆς ἁμαρτίας ὁ ἀμνὸς, τοῦ

59

.

674

(50)

τῶν πόλεων ναυαγίου ὁ κυβερνήτης, τῆς ὀρθοδόξου πί‐ στεως ὁ θησαυρὸς, τῶν μαρτυρικῶν ἀγώνων ὁ βραβευ‐ τής. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ὅπου γὰρ ὁ Θεὸς πάρ‐ εστιν, ἀπελήλατο κίνδυνος χάριτι Θεοῦ· αὐτῷ ἡ δόξα καὶ
τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.673