TLG 2062 250 :: JOANNES CHRYSOSTOMUS :: Interpretatio orationis Pater noster [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Interpretatio orationis Pater noster [Sp.]

Citation: Vol — pg — (ln)

59

.

627

(7t)

Ἑρμηνεία εἰς τὸ, «Πάτερ ἡμῶν»
8 Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Πατέρα λέγεις, ἄνθρωπε, τὸν Θεόν; Καλῶς λέγεις. Ἔστι γὰρ Πατὴρ
10πάντων. Ἀλλὰ σπεῦδε ἐργάζεσθαι ἔργα ἀρέσκοντα τῷ Πατρί σου. Εἰ δὲ κακὰ ποιεῖς ἔργα, πρόδηλον ὅτι τὸν διάβολον ἐπικαλῇ πατέρα· αὐτὸς γάρ ἐστιν ὁ ἔφορος τῶν κακῶν. Διὸ σπεῦδε ἐκφυγεῖν τοῦτον, ἀρέσαι δὲ τῷ ἀγαθῷ Πατρὶ καὶ ποιητῇ σου. Ἁγιασθήτω τὸ ὄνομά
15σου. Καὶ τί γάρ; οὐκ ἔστιν ἅγιος ὁ Θεός; Ναὶ, ἅγιος· ἀλλὰ τοῦτο λέγεις, Ἐν ἐμοὶ ἁγιασθήτω τὸ ὄνομά σου, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα μου, καὶ δοξά‐ σωσι τὸν Πατέρα καὶ ποιητήν μου. Ἐλθέτω ἡ βασιλεία σου. Τί γάρ; οὐκ ἔστι βασιλεὺς ὁ Θεὸς, ὅτι μέλλει ἔρχε‐
20σθαι ἡ βασιλεία αὐτοῦ; Ναὶ, βασιλεύς ἐστι πάντων, ἀλλ’ ὥσπερ πόλις κυκλωθεῖσα ὑπὸ ἐχθρῶν ζητεῖ ἐλθεῖν τὴν δύναμιν τοῦ βασιλέως, καὶ ἐξελέσθαι αὐτήν· οὕτω δὴ καὶ ἡμεῖς κυκλωθέντες ὑπὸ τῶν ἐναντίων δυνάμεων καὶ ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ πονηρῶν λογισμῶν, ζητοῦ‐
25μεν ἐλθεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, ἐξελέσθαι ἡμᾶς. Καὶ κατὰ ἄλλον τρόπον· ἐπειδὴ ὁ προφήτης λέγει, Ἐβα‐ σίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη, τῷ παρελθόντι χρόνῳ ὡς μέλλοντι χρησάμενος, χάριν τούτου κράζομεν· Ἐλ‐ θέτω ἡ βασιλεία σου, Κύριε· τουτέστιν, Ἐλθέτω ἐφ’
30ἡμᾶς τὰ ἐλέη σου· Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Λέγει γὰρ οὕτω· Κύριε, ὥσ‐ περ ἐγένετο τὸ θέλημά σου ἐν τῷ οὐρανῷ, καὶ εἰσὶν ἄγ‐ γελοι ἅπαντες ἐν εἰρήνῃ, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὁ ὠθῶν καὶ ἀντωθούμενος, οὔτε τύπτων καὶ τυπτόμενος, ἀλλὰ
35πάντες ἐν εἰρήνῃ βαθείᾳ· οὕτω καὶ ἐν ἡμῖν τοῖς ἐπὶ γῆς ἀνθρώποις γενηθήτω τὸ θέλημά σου· ἵνα πάντα τὰ ἔθνη
ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάσωμεν τὸν ποιητὴνColumn end

59

.

628

(7)

καὶ Σωτῆρα ἡμῶν. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἐπιούσιον ἄρτον λαβεῖν αἰτοῦμεν. Ἄρ‐ τος δὲ ψυχῆς λόγος Θεοῦ, καθὼς ἔφη τις τῶν ἁγίων·
10Ἄνοιγε, τέκνον, σὸν στόμα λόγῳ Θεοῦ. Καὶ διὰ τοῦτο συχνοτέρως μνημονεύειν Θεοῦ καλὸν ἢ ἀναπνεῖν· Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Λέγει δὲ οὕτω. Καὶ ἄφες ἡμῖν τὰ χρέη ἡμῶν, τουτέστι, τὰς ἁμαρτίας ἡμῶν
15καὶ τὰ πταίσματα, ὡς καὶ ἡμεῖς ἀφίεμεν πᾶσι τοῖς πταίουσι καὶ ἁμαρτάνουσιν εἰς ἡμᾶς ἀδελφοῖς ἡμῶν, ἐλευθέροις τε καὶ δούλοις, καὶ πᾶσι τοῖς ὑποχειρίοις ἡμῶν. Ταῦτα λέγων, ἄνθρωπε, ἐὰν οὐ ποιῇς οὕτως, ἐν‐ νόησον ὅτι φοβερὸν τὸ ἐμπεσεῖν ἡμᾶς εἰς χεῖρας Θεοῦ
20ζῶντος· καὶ διορθωσάμενος ἐπίστρεψον πρὸς τὸν ποιητὴν καὶ Κύριον. Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἐὰν ζητήσῃ ἡμᾶς ὁ Σατανᾶς σινιάσαι, ὡς τὸν σῖτον, ὥσπερ καὶ τοὺς ἀποστόλους ἐζήτησε, καὶ ὡς δέον ἀπ‐ έτυχεν, ἀλλ’ ὡς τὸ πάλαι Ἰὼβ, μὴ δῷς αὐτῷ ἐξουσίαν
25καθ’ ἡμῶν· ἀλλ’ εἰ καὶ πονηρὸς ἄνθρωπος θελήσῃ πει‐ ρᾶσαι ἡμᾶς ἢ ἀδικῆσαι, μὴ δῷς ἡμᾶς εἰς τὸ θέλημα αὐ‐ τοῦ, ἀλλὰ σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις. Κύριε, ἐπεὶ σή ἐστιν ἡ βασιλεία, μὴ ἐάσῃς ἡμᾶς φοβηθῆναι
30ἑτέραν βασιλείαν, εἴτε δεσποτείαν ἄλλην, εἰ καὶ ἄξιοί ἐσμεν κολάσεως διὰ τὰς ἁμαρτίας ἡμῶν. Σὺ ἡμᾶς, οἵῳ θέλεις τρόπῳ, τιμώρησον, καὶ μὴ παραδῷς ἡμᾶς εἰς χεῖρας ἀνθρώπων· ἀλλ’ ἐμπεσώμεθα εἰς χεῖράς σου ὅτι ὡς ἡ μεγαλωσύνη σου, οὕτω καὶ τὸ ἔλεός σου, Πάτερ
35παντοκράτορ, εἰς τοὺς αἰῶνας. Ἀμήν.627