TLG 2062 248 :: JOANNES CHRYSOSTOMUS :: De negatione Petri [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De negatione Petri [Sp.] Citation: Vol — pg — (ln) | ||
59.613(59t) | Εἰς τὴν ἄρνησιν Πέτρου, καὶ εἰς τὸν σταυρὸν, καὶ πῶς ὁ Ἰωσὴφ τύπος ἐγένετο τοῦ Χριστοῦ, | |
60t | ὁμιλία. | |
---|---|---|
61 | αʹ. Ἀναγκαῖον ἐν τῷ παρόντι καιρῷ καὶ τὸ χρέος τοῦ Ἰωσὴφ ἀποτῖσαι, καὶ τὸ κλῆτος τοῦ σταυροῦ μηνῦσαι. Σήμερον καὶ Ἰωσὴφ στεφανοῦται, καὶ σταυρὸς φυτουρ‐ | |
γεῖται· σήμερον καὶ Πέτρος ἀρνεῖται, καὶ ὁ λῃστὴς εὐ‐ | Column end | |
59.614(59) | ωχεῖται· σήμερον καὶ ὁ νόμος πληροῦται, καὶ ὁ προφη‐ | |
60 | τευθεὶς Χριστὸς δοξολογεῖται· σήμερον κυρίως πληροῦ‐ ται τὸ φάσκον ῥητὸν περὶ τοῦ Κυριακοῦ θανάτου, Ἐν τῇ παγίδι αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Καὶ τίς ὁ ἁμαρτωλός; Ὁ τῆς ἁμαρτίας εὑρετὴς διάβολος. Καὶ | |
τίς ἡ ὑπ’ αὐτοῦ κατασκευασθεῖσα παγίς; Ὁ σταυρὸς, | 613 | |
59.615 | καὶ οὐδὲν ἕτερον· αὐτὸς γὰρ ἠρέθισε παῖδας Ἰουδαίων πελεκεῖσθαι τὸν σταυρὸν, δόξας σοφίζεσθαι τὸν ἀσόφι‐ στον, καὶ τῷ θανάτῳ περιβάλλειν τὸν ἐν νεκροῖς ἐλεύθε‐ ρον· μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον | |
5 | τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκ‐ τιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει. Σή‐ μερον καὶ τοῦ προφήτου Δαυῒδ πληροῦται τὸ λόγιον, | |
10 | Μαρτύριον ἐν τῷ Ἰωσήφ· τουτέστιν, ὁ Κύριος ἐν τῷ Ἰωσὴφ προανεζωγραφεῖτο, ἃ ἔμελλεν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐφίστασθαι. Πολλὰ γὰρ ἐν τῷ Ἰωσὴφ παραπλή‐ σια τοῦ Δεσπότου εὑρίσκεται· οἷόν τι λέγω· Ὁ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῶν ἰδίων συγγενῶν ... ὁ Ἰωσὴφ ἀπέδυ | |
15 | τὸν ποικίλον χιτῶνα· ὁ Κύριος ὃν εἶχε τὸν ἄνωθεν ὑφαν‐ θέντα, λαβόντες οἱ στρατιῶται διενείμαντο. Διεμερί‐ σαντο γὰρ, φησὶν, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὁ Ἰωσὴφ πρὸς τὸν πατέρα διεβλήθη· ὁμοίως καὶ τὸν Κύριον πρὸς τὸν | |
20 | Πατέρα ἐσυκοφάντησαν, οἱ μὲν Ἰουδαῖοι τὸν υἱὸν τοῦ τέκτονος αὐτὸν λέγοντες, πάλιν δὲ οἱ τῶν Ἰουδαίων παράσιτοι αἱρετικῶν παῖδες, ἑτεροούσιον αὐτὸν δογμα‐ τίζουσιν. Ὁ Ἰωσὴφ τοῖς Ἰσμαηλίταις ἐπράθη· ὁ Κύριος ὑπὸ Ἰούδα τοῖς Φαρισαίοις· ὁ Ἰωσὴφ εἰς κενὸν λάκκον | |
25 | ἐμβληθεὶς ἀνῆλθεν ἀτραυμάτιστος· ὁ Κύριος εἰς καινὸν μνημεῖον ταφεὶς, ἀνέστη τριήμερος. Τί δὲ μακρολογῶ; Ὁ Ἰωσὴφ τὴν Αἰγυπτίαν ἐστηλίτευσεν· ὁ Κύριος τὴν συναγωγὴν ἐδημοσίευσεν· ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἀν‐ εγνωρίσθη· ὁ Κύριος μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς | |
30 | ἐνεφανίσθη· ὁ Ἰωσὴφ φυλακισθεὶς σὺν δυσὶν εὐνούχοις, τὰ ὀνείρατα αὐτοῖς ἐμήνυσεν· ὁ εἷς μὲν αὐτῶν ὀρνεό‐ βρωτος ἐγένετο, ὁ δὲ ἕτερος εἰς τὴν ἰδίαν πατρίδα ἀπο‐ καταστήσεται· ὁ Κύριος μετὰ δύο λῃστῶν σταυρωθεὶς, τὸν μὲν ἄπιστον βρώμασι γεέννης παρέπεμψε, τὸν δὲ | |
35 | πιστὸν ἀρχιπολίτην τοῦ παραδείσου κατέστησεν ... ὁ δὲ Κύριος τετράπωλον ἅρμα τῶν εὐαγγελιστῶν τῷ Πατρὶ ἐγνώρισεν· ὁ Ἰωσὴφ θηριότροφος ἐμηνύθη, καὶ ὡς βασι‐ λεὺς ἐκηρύχθη· ὁ Κύριος ὡς ἄνθρωπος ἐσταυρώθη, καὶ ὡς Θεὸς ἐδοξάσθη. Ἄκουε δὲ καὶ ἑτέραν προφητείαν | |
40 | συντείνουσαν εἰς τὸν σταυρόν· Ἀναβὰς εἰς ὕψος ᾐχμ‐ αλώτευσας αἰχμαλωσίαν, καὶ δέδωκας δόματα τοῖς ἀνθρώποις. Τί τὸ ὕψος; τίς ὁ ἀναβάς; τίς ἡ αἰχμαλω‐ σία; τί τὰ δόματα τοῖς ἀνθρώποις; Ὕψος, ὁ τίμιος σταυρὸς, διὰ τὸ ἀκατάληπτον μυστήριον· ὁ ἀναβὰς, ὁ | |
45 | Δεσπότης Χριστός· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Τί δέ ἐστιν, ᾘχμαλώτευσας αἰχμαλωσίαν; Τουτέστιν, Τοὺς προκατεχομένους ὑπὸ τῆς ἁμαρτίας ἐλθὼν ὁ Κύριος διὰ τῆς χάριτος ἀνεπλάσατο, δοὺς δόματα τοῖς ἀνθρώποις. Ποῖα δόματα; Τῶν ἁμαρτιῶν | |
59.615(50) | τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸ χάρισμα, τῆς βασιλείας τὴν κληρονομίαν, τῆς ἀθανασίας τὸ μήνυμα, καὶ τῆς ἐκ δεξιῶν καθέδρας τὸ ἐνέχυρον. Καὶ τίς ὁ τούτου μάρτυς; Αὐτὸς ὁ Κύριος λέγων· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστιν, ὅταν σταυρωθῶ, τότε πάντες | |
55 | εἰς ἐμὲ πιστεύσουσιν. Ἤκουες ἀρτίως ἄλλην ἐναργεστέ‐ ραν μαρτυρίαν συντείνουσαν εἰς τὸν σταυρὸν, Ἡσαΐου προφήτου βοῶντος καὶ λέγοντος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Τί τὸ πρόβατον; τίς ὁ ἀμνός; τίς ἡ | |
60 | σφαγή; τίς ἡ κούρευσις; τίνες οἱ σφαγιασταὶ καὶ κου‐ ρευταί; Πρόβατον καὶ ἀμνὸς ὁ Δεσπότης Χριστὸς, τυπι‐ κῶς· πρόβατον, διὰ τὸν πόκον τοῦ βαπτίσματος· ἀμνὸς, διὰ τὴν ἔνσαρκον θυσίαν· σφαγὴ ἡ τῆς πλευρᾶς τὴν πλευρὰν ἰωμένη. Τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; | |
65 | Σαδδουκαῖοι καὶ Φαρισαῖοι· πρῶτον γὰρ παρεκούρευσαν τῇ βλασφημίᾳ, εἶθ’ οὕτως ἐφόνευσαν τῇ βασκανίᾳ. Ὥσ‐ περ γὰρ ἐν τοῖς παροῦσιν ἄνθρωπος ὁ κουρευόμενος καὶ ἀνώδυνος μένει καὶ ὡραιόμορφος εὑρίσκεται· οὕτω καὶ ὁ Χριστὸς τὴν πληγὴν δεχόμενος, ὡς κουρὰν ἐδέξατο, | |
70 | ὀδύνην μὴ ὑπομείνας, καὶ τὴν εὐμορφίαν τῆς ἀναστά‐ σεως μηνύσας. Περὶ αὐτοῦ γέγραπται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Συνῳδὰ δὲ καὶ τοῦ Ἡσαΐου Ἱερεμίας ἐφθέγξατο εἰπών· Ἐγὼ ὡς ἀρνίον | |
ἄκακον ἦλθον τοῦ θύεσθαι. Ἀρνὸς ἀναγκαίως προσηγο‐ | Column end | |
59.616 | ρεύθη, ὡς μὴ στασιάσας περὶ τὸ πάθος, ὡς μὴ λακτί‐ σας περὶ τὴν σφαγήν. Ἀλλ’ εἰ καὶ ὡς Ἰουδαῖοι ἔσφα‐ ξαν, ἡμεῖς δὲ ὠψωνίσαμεν· κἀκείνων μὲν τὸ ἔγκλημα, ἡμῶν δὲ τὸ κατόρθωμα· ἐκείνων τὸ ῥάπισμα, ἡμῶν δὲ ἡ | |
5 | ἐλευθερία· ἐκείνων ἡ τιμωρία, καὶ ἡμῶν ἡ εὐλογία. Τὸ φῶς παραγίνεται, ὁ Χριστὸς μνημονεύεται. Σήμερον πληροῦται καὶ τὸ τοῦ Δαυῒδ προφητικὸν λόγιον, ἁρμό‐ ζον εἰς τὸν παρόντα σταυρόν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με | |
10 | ὄξος. Φέρε οὖν ἐν μνήμῃ, ἀγαπητὲ, ὡς ὁ Κύριος κρε‐ μασθεὶς ἐν τῷ σταυρῷ ἐβόησε λέγων, Διψῶ· καὶ εὐθέως εἷς δραμὼν, καὶ πληρώσας σπόγγον ὄξους καὶ χολῆς, προσήνεγκε τῷ Κυρίῳ. Καὶ τί δήποτε ὁ Κύριος τὴν δίψαν ἐβάλλετο, ὁ τὴν ἀκρότομον πέτραν λιμνᾶσθαι | |
15 | παρασκευάσας; Ἐπειδὴ ὃ ἦν γεγραμμένον, ἔδει καὶ πληρωθῆναι· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Τοιαῦτα τῆς Ἰουδαϊκῆς ἀμπέλου τὰ ὑπολήνια· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν | |
20 | ἐκ Γομόῤῥας. Ἐκείνων γὰρ τὰ ὑπολήνια, ὄξος καὶ πι‐ κρία, ὁ δὲ ἡμέτερος τρυγητὸς, γλυκύτης καὶ ἀθανασία. Διὸ καὶ προτρεπόμενος ὁ προφήτης ἔλεγε· Γεύσασθε, καὶ ἴδετε. ὅτι χρηστὸς ὁ Κύριος. βʹ. Τί οὖν λοιπὸν τὸ ζητούμενον; Ὁ δὲ Κύριος προσκα‐ | |
25 | λεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε πρὸς αὐτοὺς κατὰ πρόσωπον· Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὁρᾷς, πῶς πάντα μεμαρτυρημένα εἰσὶ, πῶς πάντα βέβαια, | |
30 | πῶς οὐδὲν ἀργὸν, πῶς οὐδὲν ἄπρακτον; Πάντες σκαν‐ δαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὢ τῆς ἀκριβείας τοῦ ἁγίου Πνεύματος! Εἰ γὰρ καὶ ὁ προφήτης ἐβόησεν, ἀλλ’ ὅμως τὸ Πνεῦμα ὑπηγό‐ | |
35 | ρευσε τὸ πρᾶγμα. Οὐκ εἶπε· Πατάξω τὸν ποιμένα, καὶ ἀπολοῦνται τὰ πρόβατα· ἀλλ’ εἶπε, Καὶ διασκορπι‐ σθήσονται· τουτέστι, Πρὸς ὀλίγον σκανδαλισθήσονται· μετ’ οὐ πολὺ δὲ τῆς πίστεως κρατήσουσι, ποιμένα τὸν Κύριον καλοῦντες· ἐπειδὴ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ | |
40 | καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐλθὼν ἐπὶ τὸ πεπλανημένον· τουτέστιν, ὁ καταλιπὼν τὰς ἐπου‐ ρανίους δυνάμεις, καὶ ἐλθὼν ἐπὶ τὸν πεπλανημένον Ἀδάμ. Πρόβατα δὲ καὶ οἱ ἀπόστολοι προσηγορεύθησαν, ὡς πει‐ θόμενα τῇ σωτηρικῇ βακτηρίᾳ, καὶ χλοαζόμενα τὸ Κυ‐ | |
45 | ριακὸν σῶμα, καὶ μανδρευόμενα εἰς τὰ πεδία τῆς τῶν οὐρανῶν βασιλείας. Ὥσπερ γὰρ ἐν τῷ παρόντι χωρή‐ σαντος λύκου εἰς ἀγέλην, καὶ πρόβατον ἁρπάσαντος, τὰ λοιπὰ πρόβατα διασκορπίζονται, ἀποπηδῶσι, καὶ φεύ‐ γουσιν· ἐὰν δὲ μόνον ἀκούσωσι τοῦ ποιμένος συρίζοντος, | |
59.616(50) | πάλιν τρέχουσι, καὶ ἀλλήλοις συνάπτονται· οὕτω καὶ οἱ μαθηταὶ τοῦ Κυρίου, ὡς λύκον τὸν σταυρὸν θεωρήσαν‐ τες, ἀπέφυγον, ἀπεπήδησαν· μόνον δὲ ἤκουσαν τοῦ Δε‐ σπότου τὴν ἀνάστασιν, καὶ εὐθέως προσέδραμον, καὶ ἐγνώρισαν, καὶ τῆς μάνδρας τῶν οὐρανῶν οὐκ ἠλλοτριώ‐ | |
55 | θησαν. Ταῦτα οὖν τοῦ Κυρίου λέγοντος πρὸς τοὺς ἑαυ‐ τοῦ μαθητὰς, ὅτι Πάντες σκανδαλισθήσεσθε τῇ νυκτὶ ταύτῃ ἐν ἐμοί· ὁ Πέτρος ἀλληγορήσας, ὡς θέλει αὐτὸν παραθέσθαι, καὶ τῶν λοιπῶν μαθητῶν φιλοδεσποτικώ‐ τερος εὑρεθῆναι, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, δημο‐ | |
60 | σιεῦσαι τὴν ἑαυτοῦ ἄρνησιν, πρὸς τὸν Δεσπότην ἔφη, Τί λέγεις, Δέσποτα; πάντες σκανδαλισθῶμεν ἐπὶ σοί; καὶ μετὰ πάντων κἀμὲ συνηρίθμησας; οὕτω μου θαῤ‐ ῥεῖς τῇ στεῤῥότητι; κἀγὼ ἀπαρνήσομαί σε, ὁ ἐν τῇ θαλάσσῃ περιπατήσας; ὁ τῆς ἐν τῷ ὄρει μεταμορφώ‐ | |
65 | σεως ἀξιωθείς; ὁ ἀγέλην δαιμόνων φυγαδεύων; ὁ πᾶν πάθος θεραπεύων; οὐχὶ ἐγώ σε πρὸ πάντων ἐγνώρισα, καὶ ἀνεβόησα, Σὺ εἶ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος; Διὸ καὶ ἀποδεξάμενός μου τὴν μαρτυρίαν, ἐμα‐ κάρισας, καὶ πέτραν τῆς Ἐκκλησίας προσηγόρευσας | |
70 | λέγων· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκο‐ δομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγὼ οὖν σε ἀπαρνήσομαι, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ στῦλος τῆς Ἐκκλησίας; | |
Διὸ καὶ θαῤῥῶν ἐμαυτῷ, βοῶ· Κἂν πάντες σκανδαλι‐ | 615 | |
59.617 | σθήσωνται, ἐγὼ οὐ σκανδαλισθήσομαι. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Τί λέγεις καὶ ἀντιλέγεις, Πέτρε; τοῖς ῥήμα‐ σιν ἀντιτάσσῃ Θεῷ; ψευδολογοῦντά με εὗρες; οὐ παρα‐ καλεῖς στηριχθῆναι, ἀλλ’ ἐπαγγέλλῃ μὴ σαλευθῆναι; οὐχὶ | |
5 | ἡ αὐτή σου θερμότης πολλῷ παρεσκεύασέ σε χείρω; ταύ‐ την σου τὴν προπέτειαν καὶ ἐπὶ τῆς θαλάσσης βαδίζων ἐνεδείξω, εἰ μὴ θᾶττον ἐγὼ τὴν χεῖρα ἐξέτεινα. Οὐχὶ καὶ ἐν τῷ ὄρει τῆς μεταμορφώσεως ἥμαρτες ἐν ἐμοὶ, τρεῖς σκηνὰς χαλκεύειν βουλόμενος, καὶ τοῖς φίλοις συντάττων | |
10 | ἐμὲ τὸν Δεσπότην; οὐ παρεκάλεις μὴ ἀνελθεῖν με εἰς Ἱε‐ ροσόλυμα, μὴ φέρων τὴν ἀπειλὴν τῶν Ἰουδαίων; Ἐγὼ μὲν, Πέτρε, οὐκ ἤθελόν σε δημοσιεύειν, σὺ δὲ παρεγράψω τὸν προγνωστικὸν τῆς θεότητός μου ὀφθαλμόν. Ἴδε σοι λέγω ἃ μέλλεις διαπράττεσθαι, ὅπως ἐκ τῶν καθ’ ἑαυτὸν | |
15 | γνῷς ὅστις εἶ. Ἀμὴν, ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὁ δὲ Πέτρος πάλιν κλα‐ πεὶς τὴν διάνοιαν, μὴ συνειδὼς τὸ τρεπτὸν τῆς ἀνθρωπί‐ νης ἕξεως, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων· Τί με φοβεῖς; οἶδα θανάτου καταφρονεῖν, καὶ οὐ μή σε ἀπαρ‐ | |
20 | νήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Πέτρον· Καλῶς μὲν οὖν συνετάξω, ἀλλ’ οὐ μετὰ πολὺ γνώσῃ· ὁ γὰρ καιρὸς ἐπὶ θύραις, ὅπως φανερωθῇ καὶ ἡ σὴ σύνταξις, καὶ ἡ ἐμὴ πρόληψις. Τί οὖν τὸ πέρας τοῦ λόγου; ἡ ἑσπέρα γὰρ ἐπίκειται. Τοῦ γὰρ Κυρίου κρατηθέντος, καὶ εἰς | |
25 | τὴν αὐλὴν τοῦ ἀρχιερέως ἀχθέντος, καὶ πάντων τῶν μαθητῶν σκορπισθέντων, ὁ Πέτρος μόνος ἠκολούθει εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὡς δεῖν μέλλειν ποιεῖν τὰ συναχθέντα. Τοῦ δὲ Κυρίου ἐνδότερον ἀσφαλισθέντος, ὁ Πέτρος ἐν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ ἐκαθέζετο θαρσαλέος, | |
30 | ἀκαμπὴς, ὡς δὴ τὸ νῖκος ἀπενεγκάμενος. Τί οὖν; Ἐπὶ πολὺ καθεζομένου αὐτοῦ, μήτε ξίφος θεασαμένου ὀξυ‐ νόμενον, μήτε στομωτῆρας προκειμένους, μὴ δήμευσιν ἐπαγγελλομένην, μήτε ἐξορίαν ἐπιγραφομένην· μικρὰ δὲ παιδίσκη, ἀργυρώνητος, εὐτελὴς, προσελθοῦσα τῷ | |
35 | Πέτρῳ λέγει· Τί ποιεῖς ἐνταῦθα, ἄνθρωπε; ποῦ ἡ δύνα‐ μις τοῦ Διδασκάλου σου; ἴδε συγκέκλεισται ἔνδον· ἴδε μέλλει σταυρῷ παραδίδοσθαι. Ὁ Πέτρος ἀποπτύσας τῆς μνήμης τὴν παῤῥησίαν, ἀπεκρίνατο λέγων, Τί με περιβομβίζεις, κοράσιον; Οὐκ οἶδα τὸν ἄνθρωπον. | |
40 | Ὢ τῶν πραγμάτων! ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, ἄρτι ἀπαρνεῖται. Ταύτης οὖν τῆς ἀρνήσεως πρώτης γενομένης, θορυβηθεὶς ὁ Πέτρος, ὡς ἀπὸ πυρὸς τῆς αὐλῆς ἐξεπήδησεν, ἔξω τοῦ πυλῶνος τρέχων. Καὶ τί; Πάλιν ἑτέρα παιδίσκη συνήντησεν αὐτῷ. Ὢ τῶν | |
45 | πραγμάτων! οὐδαμοῦ στρατιώτης, οὐδαμοῦ ξίφος, ἀλλ’ εὐτελὲς κοράσιον συνήντησε τῷ Πέτρῳ· ἀντέβαλε πρὸς αὐτὸν λέγουσα· Τί θορυβῇ, ἄνθρωπε; ποῦ σπεύδεις; τί ἀγωνιᾷς; οὐχὶ πάντοτέ σε ἐθεώρουν μετὰ τοῦ Γαλιλαίου περιπατοῦντα; πῶς οὖν ἐξελθὼν τοῦ πυλῶνος τρέχεις; | |
59.617(50) | Ὁ δὲ Πέτρος λιτῶς οὐκ ἔτι ἀπεκρίνατο, ἀλλὰ μεθ’ ὅρκου λέγει· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶδες Θεοῦ πρόῤῥησιν, καὶ ἀνθρώπου ὄλισθον; Εἶτα τῆς δευτέρας ἀρνήσεως πληρωθείσης ἡ τρίτη ἄρνησις, περιέχει οὕ‐ τως· Μετὰ μικρὸν προσελθόντες οἱ παρεστῶτες εἶπον | |
55 | τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ καὶ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Ὁ δὲ Πέτρος ἤρ‐ ξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Ποῦ ἡ παράσκεπτος τοῦ Πέτρου ἐπαγ‐ γελία; ὁ πρότερον εἰρηκὼς, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς | |
60 | τοῦ Θεοῦ τοῦ ζῶντος, ὧδε λέγεις· Οὐκ οἶδα τὸν ἄν‐ θρωπον τοῦτον; Τάχα ὁ Πέτρος ἄκων περὶ τὴν λέξιν ταύτην ἐγρηγόρησεν· οὐκ εἶπεν, Οὐκ οἶδα τὸν Θεὸν Λό‐ γον· ἀλλ’ εἶπεν, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Περὶ τὸ ὁρώμενον προσέκοψεν, οὐχὶ περὶ τὸ νοούμενον. | |
65 | Διὸ καὶ ὁ Κύριος προειδὼς ἔλεγε· Πᾶς ὅστις εἴπῃ βλασ‐ φημίαν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τί οὖν ὁ Πέτρος; Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦ‐ τον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν· ὁ ἀπερίγραφος τοῦ Πέτρου κατήγορος, ὁ προαναφωνητὴς τῆς Δεσποτι‐ | |
70 | κῆς ἀποφάσεως συνήγορος, ὁ τῆς ἀρνήσεως δημοσιευ‐ τὴς, καὶ τῆς προγνώσεως ἐμφανιστὴς, καὶ τῶν μετανοη‐ | |
τικῶν δακρύων ὑπομνηματιστής. | Column end | |
59.618 | γʹ. Καὶ ταῦτα μὲν ἀρκούντως εἰρήσθω· τὸν δὲ τῆς ἐλεημοσύνης λόγον γυμνάσωμεν, παραινοῦντες τὴν ὑμετέραν ἀγάπην, καὶ λέγοντες ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς | |
5 | ἀδικίας· ἵνα, ὅταν ἐκλ[ε]ίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπόλλυται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ χρόνον φθορᾶς θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμ‐ | |
10 | πρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανά‐ του πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἔστιν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐ‐ | |
15 | δὲν, ἀλλ’ ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. Διὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Ὁρᾷς, πόση φιλανθρωπία τοῦ Δεσπότου, πόση χρηστότης καὶ ἐπιείκεια; οὐ γὰρ ἁπλῶς ταύτην ἔθηκε τὴν προσθήκην, ἀλλ’ ἐπειδὴ πολ‐ | |
20 | λοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, κακῶς μὲν, φησὶν, οὐκ ἐχρῆν σε οὕτω συλ‐ λέξαι χρήματα· ἀλλ’ ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρ‐ παγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ’ ἵνα τῆς | |
25 | πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρω‐ πίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις | |
30 | ἐξίσης λελόγισται τῷ Θεῷ. Διὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγεί‐ | |
35 | ρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γε‐ νομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ | |
40 | παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις. Δίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν Δεσπότην. Ὁρᾷς, ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ | |
45 | γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα μένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. Διὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ ἡμέτεροι πατέρες, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὕτη τῶν πενήτων ἡ | |
59.618(50) | ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ εἰστήκῃ χορὸς γερόντων συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τῷ σώματι ἀναπή‐ | |
55 | ρων, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελείας, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπι‐ κλώντων αὐτὸν, ἀντιστῆναι, καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνενδότως; Διὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν | |
60 | εἱστήκασι, παντὸς τοῦ λόγου δυνατώτερον διὰ τῆς ὄψεως ἐπισπώμενοι πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας. Καθά‐ περ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς | |
65 | εὐχὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵνα, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρω‐ πίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώ‐ μεθα. Οὐδὲ γὰρ ὕδατος φύσις, οὕτως ἀπονίπτει κηλῖδας | |
70 | σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο· οὕτω μηδὲ χωρὶς ἐλεημοσύνης ἐπ’ εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον | |
75 | αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· | 617 |
59.619 | τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδό‐ τες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω | |
5 | δεινά· ἐχθρὸς παρώξυνε· δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξ‐ έβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, | |
10 | δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην, καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπό‐ σμηξον τὰς κηλῖδας ἐκείνας, ἵν’ οὕτω μετὰ παῤῥησίας | |
15 | καλέσῃς τὸν δυνάμενόν σοι ἀφεῖναι ταῦτα τὰ ἁμαρτή‐ ματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπι‐ βαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας· τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ | |
20 | ὥσπερ οὐδ’ ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ’ ἑκάστην αὐτὸν ἐκπλη‐ ρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν | |
25 | ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης | |
ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου | Column end | |
59.620 | δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ ἐλεημο‐ σύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλῶς, ἵνα εὐφραινό‐ μενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος | |
5 | καὶ προθυμίας μείζονος τὰς εὐχὰς ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύναιντ’ ἄν· οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ μνήμῃ τοῦ κατορθώματος εὐφραινόμενοι | |
10 | μετὰ πλείονος τῆς προθυμίας ποιοῦνται τὴν ἱκετηρίαν. Ἵν’ οὖν κατὰ τοῦτο δυνατωτέρα ἡμῖν ἡ εὐχὴ γίνηται, γρηγορούσης ἡμῖν τῆς διανοίας ἐν ταῖς δεήσεσιν ἀπὸ τῆς τῶν κατορθωμάτων μνήμης, μετὰ τῆς ἐλεημοσύνης ἐπὶ τὰς εὐχὰς ἐρχώμεθα, καὶ μνημονεύσωμεν μετὰ | |
15 | ἀκριβείας ἅπαντα τὰ εἰρημένα· καὶ πρό γε τῶν ἄλλων πάντων ἐκείνην τὴν εἰκόνα τηρεῖτε διηνεκῶς, καθ’ ἣν εἶπον τοὺς πένητας πρὸ τῶν θυρῶν ἑστάναι τῶν εὐκτη‐ ρίων οἴκων, ταύτην ἐπὶ τῆς ψυχῆς ἀναπληροῦντας τὴν χρείαν, ἣν ἐπὶ τοῦ σώματος ἡ κρήνη. Ἂν γὰρ τοῦτο | |
20 | ὦμεν διηνεκῶς μεμνημένοι, συνεχῶς ἀπονιπτόμενοι τὸν λογισμὸν, καθαρὰς μὲν δυνησόμεθα τὰς εὐχὰς ἐπιτελεῖν, πολλὴν δὲ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ τὴν παῤῥησίαν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ | |
25 | καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, | |
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 619 |