TLG 2062 245 :: JOANNES CHRYSOSTOMUS :: In publicanum et pharisaeum [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In publicanum et pharisaeum [Sp.] Citation: Vol — pg — (ln) | ||
59.595(29t) | Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος. | |
30 | αʹ. Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι. Τοιαύτην μοι νόει, ἀγα‐ πητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ | |
---|---|---|
35 | ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεο‐ πνεύστων Γραφῶν ἀναγνώσματα. Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρ‐ χοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμα‐ χοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς | |
40 | εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵ‐ ματι Δεσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα· λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγ‐ | |
45 | γέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις. Δεῦρο οὖν θεωρήσωμεν τὸν Δεσπότην Χριστὸν πᾶσαν ἀπόλαυσιν τοῖς ἑαυτοῦ χαριζόμενον δούλοις· ἐν οἷς βλέ‐ πομεν φυγαδευόμενα πάθη, ὑποφρίττουσαν θάλασσαν, ἀνέμους ἡσυχάζοντας, ἐπιτιμώμενον θάνατον, σκυλευό‐ | |
59.595(50) | μενον ᾅδην, ἐξοριζομένους τοὺς δαίμονας, ἐπιστρέφοντας ἁμαρτωλοὺς πρὸς τὸν ἴδιον Δεσπότην. Ταῦτα γὰρ ὁ Χρι‐ στὸς ἐν τοῖς θείοις Εὐαγγελίοις προτέθεικε τὰ χαρίσματα, ἐν οἷς τοὺς δικαίους δείκνυσιν ὑπὲρ τὸν ἥλιον λάμποντας, μέλη παρειμένων νευρούμενα, κλινηφόρους παραλύτους | |
55 | τρέχοντας, τελώνας λαμβάνοντας εὐαγγελιστῶν ἀξιώμα‐ τα, λέπραν ὡς κόνιν τινασσομένην θελήματι, πυρετὸν ὑποφεύγοντα τῇ φωνῇ τοῦ Δεσπότου, νεκροὺς ζωὴν εὐ‐ κόλως λαμβάνοντας, τάφους ἀπολύοντας πρὸς ζωὴν, οὓς ἐκράτουν, Φαρισαίου ταπεινούμενον ὕψος, τελώνου ὑψου‐ | |
60 | μένην ταπείνωσιν. Τοῖς γὰρ τοσούτοις κορεσθεῖσι | |
καλοῖς εὔκολος λοιπὸν καὶ ἡ διὰ τῶν ψιχίων δεξίωσις. | Column end | |
59.596(28) | Πέπεισμαι δὲ, ὡς μετὰ συγγνώμης συνήθως καὶ αὖθις τῶν ἡμετέρων ἐπακούσετε λόγων, τῇ πλησμονῇ τῶν | |
30 | προκεκηρυγμένων ἀγαθῶν τὰ τῶν ψυχῶν ταμεῖα πλη‐ ρώσαντες. Οὐκοῦν ἐπειδὴ καὶ ὑμεῖς σὺν εὐμενείᾳ Θεοῦ τῆς πενιχρᾶς τραπέζης ἀνέχεσθε, κἀγὼ πάλιν τῷ τῆς ὑμετέρας ἀγάπης τρόπῳ καταθαῤῥήσας, τῷ διδασκαλικῷ ζυγῷ τὸν τῆς ψυχῆς αὐχένα ὑποτέθεικα· φέρε τοίνυν τὸ | |
35 | ἔναγχος ἀνεγνωσμένον προθήσω ὑμῖν· πᾶσι γὰρ ὑμῖν τοῖς πλουσίοις ὁ πτωχὸς ἑστιάτωρ ἐλήλυθα, τὸ τοῦ λόγου συμπόσιον συγκιρνῶν. Ἄνθρωποι, φησὶ, δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Φαρισαῖος ὁ κομπώδης τῆς δικαιοσύνης | |
40 | ἐργάτης, Φαρισαῖος ὁ θερίσας ἄωρον τῶν κατορθωμάτων τὸ λήϊον, ὁ πλέον ἀλαζονείᾳ πλουτῶν, ἢ τοῖς χρήμασιν· ὁ διακένῳ φυσήματι τινάξας τῶν ἀρετῶν τὸν καρπὸν, τῆς ὑπερηφανίας ὁ κτήτωρ, ὁ τῆς φύσεως ἁπάσης κατ‐ ήγορος, ὁ ἀφιλάνθρωπος ἔλεγχος, ὁ ἀσυγγνώμων ὀνει‐ | |
45 | διστὴς, ἡ τρικυμία τῆς τοῦ τελώνου εὐχῆς. Καί μοι μη‐ δεὶς τὸν λόγον ὡς φιλολοίδορον δεχέσθω· ἀλλ’ αὐτῶν ἐπ‐ ακούσας τῶν τοῦ Φαρισαίου ῥημάτων, γνωριζέτω ἀληθῆ τὰ λεγόμενα. Ὁ Θεὸς, φησὶν, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων. Πάντων ἑαυτὸν κρί‐ | |
59.596(50) | νεις δικαιότερον; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώ‐ πων. Τί ποιεῖς, Φαρισαῖε; Μὴ τῷ κοινῷ τῆς φύσεως ὀνόματι πρόσεχε· ἄτρεπτος γέγονε καὶ ὁ φιλάνθρωπος, ἅνθρωπος· κἂν ἐκεῖνον ἐννοήσας, τῶν ἀλαζονικῶν ῥη‐ μάτων κατάβηθι. Εἰπὲ κἂν, Ὥς τινες τῶν ἀνθρώπων, | |
55 | καὶ μὴ, Ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδι‐ κοι, μοιχοί. Πάντες ἅρπαγες πλὴν σοῦ, Φαρισαῖε; πάντες ἄδικοι, σὺ δὲ μόνος τυγχάνεις δίκαιος; πάντες μοιχοὶ, σοὶ δὲ μόνῳ τὸ τῆς σωφροσύνης ὑπάρχει κατόρ‐ θωμα; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπα‐ | |
60 | γες, ἄδικοι, μοιχοί· ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Νῦν | 595 |
59.597 | ἤρξατο πτεροφυεῖν ἡ τοῦ ἀνθρώπου διάνοια· νῦν τινάσ‐ σει τῆς ψυχῆς πρὸς οὐρανὸν τὸ πτερόν. Τί κατασπᾷς αὐτὸν τῇ τῶν ῥημάτων βαρύτητι, κωλύων ἀναπτῆναι τὴν ἐξομολόγησιν πρὸς τὸν φιλάνθρωπον; τί κατεπεμ‐ | |
5 | βαίνεις τῷ κειμένῳ; τί ἐπιστοιβάζεις ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα; τί κατηγορεῖς τοῦ ἀνενδότως τύπτοντος τὴν συν‐ είδησιν; Ἢ καὶ ὡς οὗτος ὁ τελώνης. Τί γὰρ εἶδες, ἄνθρωπε, τὸν τελώνην ποιοῦντα; λῃστεύοντα; τοὺς ἀλ‐ λοτρίους πόνους συλῶντα; τὰ ἀλλότρια ληϊζόμενον; | |
10 | θερίζοντα, ἅπερ οὐκ ἔσπειρε; συνάγοντα, ὅθεν οὐ δι‐ εσκόρπισεν; ἁπλοῦντα τοῖς ὁδοιπόροις τὸ δίκτυον; Οὐ‐ δὲν τοιοῦτον τεθέασαι, ὦ Φαρισαῖε· ἀλλ’ ὁρᾷς σχῆμα ἐλεεινὸν, οἴκτου καὶ βοηθείας ἄξιον. Κεῖται γὰρ ἐπὶ πρόσωπον, βασανίζει τὸ στῆθος ὡς τῶν κακῶν ἐργα‐ | |
15 | στήριον, ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς οὐρανὸν οὐ τολ‐ μᾷ· τάχα καὶ παρ’ αὐτῶν τῶν ἀστέρων κατηγορίαν ἐκδέχεται, ἢ μᾶλλον νομίζει τῶν πλημμελημάτων τὸ πλῆθος γεγράφθαι ἐν τῷ στερεώματι· πόῤῥωθεν ἑαυτὸν ὡσεὶ δικασθεὶς τοῦ ἱεροῦ ἀπέστησε· τὸ, Ἐλέησον, κέ‐ | |
20 | κραγεν ὡς ἤδη καταδικαζόμενος. Οὐκ ἀνέγνως τὸ γε‐ γραμμένον, ὅτι Μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐ‐ τοῦ; Ἄπορός ἐστι, πανταχόθεν ἐκύκλωσαν αὐτὸν οἱ λογισμοὶ ἀντὶ τοῦ πλήθους τῶν κατηγόρων· ἐχρήσατο τῇ δεξιᾷ ἡ συνείδησις κατὰ τοῦ στήθους μαστιζούσῃ· | |
25 | καθ’ ἑαυτοῦ ἀπειργάσατο δήμιον. Οὐκ ἐπικάμπτει σε τρέμων; οὐκ ἐρεθίζει σε πρὸς συμπάθειαν οὗτος κάτω νεύων τὸ πρόσωπον; οὐ μαλάσσει σου τὴν ἀπάνθρωπον γνώμην, μὴ τολμῶν πρὸς οὐρανὸν ἀναβλέψαι; Ὅτε μὲν γὰρ ἐτελώνει, ἐχρῆν σε τὰς τοιαύτας κατ’ αὐτοῦ ἀνα‐ | |
30 | βοῆσαι φωνάς· πρέπον γὰρ αὐτῷ τότε οὐ μόνον παρὰ σοῦ, ἀλλὰ καὶ παρὰ παντὸς ὀνειδίζεσθαι. Ὅτε μέντοι τῶν οἰκείων κατέγνω κακῶν, ὅτε θεωρήσας τὰ τραύματα τῆς ψυχῆς, ἔδραμε πρὸς τὸν ἰατρὸν τὸν ἀμισθὶ θερα‐ πεύοντα, ὅτε τῶν πλημμελημάτων μνημονεύσας τῷ | |
35 | ἀμνησικάκῳ Δεσπότῃ προσέφυγε· τότε περισσῶς αὐτῷ κατεπεμβαίνεις, ὦ Φαρισαῖε; Οὔτε ὡς οὗτος ὁ τελώνης. Μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι τελῶναι, μήπω τὸν γλυκὺν τῆς μετανοίας ἀγαπήσαντες θρῆνον; Εἰ πόθος σοι πολὺς κατηγορεῖν ἁμαρτωλῶν, ἐπ’ ἐκείνους στρέψον | |
40 | τὴν σὴν γλῶσσαν, τοὺς ἔτι τοῖς δικτύοις τῆς πλεονεξίας ἐνειλημένους. Πρὸς τοῦτον μέντοι περιττή σου ἡ δυσμέ‐ νεια. Οὐ μόνον γὰρ τὸν ἄνθρωπον βλάψαι οὐ δύνασαι, ἀλλὰ καὶ πλέον ἐρεθιεῖς τὸν Δεσπότην, ὥστε συντομω‐ τέραν ἐπιδείξασθαι τὴν συγχώρησιν. | |
45 | βʹ. Ὁ δὲ τελώνης, φησὶ, μακρόθεν ἑστὼς, οὐκ ἤθε‐ λεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τοὺς οὐρανοὺς ἐπᾶραι· τὴν τοῦ Μανασσῆ πάντως καὶ αὐτὸς φωνὴν ἀπεφθέγξατο· Οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρα‐ νοῦ ἀπὸ τοῦ πλήθους τῶν ἀδικιῶν μου. Πολλὰ γὰρ | |
59.597(50) | ἦν τότε ἐν τῇ ψυχῇ τοῦ τελώνου συνειλεγμένα κακὰ, ἐπιθυμία χρημάτων ἀκόρεστος, πόθος ἀδικίας μὴ δεχό‐ μενος πέρας, ἁρπαγὴ τέλος οὐκ ἔχουσα· κοινὸν τῇ φύσει τῶν ἀνθρώπων τελώνης κακὸν, νόμιμος ἄδικος, ἅρπαξ ἀκατηγόρητος, ἄφοβος κλέπτης, λῃστὴς ἀνέγκλη‐ | |
55 | τος, δύσφευκτος βλάβη, λύκος τῶν λογικῶν προβάτων, θηρίον ἀνθρωπόμορφον. Μετὰ τοσούτων ἀνῆλθεν ὁ τε‐ λώνης εἰς τὸ ἱερὸν κακῶν. Ὅτε γὰρ πάντα ταῦτα εἰργά‐ σατο τὰ δεινὰ, καὶ βαρὺ κατεσκεύασε τὸ τῶν πλημμε‐ λημάτων φορτίον τῇ ψυχῇ, ὅτε λοιπὸν τὸν αὐχένα κατ‐ | |
60 | έκλασε, τότε ἐζήτει τοῦ βάρους ἐλαφρυνθῆναι, καὶ οὐκ εἶχε τὸ πῶς τὸ φορτίον ἀποτινάξεται· εἶτα γοργὴν ἔσχεν ἔννοιαν, εὗρεν εἶδος ἐλευθερίας· ἐμνημόνευσε γὰρ τῆς φωνῆς τοῦ Δεσπότου πρὸς τοὺς ἁμαρτωλοὺς ἐκβοώσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμέ‐ | |
65 | νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ταύτης τῆς φωνῆς μνημο‐ | |
νεύσας, μετὰ τοῦ φόρτου τῶν κακῶν ἐπὶ τὸ ἱερὸν τοῦ | Column end | |
59.598 | Θεοῦ παρεγένετο· ἀτονήσας δὲ λοιπὸν, καὶ μηκέτι φέρειν δυνάμενος, εὐθὺς ἐπὶ πρόσωπον ἔπεσε, καὶ πρὸς τὸν Δεσπότην, τὸ, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ἔλεγεν. Ἔρημος, φησὶ πάσης εὐεργεσίας τυγχάνω, τοῖς ἐμαυ‐ | |
5 | τοῦ κεκλόνημαι δεινοῖς, ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης γεγόνασιν αἱ ἀνομίαι μου, ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου. Ὁρῶ παρὰ τῶν παρ’ ἐμοῦ ἠδι‐ κημένων ἤδη τὸ σὸν δικαστήριον καταβοώμενον· πρὸ τῶν θρόνων σου, Δέσποτα, βίβλους ἀνεῳγμένας τεθήσεσθαι | |
10 | ἀκήκοα, ἐν αἷς πάντως καὶ οἱ στεναγμοὶ τῶν ὁδοιπόρων ἐγράφησαν. Οὐκ ἔστιν εἶδος ἀδικίας, ὃ τὴν σὴν ἀδέκαστον διαπέφευγε γνῶσιν· ἀπολογίας μοι καιρὸς οὐ πρόσεστι, φυγῆς μοι τόπος οὐ περιλέλειπται. Πρὸς οὐρανὸν οὐ τολμῶ ἀναβλέψαι, δέδοικα καὶ τὴν γῆν ὡς ἰδοῦσαν τὰς | |
15 | πράξεις μου. Τοῦ γὰρ σφόδρα ἁμαρτωλοῦ κατηγορεῖ καὶ τὰ ἄψυχα. Διὸ πρὸς σὲ τὸν πάντων Δεσπότην δραμὼν, ταύτην μόνον εὗρον πρὸς βοήθειαν τὴν ἱκεσίαν· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πολὺς ὁ κολοφὼν τῶν κακῶν μου· ἀλλὰ τί πρὸς τὸ πέλαγος τῆς σῆς ἀγαθότη‐ | |
20 | τος; Τὸ ἐμὲ σωθῆναι παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλὰ παρὰ σοὶ, Δέσποτα, πάντα δυνατά. Εἰ μὲν γὰρ διὰ δι‐ καίους ἐπὶ τῆς γῆς παραγέγονας, περιττῶς τὸ τελώνιον βδελυξάμενος τῷ ναῷ σου προσέδραμον· εἰ δὲ καὶ τῶν ἁμαρτωλῶν ποιούμενος λόγον, μᾶλλον δὲ δι’ αὐτοὺς τῇ | |
25 | κτίσει ἐνεδήμησας, μὴ δείξῃς μου τὰς ἐπὶ σοὶ ἀνελπί‐ στους ἐλπίδας, ἀλλὰ τὴν συντετριμμένην μου καρδίαν θεράπευσον, νενεκρωμένον με τοῖς παραπτώμασι ζωο‐ ποίησον. Ἥψατό σου πόρνη, καὶ τὸν ῥύπον τῶν κακῶν ἀπενίψατο· ἔχρησας πιστῷ γυναίῳ τὸ κράσπεδον, καὶ | |
30 | λίμνας αἱμάτων ἐξήρανας· ἐπλησίασας παραλύτῳ κει‐ μένῳ, καὶ τῆς κλίνης ἐργάτην ἀνέδειξας· εἶδες παράγων τυφλὸν, καὶ τῇ ὄψει ἀπέδωκας τὴν εὐπρέπειαν· ἐχρίσω μὲν γὰρ τὸ λεῖπον τοῦ σώματος, πηλῷ τὸ ἐκ τοῦ πηλοῦ διορθωσάμενος σκεῦος· ἤνοιξας δὲ τῷ φωτὶ τὴν εἴσοδον, | |
35 | δείξας τῷ ἀνθρώπῳ τὸ τῆς κτίσεως κάλλος· εἶδες δα‐ κρύουσαν γυναῖκα, καὶ πρὸ καιροῦ τῆς ἀναστάσεως τὸν ᾅδην μαστίξας, ἐξήγαγες ἐκεῖθεν τὸν Λάζαρον, ὥσπερ ἐκ στόματος λέοντος ἁρπάσας τοῦ θανάτου τὸν ἄνθρωπον. Ἐλεεινῶς σοι προσπίπτοντα θεασάμενος ἄνδρα | |
40 | τῷ τῆς ἀπαιδίας ναυαγίῳ δεινῶς βυθιζόμενον, ἐπεκάμ‐ φθης εὐθὺς ταῖς ἱκεσίαις, καὶ κέκληκας τὸ κοράσιον· σοῦ δὲ φωνήσαντος ἀνέστη μὲν ἡ κόρη, ὁ δὲ θάνατος πέφευ‐ γεν. Ἐβόησε πρὸς σὲ καὶ Χαναναία γυνὴ τὸ οἰκεῖον θυ‐ γάτριον βλέπουσα ὑπὸ δαίμονος σπαραττόμενον, καὶ | |
45 | βοήσασα τὸ, Ἐλέησον, τῶν ἐλπίδων οὐκ ἀπέτυχε· τὴν γὰρ πίστιν αὐτῆς ἀποδεξάμενος, τοῦ προβάτου τὸν λύκον ἐδίωξας, καὶ τὸν λυσσώδη ἀπήλασας ἔνοικον· τῷ κορασίῳ χαρισάμενος νῆψιν, τῆς μητρὸς τὸν θρῆνον κατέπαυσας. Μικροῖς ἄρτοις πλῆθος ἐν ἐρήμῳ διέθρεψας. Λιμώττω | |
59.598(50) | κἀγὼ δικαιοσύνης λιμὸν, μικρὸν τῆς σῆς φιλανθρωπίας ψυχίον ἐπιζητῶ· ὡς ἕνα κἀμὲ τῶν μνημονευθέντων ἐλέησον. Κατέστιγμαι τὴν ψυχὴν, ὡς πρὸ τῆς μετανοίας ἡ πόρνη· βδελυκτός εἰμι πᾶσιν, ὡς πρὸ τῆς θεραπείας ἡ αἱμόῤῥους νομιζομένη ἀκάθαρτος· παρειμένος εἰμὶ | |
55 | τὴν ψυχὴν, τοῦ σώματος τοῦ παραλύτου μειζόνως· πε‐ πήρωμαι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καθὼς ὁ ἐκ γενε‐ τῆς τυφλὸς τοῦ σώματος· νενέκρωμαι τοῖς παραπτώ‐ μασι, συγκεκλεισμένην ἔχων ἐν σώματι τὴν ψυχὴν, καθὼς ἔσχεν ὁ τάφος τὸν Λάζαρον· τὰ πάντων σχεδὸν ἐπιφέρο‐ | |
60 | μαι δεινά. Ἀλλ’ ὁ πάντας ἐλεήσας, κἀμὲ προσπίπτοντα οἴκτειρον. Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Τί οὖν ὁ φιλάνθρωπος Δικαστὴς, ὁ φιλότιμος ἀγωνοθέτης τῶν τρεχόντων τὸν τῆς μετανοίας δρόμον; Καὶ τοῦ Φα‐ | |
ρισαίου μεγαλαυχοῦντος ἠνείχετο, καὶ τοῦ τελώνου μετα‐ | 597 | |
59.599 | νοοῦντος ἐτέρπετο· ἐπειδὴ δὲ ὁ μὲν τοῖς ῥήμασιν ὥσπερ ἀνέμοις σφοδροῖς τῆς ψυχῆς τὸν καρπὸν ἀπετίναξεν, ὁ δὲ συντρίψας ἑαυτὸν, οὐκ ἐξεδέχετο ἄλλον κατήγορον, ἑκάστῳ τὸ πρὸς ἀξίαν ἀπένειμε. Τὸν μὲν γὰρ τελώνην | |
5 | ἑαυτοῦ γεγενημένον κατήγορον, ἐλεύθερον ἀφῆκε τῆς κατακρίσεως, τὸν δὲ Φαρισαῖον εἰς μέσον προθέντα τὰ κατορθώματα, πενέστερον τοῦ τελώνου ἀπέφηνεν. Ἀμ‐ φοτέροις ὁ τρόπος, τῷ μὲν ὑπόθεσις πενίας εἰς πλοῦτον, τῷ δὲ ἐκ πλούτου εἰς πτωχείαν ὀλίσθημα. Τί γάρ φησιν | |
10 | ὁ Δεσπότης; Ἀμὴν λέγω ὑμῖν, κατέβη οὗτος δεδι‐ καιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος. Ὢ πόσον κακὸν τῆς ὑπερηφανίας τὸ νόσημα! Κατάκομος ἀνῆλθεν ὁ Φαρισαῖος ὥσπερ ἄνθεσι τοῖς κατορθώμασι στεφανού‐ μενος· συνώδευσε τούτῳ ὁ τελώνης πάσης ἀπολογίας | |
15 | γυμνός. Ἀλλ’ ὁ μὲν εὐκαίρως ἑαυτὸν ταπεινώσας ὑψώθη· ὁ δὲ πρὸς ἄκαιρον ὕψος ἀκοντίσας ἑαυτὸν, καταγέλαστον | |
ὑπέμεινε γύμνωσιν. Οὐκ ἦν βέλτιον ὑφειμέναις χρή‐ | Column end | |
59.600 | σασθαι ταῖς φωναῖς; οὐκ ἦν κρεῖττον ἀκοῦσαι τῆς προ‐ φητικῆς φωνῆς λεγούσης, Ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς; οὐκ ἦν μᾶλλον συμφέρον κρατῆσαι τῆς γλώσσης, καὶ φυλάξαι τὸν πλοῦτον, ὃν πόνοις πολ‐ | |
5 | λοῖς ἐκτήσατο; Ἃς γὰρ ἐν χρόνῳ συνήγαγεν ἀρετὰς, ταύτας ἐν ἀκαρεῖ ῥοπῇ τῇ φωνῇ διεσκόρπισεν. Οὐκ ἤκουσε τάχα ὁ Φαρισαῖος τὸ γεγραμμένον, ὅτι Ἀκάθαρτος ἐναντίον Κυρίου πᾶς ὑψηλοκάρδιος; Οὐκ ἐδιδάχθη τὸ καλῶς εἰρημένον, Ὃ ποιεῖ ἡ δεξιά σου, μὴ γνώτω ἡ | |
10 | ἀριστερά σου; Τάχα δὲ ἔγνω ἀμφότερα, ἀλλ’ ἡ ἰσχὺς τῆς κενοδοξίας ἐνίκησεν. Ἡμεῖς οὖν τοῦ τελώνου τὴν ταπείνωσιν κτησώμεθα, καὶ τῶν ἁμαρτημάτων τὸ βάρος ἀποθώμεθα· ὑπερηφανίαν δὲ μισήσωμεν, δι’ ἧς ὁ Φαρι‐ σαῖος τὸν πλοῦτον τῶν ἀρετῶν ἀπώλεσεν· Ὑπερηφά‐ | |
15 | νοις γὰρ ὁ Κύριος ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 599 |