TLG 2062 244 :: JOANNES CHRYSOSTOMUS :: De Lazaro et divite [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Lazaro et divite [Sp.]

Citation: Vol — pg — (ln)

59

.

591

(61t)

Εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον, ὁμιλία ϛʹ.
62 αʹ. Μέγιστόν ἐστι διδασκαλεῖον τὸ τῆς Ἐκκλησίας στά‐ διον, πλουσίων παιδευτήριον, πενήτων καταφύγιον. Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς δι‐
65δασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόν‐
τες, πᾶσιν ὑμῖν τὰς παρ’ ἡμῶν ὀφειλομένας ψεκάδαςColumn end

59

.

592

(59)

τοῦ λόγου δροσίσωμεν. Ἦν δὲ ἡμῖν τὸ ἀνάγνωσμα διηγού‐
60μενον πλουσίου καὶ πένητος πολιτείαν· πλουσίου μὲν τὸν βίον τῇ τρυφῇ βεβαπτισμένον, πένητος δὲ τὸν βίον τῇ πτωχείᾳ κατεστιγμένον. Ἄνθρωπός τις ἦν πλούσιος,
καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινό‐591

59

.

593

μενος καθ’ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν Λά‐ ζαρος ὀνόματι, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἡλκωμένος, καὶ ἐπιθυμῶν ἀπὸ τῶν πιπτόν‐ των ψιχίων τῆς τραπέζης τοῦ πλουσίου μεταλαβεῖν·
5καὶ οὐδεὶς ἐδίδου αὐτῷ, ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ. Ἀναγκαῖον τοίνυν διηγήσα‐ σθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν’ ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας· ἵν’ οἱ μὲν πλούσιοι ἐκ
10τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρο‐ νίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλί‐ ψεως διεκδράμωσιν. Ἄνθρωπός τις ἦν πλούσιος. Ἄν‐ θρωπός τις. Οὐ τετίμηται τῇ τοῦ ὀνόματος προσηγορίᾳ,
15ὥσπερ ὁ δίκαιος Ἰώβ. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Τούτου δὲ παρασεσιώπηται τὸ ὄνομα· ὁ γὰρ ἄκαρπος ἐστέρηται καὶ τοῦ ὀνόματος (δι‐ καίων γὰρ καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἁμαρτωλῶν δὲ ἐξαλειφθήσεται), μόνον ἔχων τὸ κοινὸν τῆς φύσεως
20ὄνομα τὸ ἄνθρωπος· τοῦτο γὰρ πάντων κοινὸν τὸ ὄνομα. Ἀλλὰ κοινὸν μὲν εἶχε τὸ ὄνομα, ἰδιάζουσαν δὲ τῆς κα‐ κίας τὴν ὠμότητα. Ἄνθρωπός τις ἦν πλούσιος. Συγ‐ γενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς
25προαιρέσεως μοχθηρίαν. Ἄνθρωπός τις ἦν. Ἄνθρωπος μὲν ἦν τῷ σχήματι, τῷ δὲ φρονήματι θηρίον μονοφά‐ γον. Ἄνθρωπός τις ἦν πλούσιος. Πλούσιος ἐν κτήμασι, πλούσιος ἐν ἐγκλήμασι, πλούσιος ἐν χαλκῷ, πλούσιος ἐν ἰῷ ἁμαρτίας· ἀργύρῳ περιλαμπόμενος, ἀλλ’ ἁμαρτίαις
30συσκοτιζόμενος· πλούσιος ἐν χρυσῷ, ἀλλὰ πτωχὸς ἐν Χριστῷ· ἐσθῆτα ἔχων πολλὴν, ἀλλὰ γυμνὴν ἔχων τὴν ψυχήν· πολυτελῆ ἐσθῆτα φυλάσσων, καὶ σῆτας ἐκτρέ‐ φων πολλούς. Ἄνθρωπός τις ἦν πλούσιος. Πλούτῳ κο‐ μῶν, ἄνθος δικαιοσύνης οὐκ ἔχων· δένδρον φθινοπωρι‐
35νὸν, ἄκαρπον, δὶς ἀποθανόν. Ἄνθρωπός τις ἦν πλού‐ σιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. Πορ‐ φύραν μὲν εἶχε τὸ ἔνδυμα, τῆς βασιλείας δὲ τοῦ Θεοῦ ἀπέῤῥιπτο, πορφύραν εἶχεν, οὐ τῷ αἵματι τοῦ Χριστοῦ ἐῤῥαντισμένην, ἀλλ’ ἐξ αἵματος κοχλίου θαλάσσης βε‐
40βαμμένην· οὐ βασιλείαν οὐρανῶν μνηστευομένην αὐτῷ, ἀλλὰ φοβερὰν φλόγα γεέννης αὐτῷ προλάμπουσαν. Ἄν‐ θρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς. Εὐφραινόμενος, οὐχ ὡς οἱ δίκαιοι ἐν Κυρίῳ (δικαίων γὰρ
45εὐφροσύνη μνήμη Θεοῦ, ὡς μαρτυρεῖ μοι Δαυῒδ λέγων· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην), ἀλλ’ ἦν εὐ‐ φραινόμενος ἐν μέθαις, ἐν ἀσωτίαις, ἐν κραιπάλαις, ἐν ἀταξίαις, οὐδὲν ἀπεοικὼς χοίροις ἐν βορβόρῳ κυλινδου‐ μένοις. Πτωχὸς δέ τις ἦν Λάζαρος. Εἶπε τοῦ

59

.

593

(50)

πένητος τὸ ὄνομα, τιμῶν τὸν πτωχὸν διὰ τῆς τοῦ ὀνόμα‐ τος προσηγορίας. Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς ἐβέ‐ βλητο πρὸς τὸν πυλῶνα αὐτοῦ, τῇ τρικυμίᾳ τῆς πτω‐ χείας σφοδρῶς κλονούμενος, ἀλλὰ μετ’ οὐ πολὺ εἰς τὸν εὔδιον κόλπον τοῦ Ἀβραὰμ ὑπ’ ἀγγέλων δορυφορούμενος.
55Πτωχὸς δέ τις ἦν Λάζαρος, ὃς πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἐβέβλητο ἡλκωμένος. Ὢ πόσοις κακοῖς ὁ πτωχὸς συνείχετο! ὑπὸ τῆς βαρυτάτης πενίας, ὥσπερ ὑπὸ χαλάζης βιαίας ἐκολαφίζετο· ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων δι‐
60ησθίετο· πανταχόθεν χείμαῤῥοι αὐτῷ θλίψεως προσηῤ‐ ῥάσσοντο, τὸ σῶμα διαλύοντες, τὴν καρδίαν συνθρύπτον‐ τες· οὐδεμία αὐτῷ ἄνεσις γαλήνης ηὑρίσκετο. Ἔξωθεν μάχαι ἔσωθεν φόβοι. Ἔξωθεν γὰρ τὸ σῶμα ὑπὸ τῶν φλυκταινῶν ἐδαμάζετο, καὶ ἔσωθεν ἡ καρδία ὑπὸ τῶν
65ἀπαραιτήτων φροντίδων διησθίετο. Οὐ χώρα αὐτῷ σιτο‐ φόρος σπέρμα ἄρτου προσέφερεν, οὐκ ἄμπελος αὐτῷ βότρυν γλυκύῤῥωγον προσεκόμιζεν, οὐ δένδρον ὀπώρας ἥδιστον καρπὸν αὐτῷ ἐγεώργει, οὐδ’ ἄλλο τι τῶν γεηρῶν πρὸς τὴν τῆς πενίας παραμυθίαν ἦν. Πῶς γὰρ, ᾧ οὐδὲ
70σπιθαμὴ γῆς ἀροσίμου τόπος ὑπῆρχεν, οὔτε πηχυαῖον ἔδαφος εἰς κατοίκησιν, ἀλλ’ αἴθριος ἐβέβλητο ἐπὶ τῆς κοπρίας; Κόπρος αὐτῷ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ περι‐ βόλαιον ἦν, θάλπουσα μὲν ἐν τῷ χειμῶνι ἐκ μέρους, ἐν δὲ τῷ θέρει δεινῶς κατακαίουσα. Κατεστιγμένον εἶχε
75τὸ σῶμα τοῖς τραύμασιν, ἀδρανὲς πρὸς γεωργίαν, ἄχρη‐
στον πρὸς ὁδοιπορίαν καὶ ἐμπορίαν, καὶ πρὸς τὰς ἄλλαςColumn end

59

.

594

τῶν χρειῶν ἀφορμὰς ἀνεπιτήδειον. Πανταχόθεν αὐτῷ ἀπορία, πανταχόθεν στένωσις· στεναγμοὶ αὐτῷ πρὸ δα‐ κρύων ἐπὶ τῇ καρδίᾳ τριβόλων δίκην ἐφύοντο· ὀχετοὶ δακρύων ἐπὶ παρειῶν αὐτῷ ἐφέροντο τῇ συνεχεῖ τῶν
5δακρύων ῥύμῃ αὐλακιζόμεναι· θάνατον ἐν τοῖς ὕπνοις ἐμελέτα, θάνατον μετὰ τὸν ὕπνον περιεβλέπετο, καὶ οὐ‐ δαμοῦ εὕρισκεν. Πόνων γὰρ καὶ φροντίδων μακρῶν ὡς λυτήριον ἐπεζήτει τὸν θάνατον, οὐδὲν ἀπεοικὼς τῷ πο‐ λυάθλῳ Ἰώβ. Καὶ γὰρ ἐκεῖνος ἀπωλέσας τὰ χρήματα,
10τὰ βουκόλια, τὰ κτήματα, τελευταῖον γυμνὸς τὸ σῶμα τοῖς σκώληξι συνειλημμένος, ἐπὶ τῆς κοπρίας ἐβέβλητο, καὶ θάνατον ἐπεθύμει. Τί γὰρ ἔλεγε; Ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; Οἱ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀν‐
15ορύττοντες αὐτὸν ὥσπερ θησαυρόν· περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσι· θάνατος γὰρ ἀνδρὶ ἀνά‐ παυσις. Ἀλλὰ καὶ ἐπεθύμει, φησὶν, ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου χορτασθῆναι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Ὢ βίου ἀλλο‐
20κότου! ὁ μὲν πλούσιος ἐν τῷ πολυφόρτῳ ῥεύματι τῆς τρυφῆς καταρδευόμενος ἐμέθυεν, ὁ δὲ πένης μηδεμίαν ἔχων εὐπορίας ἰκμάδα, τῷ καύσωνι τῆς πενίας ἐμαραί‐ νετο. Διὰ τί γὰρ αὐτοῖς εὔκρατος ὁ πλοῦς τοῦ βίου ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ οὐ γεγένηται; Διὰ τί; Ἵνα ὁ
25μὲν πένης λαμπροὺς τοὺς στεφάνους τῆς ὑπομονῆς ὑποδέξηται, ὁ δὲ πλούσιος τῆς ἀποτεθηριωμένης ψυχῆς τοὺς ὄμφακας τοῖς οἰκείοις ὀδοῦσι μασήσηται. Ἀλλὰ καὶ οἱ κύνες, φησὶν, ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Εὐγενέστεροι οἱ κύνες τοῦ πλουσίου,
30ἀγαθώτεροι τῆς ἐκείνου ἀπανθρωπίας. Ἐκείνου μη‐ δέποτε ψεκάδα ἐλαίου δροσίσαντος τῷ πένητι, οἱ κύνες τὴν ἀκμὴν τῶν ὀδόντων τῇ φιλανθρωπίᾳ πραΰ‐ ναντες, ἁπαλῇ τῇ γλώσσῃ αὐτὸν ἐθεράπευον, ὡς ἂν πᾶ‐ σαν ῥυπαρίαν καὶ πάντα ἰχῶρα τῶν τραυμάτων αὐτοῦ
35ἀποσμήχοντες· καὶ τὰ ἄγρια ἕλκη τῇ λειότητι τῆς γλώτ‐ της τιθασσεύοντες, τοὺς πόνους τῶν τραυμάτων αὐτοῦ ὑπέκλεπτον ἠρέμα. Ὁ δέ γε πλούσιος οὐδὲ ὄμμα ἱλαρὸν ἐχαρίσατο τῷ πένητι πώποτε, οὐδὲ λόγον κἂν ἄκαρπον, οὐ ῥάκος αὐτῷ ἐπέῤῥιψεν, οὐ σίτων λείψανον, οὐκ ὀβο‐
40λὸν ἕνα ὑπὸ ἰοῦ δεδαπανημένον, οὐκ ἄρτον, οὐ κλάσμα ἄρτου ὑπ’ εὐρῶτος διεφθαρμένον, ἀλλὰ πάντα ἐν τῇ αὐ‐ τοῦ γαστρὶ, ὥσπερ ἐν πανδοχείῳ, διὰ τῆς τοῦ φάρυγγος χώνης ἐνέῤῥιπτεν. βʹ. Ἀλλὰ τί; Οἷα ἑκάστου τὰ ὀψώνια, τοιαῦται
45καὶ αἱ ἀνταποδόσεις. Συνέβη δὲ, φησὶν, ἀποθανεῖν τὸν πένητα, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Μόλις ποτὲ ὁ πένης ἀπὸ τῆς ζαλώδους πενίας ῥυσθεὶς, εἰς τὸν εὔδιον λιμένα τοῦ Ἀβραὰμ ἀπέπλευσεν. Ἐγένετο γὰρ, φησὶν, ἀποθανεῖν

59

.

594

(50)

τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Ὁρᾷς, πῶς ἡ πενία μετὰ τὴν ἐντεῦθεν ἔξοδον δορυφόρους ἀγγέλους ἔχει; Συνέβη δὲ καὶ τὸν πλούσιον ἀποθανεῖν καὶ ταφῆναι. Εὐθὺς ἐπὶ τοῦ πλουσίου τέτακται ἡ ταφὴ, κατὰ τὸ ὑπὸ τοῦ
55Δαυῒδ λεγόμενον· Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Διὰ τοῦτο λέγεταί σοι· Πτωχὲ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνή‐ σκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσε‐ ται ἑαυτῷ ἡ δόξα αὐτοῦ. Ἐνταῦθα γὰρ πάντα κατα‐
60λιμπάνει, τοὺς δούλους, τοὺς ὑπασπιστὰς, τοὺς ὑπηρέ‐ τας, τοὺς παρασίτους, τοὺς κόλακας, τὰ ὀχήματα, τοὺς χρυσοχαλίνους ἵππους, τὰ βαλανεῖα, τὰ χωρία, τοὺς χρυ‐ σωρόφους οἴκους, τὰ ἐψηφωμένα ἐδάφη, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν δεσποτείαν, πάντα ἐνταῦθα καταλιμ‐
65πάνει, καὶ γυμνὸς ἀπέρχεται. Καὶ ὑπάρχων ἐν τῷ ᾅδῃ, Ἐπάρας τοὺς ὀφθαλμούς. Ἐνθυμήθητι, εἰς ὅσον βάθος ὑπῆρχεν πλούσιος, εἰς δὲ οἷον ὕψος ὁ πένης. Καὶ ἐπ‐ άρας, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πλούσιος, εἶδε τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.
70Διὰ τί γὰρ μὴ ὁ Λάζαρος εἶδε τὸν πλούσιον; Ἐπειδὴ ὁ ἐν τῷ φωτὶ τυγχάνων τὸν ἐν τῷ σκότει ὄντα οὐ βλέπει, ἀλλ’ ὁ ἐν τῷ σκότει τὸν ἐν τῷ φωτὶ ὄντα ὁρᾷ. Καὶ εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Ἄρτι λέγεις, Ἐλέησον, ὅτε καιρὸς ἐλέους οὐκ ἔστιν. Οὐκ ἤκουσας τοῦ λέγοντος,
75Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Νῦν με‐
τανοεῖς, ὅτε οὐκ ἔστιν ἐξομολόγησις. Οὐκ ἤκουσας τοῦ593

59

.

595

Δαυῒδ λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐλέησόν με, καὶ πέμψον Λάζαρον. Λάζαρον νῦν γνωρίζεις; νῦν ἐπιγινώσκεις τὸν ἐπὶ τῆς κοπρίας ὄντα, ὅν ποτε ἴσα τῶν κυνῶν τιμᾷν οὐκ ἠβούλου; Ἔκλει‐
5σας τά σου σπλάγχνα αὐτῷ ἐν τῷ βίῳ τῆς εὐπορίας· κλείω μου κἀγὼ νῦν τοὺς κόλπους τῆς ἀνέσεως ἐν τῷ καιρῷ τῆς τιμωρίας. Οὐκ ἤκουσας τοῦ Θεοῦ σοι βοῶντος διὰ τῶν προφητῶν πάντων καὶ λέγοντος· Ἔλεος καὶ κρῖμα φύλασσον, καὶ ἔγγιζε τῷ Θεῷ σου, διότι ἔλεος
10θέλω ὑπὲρ θυσίαν; καὶ, Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται; καὶ πάλιν, Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ; Ὅπου οὖν ἔσπειρας, ἐκεῖ ζήτει καὶ θερί‐ σαι· ὅπου ἐδάνεισας, ἐκεῖ καὶ ἀπαίτει. Σὺ δὲ ἐλεημοσύ‐ νης σπέρμα οὐκ ἔῤῥιψας πώποτε, οὔτε διὰ τῆς εἰς τὸν
15πένητα ἐλεημοσύνης Θεῷ ἐδάνεισας, ἀλλὰ πάντα τῇ ἑαυ‐ τοῦ γαστρὶ ἐθησαύρισας. Ὅπου ἔσχες τὸν θησαυρόν σου, ἐκεῖ ἔχε καὶ τὴν καρδίαν σου. Ἐλέησόν με, καὶ πέμ‐ ψον Λάζαρον, ἵνα τὴν ἀκμὴν τοῦ δακτύλου αὐτῷ βάψῃ ὕδατος, καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι
20δεινῶς ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Τὴν γλῶσσαν κολάζεται, δι’ ἧς τὴν τροφὴν ἐλάμβανε· ῥανίδα ἐζήτει
ὕδατος, ἐπειδὴ κἂν ποτήριον ψυχροῦ ὕδατος εἰς ὄνομαColumn end

59

.

596

μαθητοῦ πώποτε διψῶντι οὐ μετέδωκεν. Εἰ κοινωνὸν ἐν τῷ βίῳ τῶν σῶν ἀγαθῶν ἐκτήσω τὸν Λάζαρον, νῦν ἂν τὴν βασιλείαν σὺν αὐτῷ ἐμερίσω· εἰ συνῆκας ἐπὶ τὸν πένητα, νῦν ἂν ἐῤῥύσθης τῆς πονηρᾶς κρίσεως. Μακά‐
5ριος γὰρ ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Ἐξομάλισον ἐκεῖνο τὸ χάος τὸ πολυφλεγὲς τῇ πλουσίᾳ τῶν χρημάτων σου εἰς τοὺς πένητας καταβολῇ· δρόσισον νῦν τὸ ἔλεος, καὶ ἔσβεσας τὴν κάμινον· θρέψον ὀρφανοὺς, καὶ ἀπέκτεινας
10τοὺς ἀκοιμήτους σκώληκας· στεῖλον δάκρυον χήρας, καὶ ἀπέσμηξάς σου τὴν ψυχὴν τοῦ πένθους τῶν ἁμαρτημά‐ των. Διὰ τοῦτο γάρ σοι ταῦτα ἀνέγνωσται, ἵνα μὴ τοῖς αὐτοῖς ἴχνεσι τοῦ ἀνελεήμονος πλουσίου ἐπιβὰς, εἰς τὴν αὐτὴν τιμωρίαν τῆς γεέννης ἐμπέσῃς. Σὺ δὲ ὁ πένης μὴ
15ὀλιγώρει, μηδὲ ἀποκάμῃς ἐν τῇ τρικυμίᾳ τῆς πε‐ νίας κλονούμενος. Ἀπόβλεπε πρὸς τὸν Λάζαρον τὸν λαμ‐ πρότατον· ἐκεῖ ἔχε τεταμένον τὸ ὄμμα καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν· ἵνα τῷ οἴακι τῆς ὑπομονῆς κυβερνῶν σου τὴν ζωὴν εἰς τὸν αὐτὸν λιμένα τῆς ἀναπαύσεως φθάσῃς,
20ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.595