TLG 2062 243 :: JOANNES CHRYSOSTOMUS :: De pharisaeo [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De pharisaeo [Sp.]

Citation: Vol — pg — (ln)

59

.

589

(52t)

Εἰς τὸν Φαρισαῖον ὁμιλία.
53 Ὥσπερ πατὴρ φιλότεκνος προσομιλεῖν τοῖς ἑαυτοῦ φιλτάτοις ὑπὸ τῆς οἰκείας ἀγάπης ἑλκόμενος, καὶ ὄντων
55νηπίων μὴ δυναμένων ἀκούειν τελείων ῥημάτων διὰ τὸ νηπιῶδες τῆς ἕξεως, ὁ πατὴρ ὑπαλλάξας τὴν φωνὴν, καὶ τὸ τροχαλὸν τῆς εὐγλωττίας ἀποθέμενος, ψελλίζειν αὐτοῖς ἄρχεται, ἐκ τοῦ λέγειν καὶ ἀκούειν πρὸς μείζονα ῥημάτων κατάληψιν τοὺς φιλτάτους ἑαυτοῦ ἐνάγων· τὸν
60αὐτὸν τρόπον καὶ ὁ Κύριος ἡμῶν διὰ πολλὴν τὴν περὶ τὸ ἴδιον πλάσμα ἀγάπην Θεὸς Λόγος ὑπάρχων, ἀνθρώπι‐
νον λόγον ἀναλαβὼν ἐλήλυθε πρὸς ἡμᾶς, ἵνα ἐκ τοῦ ὁμι‐Column end

59

.

590

(52)

λεῖν αὐτὸν καὶ συνδιατρίβειν, οὐράνιον ἀποκάλυψιν ἐπι‐ δείξας ἐπὶ τὴν οὐράνιον κλίμακα, τουτέστιν, τῆς ἐλπίδος, ἡμᾶς ὁδηγήσῃ. Καλεῖται γοῦν εἰς ἄριστον ὑπὸ Φαρισαίου,
55ὡς ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου κηρύττοντος, καὶ οὐκ ἀποστρέφεται τὸν καλοῦντα· οὐ γὰρ ἦλθε τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ δεῖξαι, ἀλλὰ τὴν πεπτωκυῖαν ἀνθρω‐ πότητα ἐκ τῶν καταχθονίων ῥύσασθαι. Καλεῖται εἰς ἄριστον ὑπὸ Φαρισαίου, καὶ οὐ παραιτεῖται, ἵνα καὶ
60πλουσίους παιδεύσῃ μὴ ὑπερορᾷν τραπέζας πενήτων,
καὶ δικαίους διδάξῃ μὴ διαπτύειν τραπέζας ἁμαρτωλῶν.589

59

.

591

Πολλοὶ γὰρ παρ’ ἑαυτοῖς δοκοῦντες εἶναι δίκαιοι, κα‐ ταπτύουσι τραπέζας ἁμαρτωλῶν, καὶ οἱ πλούσιοι τῶν πενήτων. Βουλόμενος γὰρ ὁ Κύριος πάντας εἶναι φιλτά‐ τους, φιλαδέλφους, ἀγαπητικοὺς, ταπεινόφρονας, πρῶτος
5ἄρχεται τοῦ ἔργου, ἵνα ἐκ τοῦ ποιῆσαι διδάξῃ. Διὸ λέγει· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Σὺ οὖν ὁ ἐν εὐλαβείᾳ ἀσκούμενος, ὁπόταν κλη‐ θῇς ὑπό τινος ἁμαρτωλοῦ, μὴ παραιτήσῃ· κἂν ὀνειδίζῃ ὑπό τινος λέγοντος, Διὰ τί μετὰ ἁμαρτωλῶν ἐσθίεις καὶ
10πίνεις; ἀνταποκρίθητι λέγων· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Δίκαιος γάρ εἰμι, οὐχ ἵνα δικαίους σώσω, ἀλλὰ ἁμαρτωλοὺς ἐπι‐ στρέψω. Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραι‐ τεῖται, ὁ ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον δια‐
15θρέψας ἐν τῇ ἐρήμῳ, ὁ τὴν ἀπόρευτον καταξηράνας θάλασσαν, καὶ καθάπερ διὰ χλοηφόρου πεδίου τῆς θαλάσ‐ σης τὸν Ἰσραὴλ διαγαγὼν, ὁ οὐρανόθεν αὐτοῖς τὸ μάννα ἐπομβρίσας, καὶ ὅλην τὴν ἡμέραν ἐκ τῆς λαμπρότητος τοῦ μάννα χιόνας. Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ
20παραιτεῖται, ἐν τοῖς ἀρίστοις τὰ ἄριστα τῶν μαθημάτων τοὺς καλοῦντας αὐτὸν ἐκδιδάσκων· ἀπέρχεται γὰρ εἰς ἄριστον, οὐχ ἵνα τῶν Φαρισαίου βρωμάτων ἐμφορηθῇ, ἀλλ’ ἵνα ὁ Φαρισαῖος τῶν τοῦ Κυρίου διδαγμάτων ἐμπλη‐ σθῇ. Καλεῖται εἰς ἄριστον, καὶ ἔρχεται εἰς οἶκον τοῦ
25Φαρισαίου, καλύπτων τὴν θεότητα ἀνθρωπότητι, ἵνα μὴ ἄφνω θεασάμενος τὴν ἐξαστράπτουσαν αἴγλην τῆς θεό‐ τητος, φύγῃ ἐκ τοῦ οἴκου ὁ καλέσας τὸν Δεσπότην. Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον, ὁ οὐράνιος βα‐ σιλεὺς πρὸς τὸν αἰχμάλωτον, καὶ καλύπτει τὸ βασιλικὸν
30ἀξίωμα τῷ δερματίνῳ καταφράκτῳ τῆς σαρκὸς, ἵνα μὴ θεωρήσας τὸν οὐράνιον βασιλέα τρομάξῃ ὁ αἰχμάλωτος, καὶ εἰς γῆν καταδύσῃ. Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον ὁ Ἥλιος τῆς δικαιοσύνης, τὰς χρυσαυγαζούσας τῶν ἀκτίνων λαμπηδόνας καλύπτων τῇ νεφέλῃ τοῦ σώ‐
35ματος, ἵνα μὴ θεωρήσας ὁ ἄνθρωπος, ἀπολέσῃ τὴν ὅρα‐ σιν. Εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου ὁ οὐράνιος ποιμήν· ἐάσας ἐπὶ τῶν ὀρέων τὰ ἐνενήκοντα ἐννέα πρό‐ βατα, ἔρχεται ἐπὶ τὸ ἀπολωλός· εἰσέρχεται εἰς τὴν μάνδραν αὐτοῦ καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνείῳ τοῦ
40σώματος. Οὐ βακτηρίαν ἐπιφέρεται, οὐ ῥάβδον ἀπειλοῦ‐ σαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιάσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμνίου· ἀλλ’ εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς Ἥλιος δικαιοσύνης, ἀλλ’ ὡς
45ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον. Συν‐ διαιτᾶται αὐτῷ, συννέμεται, συγκαθέζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὲρ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν αὐτῷ τὸν ἤδη πεπτωκότα συναν‐ εγείρῃ. Καὶ εἰσελθὼν οὐκ ἐβαπτίσθη κατὰ τὸ ἔθος τῶν

59

.

591

(50)

Φαρισαίων. Τοῦτο δὲ ἐποίει κατὰ δύο τρόπους, ἵνα δώσῃ ἀφορμὴν τῷ προβάτῳ λαλεῖν πρὸς τὸν ποιμένα· ἔτι δὲ καὶ δόγμα Ἰουδαϊκὸν καταλύσῃ, καὶ βεβαιώσῃ πνευμα‐ τικόν. Εἶδε γὰρ, φησὶν, ὁ Φαρισαῖος, καὶ ἐθαύμασεν, ὅτι οὐ πρῶτον ἐβαπτίσθη, οὐκ ἐπαινῶν τὸν διδάσκαλον, ἀλλὰ
55ἀπορῶν τὸ γινόμενον, οὐκ ἐπαινῶν, ἀλλὰ κρίνων. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, τὸν ζωοπλάστην ὑπὸ τοῦ πλάσματος κρινόμενον, καὶ τὸν κεραμέα ὑπὸ τοῦ πηλοῦ διορθού‐ μενον. Τοῦτο ἔπασχεν ὁ Φαρισαῖος μὴ θεωρῶν τοῖς κρυ‐ πτοῖς ὀφθαλμοῖς τῆς καρδίας τὸν ἔνδοθεν τῶν ἀγγέλων
60ταξίαρχον. Εἰ ἐθεάσατο τοῦτον, προσέπεσεν ἂν τοῖς γό‐Column end

59

.

592

νασι, καὶ τοῖς δάκρυσιν ἔπλυνεν αὐτοῦ τοὺς πόδας, καὶ ἔλεγεν, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Ἔλεγε γὰρ ἄν· Σὺ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών· τῷ σῷ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τῷ σῷ
5αἱ δυνάμεις αὐτῶν συνέστησαν. Σὺ συνάγεις ὡς εἰς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους· ἀπὸ σοῦ φοβεῖται πᾶσα ἡ οἰκουμένη. Ἀλλ’ οὐδὲν τούτων οὔτε ἐννοήσας, οὔτε εἰρηκὼς ἔκρινε τὸν Δεσπότην· ὁ δὲ Κύριος πρόφασιν δεδωκὼς, ὥσπερ ἐκείνῃ τῇ Σαμαρείτιδι, ἐκ τοῦ
10αἰτῆσαι παρ’ αὐτῆς ὕδωρ, ἔδωκε καιρὸν τοῦ αἰτῆσαι παρ’ αὐτοῦ τὸ οὐράνιον ὕδωρ. Ἄρχεται οὖν ὁ Κύριος ἠρέμα ἐπιστρέφειν τὸ πρόβατον, καὶ ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀλήθειαν αὐτὸν χειραγωγεῖν. Ἄρτι γὰρ ὑμεῖς, οἱ Φαρισαῖοι, πλύνετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τοῦ πί‐
15νακος· τὸ δὲ ἔσωθεν γέμει ἁρπαγῆς καὶ δόλου· τουτ‐ έστιν, Ὑμεῖς νῦν τὸ μὲν σῶμα καλλωπίζετε, τὰς δὲ ψυχὰς κακίζετε. Πῶς δὲ καὶ τέρψῃ, χρυσοῦν ἂν ᾖ τὸ ποτήριον, ὅταν ἔνδον ἔχῃ θανατηφόρον ποτόν; Οὐχὶ τοιαῦ‐ ται αἱ πόρναι, τὰς ὄψεις αὐτῶν τοῖς χρώμασιν ἀνθίζου‐
20σαι, τὰς ψυχὰς ἀφανίζουσιν; ἢ γὰρ οὐχὶ τὰς ὄψεις αὐ‐ τῶν φοίνικι ἐρυθραίνουσαι, εἴδωλον τῆς μελλούσης αὐτὰς ὑποδέχεσθαι φλογὸς οἰκείοις δακτύλοις ἐργάζονται; δέον αὐτὰς τῷ αἵματι τοῦ Ἰησοῦ τὰς καρδίας ῥαντίζειν, μᾶλ‐ λον δὲ ῥοδίζειν, καὶ τῷ πνεύματι τὰς καρδίας αὐτῶν
25λευκαίνειν· ἵνα τὸ ἄνθος τῆς ψυχῆς ἀστράπτον καθάπερ ῥόδον ἐν κρίνῳ μεμιγμένον ὑπάρχῃ. Νῦν δὲ τὰς ὄψεις αὐτῶν ἐκφλογίζουσιν, ἵνα τὰς τῶν νέων καρδίας πρὸς μανίαν ἐκκαύσωσιν. Νῦν ὑμεῖς, οἱ Φαρισαῖοι, τὸ ἔξω‐ θεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος πλύνετε, τὸ δὲ
30ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας· ὡσανεὶ ἔλεγε, Διὰ τί τὸ μὲν σῶμα ὕδατι λούετε, τὰ δὲ πταί‐ σματα ἐν τῷ πνεύματι οὐ λούετε; Τολμῶ γὰρ εἰπεῖν, ἀγαπητοὶ, οὐδὲν ὠφεληθήσεται ἄνθρωπος, κἂν τὸ σῶμα πλύνῃ, ἐὰν μὴ πνεῦμα ἔχῃ συνεργὸν, καὶ σύνδρομον
35τὴν ἐλεημοσύνην. Ὥσπερ γὰρ ποτήριον καὶ ἔξωθεν πλυ‐ θὲν καὶ ἔσωθεν, μὴ ἔχον δὲ ποτὸν, οὐκ ἂν ἰάσηται τοῦ διψῶντος τὴν ἐπιθυμίαν, ὁμοίως δὲ καὶ πινάκιον· οὕτω καὶ ἄνθρωπος, κἂν ἔσωθεν ᾖ πεπλυμένος καὶ ἔξωθεν, οὐ τέρψει τὸν Κύριον, ἐὰν μὴ θρέψῃ τὸν σύνδουλον. Διὸ
40ἐπιφέρει ὁ Κύριος, καὶ λέγει· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην· καὶ ἰδοὺ πάντα καθαρὰ ἔσται ὑμῖν. Πλὴν τὰ ἐνόντα, λέγει· οὐ γὰρ τῇ τῶν πολυχρύσων προσκομιδῇ τέρπεται, ὅσον τῇ τῶν ἀδόλων ἀνυποκρίτῳ προσφορᾷ. Μὴ ζητήσῃς σὺ ὁ πένης, ὅτι οὐκ ἔχεις χρυ‐
45σὸν, καὶ ἀργύρου τοσάσδε ὁλκάδας· ῥῖψον εἰς τὸ γαζο‐ φυλάκιον ὃ ἔχεις· καὶ δύο λεπτὰ δικαιοῖ. Μνήσθητι τὸ τῆς χήρας ἐκείνης, ὅτι ἐδικαιώθη ὑπὲρ τοὺς πολυχρύ‐ σους. Ὁ γὰρ Θεὸς χρήματα οὐκ οἶδε σταθμίζειν, ἀλλὰ συνείδησιν δοκιμάζει. Ἡ ἐλεημοσύνη σπίλους ψυχῶν

59

.

592

(50)

ἀποσμήχει, καὶ μισθοὺς ἀγαθῶν θησαυρίζει· ἡ ἐλεημο‐ σύνη ψυχῆς ζωτικὴ χορηγία, ἡ ἐλεημοσύνη τὰς ψυχὰς ἐκλευκαίνει, ἡ ἐλεημοσύνη ψυχῆς παῤῥησία, καλὴ στρα‐ τηγία. Ῥίψατε χρυσὸν, καὶ λάβετε Κύριον· δότε ἀργύ‐ ριον, καὶ λάβετε τὸ ἅγιον· σκορπίσατε χαλκὸν, καὶ
55συνεξελεύσεται αὐτῷ ὁ ἰὸς τῆς ἁμαρτίας· δροσίσατε τὴν κάμινον, καὶ δότε ἱμάτια ἵνα λάβητε ἰάματα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.591