TLG 2062 242 :: JOANNES CHRYSOSTOMUS :: In parabolam de ficu [Sp.] (fort. auctore quodam Cappadoce)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In parabolam de ficu [Sp.] (fort. auctore quodam Cappadoce)

Citation: Vol — pg — (ln)

59

.

585

(39t)

Εἰς τὴν παραβολὴν περὶ συκῆς, ὁμιλία.
40 αʹ. Ὀφθαλμὸς μὲν ὁρῶν ἢ δένδρον ἀνθοφόρον, ἢ πη‐ γὴν ὑδροτόκον, ὑπ’ αὐτῆς τῆς θέας ἕλκεται, καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ. Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ
45μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα. Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί. Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βη‐ θανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν

59

.

585

(50)

εἰμι τῷ σώματι· τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαν‐ τάζομαι· καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ Δεσπότῃ Ἰησοῦ, καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ Δεσποτικοῦ προστάγμα‐ τος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσ‐ ταγμα στυγερὰν καὶ κατάξηρον. Πρωΐας γὰρ, φησὶν,
55ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Καὶ ἰδὼν συκῆν, ἦλθεν ἐπ’ αὐτὴν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον· καὶ λέγει αὐτῇ· Μηκέτι
ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ εὐθέωςColumn end

59

.

586

(41)

ἐξηράνθη. Τοῦτο γὰρ ἀρτίως ἡμῖν ὑπανεγνώσθη. Ἐκ‐ πλήττει με τὸ θαῦμα· μεμέρισταί μου ἡ διάνοια. Ὅταν γὰρ βουληθῶ τὸ πρᾶγμα τῆς ἱστορίας διηγήσασθαι, εὐ‐ θέως μετὰ τῆς ἱστορίας τὰ θαύματα πρὸς αὐτὰ ἐπισπᾶ‐
45ται. Καὶ ὥσπερ ὁπόταν ἴδῃ τις στάμνον χρυσῆν ἔχου‐ σαν ἔνδοθεν λίθους τιμίους, φέροντας ἐν ἑαυτοῖς γε‐ γραμμένα μυστήρια, θέλει μὲν ὁρᾷν τὴν στάμνον διὰ τὴν τοῦ εἴδους στιλβότητα, ἀνθέλκεται δὲ ὑπὸ τῶν ἔνδο‐ θεν λίθων· σπεύδει γὰρ καὶ τὸ τῶν λίθων περιαθρῆσαι

59

.

586

(50)

κάλλος, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα μυστήρια γνῶναι· ὡσαύτως κἀγὼ ὁρῶν μὲν τὴν τοῦ γράμματος ἱστορίαν λαμπρὰν καὶ περικαλλῆ τυγχάνουσαν, ἐκεῖ κατέχομαι τὸν νοῦν· ἀνθέλκομαι δὲ πάλιν ὑπὸ τῆς τοῦ πνεύματος θεωρίας, μείζονά μοι τῆς ἱστορίας ἐπαγγελλομένης
55δεικνύειν τὰ θαύματα. Πρωΐας γὰρ, φησὶν, ἐπανάγων ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασεν. Ὢ ἀνεκφράστου καὶ ἀνεκδιηγήτου μυστηρίου! Ἐπείνασεν ὁ τρέφων πᾶ‐ σαν τὴν οἰκουμένην· ἐπείνασεν ὁ ἐκ πέντε ἄρτων πεν‐
τάκις χιλίους εἰς κόρον ἐκθρέψας· ἐπείνασεν ὁ ἐκ πηλοῦ585

59

.

587

ζῶντας ὀφθαλμοὺς ἐργασάμενος· ἐπείνασεν ὁ ἐπὶ τῶν κυμάτων τῆς θαλάσσης περιπατήσας, καὶ τοὺς πόδας εἰς τὸ ὕδωρ μὴ βάψας· ἐπείνασεν ὁ ἐννοίᾳ μόνῃ τὸ ὕδωρ εἰς οἶνον μετατρέψας· ἐπείνασεν ὁ ψυχὰς ἐκ τῶν σκηνωμά‐
5των ἐκσπάσας, καὶ πάλιν αὐτὰς εἰσοικίσας λόγῳ. Καὶ πῶς λέγει ὁ Ἡσαΐας, Ὁ Θεὸς ὁ αἰώνιος οὐ πει‐ νάσει, οὐδὲ κοπιάσει; Χριστὸς δὲ ὅτι Θεὸς παντί που δῆλον τῷ πιστεύοντι τῇ Γραφῇ λεγούσῃ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν
10ὁ Λόγος. Πῶς οὖν ἐπείνασεν ὁ Θεός; Ἐπείνασεν ἡ τοῦ δούλου μορφή· διέθρεψε δὲ πεντακισχιλίους ἡ ἐν αὐτῷ τοῦ Δεσπότου βουλή. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ ὁρώμενος ἄνθρωπος· ἦν δὲ πανταχοῦ ἡ ἐν αὐτῷ νοουμένη θεότης. Εἶδε τὴν συκῆν ἄκαρπον ὡς ἄνθρωπος, ἐξήρανε ταύτην
15λόγῳ ὡς Θεός. Εἶπε, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ τὸ ἔργον ἠκολούθησε τῷ ῥήματι· καὶ εὐθὺς ἡ συκῆ ἐξηράνθη. Τὸ ῥῆμα ἀνθρώπινον, τὸ δὲ ἔργον θεϊκόν. Ἀλλὰ πολυζήτητος ἡμῖν, ἀγαπητοὶ, ἡ θεωρία ἡ κατὰ τὴν συκῆν, παρὰ πολλοῖς μὲν ἑρμηνευ‐
20θεῖσα, ὡς ἔμοιγε δοκεῖ, οὐκ ἠκριβωμένως· πλὴν τὰς τῶν προλαβόντων ὑμῖν λέξω λύσεις, καὶ τὰς ἡμῖν πε‐ πονημένας προσκομίσομεν ἀριστείας. Δύσληπτος γὰρ ὁ ἐν τῇ ἱστορίᾳ τοῦ γράμματος κείμενος νοῦς, πολλῷ τῷ βάθει κεκρυμμένην ἔχων τὴν τοῦ μυστηρίου στιλβότητα.
25Τί γὰρ τὸ ἀναγκαῖον ἦν τῷ λόγῳ ξηραίνεσθαι τὴν συκῆν, καὶ μὴ λόγῳ ταύτην καρποφορεῖν; Ὁ γὰρ ῥήματι ξη‐ ράνας αὐτὴν ἠδύνατο καὶ ῥήματι εὔκαρπον αὐτὴν ποιῆ‐ σαι. Τί δὲ καὶ ἥμαρτεν ἡ συκῆ, εἴποι τις ἂν, ὁπότε οὐκ ἦν αὐτῆς ὁ καιρὸς, Μάρκου τοῦ εὐαγγελιστοῦ λέγον‐
30τος χειμῶνα εἶναι κατ’ ἐκεῖνον τὸν καιρόν; Καὶ εἰ μή τί ἐστι μυστήριον ὑπὲρ ἄνθρωπον ἐν αὐτῇ τελούμε‐ νον, εὑρεθήσεται ὁ Κύριος κατὰ μὲν ἕνα τρόπον ἐπαι‐ νετὸς, κατὰ δὲ ἕτερον μεμπτέος· ἐπαινετὸς μὲν γὰρ, ὅτι λόγῳ αὐτὴν ἐξήρανε· μεμπτέος δὲ, ὅτι ἀδίκως αὐτὴν
35κατηράσατο. Ἀλλὰ δεῖ νοεῖν τοῦ λοιποῦ, ἀγαπητοὶ, τίνος ἔφερεν εἰκόνα ἡ συκῆ· οὐ γὰρ ἦν τι ὑπὸ Χριστοῦ γενό‐ μενον πρᾶγμα, ὃ οὐκ εἶχε μυστήριον. Ὅλως οὐδὲν ἦν παρ’ αὐτοῦ γινόμενον ἔργον, ὃ μὴ σφόδρα ὠφέλιμον· οὐ‐ δὲν ὃ μὴ ἐβόα τὴν ἀλήθειαν· οὐδὲν ὃ μὴ πρὸς τὴν τῶν
40οὐρανίων παραδοχὴν ἐκίνει τὸν νοῦν. Ταύτην τὴν συκῆν οἱ πολλοὶ τῶν ἑρμηνέων εἰρήκασι τῇ τῶν Ἰουδαίων συν‐ αγωγῇ παρεικασμένην εἶναι, ἐφ’ ἢν ἦλθε, φησὶν, ὁ Κύ‐ ριος, ζητῶν ἐν αὐτῇ καρπὸν πίστεως· καὶ οὐχ εὗρεν, εἰ μὴ μόνον λόγοις προφητῶν καὶ νόμου καθάπερ φύλ‐
45λοις κομῶσαν· διὸ καὶ ἐξήρανε, λέγων· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Ἐγὼ δὲ τῇ ἑρμηνείᾳ ταύτῃ πειρῶμαι ἀντιλέγειν, ἀγαπητοί· οὐ γὰρ οὕτως ἔχει ἡ ἀκρίβεια τοῦ νοήματος. Πῶς γὰρ ἂν κατηράσατο ὁ Κύριος, λέγων, Εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε; πῶς

59

.

587

(50)

δὲ καὶ τὴν συναγωγὴν κατηράσατο ἂν καὶ ἐξήρανεν ὁ λέγων, Οὐκ ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀπολέσαι, ἀλλὰ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός; Εἰ δέ τις ἔτι ἀντιλέγει καὶ φιλονεικεῖ, λέγων, τῇ τῶν Ἰουδαίων συν‐ αγωγῇ παρεικασμένην εἶναι τὴν συκῆν ἀκριβῶς, λεγέτω
55πῶς ἡ ἀπὸ ῥιζῶν ξηρανθεῖσα συναγωγὴ τοιοῦτον ἔγκαρ‐ πον κλάδον ἐβλάστησε, τὸν γλυκύτατον Παῦλον. Πολλοὺς δὲ καὶ ἄλλους ἐπιστρέψαντας ἔγνωμεν ἐκ τῆς τῶν Ἰου‐ δαίων συναγωγῆς· καὶ γὰρ καὶ Στέφανος ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐξ ἐκείνης τῆς συναγωγῆς ἐτύγχανε,
60καὶ Ἀκύλας καὶ Πρίσκιλλα καὶ πολλοὶ ἄλλοι, ὧν τὸν κατάλογον νῦν τῶν ὀνομάτων διὰ τὸ πλῆθος τῶν λέξεων παραιτούμεθα λέγειν. Ὅτι δὲ οὐ παντελῶς ἀπώσατο ὁ Θεὸς τὸν λαὸν τῶν Ἰουδαίων, μαρτυρείτω μοι Παῦλος λέγων· Λέγω οὖν, Μὴ παντελῶς ἀπώσατο Κύριος
65τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραη‐ λίτης εἰμὶ, ἐκ σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο Κύριος τὸν λαὸν αὐτοῦ. Ἀλλὰ γὰρ καὶ σωτηρίαν τῷ λαῷ ἐκείνῳ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐπαγ‐ γέλλεται ἐν τῷ λέγειν· Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν
70εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. Εἰ γὰρ καὶ ἐχθρὸν γεγόνασιν Ἰουδαῖοι τοῦ Θεοῦ, δι’ ἡμᾶς γεγόνασιν,
ἵνα τῇ ἐκείνων ἀπειθείᾳ ἡμεῖς ἐλεηθῶμεν, ὡςColumn end

59

.

588

μαρτυρεῖ μοι Παῦλος λέγων, Κατὰ μὲν τὸ Εὐαγγέλιον, ἐχθροὶ δι’ ἡμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ, διὰ τοὺς πατέρας· ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις ἁγία. Ζητητέος τοίνυν, ἀγαπητοὶ, ὁ
5περὶ τῆς συκῆς λόγος, τίνος ἔφερεν εἰκόνα. Ἀλλ’ ἐὰν σὺ, ὁ Ἀδὰμ, μνησθῇς, ὅτε ἐν τῷ παραδείσῳ ἐγυμνώθης, ποίου δένδρου φύλλα λαβὼν καὶ συῤῥάψας ἑαυτῷ περι‐ βόλαιον ὕφανας, ὄψει πῶς δικαίως ταύτην ἐξήρανεν· ἢ γὰρ οὐχὶ φύλλα συκῆς λαβὼν τὴν σεαυτοῦ αἰσχύνην
10ἐκάλυπτες; Ἦλθεν οὖν ὁ Χριστὸς, καὶ τὴν ἔτι ἐν σοὶ ἀνθοῦσαν συκῆν τὸ τῆς αἰσχύνης κάλυμμα τῷ λόγῳ ἐξή‐ ρανεν· ἦρέ σου τὴν πενίαν, καὶ δέδωκέ σοι τὸν πλοῦτον· ἦρέ σου τὰ τῆς αἰσχύνης καλύμματα, καὶ δέδωκέ σοι χιονοφεγγῆ στολὴν, ἐξ ὕδατος καὶ Πνεύματος ὑφανθεῖ‐
15σαν· ἐξήρανε τὰ φύλλα τῆς συκῆς, καὶ ἀπέδωκέ σοι τὰ σῦλα τῆς ψυχῆς. Ποῖα σῦλα; Ἃ ὄφις ἐσυλαγώγησεν ἐν σοὶ ἐν τῷ παραδείσῳ, τὴν ἰσάγγελον ζωὴν, τὴν τοῦ πα‐ ραδείσου τρυφὴν, τὴν τῆς ἀφθαρσίας στολήν. βʹ. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ κεφάλαιον. Πρωῒ γὰρ,
20φησὶν, ἐπανελθὼν ὁ Ἰησοῦς εἰς τὴν πόλιν, ἐπείνασε. Πρωῒ, μετὰ τὸ τὴν νύκτα τῆς πλάνης παραδραμεῖν, καὶ τὸν ὄρθρον Χριστὸν τὸ τῆς ἀναστάσεως φέγγος αὐγάσαι τῷ κόσμῳ· ὄρθρος γὰρ ὁ Χριστὸς, καθάπερ φησὶν ὁ προ‐ φήτης· Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν. Πρωῒ
25ἐπανάγων ὁ Ἰησοῦς. Πρωῒ, μετὰ τὸ τὸν σκοτεινόμορ‐ φον θάνατον τῷ φωτὶ τῆς δόξης Χριστοῦ ἀφανισθῆναι, καὶ τὰς χρυσοῦς ἀκτῖνας τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ταῖς τῶν ἐσκοτισμένων ἀνθρώπων καρδίαις ἐλλάμψαι· πρωῒ, μετὰ τὸ τὰς θερμὰς ἀκτῖνας τῆς θεότητος ἐκπε‐
30τάσαι, καὶ τὰς νενεκρωμένας ὑπὸ τοῦ διαβόλου ψυχὰς ἐκθερμᾶναι· Οὐκ ἔστι γὰρ ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ. Τῇ γὰρ ψυχροτάτῃ ἁμαρτίᾳ ὁ διάβο‐ λος τὰς τῶν ἀνθρώπων καρδίας ἐνέκρωσεν. Ὅθεν ὁ προ‐ φήτης ἐπεύχεται λέγων· Πύρωσον τοὺς νεφρούς μου,
35καὶ τὴν καρδίαν μου. Κρυμῷ γὰρ ἀσεβείας πᾶσα ἡ ἀνθρωπότης ἐδέδετο. Διὸ πάντες οἱ προφῆται ὁμοθυμα‐ δὸν ηὔχοντο πρὸς τὸν Θεὸν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστιν, ὥσπερ νότος θερμὸς ἐπιπνεύσας τὰ
40παγωθέντα ὕδατα εἰς τὴν προτέραν φύσιν τοῦ ὕδατος ἐπανάγει, ὡσαύτως καὶ ἡμᾶς τοὺς τῇ ἁμαρτίᾳ τοῦ δια‐ βόλου νεκρωθέντας, ὡς νότος θερμὸς ἐπιπνεύσας, ἐπὶ τὴν ἀρχαίαν φύσιν τῆς ἀφθαρσίας ἀνακαινίζει. Ταύτην τὴν θερμὴν ἐπίπνευσιν τοῦ νότου καὶ ἡ νύμφη Χριστοῦ
45Ἐκκλησία ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων ἐπικαλεῖται λέγουσα· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἐξέρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματα. Πρωῒ, φησὶν, ἐπανάγων. Καλὸν τὸ, Ἐπανάγων, ἵνα σημάνῃ, ὅτι τὸν ἐκ τοῦ παραδείσου ἐκπεσόντα Ἀδὰμ

59

.

588

(50)

πάλιν ἐλθὼν ὁ Κύριος ἡμῶν εἰς τὸν αὐτὸν τόπον ἐπαν‐ άγει. Πρωῒ ἐπανάγων ὁ Ἰησοῦς ἐπὶ τὴν πόλιν, ἐπεί‐ νασε. Πόλιν νῦν ἀκούσας, μὴ κάτω περιβλέπου, ἀλλὰ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἀνάβλεπε, πρὸς τὸν οὐράνιον χῶρον· καὶ γὰρ Τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρ‐
55χει. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπεί‐ νασεν, οὐ τὴν τροφὴν τῶν ἀνθρώπων, ἀλλὰ τὴν ζωὴν τῶν ἀνθρώπων· Ἐμὸν γάρ ἐστι βρῶμα, ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου· ἵνα πιστεύσωσιν εἰς ὃν ἀπέστειλεν ἐκεῖνος· Ὁ γὰρ πιστεύων εἰς αὐτὸν, καθὼς εἶπεν αὐ‐
60τὸς, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πρωῒ ὁ Ἰησοῦς ἐπανάγων ἐπὶ τὴν πόλιν, ἐπείνασεν, καὶ ἰδὼν συ‐ κῆν, ἦλθεν ἐπ’ αὐτήν. Εἰ γὰρ παρέδραμε τὴν συκῆν, εἶχεν ἂν ἐν τῇ συκῇ τὴν καλιὰν αὐτοῦ ὁ ὄφις ἀθάνατον· ἀλλ’ ἦλθεν ἐπὶ τὴν συκῆν, καὶ ταύτην ἐξήρανεν. Ὑπὸ
65τοιαύτην συκῆν τὸν Ναθαναὴλ ὄντα εἶδεν ὁ Κύριος· Πρὸ τοῦ γάρ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ταύτην τὴν συκῆν προορῶν ὁ προφήτης μέλ‐ λουσαν ἄκαρπον γενέσθαι, ἔλεγεν· Ἀναβήσομαι εἰς λαὸν παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει.
70Ἐπὶ τοιαύτην συκῆν ἀνέβη ὁ Ζακχαῖος ἰδεῖν τὸν Ἰησοῦν· πρὸς ὃν ἔλεγε· Σπεύσας κατάβηθι. [Ἐκεῖ ὁ ὄφις καμ‐ πύλα περιπλέκεται, ἐκεῖ ἐνόσσευσεν, ἐκεῖ κέκρυ‐
πται. Σπεύσας κατάβηθι.] Χαριέντως δὲ ὁ εὐαγγε‐587

59

.

589

λιστὴς εἶπε συκομορέαν ἐπὶ τοῦ Ζακχαίου, ἵνα σημάνῃ ὅτι ἡ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς συμπέπλεκται τῇ μω‐ ρίᾳ, ὅθεν τίκτεται ὁ κάκιστος μόρος. Ἦλθεν ἐπὶ τὴν συκῆν ὁ Κύριος. Αὕτη ἡ συκῆ εἰκόνα ἔφερε τῆς πλα‐
5τείας καὶ εὐρυχώρου ὁδοῦ· πλατύφυλλον γάρ ἐστι τὸ φυτὸν τῆς συκῆς, καὶ κνησμώδης ἐστὶν ἡ ἁμαρτία, διὰ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Γλυκύτατός ἐστιν ὁ καρπὸς τῆς συκῆς· γλυ‐ κεῖά ἐστιν ἡ ἡδονὴ, εἰς ὄλισθον ἁμαρτίας τοὺς προσεγ‐
10γίζοντας αὐτῇ καταῤῥηγνῦσα. Φεῦγε αὐτῆς τὴν γεῦσιν, ὦ ἀγαπητέ· γλυκεῖα γάρ ἐστιν ἐν τῇ γεύσει, πικρὰ δὲ μετὰ τὴν πρᾶξιν. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, καὶ πρὸς καιρὸν λιπαίνει τὸν φά‐ ρυγγα· ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ
15ἠκονημένον μᾶλλον διστόμου μαχαίρας. Πόρνη ἐστὶν ἡ ἡδονὴ, γλυκέα σοι προσομιλεῖ τὰς ἀρχὰς, λαθραίως παρεμβάλλουσα ἐν τῇ ὁμιλίᾳ τὸ πικρὸν τοῦ θανάτου. Τοιοῦτος ἦν καὶ ὁ ὄφις, γλυκὺς ἐν τῷ λόγῳ, καὶ πικρὸς ἐν τῷ δόλῳ· γλυκὺ μὲν τὸ βρῶμα, πικρὸν δὲ τὸ πτῶμα.
20Φεῦγε οὖν, ἀγαπητὲ, τὴν πόρνην, τὴν γλυκεῖάν σοι ὁμι‐ λοῦσαν, καὶ πικρὰ τραύματα ἐμφέρουσαν· φεῦγε τὴν ἡδονὴν ὡς Ἠλίας τὴν Ἰεζάβελ. Ἦλθε τοίνυν ὁ Κύριος ἀπὸ οὐρανῶν· ἐπείνασεν τὴν ζωὴν τῶν ἀνθρώπων εὕ‐ ρασθαι· εὗρε τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν τοῦ βίου
25τούτου ἑστῶσαν· ἦλθεν ἐπ’ αὐτὴν, καὶ εὑρίσκει αὐτὴν φύλλοις κομῶσαν, τουτέστι, δόγμασιν ἁμαρτίας ἀνθοῦ‐ σαν, μὴ ἔχουσαν δὲ αὐτὴν καρπὸν ἔτι θανάτου. Διὰ τί; Ἐπειδὴ οὐκ ἦν καιρός· τοῦτο γὰρ προσέθηκεν ὁ εὐαγ‐ γελιστής· Οὐκ εἶχε, φησὶ, καρπόν· οὐ γὰρ ἦν και‐
30ρός. Πῶς γὰρ ἠδύνατο ἔτι θάνατον καρποφορῆσαι. Ἰη‐ σοῦ παραγενομένου, καὶ ἀνάστασιν τῷ κόσμῳ κηρύττον‐ τος; Οὐκ ἔτι ἦν αὐτῆς καιρὸς καρποφορεῖν θάνατον· Ἐβασίλευσε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋ‐ σέως. τουτέστι, τοῦ νόμου. Οἶδε γὰρ, φησὶν, ἡ Γραφὴ
35τὸν νόμον λέγειν Μωϋσέα, ὡς ἐν τῷ Εὐαγγελίῳ· Ἔχου‐ σιν Μωϋσέα καὶ τοὺς προφήτας. Εἶπε Κύριος πρὸς αὐτὴν, Οὐ περαιτέρω καὶ Μηκέτι ἐκ σοῦ καρπὸς γέ‐ νηται εἰς τὸν αἰῶνα· τουτέστι, Πρὸ τῆς ἐμῆς παρου‐ σίας ἐκαρποφόρησας θάνατον· ἰδοὺ ἐγὼ παραγέγονα,
40αὕτη ἡ ἀνάστασις. Ἐμοῦ παραγενομένου Μηκέτι ἐκ σου καρπὸς γένηται εἰς τὸν αἰῶνα. Καὶ εὐθέως ἐξη‐ ράνθη ἡ συκῆ· καὶ ἐπληρώθη τὸ γεγραμμένον, Κατ‐ επόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; Εἰπὼν γὰρ ὁ εὐαγ‐
45γελιστὴς χειμῶνα εἶναι κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ ἡ συκῆ τοῖς φύλλοις ἐκόμα, ᾐνίξατο ὅτι ἡ ἁμαρτία ἐκόμα, διὰ τὸ εἶναι τὸν διάβολον χειμῶνα ἐπικείμενον πάσῃ τῇ ἀνθρωπότητι. Πρὸ γὰρ τῆς τοῦ εἰρηνάρχου παρουσίας, ποικίλοις πνεύμασιν ἐκλονεῖτο τὸ τῶν ἀνθρώπων γένος,

59

.

589

(50)

πρὸς εἰδωλολατρείας καὶ αἱμοχυσίας καὶ κώμους καὶ
λαγνείας ἐλαυνόμενον· ἐλθὼν δὲ ὁ Κύριος ἡμῶν ἸησοῦςColumn end

59

.

590

Χριστὸς, ἡ εἰρήνη τοῦ κόσμου, κατέστειλε τὰς τῶν ἐναντίων πνευμάτων σπιλάδας ταραττούσας τὴν τοῦ βίου τούτου τῶν παθῶν ἁλμυροφόρον θάλασσαν, καὶ τὰ ἀφροφόρα τῶν ἡδονῶν κατέσβεσε κύματα. Καὶ ξηράνας
5τὴν συκῆν, ἐφύτευσε τὴν τοῦ σταυροῦ πίστιν ἀνθοῦσαν, καὶ ζωὴν πᾶσιν ἀστράπτουσαν· οὗ σταυροῦ αἱ μὲν ῥίζαι εἰς τὴν γῆν ἐτέθησαν, οἱ δὲ κλάδοι εἰς οὐρανοὺς ἀνετά‐ θησαν· οὗ τὰ φύλλα ἀγήρατα, καὶ τὸ ἄνθος ἀμάραντον, καὶ ὁ καρπὸς ἀθάνατος· οὗ καὶ ὁ Δαυῒδ μέμνηται ξύ‐
10λου, λέγων· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐ‐ τοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. Τούτου τοῦ ξύλου μέμνηται καὶ ἡ Σο‐ φία, λέγουσα· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχο‐
15μένοις αὐτῆς. Τοῦτο τὸ ξύλον προφητικῷ ὀφθαλμῷ θεωρήσας Ἱερεμίας, ὑπὸ τῶν Ἰουδαίων μέλλον κατὰ Χριστοῦ πελεκᾶσθαι, εἰς πρόσωπον τῶν Ἰουδαίων ἀπ‐ εφθέγξατο, λέγων αὐτοῖς· Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς
20ζώντων. Ξύλον ὁ σταυρὸς, ἄρτος τὸ σῶμα Χρι‐ στοῦ. Λαβὼν γὰρ ὁ Κύριος ἄρτον, εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρ‐ τιῶν. Ἐπὶ τοῦτο τὸ ἰκρίον τοῦ σταυροῦ ἀναβὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ τὰς χεῖρας αὐτοῦ
25ἐκπετάσας, καὶ τὰς ἐν τῷ ἀέρι πετομένας δυνάμεις ἐξ‐ ελάσας, ἀνεμπόδιστον ἡμῖν τὴν εἰς οὐρανὸν πορείαν ηὐτρέπιζε, καὶ κλίμακα μακρὰν ἡμῖν τὴν πίστιν ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατείνας· καὶ τὸ παράδοξον, ἐὰν ἀκούσητε, ἀγαπητοὶ, ἔστη τὸ δένδρον τοῦ σταυροῦ,
30ἐφηπλώθη ἐν αὐτῷ ἡ ἀληθινὴ ἄμπελος, ἡ λέγουσα, Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· καὶ ἐγένετο τῷ μὲν διαβόλῳ ἀναδενδρὰς θανατηφόρος, ἡμῖν δὲ ἀναδενδρὰς ζωηφόρος, τὸν καύσωνα τῶν ἁμαρτιῶν ἡμῶν ἀναστέλ‐ λουσα, καὶ σκιὰν ἀναπαύσεως ἡμῖν δωρουμένη. Ὑπὸ
35τὴν σκιὰν αὐτοῦ ὁ καθήμενος λέγει τὸ ὑπὸ τοῦ Σολο‐ μῶντος εἰρημένον· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ γλυκὺς αὐτοῦ ὁ καρπὸς ἐν τῷ λά‐ ρυγγί μου. Ἐν ταύτῃ τῇ σκιᾷ θαῤῥήσας ὁ μακάριος Δαυῒδ ἔλεγε· Καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ.
40Ἕως πότε; Ἕως οὗ παρέλθῃ ἡ ἀνομία μου. Ὢ θαυ‐ μαστοῦ πράγματος καὶ μυστηρίου καινοῦ! Ἡ πηγὴ ἐπὶ δένδρον ἔκειτο, καὶ ὁ σταυρὸς ὑπ’ αὐτῆς ἐποτίζετο· νυγεὶς γὰρ λόγχῃ τὴν πλευρὰν αὐτοῦ, αἷμα καὶ ὕδωρ ἐξέπεμψε· τῷ μὲν αἵματι τὸν σταυρὸν πορφυρίζων, τῷ
45δὲ ὕδατι ἄρδων αὐτοῦ τὰς ῥίζας, ἵνα ἀθανάτους καρποὺς τοῖς πιστεύουσιν εἰς ἀεὶ ἀναθάλλῃ. Ὢ δένδρον μακαρι‐ στὸν, ὃ βασιλεῖς τιμῶσιν, καὶ ὕπαρχοι σέβονται, ἄν‐ δρες τε καὶ γυναῖκες καὶ πᾶσα φύσις καὶ κτίσις ἀνθρώ‐ πων φυλακτήριον κέκτηνται· ὃ δαίμονες φρίττουσι, καὶ

59

.

590

(50)

ὁ διάβολος τρέμει· ὃ ἄγγελοι ὑμνοῦσι, καὶ οὐρανοὶ εὐλο‐ γοῦσιν· Ἐκκλησίαι δὲ σεμνύνουσι τὸν ἐν αὐτῷ σταυρω‐ θέντα Χριστόν! ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνα, τῶν αἰώνων. Ἀμήν.589