TLG 2062 240 :: JOANNES CHRYSOSTOMUS :: In principium indictionis, in martyres [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In principium indictionis, in martyres [Sp.]

Citation: Vol — pg — (ln)

59

.

575

(1t)

Εἰς τὴν ἀρχὴν τῆς ἰνδικτιῶνος τοῦ νέου ἔτους, καὶ εἰς μάρτυρας, καὶ εἰς αἱμόῤῥουν.
2 αʹ. Ἐπάλληλον σημεῖον παρὰ τοῦ Δεσπότου Χριστοῦ ἡ τῶν ἀγαθῶν ἐπομβρία, καὶ ἄλλος ἄλλον διαδέχεται πλοῦ‐ τον. Ἰδοὺ καὶ σήμερον ἡμᾶς ἑστιῶσιν οἱ καλλίνικοι
5μάρτυρες, τοὺς οἰκείους ἄθλους προτεθεικότες εἰς ἐπί‐ κοινον εὐφροσύνης συμπόσιον. Ἔδει γὰρ, ἔδει τοὺς ἀεὶ νεάζοντας τῇ χάριτι μάρτυρας, καὶ τῇ τοῦ ἔτους εἰσόδῳ γενέσθαι τοῖς εὐσεβέσιν ἀφορμὴν δεξιώσεως· ἔδει τοιαύ‐ την τῷ νέῳ ἐνιαυτῷ τοῖς πιστοῖς ὑπαντῆσαι τὴν ἀγαλ‐
10λίασιν· ἔδει μετὰ τοσαύτης ἡμᾶς εὐλογίας ἀσπάσασθαι τῆς τοῦ χρόνου ἐναλλαγῆς τὰ προοίμια· ἔδει τὴν τῆς παρούσης ἡμέρας πανήγυριν τῷ χορῷ τῶν ἁγίων τετι‐ μημένην ὑποδέξασθαι· ἔδει τὸν κύκλον τοῦ ἔτους τῷ τῶν μαρτύρων κοσμηθῆναι στεφάνῳ· ἔδει τοιαύτῃ χρήσασθαι
15ἐπὶ τοῦ ἐπιστάντος ἐνιαυτοῦ τῇ εὐωχίᾳ, ἐπαγομένους καὶ τὴν τῶν μαρτύρων τιμήν. Αὐτοὶ γάρ εἰσι πάσης εὐφροσύνης τῷ γένει παραίτιοι οἱ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, οἱ καὶ μετὰ θάνατον τῆς αὐτοῦ δυνάμεως κήρυκες, οἱ τὸν ἀπατεῶνα ὄφιν ποσὶ καρτερίας καταπα‐
20τήσαντες, καὶ τὸν τυραννόφρονα λέοντα φιλοθεΐας χερσὶν ἀποπνίξαντες, καὶ τὴν ἀλήθειαν φανερώσαντες· οἱ τὴν παροῦσαν ζωὴν ὡς ματαίαν μισήσαντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ὡς υἱοὶ μητέρα, ποθήσαντες· οἱ διὰ θανάτου τὰς τῆς ἀθανασίας πύλας ἀνοίξαντες, καὶ τὸν
25τοῦ θανάτου γεννήτορα τῷ οἰκείῳ θανάτῳ νεκρώσαντες· οἱ ἐν σώματι τοὺς ἀσωμάτους νικήσαντες δαίμονας, οὐ δυνάμει σώματος, ἀλλὰ πίστει ψυχῆς· διὰ πίστεως γὰρ τῶν τοῦ κόσμου κατηγωνίσαντο πάντων, ἧς οὐδὲν Χρι‐ στιανοῖς αἱρετώτερον. Πίστιν γὰρ κεκτημένοι συμπρά‐
30κτορα τοὺς λόγους ἔργοις ἐβεβαίωσαν. Μέγα μὲν γὰρ ὡς ἀληθῶς τὸ τῆς δικαιοσύνης κατόρθωμα· λαμπρὰ δὲ καὶ τῆς σωφροσύνης ἡ ἀρετή· χρήσιμος ὁμοίως καὶ τῆς φιλοπτωχίας ἡ ἐπιμέλεια· καλὴ μετὰ τούτων καὶ τῆς ἐγκρατείας ἡ ἄσκησις· φέρει δὲ τὴν κατὰ πάντων νίκην
35τὸ δυνατὸν τῆς πίστεως πλεονέκτημα. Αὕτη ποτὲ τοῦ Ἀβραὰμ τὴν χερσεύουσαν τῆς Σάῤῥας γαστέρα μετὰ τὴν πολλὴν τοῦ χρόνου δαπάνην πρὸς γόνιμον ἐγεώργησεν ἄρουραν· ταύτῃ καὶ Μωϋσῆς πεζεύεσθαι πλεομένην ἐποίησε θάλασσαν· διὰ ταύτης Ἠλίας προσέταττεν οὐ‐
40ρανῷ, καὶ ἠκούετο· αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη· λεπρὸς διὰ πίστεως τῶν τοῦ πάθους ἀπηλλάγη φολίδων· τυφλὸς δι’ ἐκείνης ὀφθαλ‐ μοὺς, οὓς ἡ φύσις οὐκ ἤνεγκεν, ἀπέλαβε· ταύτην συμ‐ μαχοῦσαν ἡ Χαναναία λαβοῦσα, βιασθεῖσα περὶ γονὴν
45ἀφήρπασε τὴν θυγατέρα τοῦ κατέχοντος δαίμονος. Ἐξήρανε καὶ λανθάνουσα πίστις αἱμάτων ῥοὰς, καὶ ἐπ’ ἄλλων μὲν προλαμβανούσης αἰτήσεως ἠκολούθει τὸ δῶ‐ ρον, ἐνταῦθα δὲ σιγῶσα παρὰ σιγῶντος, ὡς ἐνόμιζεν, ἀπεσύλα τὸ χάρισμα. Ὢ γυναικὸς ἀθλίας καὶ μακαρίας

59

.

575

(50)

ὁμοῦ! ἀθλίας διὰ τὰ πρῴην, μακαρίας διὰ τὰ δεύτερα· Ἰδοὺ γὰρ, φησὶ, Γυνὴ ἐν ῥύσει αἵματος αὐτῆς δώ‐ δεκα ἔτη. Τοσοῦτος ἡμερῶν εἰ ἦν ἀριθμὸς, ὁπόσος ἐτῶν ἠνάλωτο χρόνος, κατεδάμασεν αὐτὴν ἂν, οὐχὶ δὲ ἔτη δώδεκα. Εἰς φύσιν, ὡς οἶμαι, τὸ πάθος μετέπεσεν· ἥτις
55ἰατροῖς προσαναλώσασα τὸν βίον ὅλον, τῷ τοῦ σώματος μαρασμῷ καὶ τὴν τῶν χρημάτων προσέθηκε μείωσιν· ὑπ’ οὐδενὸς δὲ ἴσχυσε θεραπευθῆναι. Ὢ τὸ, Οὐκ ἴσχυσεν· ἀνταγωνιστὴν εἶχεν ἡ γυνὴ τὸν τοῦ πάθους πολέμιον· ἐπήγαζεν ἄρα τῆς γυναικὸς ἡ γαστὴρ, κρουνός τις
60αἱμάτων ἀνελλιπὴς κατεφέρετο· οὐδὲ τοσούτου χρόνου τὸ μῆκος τῷ τῆς δυσωδίας ὀχετῷ τὴν φορὰν ἐδαπάνα. Ὀδύναις ἔτι καὶ φροντίσιν ἐκόπτετο τὴν διάνοιαν, πῶς τὸν δεσμὸν διαῤῥήξει τοῦ χαλεποῦ ἀῤῥωστήματος, πῶς τὸ δωδεκάετες ἀποτινάξεται πάθος, πῶς λύσει τὰς ἀνεν‐
65δότους ὠδῖνας, πῶς στήσει τὰ ἀχαλίνωτα ῥεῖθρα, πῶς παύσει τῶν φλεβῶν τὴν μανίαν· πάντων ἰατρῶν νυκτοπο‐ ροῦσα καὶ συρομένη κατετρίβετο θύραις· παρῃτεῖτο γὰρ τὸ
φῶς, μὴ αἱ τῶν αἱμάτων κατιοῦσαι σταγόνες ἀτραπὸνColumn end

59

.

576

ἐργασάμεναι, στηλιτεύσωσι τὴν λανθάνουσαν τῆς βαδι‐ ζούσης αἰσχύνην. Μισθὸν τοῖς θεραπεύειν ἐθέλουσι, πᾶσαν ἣν εἶχε περιουσίαν ἐξήντλησε, τῆς ἀνάγκης βια‐ ζομένης τὴν δόσιν· ἡ γὰρ ἐπιθυμία τῆς ὑγιείας πείθει
5χρημάτων μὴ φείδεσθαι. Καὶ οὕτως ἰατροὶ πάντες τῇ νόσῳ πολεμοῦντες, ἠτόνουν· ποικίλαι φαρμάκων ἐπί‐ νοιαι τὴν τοῦ πάθους οὐκ ἴσχυον ἐξημεροῦν ἀγριότητα· ὥσπερ γάρ τι δύσκωφον θηρίον τῆς τῶν ἐπᾳδόντων τέχνης ἀνήκοον ἔμενεν, ὥσπερ ἀντιλέγειν τοιαῦτα δο‐
10κοῦν τοῖς βιαζομένοις ἀνόνητα· Τί μάχεσθε δυνατωτέρῳ θηρίῳ; χρόνος με τοσοῦτος τῆς ἐν σώματι νομῆς οὐκ ἐσύλησεν, ἰατρευόντων ἐπιστήμαις οὐκ εἴκω χρήμασιν οὐδεὶς ἐξαγοράσει τὴν δύναμιν, οὐδείς μου τὴν φορὰν τῶν ἐπὶ γῆς ἀνακόψει· εἷς με μόνος ἐκ παρθένου γεν‐
15νηθεὶς ἰατρὸς φυγαδεύσει· ἐκείνου κἀγὼ πρὸς δόξαν φυλάττομαι· μάρτυς μετὰ τῶν ἄλλων τῆς ἐκείνου τηροῦ‐ μαι δυνάμεως. Τί οὖν ἀπράκτους ἐπιδείκνυσθε πόνους, δεσπότου προαρπάζειν οἱ δοῦλοι βιαζόμενοι νίκην; Οὐ φείσομαι τοῦ πλάσματος, ἂν μὴ τὸν πλάστην θεάσωμαι.
20Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα! χρόνου μῆκος, ἀλ‐ γηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς. Ἀλλὰ τοσοῦτοι πολέμιοι τὸ τῆς πίστεως τῆς κινδυνευού‐ σης οὐκ ἐσύλησαν ὅπλον· τοσαῦται τῶν δεινῶν τρικυμίαι
25τῇ γυναικὶ ναυάγιον οὐκ εἰργάσαντο· τοσαῦται πειρα‐ σμῶν προσβολαὶ τὴν ὑπομένουσαν οὐ κατέβαλον γυναῖκα. Εἶδε, φησὶ, τὸν Ἰησοῦν. Εἶδεν ἡ ἀπολλυμένη τὸν σώ‐ ζοντα, εἶδεν ἡ δεδεμένη τὸν λυτρωτὴν, εἶδεν ἡ χειμαζο‐ μένη τοῦ κόσμου τὴν ἄγκυραν, εἶδε τὸν ἄνωθεν ἐλθόντα
30τῶν παθῶν βασιλέα, εἶδεν ἐλπίδα χαρᾶς ἀπροσδόκητον, εἶδε θεραπείαις ἀκαταγώνιστον δύναμιν, εἶδε πηγὴν ἰαμάτων ἀμισθὶ μερίζουσαν νάματα, εἶδε ζωὴν νεκρου‐ μένοις ἐνδημήσασαν· εἶδε, καὶ τοιαύτην εὐθυμίας ἀν‐ έστρεφεν ἔννοιαν. Εὗρον, λέγουσα, θεραπευτὴν ἐπιτή‐
35δειον· οὗτος ὁ ἰατρὸς μισθὸν οὐκ ἀπαιτήσει χρυσίου· ἕνα μισθὸν, ὡς οἶμαι, γνώμην ἀπαιτήσει γνησίαν· μίαν πίστεως ἐπιζητήσει με δόσιν. Ἀλλ’ ἔχω· ταύτης γάρ με μόνης ἡ νόσος οὐκ ἀπεστέρησεν. Ἀλλὰ λογισμῶν ἀπορίαις ἀνθέλκομαι. Τί γάρ; προσδραμοῦσα κατάσχω;
40Τὸν ἀπὸ τοῦ πλήθους ὑποστέλλομαι κίνδυνον. Βοήσω τὰ κατ’ ἐμαυτήν; Διώξουσιν ὡς ἀκάθαρτον. Κρύψω τὴν συμφοράν; Ἀλλὰ τὴν ὀδύνην οὐ φέρω. Ὡς ἰατρῷ προσδράμω τῆς φύσεως; Ἀλλ’ ὡς βασιλέα φοβοῦμαι. Ὡς ἱκετεύουσαν δέξεται; Μὴ ὡς μολύνουσαν φύγῃ.
45Ἐλεήσει τὸ πάθος; Μὴ κατακρίνῃ φανεῖσαν. βʹ. Τί οὖν δράσω; ποῖον ἀναδέξομαι λογισμόν; ἀναίσχυν‐ τος φανῶ; Αἰδοῦμαι, μὴ πάλιν ἀθεράπευτος μείνω. Μὴ δειλιάσω τὸ πλῆθος, καταφρονήσω τοῦ δέους, θέατρον γένωμαι, φύγω τὸν ἔξωθεν γέλωτα· ἰάσομαι τὸν ἔνδοθεν

59

.

576

(50)

πόλεμον. Ὁ νόμος ὡς ἐῤῥυπωμένην μισεῖ, ὁ νομοδότης ὡς νοσοῦσαν οἰκτείρει. Προθυμία καὶ ὄκνος τῆς γυναικὸς τὴν ψυχὴν ἐμερίζοντο· ἀλλ’ εὗρε πίστιν μεσῖτιν τῆς ἐγχειρήσεως. Προσελθοῦσα γὰρ, φησὶν, ὄπισθεν τοῦ Ἰησοῦ, Ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
55Ἔλεγε γὰρ ἐν ἑαυτῇ, ὅτι Μόνον ἐὰν ἅψωμαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι. Ὢ κλοπῆς πίστιν κτησαμένης μητέρα! ὢ κλοπῆς, ἣν αὐτὸς ἐπ‐ ῄνεσεν ὁ τὰς κλοπὰς τιμωρούμενος! ὢ κλοπῆς τὸν κλα‐ πέντα τερπούσης! ὢ σύλων στεφανουμένων ἐκ δικαστοῦ!
60Καὶ ὅρα τὸ θαυμαστόν. Λῃστεύσασα τὸ κέρδος, ὡς χαρι‐ σαμένη θαυμάζεται. Ἔλεγε γὰρ ἐν ἑαυτῇ. Ὁ Θεὸς, φησὶ, Δεσπότης ἐστὶν οὐδὲν ἀγνοῶν· Δεσπότης, σωμα‐ τικῶν ὀφθαλμῶν οὐ δεόμενος, ἰατρός ἐστι ψυχὰς ἰώμε‐ νος, ὀφθαλμός ἐστι λογισμοὺς ἐμβατεύων· ὁρᾷ καὶ κρυ‐
65πτομένην ἐμὲ, ἀκούει καὶ μὴ λαλούσης ἐμοῦ, ἅπτεται, κἂν ἀφέστηκα· οἶδεν, ὅτι πάντως ὡς ἀναξία τὴν θέαν
οὐκ ἤνεγκα. Τί οὖν; Λανθάνουσαν ποιήσομαι πρόσοδον,575

59

.

577

καὶ τῇ γνώμῃ τιμῶσα, καὶ οὐ καθυβρίζουσα τῇ ὄψει, κατόπιν ἅψομαι τοῦ χιτῶνος ἐλθοῦσα· ἀρκεῖ μοι καὶ τοῦτο μόνον, ἂν ἐπιτύχω, πρὸς ἴασιν· πάντως γάρ που καὶ αὐτὸς τῆς τοῦ φοροῦντος ἐνεργείας πεπλήρωται. Οὐ
5δύναται γὰρ τὸ τῆς ζωῆς περιβόλαιον μὴ καὶ αὐτὸ σω‐ τηρίας ἀποπέμπειν ἀκτῖνας. Μέγας ἦν ἐν προφήταις Μωϋσῆς, καὶ λαοῦ δυσκόλου σωφρονιστὴς, ἀλλ’ ὅμως ἄν‐ θρωπος· οὗτος δεσπότης ἐκείνου, καὶ φιλάνθρωπος. Εἰ οὖν τοῦ δούλου ἡ ῥάβδος τὴν Ἐρυθρὰν διέτεμε θάλασσαν,
10τειχοποιίαν ἐργασαμένη ἐν τοῖς ὕδασι, πῶς οὐκ ἂν τοῦ Δεσπότου τὸ κράσπεδον πετρώσῃ τῶν αἱμάτων τὰ ῥεύ‐ ματα; Ζηλωτὴς ὁ Ἠλίας, καὶ θερμὸς τοῦ Θεοῦ ὑπηρέτης, ἀλλὰ καὶ αὐτὸς εἷς ὑπῆρχε τῆς φύσεως, καὶ ὅμως μηλω‐ τὴν εἶχε θαυμάτων ἐργάτιν. Αὖθις Ἐλισσαῖος κληρονο‐
15μήσας μετὰ προσθήκης τοῦ διδασκάλου τὴν χάριν, ἐχα‐ λίνου τῇ μηλωτῇ τοῦ Ἰορδάνου τὰ ῥεῖθρα. Εἰ οὖν τοσ‐ αύτη παρὰ τοῖς προφήταις ἡ χάρις, πόση ἔσται τοῦ παρ’ αὐτῶν προφητευομένου ἡ δύναμις; Τί συντόμως οὐ λέγω; Πέτρου ἡ σκιὰ θεραπεύει· καὶ τὸ τοῦ Χριστοῦ ἱμάτιον
20οὐκ ἰάσεται; Αἰσθάνομαι, πόσον μοι καὶ τὸ βουλεύσασθαι μόνον τὴν τρέχουσαν ἐχαλίνωσε νόσον. Ὢ πίστεως, ἀνα‐ βολὴν μὴ παρασχούσης τῷ πάθει! Ἐπίστευσε γὰρ μόνον, καὶ τὸ πολεμοῦν ἐδραπέτευεν· ἐπίστευσε, καὶ τὸ φιλόνει‐ κον οὐκ ἀντεῖπε θηρίον· ἐπίστευσε, καὶ ἡ τῶν αἱμάτων
25ἀένναος ἐξηράνθη πηγὴ, καθάπερ ὑπό τινος ἀοράτου τυφλωθεῖσα καυτῆρος. Ἀλλ’ ἡ μὲν ἱματίου καθήπτετο, καὶ τοῖς ἔξωθεν παρήγγιζεν· ὁ δὲ τοὺς ἔνδοθεν λογι‐ σμοὺς ἐπεγίνωσκεν. Ἐκείνη μὲν ἀφανῶς τῷ σώματι τὴν θεραπείαν ἐξήντλησεν· ὁ Σωτὴρ δὲ αὐτῆς τὸ ψυχι‐
30κὸν ἐδημοσίευσε κάλλος· οὐκ εἴασε γὰρ τοιαύτην εὐσε‐ βείας ἀθριάμβευτον ὡραιότητα· οὐκ ἀφῆκε δικαιοσύνης σπινθῆρα λήθης παραδοθῆναι νυκτί. Ἐχαρίσατο τῷ βίῳ ἡ τῶν Εὐαγγελίων διήγησις, μιᾶς γυναικὸς πίστιν, Θεὸν καλῶς συλησάσης τῇ ἀδιστάκτῳ γνώμῃ. Τίς ἡ διὰ κλο‐
35πὴν ὡς πίστει τιμωμένη; Προέλαβε τὸν λῃστὴν ἡ πίστις
τῆς γυναικός· πρὸ τῆς ἐκείνου γλώσσης ἡ ταύτηςColumn end

59

.

578

εὐφημεῖται παλάμη· πρὶν ἐκεῖνος φωνῇ συλήσῃ τὸν παράδεισον, ἐλῄστευσεν αὕτη τῆς βασιλείας τὸν χορηγὸν τῇ σιωπῇ. Γνοὺς γὰρ, φησὶν, ὁ Ἰησοῦς τὴν ἐξελθοῦ‐ σαν δύναμιν ἐξ αὐτοῦ, ἐπηρώτα τοὺς μαθητὰς, τίς
5μου ἥψατο; πῶς οὐκ ἔγνωτε τὴν κλοπήν; πῶς ἠγνοή‐ σατε τὴν λῃστείαν; τίς μου ἥψατο; τίς νόσου ἐκ τῶν ἐμῶν θησαυρῶν ὑγείαν ἐπλούτησε; τίς μου ἥψατο; Τί λέγεις, ὦ Δέσποτα; σὺ δέδωκας, καὶ τὴν δεξαμένην οὐκ οἶδας; τὴν πίστιν εἶδες, καὶ τὴν πιστεύουσαν οὐκ ἐγνώ‐
10ρισας; τὴν λανθάνουσαν κατενόησας γνώμην, καὶ τὴν φαινομένην οὐκ ἐσκόπησας ὄψιν; Τίς μου ἥψατο; Τίς σου ἥψατο; τίνι τὸ φάρμακον τῆς ἐνεργείας ἐπέθηκας; τίνι τὴν ἴασιν ἐξέπεμψας, Δέσποτα; Τὸ πάθος ἐδίωξας, καὶ τὴν σωθεῖσαν ἠγνόησας; Τίς μου ἥψατο; τίς με τῇ
15διανοίᾳ πρὸ τῶν χειρῶν ἐψηλάφησε, τίς μου κατέσχε λογισμὸς τὴν θεότητα; τίς ὁ δίκαιος οὗτος τῆς ἐμῆς ἐνεργείας λῃστής; τίς αὐτοῦ τῆς ἐσβεσμένης σωτηρίας τὸν λύχνον ὑπανῆψεν ἐκ τῆς ἐμῆς λαμπάδος; Τίς μου ἥψατο; Ἢ μάθω παρ’ ὑμῶν, ἢ διδάσκω. Ἐβουλόμην
20πρὸς τὸ τῆς ὑποθέσεως πέρας δραμεῖν· ὁ καιρὸς δὲ λοιπὸν ἑτέραν τῷ θαύματι φυλάττει διδασκαλίας ἡμέραν. Εἰ γὰρ ἐκείνη δωδεκαέτη χρόνον πολεμηθεῖσα τῷ πάθει, τὸν τῆς ὑπομονῆς οὐκ ἐξέλυσε τόνον, ἡμεῖς ἄλλην μίαν ἡμέραν τοῖς μακροῖς ἀγῶσι τῆς γυναικὸς οὐκ ἐναπομεί‐
25νωμεν; ἧς τὴν πίστιν καὶ ὁ τῶν μαρτύρων δῆμος ἐζή‐ λωσεν, οὐ δεσποτικῶν κρασπέδων ἁψάμενοι, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα διὰ Χριστὸν ἐκδυσάμενοι. Καὶ ἡμεῖς τοί‐ νυν, ἀγαπητοὶ, πρὸς ζῆλον τῆς ὁμοίας πίστεως τὰς ἡμε‐ τέρας διαναστήσωμεν γνώμας· μὴ γενώμεθα χείρους
30μιᾶς γυναικὸς ἀλλοφύλου, εἰ εἰς εὐσέβειαν πλέον ἡμεῖς ἢ ἐκείνη ἀπελαύσαμεν θέας. Ἐκείνη μόνον ἤρκεσεν ἅπαξ ἱματίου καθάψασθαι· ἡμεῖς δὲ καθ’ ἑκάστην, ὡς ἴστε, τὸ τοῦ Σωτῆρος σῶμα κατέχοντες, κἂν ὡς τρεφό‐ μενοι τοῖς τοῦ Δεσπότου μέλεσιν, εὐχαριστίαν προσφέ‐
35ρωμεν· αὐτῷ γὰρ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.577