TLG 2062 239 :: JOANNES CHRYSOSTOMUS :: In illud: Attendite ne eleemosynam vestram faciatis coram hominibus [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Attendite ne eleemosynam vestram faciatis coram hominibus [Sp.]

Citation: Vol — pg — (ln)

59

.

571

(5t)

Εἰς τὸ, «Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων.»
6 αʹ. Οἱ σοφοὶ καὶ ἐπιστήμονες τῆς γεωργίας τεχνῖται, ὅταν μετὰ πάσης φροντίδος καὶ ἐπιμελείας τὰ κατὰ γῆς βλαστήματα φυτεύσωσιν, αὐτὰ τὰ φυτὰ πρότερον εἰς μῆκος διεγείρουσιν, εἶθ’ οὕτω τὰς παρενοχλούσας φυά‐
10δας τεχνικῶς τέμνουσιν. Τὸ αὐτὸ καὶ ὁ νομοθέτης Μω‐ σῆς πεποίηκεν· πρότερον γὰρ κατεφύτευσε τὴν μοναρ‐ χίαν εἰς τὴν τῶν ἀνθρώπων διάνοιαν, εἶθ’ οὕτως ἐξέτεμε τὴν πολυαρχίαν διὰ τὴν τῶν ἀνθρώπων διάνοιαν. Καὶ πῶς κατεφύτευσεν τὴν μοναρχίαν; Ἄκουσον αὐτοῦ
15λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· καὶ πάλιν, Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Καὶ πῶς τὰς παρενοχλούσας φυάδας τῆς πολυαρχίας ἐξέτεμε, μάθε· Οὐ ποιήσεις, φησὶ, θεοὺς χωνευτοὺς, οὐδὲ προσκυ‐
20νήσεις θεοὺς ἀλλοτρίους· ἐγὼ γὰρ, ἐγὼ Κύριος ὁ Θεός σου. Τοῦτο δὲ καὶ σήμερον αὐτὸς ὁ Θεὸς καὶ Σω‐ τὴρ ἡμῶν ποιεῖ. Ἐπειδὴ γὰρ πρῴην ταῖς ἡμετέραις ψυχαῖς κατεφύτευσε τὴν καλὴν ἐλαίαν τῆς ἐλεημοσύνης, καὶ τὸν καρπὸν αὐτῆς ἐστεφάνωσεν, τουτέστι τοὺς
25ἐλεήμονας, καὶ ἐμακάρισεν εἰπὼν, Μακάριοι οἱ ἐλεήμο‐ νες, ὅτι αὐτοὶ ἐλεηθήσονται· εἰκότως ὅτι σήμερον τὰ παρενοχλοῦντα τῆς ἐλεημοσύνης ἀνακόπτει μάταια καὶ ἀποκαθαίρει. Πρῴην γὰρ πάντας ὁμοῦ πρὸς ἐλεη‐ μοσύνην διεγείρων, καὶ τὸν μὲν πένητα ἀπὸ τῆς πενι‐
30χρᾶς χήρας τῆς ἐν Σαράφθοις τῆς Σιδωνίας ἐπαίδευσε, μὴ προφάσεις τῆς ἀπανθρωπίας τὴν πενίαν προβάλ‐ λεσθαι· τὸν δὲ πτωχὸν ἀπὸ τῆς πτωχῆς χήρας τῆς ἐν τοῖς Εὐαγγελίοις καταβαλούσης τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον, διήγειρεν, ὥστε τὸν πτωχὸν πλοῦτον τῆς
35ἐλεημοσύνης μετὰ προθυμίας συνεισφέρειν· τὸν δὲ ἔμπορον ἀπὸ τῆς τρικυμίας τῆς θαλάσσης ἐχαλίνωσε, τοῖς πένησιν μᾶλλον ἢ τῇ θαλάσσῃ μεταδιδόναι· τὸν δὲ κατὰ γῆν πραγματευόμενον περιέσφιγξε προλαβεῖν τῇ γνώμῃ τὴν ἀνάγκην, καὶ πρὸ τῆς ἀνάγκης τὸν Θεὸν
40μᾶλλον προτιμᾷν, ἤπερ τὸν λῃστήν. Ἐπειδὴ πάντας ὁμοῦ πρὸς ἐλεημοσύνην παιδεύσας, εἶδεν, ἀφ’ ὧν ἐπαινέ‐ σεται, ἀποδεξάμενος ὡς ἕτοιμός ἐστιν ἕκαστος, καθάπερ φυτὸν εὐθαλὲς πρὸς ἐλεημοσύνην κλιθέν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διὰ τοῦτο
45συναναιρεῖ τὰς παρενοχλούσας τῆς ἐλεημοσύνης ὑποκρί‐ σεις. Τί λέγων; Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς, οὐχ ὅτι ἡμῶν ἐπιτηδείως τὴν ἀνάγνωσιν ταύτην προβαλλομένων, ἀλλὰ τῆς προτέρας ἀκολουθίας τῶν

59

.

571

(50)

ἀναγνωσμάτων παραπεμπούσης. Προσέχετε τὴν ὑμῶν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε· αὕτη γὰρ ἡ ἐπίδειξις ἐκείνων ἀφανίζει τὸν μι‐ σθόν· ἡ τοιαύτη δόσις ἀποστερεῖ ἐκείνους τῆς μελλούσης
55ἀγαθωσύνης. Οὐδὲν γὰρ οὕτω πικρὸν πάθος ἐστὶν τῆς ψυχῆς, ὡς τὸ τῆς κενοδοξίας. Ὅταν γὰρ πολλὰ κατορθώσω‐ μεν τῶν ἐπιταγμάτων, τότε τῆς κενοδοξίας παραφύεται νόσημα. Ἀλλὰ πρόῤῥιζον αὐτὸ ἐξέτεμεν ὁ Σωτὴρ ἀφ’ ἡμῶν, διδάξας ἡμᾶς ἐν τῷ κρυπτῷ τὰς ἐλεημοσύνας
60ποιεῖν. Ἀλλὰ πάντως ἐρεῖς· Τί οὖν; οὐ δυνάμεθα ποιῆσαι· οὐ γάρ ἐστι δυνατὸν διδόντα τοῖς πένησιν, ἢ προσφέροντα τοῖς ἱερεῦσιν, ἢ βάλλοντα εἰς τὸ γαζοφυ‐ λάκιον, μὴ θεαθῆναι. Οὐκοῦν καὶ πρὸς τὴν δόσιν τῆς ἐλεημοσύνης ὀκνηροτέρους ἡμᾶς κατέστησας διὰ παν‐
65τός. Νῦν οὖν ὠφελῆσαι τὰς ψυχὰς τῶν ἐμῶν φίλων καὶ
ἀδελφῶν βούλομαι, καὶ παντὸς νοσήματος ἀπαλλάξαι,Column end

59

.

572

(5)

χάριτι τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὸν τρόπον τοῦ γινομένου διορθώσασθαι. Τὴν γὰρ προαίρεσιν ἐτάζει τοῦ ποιοῦντος ἐλεημοσύνην. Διὰ τοῦτο καλῶς ἐπάγει λέγων· Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ
10οἱ ὑποκριταί· οὐχ ὅτι σάλπιγγας εἶχον ἐκεῖνοι, ἀλλ’ ὅτι μὲν τὸ προσωπεῖον ἐλεημοσύνης ἦν, ἡ δὲ ψυχὴ τοῖς ἀνθρώποις ἐστρατεύετο, καὶ πρὸς τὴν ἐκείνων ἐβάδιζον θέαν. Οὐ γὰρ διὰ τὸν Θεὸν ἐποίουν ἐλεημοσύνην, ἐλπί‐ ζοντες ἐλεηθῆναι παρ’ αὐτοῦ, καὶ λαβεῖν τὸν ἐπηγγελ‐
15μένον μισθὸν ἑκατονταπλασίονα· ἀλλὰ διὰ τὸ τῆς προσ‐ καίρου δόξης ἀπολαύειν τῶν ἀνθρώπων, παρεῖχον. Οὐδὲν οὖν ἔλαττον τῶν ἐν τοῖς θεάτροις φιλοτιμουμένων, καὶ τῶν ἐπὶ ταῖς κεναῖς δόξαις τὰς ἰδίας ὑπάρξεις σκορπι‐ ζόντων, οὐ διὰ τὸν τῆς ψυχῆς χρήσιμον καρπὸν, ἀλλὰ
20διὰ τὸν τῶν ἀνθρώπων ἔπαινον τὸν μάταιον. Περιτρέ‐ πεται γὰρ ὁ ἔπαινος πολλάκις ἐκεῖνος πρὸς ὕβριν, καὶ πολλὰ δαπανήσαντες, πολλὰ καθυβρίζονται. Ἐπίβλεπε πόσα δαπανῶσι χρήματα κατὰ τὰς ἱπποδρομίας· καὶ ὅταν πολλὰ δαπανῶσι, τότε πλείονα παρ’ ἐλαχίστων καὶ
25ἀπεῤῥιμμένων ἀνθρώπων ὑβρίζονται. Τὴν γὰρ τῶν ἵππων ἀσθένειαν τοῖς ἀνθρώποις προστρίβουσιν· καὶ ὁ μὲν ἵππος σφάλλεται, ὁ δὲ φιλότιμος ἀτιμάζεται· καὶ ὁ μὲν ἄλογος ἵππος ἔπεσεν, ὁ δὲ λογικὸς ἄνθρωπος ἐξέπε‐ σεν· καὶ πολλάκις ἀποδυρόμενος εἶπε, Τί μάτην ἀπολῶ
30μου τὴν ὑπόστασιν; τί τοσοῦτον κάματον ὑπέμεινα καὶ τοσαύτας ζημίας, καὶ τῶν ὑπαρχόντων ἔκπτωτος ἐγενό‐ μην, ἵνα παρὰ τῶν ἀπηγορευμένων ὑβρισθῶ ἐσχάτως; Ὢ πόσους πένητας ἠδύναντο πλουτίσαι τὰ χρήματα ταῦτα τὰ μάτην ἀπολλύμενα! πόσους ἐκπεσόντας ἀνορ‐
35θῶσαι. Καὶ ῥέουσι μὲν ὥσπερ ἀπό τινος πηγῆς αἱ φιλοτιμίαι διὰ τὸν μάταιον ἔπαινον· ἀνεγείρονται δὲ ὥσπερ ἀπό τινος ποταμοῦ αἱ λοιδορίαι τῶν ἀλογίστων ἀνθρώπων. Ἄλλοι δὲ καὶ τῶν οἰκείων ψυχῶν καταφρο‐ νοῦσι, καὶ πάλιν ἕτεροι διὰ τὴν ἔριν τῶν ἵππων τοὺς
40ἰδίους οἴκους καταστρέφουσιν. βʹ. Ἀλλ’ ἐκείνους μὲν ἀφήσωμεν δαπανᾶσθαι καὶ λοιδο‐ ρεῖσθαι καὶ ματαιοφιλοτιμεῖσθαι· μάθωμεν δὲ πῶς χρὴ δαπανᾷν εὐσεβῶς τὰ χρήματα, καὶ πῶς χρὴ διάγειν εὐλαβῶς, καὶ προσδοκᾷν ἀντὶ τῶν ἐπιγείων τὰ οὐράνια.
45Οὐ γὰρ κωλύει σε δοῦναι Χριστὸς ἐλεημοσύνην, ἀλλὰ διδάσκει πῶς δεῖ ποιεῖν τὴν ἐλεημοσύνην· Μὴ μάθῃ ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου. Ἐνταῦθα δὲ πά‐ λιν οὐ τὰς χεῖρας αἰνίττεται, ἀλλ’ ὑπερβολικῶς αὐτὸ εἶπεν, ὡς ὅτι μὴ γνῷ ὁ πονηρός σου λογισμὸς, τί ποιεῖ

59

.

572

(50)

ἡ ἀγαθή σου γνώμη, ἵνα μὴ ἀνατρέψῃ σε τοῦ καλοῦ. Ἔγκειται γὰρ κατὰ τὴν θείαν φωνὴν ἡ διάνοια τῶν ἀνθρώπων εἰς τὰ πονηρά. Διὰ τοῦτό φησι, τὸ, Καὶ σεαυτὸν ἀγνοῆσαι, περισπούδαστον ἔστω σοι. Διὰ τί; Ἵνα ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ τὴν ἱλαρὰν,
55τὴν πρόθυμόν σου δόσιν τῶν πτωχῶν, ἀγαπήσῃ σε, καὶ ἀποδώσῃ σοι ἐν τῷ φανερῷ. Μέγα καὶ σεμνὸν τοῖς τὰς ἐλεημοσύνας ποιοῦσιν ἐκάθισε θέατρον· καὶ ὅπερ ἐπιθυ‐ μοῦσιν οἱ ἐλεήμονες, τοῦτο μετὰ πολλῆς τῆς περιουσίας δεδώρηται αὐτοῖς· ἵνα κἂν μυριάδες ἀνθρώπων θεω‐
60ρῶσιν ὑμᾶς ποιοῦντας ἐλεημοσύνην, ἀλλ’ ὑμεῖς μὴ προσέχητε αὐτοῖς, μηδὲ ἐπιθυμήσητε τὴν παρ’ αὐτῶν πρόσκαιρον δόξαν· ἀλλ’ εἰ βούλεσθε, φησὶ, θεατὰς ἔχειν τῶν γινομένων παρ’ ὑμῶν, λάβετε, φησὶ, τοὺς ἀγγέλους, καὶ τοὺς ἀρχαγγέλους, καὶ τὸν τῶν ἁπάντων δημιουρ‐
65γὸν καὶ Δεσπότην. Εἰ δὲ τοὺς ἀνθρώπους βούλεσθε ἔχειν θεατὰς τῶν πραττομένων, καὶ εἰς ἐπίδειξιν αὐτῶν ποιεῖν τὰς ἐλεημοσύνας, ἑκατὸν ἢ χιλίους ἕξετε θεατὰς εὐφη‐
μούντας ὑμᾶς. Ἐὰν δὲ τοὺς κατὰ τὸν παρόντα βίον571

59

.

573

ἐπαινοῦντας ὑμᾶς λαθεῖν σπουδάσητε, λαθεῖν δὲ οὕτως, ἵνα, κἄν τινες δοξάσωσιν ὑμᾶς, μὴ ἀποδέξησθε ἡδέως, καὶ εἰς ἔπαρσιν ἔλθητε, ἀλλὰ μᾶλλον ἀποστρέφεσθαι τοὺς τοιούτους, καὶ ἀνατρέπειν αὐτούς· καὶ τότε κατ’
5ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν, τῆς οἰκουμένης ἁπά‐ σης ὁρώσης λήψεσθε τοὺς στεφάνους τῆς δόξης. Ἐὰν διὰ τὸν Θεὸν, καὶ τὸν ἐκεῖ σοι μέλλοντα πλοῦτον ἀπο‐ θησαυρίζεσθαι παρ’ αὐτοῦ, ποιῇς τὴν ἐλεημοσύνην, καὶ οὐ διὰ τὴν πρόσκαιρον δόξαν· τότε ὥσπερ εἰς τοὺς ἰδίους
10κόλπους ὁ Θεὸς ὑποδεχόμενος ὑμῶν τὰ κατορθώματα τῆς ἐλεημοσύνης, πάντων τῶν ἀνθρώπων παρόντων ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε πάντων τῶν ἀγγέλων καὶ ἀρχαγγέλων παρόντων, ὅτε χιλιάδες καὶ μυριάδες ἀγγέλων παρεστήκασι· τότε ταῖς ἰδίαις
15αὐτοῦ ἀχράντοις χερσὶ προσκαλέσεται ὑμᾶς λέγων· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομή‐ σατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐ λῆς κόσμου. Δεῦτε, ἐγὼ γὰρ τοὺς ὑμετέρους καμάτους ὑπεδεξάμην· ἐγὼ τῶν ὑμετέρων χρημάτων τραπεζίτης
20ἐγενόμην. Ὅτε σὺ τὰς χεῖρας ἐξέτεινας τῷ πτωχῷ, ἐγὼ τοὺς ἐμοὺς διήνοιγον κόλπους· ὅταν σὺ ἐδίδους τὸν ἄρτον σου τῷ πένητι, ἐγὼ διὰ τῆς ἐκείνου κοιλίας ἐχορ‐ ταζόμην. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα. καὶ ἐποτίσατέ με. Τοιαύτης οὖν χαρᾶς
25ἀξιοῦσθε, οἱ ἐλεήμονες. Εἰ δὲ πρὸς ἐπίδειξιν ποιῆτε τὰς ἐλεημοσύνας, ἀπολήψεσθε παρ’ αὐτῶν τὸν μισθόν. Εἰ γὰρ ἐπιδείκνυσθαι χρὴ, πρῶτον πάντων τῷ Θεῷ ἐπι‐ δείξασθαι τῷ μάλιστα ἔχοντι ἐξουσίαν στεφανῶσαι, καὶ πρὸς τὸ θέατρον τῶν ἀγγέλων χειραγωγῆσαι. Τίς οὖν
30ἄρα οὕτως ἄθλιος, ὅστις τοῦ βασιλέως σπουδάζοντος ἐπὶ τὴν θεωρίαν τῶν αὐτοῦ κατορθωμάτων ἐλθεῖν, ἐκεῖνον ἀφεὶς πρὸς τοὺς ἐλαχίστους καθίζει τὸ ἑαυτοῦ θέατρον, καὶ μισθὸν παρ’ ἐκείνων ἐκδέχεται; Ἀλλ’ οὐδεὶς τῶν Χριστιανῶν τοιοῦτος· μὴ γένοιτο. Καὶ γὰρ ὅπερ ἐὰν
35ποιῶμεν οἱ Χριστιανοὶ, τὸν Χριστὸν πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ τὸ ὄνομα αὐτοῦ ὀνομάζοντες πράττομεν· αὐτὸς γὰρ διὰ τῶν αὐτοῦ Εὐαγγελίων δέδωκεν ἡμῖν ὁδὸν σωτηρίας, ἵνα πᾶσαν ἐλεημοσύνην ποιοῦντες, καὶ πᾶσαν ἀρετὴν μετερχόμενοι, ἐκείνῳ προσέχοντες, καὶ τὰ παρ’
40αὐτοῦ χαρίσματα κομιζόμενοι ποιῶμεν. Εἴτε γὰρ μάρ‐ τυρες τὰ αὐτῶν σώματα παραδεδώκασι τοῖς ἀνόμοις, δι’ ἐκεῖνον παρέδωκαν τὸν εἰπόντα· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν
45δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· εἴτε οὖν ἐκκλησίας, εἴτε ξενοδοχεῖα ἤνοιξάν τινες κατὰ πᾶσαν τὴν οἰκουμένην, δι’ ἐκεῖνον ἐποίησαν τὸν εἰπόντα, ὅτι Ξένος ἤμην, καὶ συνηγάγετέ με· εἴτε ταπεινο‐ φροσύνην μετερχόμεθα, δι’ ἐκεῖνον μετερχόμεθα τὸν

59

.

573

(50)

εἰπόντα· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· εἴτε δὲ τοῖς πένησιν ἄρτους παρέχομεν, δι’ ἐκεῖνον δίδομεν τὸν εἰπόντα· Ὃς δ’ ἂν ποτίσῃ ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μα‐ θητοῦ, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐτοῦ· εἴτε φυ‐
55λακὰς ἐπισκεπτόμεθα, δι’ ἐκεῖνον ἐπισκεπτόμεθα τὸν
εἰπόντα· Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με· εἴτεColumn end

59

.

574

τὰς χήρας καὶ τοὺς ὀρφανοὺς ἀμφιάζομεν, δι’ ἐκεῖνον ἀμφιάζομεν τὸν εἰπόντα· Γυμνὸς ἤμην, καὶ περιεβά‐ λετέ με· εἴτε καθόλου τοῖς πτωχοῖς διάδοσιν ποιοῦμεν, δι’ ἐκεῖνον τὸν εἰπόντα· Ἐφ’ ὅσον ἐποιήσατε ἐνὶ τῶν
5ἐλαχίστων τούτων, ἐμοὶ ἐποιήσατε· εἴτε τοὺς ὀνει‐ δισμοὺς ὑποφέρομεν ὑπὸ τῶν ἀσεβῶν ἐθνῶν, ὡς προσ‐ κυνοῦντες τὸν ὑπὸ Ἰουδαίων σταυρωθέντα, καὶ τὴν οἰκουμένην ζωοποιήσαντα, δι’ ἐκεῖνον τὸν εἰπόντα· Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι,
10καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδό‐ μενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μηδεὶς τοίνυν ὑπολαμβανέτω, ὅτι Χριστιανός ποτε πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων ποιεῖ τὴν ἐλεημοσύνην, διὰ τὴν παρ’ αὐτῶν μισθαποδοσίαν·
15μὴ γένοιτο. Ἅπαξ γὰρ τῶν εὐαγγελικῶν θησαυρῶν ἐνουθετήθημεν, καὶ πιστωθέντες ἐπιστεύσαμεν, καὶ πιστεύσαντες διεσώθημεν. Διὰ τοῦτο γὰρ καὶ ἀπὸ τῶν εὐαγγελικῶν ἀναγνωσμάτων κηρύττομεν. Ἀλλὰ καὶ ἀναγινωσκομένων τῶν ἁγίων Εὐαγγελίων, οὐχ ἁπλῶς
20οὐδ’ ὡς ἔτυχεν ἀκροώμεθα, ἀλλ’ ἱστάμενοι καὶ νήφοντες, καὶ μετὰ παντὸς φόβου παραδεχόμενοι τὰ παραγγέλ‐ ματα, οὐκ ἀναπίπτοντες τῷ φρονήματι, οὐ καθεζόμενοι τοῖς σώμασιν, οὐκ ἀπασχολούμενοι τοῖς τοῦ πλησίον διηγήμασι, τολμῶμεν παραπέμψασθαι· οὐ πλούσιος, οὐ
25πένης, οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐκ ἄνδρες, οὐ γυναῖ‐ κες, οὐκ ἄρχοντες, οὐκ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτὸς ὁ τὸ διάδημα τὸ βασιλικὸν περικείμενος, εὐθέως τῶν Εὐαγ‐ γελίων ἀναγινωσκομένων, ἵσταται μετὰ παντὸς φόβου καὶ μετὰ πάσης σπουδῆς, καὶ οὐδὲ τὸ διάδημα συγχωρεῖ
30περικεῖσθαι τῇ κεφαλῇ αὐτοῦ, ἀλλ’ ὑποκύπτει διὰ τὸν ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ὁμιλοῦντα Θεόν. Τί λέγων; Οἶδα τὴν ἀξίαν τοῦ δεδωκότος ἐμοὶ τὴν ἀξίαν, προσκυνῶ τὴν βασιλείαν τοῦ δεδωκότος μοι τὴν βασιλείαν, καὶ ἵσταμαι μετὰ φόβου, τῶν ἁγίων αὐτοῦ λογίων ἀναγινω‐
35σκομένων· ἐπειδήπερ, φησὶν, αὐτὸς ἔδωκεν ἄρχουσιν ἵστασθαι πρὸς τὸ βασιλικὸν ἐπινίκιον ἀναγινωσκόμενον. Καὶ ἵνα μὴ λοιδορήσῃ ὁ αἱρετικὸς, λέγων, ὅτι πρὸς καιρὸν ὀλίγον μόνον ὑποκρίνονται οἱ βασιλεῖς τοῦ Χριστοῦ τὴν τιμὴν, ἄκουσον τοῦ προφήτου λέγοντος (πρὸ πολλῶν
40γὰρ γενεῶν τὴν νῦν γινομένην εἰκόνα λέγει)· Βασιλεῖς ὄψονταί σε, καὶ ἐγερθήσονται ἄρχοντες, καὶ ἀναστή‐ σονται, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασι‐ λεῖς τῆς γῆς. Μάνθανε οὖν καὶ πίστευε, ὦ αἱρετικὲ, ὅτι εἰς τοὺς ἀπεράντους αἰῶνας διαμένει Χριστοῦ τοῦ
45Θεοῦ ἡμῶν ἡ βασιλεία, καὶ ἡ χάρις αὐτοῦ στεφανοῦσα πάντας τοὺς Χριστιανοὺς, καὶ χειραγωγοῦσα ἐν τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν. Οὕτω πάντες οἱ Χριστιανοὶ πάντα πράττουσιν πρὸς ἐκεῖνον ἀποβλέποντες, καὶ ἐπείσθημεν αὐτοῦ λέγοντος· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν

59

.

574

(50)

τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρα‐ νοῖς. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ ἐξουσία καὶ ἡ προσκύνησις σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ πα‐ ναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ παντοδυνάμῳ Πνεύ‐
55ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
Ἀμήν.573