TLG 2062 238 :: JOANNES CHRYSOSTOMUS :: De circo [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De circo [Sp.]

Citation: Vol — pg — (ln)

59

.

567

(45t)

Εἰς τὸ ἱπποδρόμιον λόγος.
46 Στάδιον ἡμῖν σήμερον πνευματικὸν καὶ δρόμος οὐρά‐ νιος ἀνέῳγε τοῖς ἑτοίμως πρὸς τὴν θεωρίαν τοῦ πνεύ‐ ματος ἔχουσιν, οὐ κατὰ τὸν ἐκ γῆς χοϊκὸν, ἀλλὰ κατὰ τὸν τοῦ πνεύματος ἐπουράνιον ἄνθρωπον· ἐφ’ ᾧ δεῖ τρέ‐

59

.

567

(50)

χειν μὲν κατὰ τὴν γῆν, σκοπεῖν δὲ κατὰ τοῦ οὐρανοῦ. Τοῦτο προήχθην ἱστορῆσαι πρὸς ἔλεγχον τῶν φιλοθεαμό‐ νων, τῶν τὸ πνευματικὸν τῆς σωτηρίας θεώρημα
παρορώντων, καὶ τὸ σωματικὸν τῆς πονηρίας ἱππο‐Column end

59

.

568

(44)

δρόμιον, μᾶλλον δὲ σατανοδρόμιον προτιμούντων. Θεώρει
45δὲ σπουδαίως, ἀγαπητὲ, μᾶλλον τὸ τῆς Ἐκκλησίας ἀπερίεργον ἱπποδρόμιον, ἔνθα Παῦλος ἀγωνίζεται, οὐκ εὐρίπου καὶ κάμπων κύκλους τρέχων, ἀλλ’ ἀπὸ Ἱερου‐ σαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ ἐκπληρῶν τὸ Εὐαγγέ‐ λιον τοῦ Χριστοῦ· ἔνθα ὁ Ἡλίας ἡνιοχεῖ, περὶ οὗ εἴρη‐

59

.

568

(50)

ται· Ἅρμα, ἅρμα, ἡνίοχε τοῦ Ἰσραὴλ, καὶ ἱππεὺς αὐτοῦ·
οὐκ ἀπὸ λευκῆς ἐπὶ σφενδόνα μιλιοδρομῶν, ἀλλ’ ἀπὸ γῆς567

59

.

569

εἰς οὐρανὸν πυρίνου ἅρματος κατατολμῶν, ἔνθα λαὸς οὐρανοπολιτῶν ἐπὶ τὴν θεωρίαν πάρεστι, καὶ κριτὴς πνευματικὸς καθέζεται, καὶ βασιλεὺς θεωρεῖ, καὶ ἐπινί‐ κιον οὐράνιον δῶρον τίθεται, καὶ μάστιγες φοβερᾶς κρί‐
5σεως πρόκεινται. Βούλεταί σε ὁ Θεὸς δι’ ἑαυτοῦ ἀγωνί‐ ζεσθαι. Διὸ καὶ δέδωκέ σοι τὸ τῶν Εὐαγγελίων τετράθη‐ ρον ἅρμα, ἐν ᾧ ἅρματι ἵπποι λευκοὶ κατὰ τὸν Ζαχαρίαν· ζυγαῖοι μὲν φῶς καὶ ἀθανασία, ἀκροτῆρες δικαιοσύνη καὶ ἀλήθεια, οἱ πορευόμενοι κατόπισθεν τοῦ ἅρματος
10τοῦ πορευομένου εἰς γῆν βοῤῥᾶ· περὶ οὗ λέγει ἡ Σοφία, Σκληρός τις ἄνεμος βοῤῥᾶς· σκληρὸν γὰρ ἀληθῶς πνεῦμα καὶ πονηρὸν ὁ διάβολος. Ἐν ἅρματι αὐτοῦ ἵπποι μέλανες· ὑποζύγιοι μὲν ὁ ᾅδης καὶ θάνατος, ἀκροτῆρες δὲ σκότος καὶ ἀπώλεια, οὓς δεῖ καθηνιοχεῖν τῷ ἅρματι
15τοῦ Χριστοῦ, ὅτι Τὸ ἅρμα, φησὶ, τοῦ Θεοῦ, μυριοπλά‐ σιον, χιλιάδες εὐθυνόντων, οὓς δεῖ καθηνιοχεῖν ἐν ταῖς τρικυμίαις τοῦ βίου, ὡς ἐν θαλάσσῃ. Ἐπεβίβασεν γὰρ εἰς θάλασσαν τοὺς ἵππους αὐτοῦ ταράττοντας ὕδατα πολλὰ, καὶ καταστρέφοντας τὰ ἅρματα τοῦ νοητοῦ Φα‐
20ραὼ, καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθράν. Ἔχει δὲ καὶ πάριππον ἄγγελον τὸν καταδιώκοντα καὶ παρα‐ σκοτοῦντα τοὺς ἵππους τοῦ ἐχθροῦ σου. Γενηθήτω γὰρ, φησὶν, ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγε‐ λος Κυρίου καταδιώκων αὐτούς. Ἔχεις ἐξ ἐναντίας
25τοὺς τὰς δόσεις αὐτοῦ καταγγέλλοντας Χαναναίους, Φαρι‐ σαίους, Σαδουκαίους· ἔχεις καὶ σὺ Μωϋσέα, Σαμουὴλ καὶ Δαυῒδ, οἳ προκατήγγειλαν περὶ τῆς ἐλεύσεως τοῦ δικαίου. Ἔχει ἐκεῖνος μεσαφέτας δαίμονας, Βὴλ καὶ Δαγὼν καὶ Βαὰλ καὶ Χαμὼς, οἳ τὸν Ἰσραὴλ ἔβαλλον ἀπὸ σκελῶν,
30καὶ τὰ κῶλα αὐτῶν ἔῤῥιψαν ἐν τῇ ἐρήμῳ· ἔχεις καὶ σὺ θυρανοίκτας Παῦλον, καὶ Σιλουανὸν, καὶ Τιμόθεον, καθὼς αὐτοί φασιν, ὅτι Θύρα ἡμῖν ἀνέῳγε μεγάλη καὶ ἐναρ‐ γὴς, καὶ ἀντικείμενοι πολλοὶ, οἳ καὶ ἐζήτησαν ἵνα δοθῇ αὐτοῖς λόγος ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν. Ἔχει
35ἐκεῖνος Φίλητον, Ἰούδαν, Δήμαν καὶ Ἑρμογένην, Ὑμεναῖον καὶ Ἀλέξανδρον τὸν χαλκέα ὑποκρίσεως γέ‐ μοντας· ἔχεις καὶ σὺ θεωρητὰς τὸν τῶν ἀγγέλων δῆμον, τὰ τῶν δικαίων τάγματα ἄνωθεν καθορῶντα· πῶς μὲν πάντες τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον. Εἷς ὁ
40κατὰ τὴν ἀλήθειαν λαὸς τοῦ Χριστοῦ, εἷς ἐν Χριστῷ βα‐ πτισθεὶς, καὶ Χριστὸν ἐνδυσάμενος· καὶ μηκέτι Ἰουδαῖος μήθ’ Ἕλλην, ἄρσεν καὶ θῆλυ, δοῦλος ἢ ἐλεύθερος, Σκύ‐ θης, Ἄρειος, Εὐνόμιος, Μαραθώνιος, ἀλλ’ εἷς ἐν Χρι‐ στῷ. Ἀξίως τοῦ Θεοῦ τρέχε, καὶ πολιτεύου, λαὲ τοῦ
45Θεοῦ, ἐν τῷ θεωρίῳ τοῦ παναγίου Πνεύματος. Μὴ τερ‐ πέτω σε τὰ προϊππικὰ κομβινεύματα, ἵνα μὴ καταλάβῃ σε τὰ πρὸ κρίσεως κινδυνεύματα. Εἰ βούλει κομβινεύειν καὶ διατάσσεσθαι, δύνασαι τοῦτο ποιεῖν μᾶλλον ἐν τῷ θεωρήματι πνευματικῷ. Ζεῦξον κατὰ τῶν θηλυμανῶν

59

.

569

(50)

ἵππων τοῦ διαβόλου τοὺς εὐσεβεῖς σου λογισμούς· ἀντι‐ διάταξαι κατ’ ἰσχυρῶν μακροθυμίαν. Κρεῖττον γὰρ, φησὶ, μακρόθυμος ἰσχυροῦ· κατὰ ἰουδαϊσμοῦ χριστια‐ νισμὸν, καθ’ ἑλληνισμοῦ θεοσέβειαν, κατὰ πορνείας σωφροσύνην, κατὰ πλεονεξίας ἐλεημοσύνην, κατὰ ψεύ‐
55δους ἀλήθειαν, κατ’ ὀργῆς πραότητα καὶ ἐπιείκειαν. Πάλιν κατ’ ὀξέων ζεῦξον καθυποτακτὰς, τουτέστι, κατὰ θυμοῦ καὶ λύπης πραϋθυμίαν (Πραΰθυμος γὰρ, φησὶν, ἀνὴρ, καρδίας ἰατρός)· κατ’ ὀξέων πραϋθυμίαν, κατ’ ἔχθρας φιλίαν, κατὰ μίσους ἀγάπην, κατὰ θλίψεως
60εὐχαριστίαν, καθ’ ὑπερηφανίας ταπεινοφροσύνην, κατὰ πονηρίας ἀγαθωσύνην, καὶ κατὰ παντὸς ἅπαξ ἐναντίου πράγματος τὴν ὀρθόδοξον καὶ σωτήριον πίστιν ἔχε. Δεῖ δέ σε ἡνιοχοῦντα καὶ τὴν τοῦ πνεύματος ἔχειν ἐγκράτειαν, ἵνα μὴ ναυσιασμῷ περιπεσὼν ἀκηδιάσῃς.
65 γὰρ ἀγωνιζόμενος, φησὶ, παντὸς ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον. Λάβε καὶ τὴν κασσίδα τοῦ σωτη‐ ρίου, καὶ τὸ φραγέλλιον ἐν τῇ χειρί σου, ὃ Κύριος
ἡμῶν Ἰησοῦς ποιήσας ἐκ σχοινίου, ἤλαυνεν ἀπὸ τοῦColumn end

59

.

570

ἱεροῦ τοὺς τοῦ διαβόλου ἐμπόρους. Στῆκε ἑδραίως ἐπὶ τὸ σκεῦος τῆς ἐκλογῆς· ἀνάβηθι ἐπὶ τὸ ἅρμα τοῦ εὐ‐ νούχου, ὦ Φίλιππε, τοῦ ἀπηλλαγμένου τῆς ἀκαθαρσίας πάσης· ἀνάβηθι ἐπὶ τὸ ἅρμα· ἀμετεωρίστως ἀτένιζε
5τὸν τῷ ἀναγνώσματι τοῦ Εὐαγγελίου διακονοῦντα μαμ‐ πάριον. Μήτις με δόξῃ γελοιάζοντα λέγειν· οὐ ψεύδο‐ μαι. Ὡς γὰρ ἐν τῷ ἱπποδρομίῳ πάντων οἱ ὀφθαλμοὶ ἐπὶ τὸν μαμπάριον, πεπηγότος τοῦ σημάντρου, ἀτενί‐ ζουσιν. ἐκδεχομένων ἐν τῇ βουλῇ ἐκείνου τὸ ἄνοιγμα·
10οὐδὲν ἧττον καὶ οἱ ἐπὶ τὴν ἐκκλησιαστικὴν θεωρίαν εἰς τὸ αὐτὸ ἀθροιζόμενοι, τοῦ διακόνου ἀνοίγειν μέλλοντος τὸ τοῦ Εὐαγγελίου τετράθυρον, πάντες αὐτῷ ἀτενίζομεν ἡσυχίαν παρέχοντες, καὶ ἡνίκα τοῦ δρόμου τῆς ἀναγνώ‐ σεως ἄρξηται, εὐθέως διανιστάμεθα ἡμεῖς, ἐπιφω‐
15νοῦντες· Ἀλλὰ δόξα σοι, Κύριε. Ἀνάβηθι ἐπὶ τὸ ἅρμα, θήρευσον, ἀποδρόμησον, κατάστειλον, ἔκβαλε, ἀπόστρε‐ ψον, πίασον, καὶ ποίησον ἐκ τοῦ στόματος τὴν καλὴν ὁμολογίαν, ἀποδρόμησον κατὰ τοῦ ἐναντίου· γὰρ πορευόμενος ἁπλῶς, πορεύεται πεποιθώς. Κατάστει‐
20λον αὐτὸν ὡς ὁ Δαυῒδ τὸν Γολιὰθ, ἔκβαλλε αὐτὸν ὡς ὁ Ἑλισσαῖος τὸν Γιεζὶ, πίασον αὐτὸν ὡς ὁ Ἡλίας τὸν Ἀχαὰβ ἐν τῷ ἀμπελῶνι τοῦ Ναβουθαὶ, ἀπόστρεψον αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· πρόσεχε σεαυτῷ. Προσέχετε
25γὰρ, φησὶν, ἑαυτοῖς, μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Πάντα βάστασον· Ἀλλήλων γὰρ, φησὶ, τὰ βάρη βαστάζετε. Ἄνοδα ἔχων φυλάττου, Μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· μὴ ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μνημο‐
30νεύων τῆς γυναικὸς Λώτ. Μέσον ἔχε ὁδὸν δικαιοσύνης, μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδ’ εἰς ἀριστερά. Ἔσωθεν ζήτει ἐκ τοῦ παραδείσου, ἔσωθεν ζήτει. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καταλαλιαὶ, βλασ‐
35φημίαι, τὰ κοινοῦντα τὸν ἄνθρωπον. Μὴ συναναβῇς αὐτῷ, ὡς οὐδὲ ὁ Θεὸς τῷ Ἰσραὴλ, ὅτι σκληροτράχηλός ἐστι· μὴ συναναβῇς αὐτῷ· εἰς ἁμαρτίαν σε καλεῖ. Αὐτός σε κάμψει. Καὶ γενοῦ πρὸ αὐτοῦ, λέγων αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ,
40ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἔξω μεῖνον, ὡς Ἠλίας φεύγων τὴν Ἰεζαβέλ· σπεῦδε εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Μή σε καταλάβῃ, ὡς οὐδὲ Ἀβεσσαλὼμ παῖδες τοὺς περὶ Ἰωναθὰν, καὶ Ἀχιμαὰς τοὺς ἱερεῖς τοῦ Κυ‐ ρίου φεύγοντας· μή σε πιάσει, ὡς οὐδὲ βασιλέως Ἱεριχὼ
45παῖδες τοὺς κατασκόπους· ἀλλ’ εἰ δυνατὸν, ἀπάτησον αὐτὸν ὡς Ῥαὰβ τοὺς ἐρευνῶντας ἡ πόρνη. Μή σε καθ‐ υποτάξῃ, ὡς οὐδὲ Φαραὼ τοὺς περὶ Μωϋσέα καὶ Ἀαρών· ἀλλὰ περίκαμψον αὐτὸν, ὡς οἱ μάγοι Ἡρώδην. Μὴ ἀγωνιάσῃς· ἔχεις γὰρ τὸν διατάκτην Θεὸν, καὶ ἰατρὸν

59

.

570

(50)

τὸν Χριστόν. Μηδὲν πτοηθῇς· ἔχεις γὰρ ἀλείπτην τὸ Πνεῦμα τὸ ἅγιον, τὸν τοῦ Σαμουῆλος μυστικῷ κέρατι χρίοντά σε τῷ μύρῳ. Μηδὲ τὸ δίψος φοβηθῇς· ἔχεις γὰρ τὸ ὕδωρ ἐπὶ σὲ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος διὰ τῆς κολοκύνθης, ἵνα προερχόμενόν σοι, τουτέστι, διὰ
55τῆς κηρυκείας τοῦ Ἰωνᾶ, ἀναλάβῃ σε. Στρέψον τὸ ἅρμα τῆς τυραννίδος αὐτοῦ· βάλε αὐτὸν εἰς βόθρον, ὃν εἰργάσατο· βάλε αὐτὸν εἰς τὴν βαθεῖαν ἐκεῖ. Ψαλμικῶς ἀναβόησον, Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Βάλε αὐτὸν εἰς τὴν βα‐
60θεῖαν, κατακάμψας μονώτατος ἐκ τῆς ἀπωλείας αὐτοῦ. Ἆρον εἰς ὕψος ὁσίους χεῖρας πρὸς τὸν βασιλέα, λαβὼν βραβεῖον τῶν φοινίκων κατὰ τοὺς παῖδας, καὶ σείσας προσκύνησον αὐτῷ, ὅτι Ἔπεσε Βὴλ, συνετρίβη Δαγών. Χάρις δὲ τῷ Θεῷ τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ
65Κυρίου ἡμῶν τοῦ Ἰησοῦ Χριστοῦ. Ταύτῃ τῇ νίκῃ καὶ τὸν παράδεισον οἷα λοῦτρον πάνδημον ἀνοῖξαι δυνηθήσῃ, ἔνθα ποταμοὶ τέσσαρες, ὕδωρ πολὺ, ὡς ἐν λούτρῳ, ἐν τόπῳ χλόης, ὅπως καὶ σὺ εὐκαίρως λέγῃς· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐφ’ ὕδατος ἀναπαύ‐
70σεως ἐξέθρεψέ με· καὶ ἐπὶ πᾶσι τούτοις καυχώμενος λέγῃς, Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
75Ἀμήν.569