TLG 2062 237 :: JOANNES CHRYSOSTOMUS :: De pseudoprophetis [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De pseudoprophetis [Sp.] Citation: Vol — pg — (ln) | ||
59.553(24t) | Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας | |
25t | τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος. | |
---|---|---|
26 | αʹ. Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δε‐ δήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων. Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς· πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν | |
30 | Χριστῷ εἶναί με· καὶ καθὼς εἶπεν ὁ Κύριος, Οὐκέτι λαλήσω μεθ’ ὑμῶν. Ἔτι δὲ νῦν λαλήσω ἐν ὀδύνῃ καρδίας περὶ τῶν ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγε· Πο‐ νηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖ‐ | |
35 | ρον, πλανῶντες καὶ πλανώμενοι· περὶ ὧν πολλάκις ὑμᾶς ὑπέμνησα. Πολλοὺς γὰρ λόγους ἐποιησάμην χάριτι Χριστοῦ, ὡς καὶ ἐπίστασθε φιλόθεοι· καὶ σχεδὸν ἐν ἑκάστῳ λόγῳ περὶ τούτων ὑπεμνήσαμεν, εἰ ἄρα μέμνη‐ σθε τῶν χθὲς εἰρημένων· οἶδα δὲ ὅτι μέμνησθε, καὶ μά‐ | |
40 | λιστα οἱ φιλόπονοι, καὶ φιλόβιβλοι, καὶ φιλόχριστοι. Ὁ γὰρ φιλόβιβλος δικαίως ἂν ἐκλήθη φιλόχριστος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Δεσπότου, ὅτι Ὁ ἀγαπῶν με, τοὺς λόγους μου τηρεῖ· Ὁ ἀγαπῶν με, ἀγαπηθήσε‐ ται ὑπὸ τοῦ Πατρός μου. Ὁ ἀγαπῶν με, ἐν τῷ νόμῳ | |
45 | μελετήσει ἡμέρας καὶ νυκτός· δηλονότι ἐν Εὐαγγελίῳ καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς. Ὁ γὰρ τοιοῦτος ἀνεξά‐ λειπτον ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ τὴν τοῦ Θεοῦ μνήμην· ἀπεκδεχόμενος αὐτὸν ἐκ τῶν οὐρανῶν, ἀεὶ τηρεῖ τὴν ὥραν τῆς αὐτοῦ παρουσίας. Πάντοτε ἐν χερσὶν αὐτοῦ | |
59.553(50) | κατέχων τὰς ἱερὰς βίβλους, οὐκ ἐπιλήσεται ἐκείνων τῶν φοβερῶν βιβλίων, περὶ ὧν γέγραπται· Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὅρα πόσον κέρδος ἐστὶ τοῦ ἐρευνᾷν τὰς Γραφὰς, καθὼς πολλάκις ἠκούσατε. Τί δέ ἐστιν, ὃ λέγομεν; Ὅτι οὐδὲν ἔλειπεν, οὐδὲ παρ‐ | |
55 | εσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφὴ, ἀλλὰ πανταχοῦ κράζει, διά τε προφητῶν καὶ ἀποστόλων, προαναφωνοῦσα καὶ προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τὰ ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται· καὶ | |
ὑπομιμνήσκει περὶ τῶν παρῳχηκότων καὶ περὶ τῶν | Column end | |
59.554(24) | ἐνεστώτων, καὶ περὶ τῶν μελλόντων, μηδὲν παριδοῦσα, | |
25 | ὡς προείρηται, τῶν ἡμῖν συμφερόντων· καὶ τοῦτο οὐκ ἐν κρυπτῷ λαλοῦσα, οὐδὲ μικροφωνοῦσα, ἀλλὰ παντα‐ χοῦ πόνῳ καὶ δυνάμει κράζουσα διά τε νόμου, καὶ προ‐ φητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Δεσπότου. Διὰ μὲν γὰρ Ἡσαΐου τοῦ προφήτου λέγει· Ἀναβόησον ἐν | |
30 | ἰσχύϊ, καὶ μὴ φείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν φω‐ νήν σου· καὶ πάλιν λέγει, Ἐπ’ ὄρος ὑψηλὸν ἀνά‐ βηθι ὁ εὐαγγελιζόμενος Σιών· καὶ προϊὼν λέγει, Ὑψώσατε, μὴ φοβεῖσθε. Καὶ πάλιν Δαυῒδ λέγει· Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου. | |
35 | Ἰωάννης δὲ ὁ θεολόγος ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ λέγει· Βλέπετε ἑαυτούς. Παῦλος δὲ τί; Βλέπετε πῶς περιπατεῖτε· ὁ δὲ Κύριος, Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν. Καὶ ἀλλαχοῦ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ὅτι Ἕστηκε, | |
40 | καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁρᾷς πόσος ἀγὼν, πόση σπουδὴ, πῶς παῤῥησίᾳ κράζει, καὶ οὐδεὶς ὁ συνιών; Καὶ πάλιν ὁ μα‐ κάριος Παῦλος λέγει· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, Βλέπετε τὴν κατατομήν. | |
45 | Βλέπετε πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Καὶ Ἰωάννης· Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπο‐ λέσητε ἃ εἰργάσασθε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Καὶ πολλά ἐστι τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, βοῶντα καὶ | |
59.554(50) | διυπνίζοντα ἡμᾶς ἐκ τῆς ῥᾳθυμίας ἡμῶν. Ἡμεῖς δὲ τὸ ἐναντίον ποιοῦμεν, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφ‐ θαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ὢ πόσων καὶ πηλίκων γραμμάτων ἀκούοντες οὐ συνιοῦμεν! Ὅθεν καὶ ἀναπο‐ | |
55 | λόγητοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, ὅταν ἔλθῃ ὁ φωτίζων τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶν τὰς | |
βουλὰς τῶν καρδιῶν ὅταν τὸ κριτήριον καθίσῃ, καὶ βίβλοι | 553 | |
59.555 | ἀνοιχθῶσιν, ἃς νῦν χλευάζομεν ἀκούοντες, καὶ οὐ παρα‐ δεχόμεθα. Ἕκαστος γὰρ ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθη‐ μεν, καταλείποντες τὴν εὐθεῖαν ὁδὸν, καὶ ἐγενόμεθα ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρχες ἡμῖν, Κύριε. Καὶ ἀληθῶς | |
5 | εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία Δαυῒδ λέγουσα· Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Διὰ τοῦτό ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν, καὶ εἰς ἡμᾶς κατήντησε τὰ τέλη τῶν αἰώ‐ νων, ὡς γέγραπται· καὶ οἱ ποιμένες λύκοι, καὶ τὰ | |
10 | πρόβατα συντετριμμένα· καὶ ὁ λιμὸς ἐπὶ θύραις, οὐ λι‐ μὸς ἄρτου καὶ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Μηδεὶς οὖν τῶν ἐλπιζόντων ἐπὶ Κύριον ἀπογινωσκέτω. Μὴ οὖν ἀθυμεῖτε, προορῶντες πάν‐ τοτε τὸν εἰπόντα, ὅτι Μεθ’ ὑμῶν εἰμι. | |
15 | βʹ. Θαρσεῖτε οὖν· οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων. Περὶ τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διὰ τοῦ προφήτου· Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν· οὐ λιμὸν ἄρτου, οὐδὲ δί‐ ψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ. Καὶ | |
20 | περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, ζητοῦν‐ τες τὸν λόγον Κυρίου. Ὁρᾷς, ὅτι οὐ περὶ ἄρτου λέγει; Θεὸς γὰρ οὐ περὶ τοῦ ἄρτου ἔλεγεν. Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ! ὢ λιμοῦ τῆς αἰωνίου κολά‐ σεως προξένου! Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς | |
25 | πονηροῦ πράγματος· οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ. Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης Δαυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων· Ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ. Καὶ περὶ τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων· Ῥύσασθαι ἐκ | |
30 | τοῦ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐ‐ τοὺς ἐν λιμῷ. Καὶ ἀλλαχοῦ λέγει· Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται· καὶ πάλιν, Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος τροφὴν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν. Ταῦτα εἶπεν ὁ Δαυῒδ περὶ τῶν ἐρευνώντων τὰς | |
35 | Γραφὰς, ὅτι οὐ πεινάσουσιν. Ἐρευνήσωμεν τὰς Γραφὰς, ἀδελφοὶ, ἵνα μὴ πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ· ἐρευνήσωμεν, ἵνα μὴ πλανηθῶμεν, καὶ περι‐ φερώμεθα παντὶ ἀνέμῳ. Διό φησιν ὁ Κύριος πρὸς τοὺς ἀμελοῦντας· Πλανᾶσθε, μὴ νοοῦντες τὰς Γρα‐ | |
40 | φάς. Ἀληθῶς γὰρ οἱ τοιοῦτοι πλανῶνται. Πόθεν γὰρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός; οὐχὶ ἐκ τοῦ μὴ ἐρευνᾷν τὰς Γραφάς; Ὢ πόσων ἀγαθῶν ἑαυτοὺς ἀπεστερήσα‐ μεν, καταλιπόντες τὰς θείας Γραφάς! δεσποτικὸν γὰρ τὸ πρόσταγμα. Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καὶ | |
45 | ζήτησον, καὶ εὑρήσεις πολὺν τὸν ἀνείκαστον πλοῦτον, καὶ θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ· νοήσεις τὴν θείαν Γραφήν. Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν, πάντα ὅσα ἔχεις πώλησον, καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον, τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν, ἐν αἷς | |
59.555(50) | κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός· ὃν εὑ‐ ρὼν, μακάριος ἔσῃ, καθὼς γέγραπται, ὅτι Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν. Ἐρεύνησον, ἀγαπητὲ, κἂν πλούσιος τυγχάνῃς ἢ πένης, εἴτε δοῦλος, εἴτε ἐλεύ‐ θερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ. Ἐρευνᾶτε τὰς Γραφάς. | |
55 | Ἡ γὰρ θεία Γραφὴ ταμιεῖόν ἐστι παντὸς ἀγαθοῦ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· περὶ γὰρ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν, χειμάῤῥων δίκην ἐπικλυ‐ σάντων πανταχοῦ, καὶ πλανώντων πολλούς. Καὶ πόθεν | |
60 | τοῦτο συμβέβηκεν; Δῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καὶ ἀπειρίας τῶν προϊσταμένων· ὅπου γὰρ ἀπειρία ποιμέ‐ νων, ἐκεῖ προβάτων ἀπώλεια. Τί οὖν εἴπω πρῶτον; περὶ τῆς συντελείας ἡμῶν; ἢ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τὰ βέβηλα δόγματα; Εἰ καιρὸς ἦν, εἶχον ἂν | |
65 | θριαμβεῦσαι καὶ δημοσιεῦσαι αὐτῶν τὰ βέβηλα δόγματα, καὶ τὰ ἄθεσμα πράγματα· ἀλλὰ μέγας ἐστὶν ὁ ἀγὼν, καὶ πολὺς ὁ λόγος, τὰ τούτων γυμνῶσαι καὶ θριαμβεῦ‐ σαι ἀκάθαρτα δόγματα. Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς | |
70 | ἐχθροὺς τοῦ Χριστοῦ, καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους, καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων. Διὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ τῶν μακαρίων ἀποστόλων· καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ | |
75 | ἀσεβεῖς, καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι, καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ, καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, καὶ ὁδηγοὶ τυφλοὶ, καὶ πλανῆται, καὶ πονηροὶ, καὶ ἀντίχρι‐ στοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ, καὶ ζιζάνια, | |
80 | καὶ ἄθεοι, καὶ πνευματομάχοι, οἱ βλασφημήσαντες τὸ | Column end |
59.556 | Πνεῦμα τῆς χάριτος· οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι· Δι’ οὓς ἡ ὁδὸς τῆς ἀλη‐ θείας βλασφημηθήσεται. Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου, καθώς φησιν ὁ θεολόγος· Φανερά | |
5 | ἐστι τὰ τέκνα τοῦ διαβόλου. Δεῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι, καὶ τότε περὶ τῆς συντελείας λα‐ λῆσαι. Ἐπεὶ οὖν εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων ἔφθασεν, ὡς λέγει ὁ Ἀπόστολος, καὶ ἀνέστησαν οἱ χαλεποὶ καιροὶ, καὶ ἡ ἀνομία ἐπληθύνθη, καὶ ἡ ἀγάπη τῶν | |
10 | πολλῶν ἐψύγη, καὶ οἱ πλανῶντες πολλοὶ, καὶ οἱ πλανώ‐ μενοι πλείονες· φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βί‐ βλους, ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας, βαδίζω‐ μεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη, προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν, καὶ Περιφερώμεθα | |
15 | ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Μὴ κάτω μείνωμεν, ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος· Βλέπετε μὴ πλανη‐ | |
20 | θῆτε· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πανταχοῦ βλέπετε. Καὶ Ἰωάννης ὅμοια λέγει· Ἵνα μὴ ἀπολέ‐ σητε ἃ εἰργάσασθε· καὶ Παῦλος, Βλέπετε τοὺς κύ‐ νας· Βλέπετε πῶς περιπατεῖτε. Τὸ δὲ, Βλέπετε, καὶ Βλέπετε, οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ πρὸς ὑμετέραν | |
25 | ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμε‐ λεστέρους. Πάνυ δὲ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τὸ, Βλέπετε, καὶ Ὁρᾶτε, καὶ Γρηγο‐ ρεῖτε, καὶ Προσέχετε, οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ παντὶ | |
30 | τῷ ποιμνίῳ. Οὐδὲν γὰρ παρεσιώπησε τῶν ἡμῖν συμ‐ φερόντων ἡ θεία Γραφή. γʹ. Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· καὶ τοῦτο οὐ μόνον παρὰ | |
35 | λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ’ οὐ τρόπους· πρὸς οὓς εὔκαιρον εἰπεῖν· Οὐαὶ ὑμῖν, οἱ ὁδηγοὶ τυφλοὶ, καὶ ἀμαθεῖς, καὶ ἀστήρικτοι· οἱ ἱματίων καλλωπισταὶ, καὶ οὐχὶ βιβλίων· οἱ καταλιπόντες τὸν λό‐ | |
40 | γον τοῦ Θεοῦ, καὶ τῇ γαστρὶ διακονοῦντες· Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ· οἱ τὸ γάλα καὶ τὸ ἔριον καὶ τὰ κρέα τῆς ποίμνης καταχρώμενοι, περὶ δὲ τῶν προβάτων οὐ φροντίζοντες; Πῶς οὖν ἐκφεύξεσθε τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἐγὼ ὑπαρθεὶς τῷ | |
45 | λόγῳ εἰς μέσον προσθήσω περισσοτέρας μαρτυρίας, ἀποδεικνύων ἐκ τῶν ἁγίων Γραφῶν, Εὐαγγελίων τε καὶ προφητῶν καὶ ἀποστόλων, τοῦ Χριστοῦ χορηγοῦντος, πῶς ἐμφράττῃ στόμα λαλούντων ἄδικα, τῶν δὲ ποθούντων τὸν λόγον φωτισθῇ ἡ καρδία. Ἀρξώμεθα δὲ πόθεν, ἢ ἐκ | |
59.556(50) | τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος; Ἐπι‐ στησάτω δὲ ἕκαστος τὸν νοῦν ἑαυτοῦ, ἀποθέμενος πᾶσαν βιωτικὴν μέριμναν. Εἶπεν ὁ Κύριος· Βλέπετε, μὴ πλα‐ νηθῆτε. Πολλοὶ γὰρ ἐπὶ τῷ ὀνόματί μου ἐλεύσονται λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς | |
55 | πλανήσουσι. Καὶ πάλιν· Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐν‐ δύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀλλ’ ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί· τουτέστι, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφη‐ | |
60 | τείας, ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν, ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ γὰρ δύναται δένδρον σαπρὸν ποιεῖν καρποὺς κα‐ λούς. Πᾶν γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώ‐ σκεται. Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν | |
65 | τῶν ἰδίων ἐπιγνώσεσθε· καὶ ἐπιγνόντες, μὴ παραλαμβά‐ νετε αὐτοὺς εἰς οἰκίαν, μὴ ὑποκάμψητε, μὴ ἀξιώσητε λόγου, μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν αὐτῶν· ἀλλὰ προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν, ἤγουν τῆς αἱρέσεως αὐτῶν. Μηδεὶς ἐξ ὑμῶν ἀποκακήσῃ, ἢ παρ‐ | |
70 | έργως ἀκούσῃ· Θεὸς γὰρ ὁ λαλῶν. Ἀκούσατε, οἱ ποι‐ μένες, τὰς φωνὰς τοῦ Ἀρχιποιμένος· ἀκούσατε, πῶς ἀποκαλύπτει καὶ θριαμβεύει εἰς τοὺς κρυφίους λύκους· ἀκούσατε καὶ προσέχετε καὶ ἑαυτοῖς, καὶ παντὶ τῷ ποι‐ μνίῳ. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κλέπτας. Ὁ | |
75 | γὰρ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλ’ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής. Καὶ πάλιν περὶ αὐτῶν λέγει· Ὁ μὴ ὢν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ ἐστι. Καὶ πάλιν πρὸς αὐτοὺς ἔλεγεν· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. | |
80 | Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν. | 555 |
59.557 | ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Καὶ ἀλλαχοῦ πάλιν· Ὑμεῖς οὐκ ἔστε ἐκ τῶν προβάτων τῶν ἐμῶν. Ὁρᾷς πῶς πανταχοῦ ὁ Δεσπότης στηλιτεύει καὶ θριαμβεύει τοὺς ἀσεβεῖς, ὅπως | |
5 | ἡμεῖς μὴ πλανηθῶμεν; Ὢ τῆς ἀφράστου συγκαταβά‐ σεως· ὢ τῆς ἀνεικάστου ἀγαθότητος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων τούτων; τί ἀπολογησόμεθα τῷ ἀρχιποιμένι; Ὦ ποιμένες καὶ συμποιμένες· ἰδοὺ γὰρ ὀλίγα ἐκ τῶν πολλῶν. Πῶς πανταχοῦ ἀσφαλιζόμενος ὁ | |
10 | Δεσπότης διὰ τῶν ἀχράντων Εὐαγγελίων βοᾷ· Βλέπετε, γρηγορεῖτε, προσέχετε, σπουδάσατε, ἀγωνίσασθε; Καὶ οὐ μόνον διὰ τῶν Εὐαγγελίων βοᾷ, ἀλλὰ καὶ διὰ τῶν θεοφόρων προφητῶν, καὶ τῶν θεολόγων μαθητῶν τὰ ὅμοια φθέγγεται· ἐν πᾶσι γὰρ αὐτοῖς λαλεῖ ὡς βούλε‐ | |
15 | ται· καὶ μαρτυρεῖ μοι ὁ Παῦλος λέγων· Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Δεῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν. Εἰπὲ, μακάριε Πέτρε, ὃν ἐμακάρισεν ὁ Κύριος Θεὸς ἡμῶν Ἰησοῦς Χριστός· | |
20 | εἰπὲ ἡμῖν περὶ τῶν πλανώντων καὶ μελλόντων πλανᾷν τὴν τοῦ Χριστοῦ ποίμνην, ἥν σοι παρέδωκε καὶ ἐπίστευ‐ σεν ὁ ἀρχιποίμην καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν· εἰπὲ, ὅσα σοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησεν, καὶ στή‐ ριξόν σου τὴν ποίμνην· δεῖξον ἡμῖν τοὺς κρυφίους λύ‐ | |
25 | κους, καθὼς ὁ καθηγητής σου Χριστὸς ὁ Κύριος. Πέτρος εἶπε· Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπι‐ θυμίας πορευόμενοι. Καὶ πάλιν λέγει· Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν | |
30 | αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς Δε‐ σπότην ἀρνούμενοι. Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις· οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει· κατάρας τέκνα, κα‐ ταλείποντες τὴν εὐθεῖαν ὁδόν. Ταῦτα Πέτρος ἐφθέγ‐ | |
35 | ξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ’ ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ Δεσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, | |
40 | ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ διαβόλου ἐν ταῖς αἱρέσεσιν. Ἰωάννης εἶπεν· Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου. Ὁρᾷς, πῶς ἐν πᾶσι τούτοις ὁ Χριστὸς λαλεῖ; Καὶ γὰρ ἐν Εὐαγγελίοις τὰ ὅμοια εἶπε πρὸς αὐτοὺς, ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς | |
45 | ὑμῶν τοῦ διαβόλου ἐστέ. Οἶδα πολλοὺς λέγοντας, ὅτι καὶ αὐτοὺς ὁ Θεὸς ἔπλασεν (χωρὶς γὰρ Θεοῦ, λέγοντες, ἐγένετο οὐδὲν), μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται. Ὅτι με γὰρ ὁ Θεὸς ἔκτισε, σύμφημι κἀγώ· ἀλλ’ ἔκτισεν ἐπ’ ἔργοις ἀγαθοῖς, ἵνα ἐν αὐτοῖς | |
59.557(50) | ἐπακολουθήσωμεν, καὶ γενώμεθα τέκνα τοῦ Θεοῦ διὰ τῆς ὀρθῆς πίστεως. δʹ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Ἰωάννης λέγει· Καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασι· καὶ πάλιν, Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργά‐ | |
55 | σασθε· ὅτι πολλοὶ πλάνοι εἰς τὸν κόσμον ἐξῆλθον. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δο‐ κιμάζετε τὰ πνεύματα εἰ ἀπὸ τοῦ Θεοῦ ἐστιν· ὅτι πολλοὶ ψευδοπροφῆται εἰς τὸν κόσμον εἰσεληλύθασι. Καὶ πάλιν λέγει· Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύ‐ | |
60 | την τὴν διδαχὴν οὐ φέρει μεθ’ ἑαυτοῦ, μὴ λαμβά‐ νετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε. Ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐ‐ τοῦ τοῖς πονηροῖς. Καὶ πάλιν, Πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει. | |
65 | Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλη‐ σίαν, καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεο‐ λογίᾳ. Ἰάκωβος εἶπεν· Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶ‐ | |
70 | ναι, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Ἀκούσατε, πάντες | Column end |
59.558 | οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες, ὀδυνηρὰν ἀπόφασιν· ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε. Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, δύναται τοῦ βασιλέως φίλος εἶναι· ἀλλ’ οὐδὲ ζωῆς ἀξιοῦται, ἀλλὰ σὺν τοῖς ἐχθροῖς ἀπολεῖ‐ | |
5 | ται, καὶ τὰ χείρονα ὑπομένει. Ἰούδας Ἰακώβου εἶπεν· Παρεισέδυσάν τινες ἄνθρωποι οἱ ἔκπαλαι προγεγραμ‐ μένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον Δεσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν ἀρνού‐ | |
10 | μενοι. Καὶ πάλιν λέγει· Ἐπ’ ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσι οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι, παντὶ ἀνέμῳ περιφερόμεναι, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος | |
15 | τοῦ σκότους εἰς αἰῶνας τετήρηται. Ταῦτα καὶ πλείονα τούτων παραινεῖ ἡμᾶς Ἰούδας ὁ καλός. Δεῦρο λοιπὸν, Παῦλε, τὸ σκεῦος τῆς ἐκλογῆς, εἰπὲ ἡμῖν καὶ αὐτὸς κατὰ τὴν χάριν τὴν δοθεῖσάν σοι παρὰ τοῦ Θεοῦ, εἰπὲ ἡμῖν περὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος· φανέρωσον τοὺς | |
20 | κρυφίους λύκους, θριάμβευσον καὶ στηλίτευσον τοὺς κλέπτας τῆς ἁγίας ποίμνης τοῦ Θεοῦ. Παῦλος εἶπεν· Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ Διδασκάλῳ | |
25 | περὶ τῶν ἀθέων αἱρετικῶν, κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας; καθὼς καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος· Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπά‐ | |
30 | της. Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέ‐ ραι πονηραί εἰσι. Τίς ἕξει ἀπολογίαν ἀμελείας, ἀκούων τὰς τοσαύτας παραγγελίας; Καὶ ἀλλαχοῦ πάλιν· Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευ‐ τέραν νουθεσίαν· καὶ πάλιν, Διδαχαῖς ποικίλαις καὶ | |
35 | ξέναις μὴ παραφέρεσθε· καὶ πάλιν, Αἱρετικοὶ ἄνθρω‐ ποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλα‐ νώμενοι· καὶ ἀλλαχοῦ, Τοῖς μεμιασμένοις καὶ ἀπί‐ στοις οὐδὲν καθαρόν. Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ’ αὐτῶν ποιοῦντες· πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς | |
40 | ἐπερχομένης ἐφ’ ὑμᾶς, οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι; πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ; ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος, ὅτι Οὐ δύνασθε ποτή‐ ριον Κυρίου πιεῖν, καὶ ποτήριον δαιμόνων· οὐ δύ‐ | |
45 | νασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαι‐ μονίων. Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἆρα δυσωπήσωμεν ὑμᾶς; ἢ εἰς κενὸν κοπιῶ‐ μεν καὶ εἰς ἀέρα λαλοῦμεν; Πλὴν διὰ τοὺς θέλοντας καὶ σπουδάζοντας ἀκούειν τὸν λόγον καὶ ποιεῖν, οὐκ ἀπ‐ | |
59.558(50) | οκνήσω, οὐκ ἀποστήσομεν τῶν ῥημάτων Παύλου, ἀλλὰ πά‐ λιν ταὐτὰ ἐρῶ· ἀκούσατε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς· Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ | |
55 | δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦν‐ τες; Ταῦτα ὁ Παῦλος παρακαλεῖ καὶ διδάσκει καὶ παρ‐ αινεῖ, Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ ἕρκιον τῆς Ἐκκλησίας, ὁ πολύαθλος καὶ γενναῖος, Παῦλος ἡ θεό‐ φθογγος λύρα, ὁ Χριστοῦ κήρυξ, ὁ συγγραφεὺς τῶν δο‐ | |
60 | γμάτων, ἡ σάλπιγξ τοῦ Λόγου, ὁ ῥήτωρ τῆς εὐσεβείας, ἡ τῶν ἐθνῶν σαγήνη. Καὶ οἱ μὲν μακάριοι θεολόγοι ταῦτα καὶ πλείονα τούτων περὶ ἀθέων καὶ ἀπίστων ἐφθέγξαντο· οἱ δὲ προφῆται προηγούμενοι ἔκπαλαι τὰ ὅμοια ἐφθέγ‐ ξαντο· ἀναγκαῖον γὰρ καὶ τούτους εἰς μέσον ἀγαγεῖν. | |
65 | Εἶπεν ὁ προφήτης Δαυΐδ· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια. Καὶ πάλιν λέγει· Κύριε, οὐχὶ τοὺς μισοῦν‐ τάς σε ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκό‐ μην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, καὶ εἰς ἐχθροὺς ἐγένοντό μοι. Καὶ ὁ Σολομὼν λέγει, ὅτι Δυσσεβοῦντες | |
70 | ὑποκρίνονται εὐσέβειαν. Καὶ πάλιν λέγει· Υἱὲ, μή σε | 557 |
59.559 | πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν. Ἡσαΐας δὲ ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ πάλιν, Οὐκ ἔστι χαίρειν | |
5 | τοῖς ἀσεβέσι, λέγει Κύριος. εʹ. Ἆρα ἀρκεῖ ταῦτα; ἢ παραγάγω εἰς μέσον καὶ πάντας τοὺς προφήτας; Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα πρὸς τοὺς ἀκούειν θέλοντας. Ὁ γὰρ τοῖς εἰρημένοις μὴ προσέχων, οὐδὲ τοῖς πλείοσι πεισθήσεται. Ἀλλ’ ἔτι μικρὸν ἐνδια‐ | |
10 | τρίψωμεν τοῖς τοῦ προφήτου Δαυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει· Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς. Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀπο‐ | |
15 | καλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν. Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε· ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε, ἀλλὰ κηρύξατε τὸν λόγον· μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις. Μιμή‐ | |
20 | σασθε τὸν μακάριον ἀπόστολον Πέτρον, πῶς ἐν τῇ Ῥώμῃ τοῦ τρισκαταράτου Σίμωνος βλασφημοῦντος, καὶ λέ‐ γοντος ἑαυτὸν εἶναι τὴν δύναμιν τοῦ Θεοῦ, οὔτε κἂν πρὸς ὥραν ἐσιώπησεν, ἢ ἀνεβάλλετο, ἀλλ’ ἐλέγξας, καὶ ψεύστην αὐτὸν ἀποδείξας, καὶ λῃστὴν καὶ ἀντίθεον, | |
25 | ῥίψας αὐτὸν τῇ ἀπωλείᾳ παρέδωκεν; Ὁμοίως δὲ καὶ τὸν τούτου υἱὸν, μᾶλλον δὲ τοῦ διαβόλου, Μοντανὸν, τὸν μιαρὸν καὶ ἀκάθαρτον καὶ ἄθεον, μετὰ τῶν δύο μοι‐ χαλίδων, σπουδῇ πολλῇ ὁ Ἀπόστολος ἐλέγξας, καὶ ἀν‐ τίθεον ἀποδείξας καὶ ψευδόχριστον καὶ ψευδοπροφήτην, | |
30 | ἐφίμωσε, καὶ ἐνέφραξε τὸ μιαρὸν αὐτοῦ στόμα ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μὴ μακροθυμήσας, μὴ ἀναβαλλό‐ μενος ἐπὶ τῇ τούτου βλασφημίᾳ. Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες, καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους· μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ | |
35 | καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ Δαυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ’ αὐτῶν, καὶ λέγων· Ἕως πότε ἁμαρ‐ τωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Δια‐ | |
40 | σκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου. Δὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν, ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα σου, Κύριε. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Καὶ πάλιν παρακαλεῖ ὁ Δαυῒδ δεήσεις προσάγων τῷ Δεσπότῃ, ὅπως αὐτὸς δι’ ἑαυτοῦ | |
45 | κατελθὼν ποιήσῃ τὸ αἴτημα αὐτοῦ, βοῶν καὶ λέγων· Κύ‐ ριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι· Κύριε μὴ χρο‐ νίσῃς. Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε. Καὶ τί ὁ φιλάνθρωπος Θεὸς, ὁ πάντας ἀν‐ θρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας | |
59.559(50) | ἐλθεῖν, ὅτι ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ; Οὐ παρήκουσεν οὐδὲ ὑπερεῖδε τὴν δέησιν τῶν ἁγίων, ἀλλ’ Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν, καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων. Εἶτα θέλων διδάξαι, | |
55 | ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων· Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπή‐ | |
60 | λαιον λῃστῶν. Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκ‐ κλησιῶν. Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλὸν, ἵνα ἐξακολου‐ θήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς, καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες. Εἶτα ἐκβαλὼν ἔξω πάντας, δηλονότι τοὺς | |
65 | τὰ ἐναντία φρονοῦντας, τέλος δὲ καὶ τὴν ἐρήμωσιν αὐ‐ τῶν καὶ ἀφανισμὸν προειπὼν, τὴν μέλλουσαν ἔσεσθαι κατὰ γενεὰν καὶ γενεὰν τοῖς τὰ ἐναντία φρονοῦσι λέγων· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὅρα πῶς οἱ λόγοι ἔργον ἐγένοντο· οἱ γὰρ ἐχθροὶ καὶ ἐπίβουλοι τῆς Ἐκ‐ | |
70 | κλησίας, ἤγουν οἱ αἱρετικοὶ, καθ’ ἑκάστην γενεὰν τῇ ἀπωλείᾳ παραδίδονται, κατὰ τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν, ὅτι Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται· ὃ καὶ γέγονεν. Αὐτὸς γὰρ πρῶτος τοῦτο ἐποίησεν καὶ ὑπέδειξε· μετὰ δὲ τὴν αὐτοῦ εἰς οὐ‐ | |
75 | ρανοὺς ἀνάληψιν οἱ μακάριοι ἀπόστολοι παρετάξαντο κατ’ αὐτῶν. Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γε‐ νόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας | |
ἐκριζώσαντες, τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμ‐ | Column end | |
59.560 | μένον, ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Οὐκοῦν πάντες ἐξέλιπον καὶ ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ποῦ γάρ εἰσιν οἵ ποτε τὴν Ἐκκλησίαν πολεμήσαντες, βασιλεῖς καὶ δυνάσται καὶ σοφοί; οὐχὶ | |
5 | διεσκορπίσθησαν καὶ ἀπώλοντο, καὶ ἐγένοντο εἰς οὐ‐ δέν; ϛʹ. Ποῦ γὰρ τὸ γαυρίαμα καὶ ἡ θρασύτης τῶν Ἰουδαίων; ποῦ Σίμων ὁ μάγος ὁ πρῶτος ἐν αἱρέσει, ὁ μαθητὴς τοῦ ἀντιχρίστου καὶ πρόδρομος; ποῦ τὸ κακὸν | |
10 | τούτου γέννημα, καὶ τῆς τούτου μανίας καὶ ἀσελγείας διάδοχος Μοντανὸς, ὁ τῶν κακῶν ἔξαρχος μετὰ τῶν δύο μοιχαλίδων, καὶ τὰ τούτων λεγόμενα μυστήρια, τὰ βα‐ θείας σιωπῆς ἄξια, τὰ βδελυκτὰ καὶ ἀκάθαρτα, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ | |
15 | αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν; Ποῦ Μαρκίων, ποῦ Οὐάλης, ποῦ Μάνης, ποῦ Βασιλίδης, ποῦ Νέρων, ποῦ Ἰουλιανὸς, ποῦ Ἄρειος, ποῦ Νεστόριος, ποῦ πάντες οἱ ἀντιτασσόμενοι τῇ ἀληθείᾳ, περὶ ὧν ἐβόα ἡ Ἐκκλησία, ὅτι Ἐκύκλωσάν με κύνες πολλοί; Οὐχὶ πάντες ἀπ‐ | |
20 | ώλοντο; Διεσκορπίσθησαν γὰρ διὰ τὴν βλασφημίαν αὐτῶν, καὶ ἐξεδιώχθησαν ὡς λύκοι. Εὗρον γὰρ τοὺς ἀνταγωνι‐ στὰς καὶ γενναίους πολεμιστὰς καὶ ὄντως ποιμένας, τοὺς προϊσταμένους τότε τῶν Ἐκκλησιῶν μακαρίους ἄνδρας. Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ | |
25 | τῶν νῦν. Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες· ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων, οὗτοι ἱματίων καὶ γελγῶν. Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν· ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν. Ὢ τῶν | |
30 | μακαρίων αὐτῶν ἀνδρῶν, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς· οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί· καὶ Ἐφράγη στόμα λαλούντων ἄδικα. Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ Δαυῒδ, ὃς ἀποδυρόμενος ἔλεγε· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Εἴπω κἀγὼ | |
35 | ἐν δάκρυσι· Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆ‐ ρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες; Τί δὲ κωλύει καὶ εἰς μέσον τούτους παραγαγεῖν, κἂν ἐπὶ πολλῶν ὀλίγους; καὶ γὰρ τὸ μνημονεῦσαι αὐτοὺς ἁγιασμός ἐστι τῆς ψυ‐ | |
40 | χῆς. Ποῦ Εὐόδιος ἡ εὐωδία τῆς Ἐκκλησίας, καὶ τῶν ἁγίων ἀποστόλων διάδοχος καὶ μιμητής; ποῦ Ἰγνάτιος τὸ τοῦ Θεοῦ οἰκητήριον; ποῦ ὁ Διονύσιος τὸ πετεινὸν τοῦ οὐρανοῦ; ποῦ Ἱππόλυτος ὁ γλυκύτατος καὶ εὐνούστα‐ τος; ποῦ Βασίλειος ὁ μέγας, καὶ μικροῦ δεῖν τῶν ἀπο‐ | |
45 | στόλων ἰσόῤῥοπος; ποῦ Ἀθανάσιος ὁ ἅγιος, καὶ πλεον‐ έκτης τῶν ἀρετῶν; ποῦ Γρηγόριος ὁ δεύτερος θεολόγος, καὶ ἀήττητος στρατιώτης τοῦ Χριστοῦ, καὶ ὁ τούτου συνώνυμος; ποῦ Ἐφραῒμ ὁ πολὺς, ἡ παραμυθία τῶν ἀθυμούντων, ἡ παιδαγωγία τῶν νέων, ἡ χειραγωγία τῶν | |
59.560(50) | μετανοούντων, ἡ κατὰ τῶν αἱρετικῶν ῥομφαία, τὸ δο‐ χεῖον τοῦ Πνεύματος, τὸ σκεῦος τῶν ἀρετῶν; Ὁρᾷς πό‐ σον τὸ μέσον, καὶ πόση διαφορὰ ἐκείνων τῶν μακαρίων καὶ ἁγίων ἀνδρῶν παρὰ τῶν νῦν; Οἶδα καὶ ἄλλους θεο‐ φόρους διδασκάλους, ἀλλὰ ἀρκεῖ πρὸς τὸ παρὸν τέως. | |
55 | Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται, ἔθηκαν ὑπὲρ τῶν προβάτων· οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυ‐ γον· ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ· οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ ἵππων καὶ ἡμιόνων, καὶ ἀρουρῶν καὶ ποιμνίων, καὶ μαγείρων καὶ λαμπρᾶς | |
60 | τραπέζης. Πολὺς ὁ λόγος ἐν αὐτοῖς περὶ τούτων καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα· περὶ δὲ τῆς λογικῆς ποί‐ μνης λόγος οὐδεὶς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως. Εἶτα ἐάν τις ἐρωτήσῃ αὐ‐ τοὺς περὶ βιβλίων, ἀποκρίνονται λέγοντες· Πτωχός εἰμι, | |
65 | καὶ οὐκ εὐπορῶ βιβλία κτήσασθαι. Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ’ ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάν‐ τια κεκτημένοι ἁδρὰ, καὶ τραχήλους ὡς παρασίτων ταύ‐ ρων, μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγεί‐ ρων· τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ | |
70 | γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδρα‐ πόδων. Ὢ βαθείας αἰσχύνης· ὢ τῆς κακῆς εὐπορίας! ὢ πικρᾶς φιλαργυρίας! ὢ τῆς ἀπληρώτου γαστρός! Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοὶ, ὀνείδη, λοιδορισμοὶ, θό‐ ρυβοι. Εἶτα ἐγκαλούμενοι ἀποκρίνονται· Οὐκ ἀδικῶ | |
75 | τινα, ἐξουσίαν ἔχω τῶν ἐμῶν χρημάτων. Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ· πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγά‐ | |
δες. Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαρ‐ | 559 | |
59.561 | γυρίας! Ἐκ τοῦ πλούτου βούλεσθε σωθῆναι; Ἀλλ’ Εὐ‐ κοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλίδος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς βασιλείαν τοῦ Θεοῦ. Τρυ‐ φῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν | |
5 | τὰς αἱρέσεις; Ἀλλ’ οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεω‐ ριζόμενοι, ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζό‐ μενοι· πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χρι‐ στοῦ, τοῦ δι’ ἡμᾶς πτωχεύσαντος, τοῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις. Ὄντως | |
10 | πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς. Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, ὅτι Μακάριοι οἱ πτωχοί· καὶ πάλιν, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις· καὶ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς. Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε· τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι· περὶ | |
15 | ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ. Οὐ γὰρ ἀγνοεῖ‐ τε, ὅτι ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ· ὑμεῖς δὲ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν προβάτων, ἀρ‐ χιερεῖς καὶ ἱερεῖς, καὶ διάκονοι, ἕκαστος καθὼς ἐπι‐ στεύθη. Ἀλλ’ ὁρᾶτε, μὴ ἐπιλάθεσθε τῶν ταλάντων. | |
20 | Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης. Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν | |
25 | ἀπαιτήσει ὁ Κριτής. ζʹ. Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον, ἀποῤῥί‐ ψατε πᾶσαν βιωτικὴν μέριμναν, βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε· Βλέπετε τοὺς κύνας. Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι. Βλέπετε τοὺς κλέπτας, | |
30 | βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα κα‐ ταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φο‐ βερᾶς παρουσίας τοῦ Δεσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ’ ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα. | |
35 | Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ, Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς, ἀλλ’ ἑκουσίως, μηδὲ αἰσχροκερ‐ δῶς, ἀλλὰ προθύμως, μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ | |
40 | φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμα‐ ράντινον τῆς δόξης στέφανον. Πάλιν οὖν ταὐτὰ ἐρῶ· ἀκούσατε, ἱερεῖς Κυρίου, Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοὶ, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων. Ἐνωτίσασθε, | |
45 | πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἱ μικροὶ καὶ μεγάλοι, εἴτε ἄρσεν εἴτε θῆλυ, Ἐπὶ τῷ αὐτῷ πλούσιος καὶ πένης· προσέχετε τοῖς λεγομένοις, πα‐ ρακαλῶ· βούλομαι γὰρ ἀποδεῖξαι καὶ πληροφορῆσαι ὑμᾶς ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι οὐ πάντες οἱ λεγόμενοι | |
59.561(50) | Χριστιανοὶ, Χριστιανοί εἰσιν, ἀλλὰ μόνον τὸ ὄνομα κα‐ λούμενοι Χριστιανοὶ φρεναπατῶνται ἐπὶ τῇ ψιλῇ προσ‐ ηγορίᾳ. Τῷ μὲν λόγῳ Χριστιανοὶ πολλοὶ, τῷ δὲ τρόπῳ ὀλίγοι καὶ σπάνιοι· τῷ σχήματι ὡς Χριστιανοὶ καὶ ὡς Χριστοῦ μαθηταὶ, τῷ δὲ τρόπῳ προδόται· τῷ λόγῳ εὐ‐ | |
55 | σεβεῖς καὶ εὔσπλαγχνοι, τῷ δὲ τρόπῳ ἀσεβεῖς καὶ ἀν‐ ελεήμονες· τῇ προσηγορίᾳ Χριστιανοὶ, τοῖς δὲ ἔργοις ἐθνικοὶ, καθὼς προεῖπεν ὁ προφήτης Δαυῒδ, ὅτι Ἐμίγη‐ σαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν. Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη. Ποταποὶ | |
60 | Χριστιανοὶ Ἰουδαϊκοῖς καὶ Ἐλληνικοῖς προσέχοντες μύθοις, καὶ γενεαλογίαις, καὶ μαντείαις, καὶ ἀστρο‐ λογίαις, καὶ φαρμακείαις, καὶ φυλακτηρίοις· καὶ παρα‐ τηρήσεις ἡμερῶν καὶ ἐνιαυτῶν, κληδονισμοὺς καὶ ὄνειρα, καὶ ὀρνέων φωνάς· καὶ ἐν πηγαῖς λύχνους ἅπτοντες καὶ | |
65 | ἀπολουόμενοι, καὶ συναντήματα παρατηρούμενοι, καὶ εἰδωλόθυτον ἐσθίοντες, καὶ αἷμα πνικτῶν καὶ θηριαλώ‐ των, καὶ ὀρνεοπάτακτα, καὶ πολλὰ ἕτερα τούτων ὅμοια; Πῶς Χριστιανοὶ εὑρεθῶσιν οἱ τοιαῦτα πράσσοντες; ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς; | |
70 | πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες; Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις, ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι; Τοῖς | |
75 | τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς | |
Χριστιανούς. Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος, ἕως ὅτε | Column end | |
59.562 | φυλάσσει τὴν παρθενίαν αὐτῆς, εὐλόγως καὶ ἀξίως παρ‐ θένος καλεῖται, καὶ ἔστιν· ἐπὰν δὲ ἀπατηθῇ ὑπό τινος, καὶ φθαρῇ, καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθέ‐ νος ἐστίν· οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς | |
5 | συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ, καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ, καὶ τὰ τῶν ἐθνῶν πράττῃ, οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται. Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι’ ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέ‐ | |
10 | γοντες· ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ· βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ, οὐ βασιλεῖ ἐπιγείῳ, οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου, ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων· αὐτῷ συν‐ | |
15 | έθου καὶ ὡμολόγησας, καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύ‐ ρων· λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματός σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων. Ὅρα, ἀδελφὲ, | |
20 | καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων. Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος· Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ. Ὑμεῖς δὲ οὐχ | |
25 | οὕτως ἐμάθετε τὸν Χριστόν. Προσέχετε τοῖς λεγομέ‐ νοις, ἀγαπητοὶ, καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι. Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ, καὶ ἔτι πληθυνθήσονται. Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζε‐ | |
30 | ται. ηʹ. Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται. Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀνα‐ στήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Ὥστε | |
35 | μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν. Διὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν· Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ· βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν, μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρε‐ | |
40 | σβύτερος, μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα· Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐ‐ τῆς ἠρνημένοι. Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε, ἀλλ’ | |
45 | ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐν αὐτῷ περιπατεῖτε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν. Καὶ περὶ μὲν τούτων ἐνταῦθα ἀποδώσω τὸν λό‐ γον· μικρὰ δὲ διαλεχθεὶς περὶ σημείων τῆς συντελείας, καταπαύσω. Ὅταν δὲ ἄρξωμαι λαλεῖν περὶ τῆς συντε‐ | |
59.562(50) | λείας, φρίκη μοι ἐπέρχεται, καὶ ἐξίσταμαι. Πάντα μὲν τὰ τοῦ Κυρίου θαυμαστὰ, μεγάλα καὶ φοβερὰ καὶ ἔν‐ δοξα· τὸ δὲ τέλος τῆς συντελείας καὶ τὸ τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπὲρ λόγον καὶ νοῦν καὶ ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καὶ καταπλήττει | |
55 | πᾶσαν ἀκοήν. Μέγας δὲ ἀγὼν καὶ πολὺς πόθος τῶν μα‐ θητῶν, ἀκούειν παρὰ τοῦ διδασκάλου σημεῖα περὶ τῆς συντελείας. Ὡς γὰρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι Καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ μαθηταὶ αὐτοῦ κατ’ | |
60 | ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος. Ὅρα τὸ σοφὸν καὶ συνετὸν τῶν μαθητῶν. Ὅταν μέγα τι ἐβού‐ λοντο ἐρωτᾷν, οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλὰ κατ’ ἰδίαν, καί φασιν· Εἰπὲ ἡμῖν, Δέσποτα, καὶ τὸ, εἰπὲ | |
65 | ἡμῖν, ἀγαθέ· εἰπὲ ἡμῖν, καρδιογνῶστα· εἰπὲ ἡμῖν, ὁ γινώσκων τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· εἰπὲ ἡμῖν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν· εἰπὲ ἡμῖν, ὁ ποιητὴς τῶν αἰώνων· εἰπὲ ἡμῖν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος· εἰπὲ ἡμῖν, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ | |
70 | συντελείας τοῦ αἰῶνος, ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς πάσης τῆς οἰκουμένης· ὅταν καταρ‐ γήσῃς πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων· Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς παρ‐ | |
75 | ουσίας σου, ὅπως καὶ ἡμεῖς διδάξωμεν πάντα τὰ ἔθνη τὴν παράδοξόν σου παρουσίαν. Ὁ δὲ Κύριος εἶπεν αὐτοῖς· Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός. Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ· ὅτι ὁ καιρὸς ἐγγύς | |
80 | ἐστι. Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, | 561 |
59.563 | τότε εἶπεν, Ὅτι καιρὸς ἐγγύς ἐστι· νῦν ἔστηκε, καὶ πάν‐ τες θεωροῦμεν. Ὁρᾷς, πόση σπουδὴ τοῦ Δεσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον ἐν αὐτοῖς δόλον; Διὸ καὶ | |
5 | πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καὶ τοῦ Ἀντιχρίστου προδρόμους· εἶτα προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασι‐ λείαν· ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ | |
10 | τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες, οὐ συνίεμεν. Τότε, φησὶ, σκανδαλισθήσον‐ ται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι. Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία; οὐχὶ πάντες σχεδὸν κατ’ ἀλλήλων γε‐ | |
15 | γόνασι, καὶ μισοῦσιν ἀλλήλους; Καὶ τοῦτο πεπλήρωται, καθὼς ὁρῶμεν. Οὐχὶ πάντες κατ’ ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀν‐ | |
20 | αγνῶσται κατ’ ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν; Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Διὰ τοῦτο προεῖπεν ὁ Δεσπότης· Ἐρευ‐ νᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε. Ἕτερον δὲ πάλιν σημεῖον προέθηκεν λέγων· Καὶ κηρυχθήσεται | |
25 | τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρ‐ τύριον πᾶσι τοῖς ἔθνεσι. Καὶ τότε προσδέχου τὸ τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τὸν υἱὸν τῆς ἀπωλείας, δι’ ὃν γενήσεται θλίψις πολλὴ καὶ μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς τοῦ κόσμου. Καὶ πάλιν λέγει· | |
30 | Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα καὶ τέρατα, ὥστε, εἰ δυνατὸν, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς. Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵ‐ | |
35 | τινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ’ αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου· καὶ διὰ τῶν ἰδίων δογμά‐ των ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας. | |
40 | θʹ. Διὰ τοῦτο ἡ θεία Γραφὴ, ἀδελφοὶ, ἄνω καὶ κάτω κρά‐ ζει ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ ὁ Δεσπότης ἐπήγαγε τὸ, Ἰδοὺ προείρηκα ὑμῖν. Νοεῖν δὲ ἡμᾶς χρὴ τὸν νοῦν ἑκάστης λέξεως. Ἰδοὺ προ‐ είρηκα ὑμῖν· τουτέστιν, ἀπάρτι πρόφασιν οὐκ ἔχετε. | |
45 | Ἰδοὺ προείρηκα ὑμῖν· ἐὰν πλανήσωσί τινα ἐξ ὑμῶν, ἀσύγγνωστος ἔσται. Ἰδοὺ προείρηκα ὑμῖν· εὔλογον πρόφασιν οὐδεὶς ἔχει. Ἰδοὺ προείρηκα ὑμῖν πάντα· Βλέπετε, μὴ πλανηθῆτε. Ὁρᾶτε, μὴ ἄλλον ψευδόχρι‐ στον δέξησθε ἀντὶ ἐμοῦ τοῦ ἀληθινοῦ. Πολλοὶ γὰρ ἐλεύ‐ | |
59.563(50) | σονται ἐν τῷ ὀνόματί μου, λέγοντες· ὅτι Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι· καὶ, Ὁ καιρὸς ἐγγύς ἐστι. Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν. Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περὶ τῶν τοιούτων. Διὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετι‐ | |
55 | κῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν, ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ. Ὁ γὰρ ἐν τούτοις ἀπατώμενος, καὶ συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυ‐ τὸν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας. Ὁ δὲ ἀληθινὸς | |
60 | καὶ ἄδολος μαθητὴς τοῦ Θεοῦ μετὰ παῤῥησίας κράζει· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνά‐ θεμα ἔστω· καὶ τὰ τοῦ Δαυῒδ ψάλλει· Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσουν, καὶ ἐπὶ τοὺς ἐχ‐ θρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐ‐ | |
65 | τούς. Φρίξατε καὶ τρομάξατε οἱ τὰς ἀγάπας μετ’ αὐτῶν ποιοῦντες, καὶ διορθώσασθε, ἵνα μὴ ἀπόλησθε ταῖς ἀσε‐ βείαις αὐτῶν. Ἁρμόζει δὲ καὶ ἐνταῦθα τὸ, Ἰδοὺ προεί‐ ρηκα ὑμῖν. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὰ περὶ τῆς συντελείας ἀναπληροῦντες. Καὶ ἵνα συντόμως | |
70 | εἴπω· τὰ προειρημένα σημεῖα ἐπληρώθησαν· λοιπὸν χρὴ ἕτοιμον εἶναι καὶ παρεσκευασμένον, καὶ μὴ πολυ‐ πραγμονεῖν πλεῖον τῶν γεγραμμένων. Πολλοὶ ἀμαθεῖς καὶ ἀστήρικτοι γεγόνασιν οἱ στρεβλοῦντες τὰς θείας Γρα‐ φάς· ὅρα δὲ σὺ, μὴ πιστεύσῃς αὐτοῖς. Πολλὴ κακία, | |
75 | πολλὴ πονηρία ἐκκέχυται ἐπὶ τῆς γῆς, πολλὰ σκάνδαλα· Βλέπε δὲ σὺ, μὴ ἀπατηθῇς· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ, ἀλλ’ ὁδῷ βασιλικῇ βάδιζε. Ἔχεις πολλοὺς πιστοὺς, ἀγαπητὲ, εἰ καὶ μὴ ἐπὶ γῆς, ἀλλ’ ἐν οὐρανῷ, μεθ’ ὧν πάντοτε συνεῖναι σπεῦσον. Ἔχεις ἐκεῖ | |
80 | πανηγύρεις ἀγγέλων, ἔχεις πατριάρχας, προφήτας, ἀπο‐ | Column end |
59.564 | στόλους, εὐαγγελιστάς· ἔχεις μάρτυρας, ὁσίους ὁμολο‐ γητὰς, καὶ τοὺς ἐν μοναχικῷ βίῳ διαπρέψαντας, πλῆ‐ θος πολὺ, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς. Τούτους πό‐ θησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου, τούτων | |
5 | τὴν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτὸς καὶ ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τὰς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλὴν ὠφέλειαν. Γίνου ἔμπο‐ ρος λόγου δικαιοσύνης, ἵνα δύνῃ τοὺς ἀντιλέγοντας ἐλέγχειν, καὶ τοῖς μυθολόγοις ἐπιτιμᾷν, καὶ τοὺς αἱρε‐ | |
10 | τικοὺς ἐπιστομίζειν, καὶ τοὺς παραπίπτοντας νουθετεῖν καὶ ἐπιστρέφειν. Ἐρεύνα τὰς θείας Γραφὰς, ἵνα ὅταν ἴδῃς ἀκαταστασίαν καὶ σύγχυσιν, μὴ καταπέσῃς, ἀλλ’ ἐπὶ τὴν θείαν Γραφὴν καταφύγῃς. Ὅρα δὲ, μὴ χαυνω‐ θῇς, μηδὲ σαλευθῇς ἀπὸ τοῦ νοός σου. Ὅταν ἴδῃς πολ‐ | |
15 | λοὺς ἀσυνετοῦντας, μὴ ξενίζου· δεῖ ταῦτα γενέσθαι. Ὅταν ἴδῃς πολλοὺς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ Δεσπότου λέγοντος, ὅτι Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται. Ὅταν πλανολόγους, ὑπομνήσθητι τοῦ προφήτου λέγοντος· Οὐαὶ τοῖς γράφουσι πονη‐ | |
20 | ρίαν. Ὅταν ἴδῃς τοὺς εὐλαβεῖς καὶ πιστοὺς καὶ σοφοὺς ἐξουδενουμένους, τοὺς δὲ ἐναγεῖς καὶ ἀλαζόνας καὶ προ‐ δότας καὶ πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώ‐ | |
25 | μενοι. Ὅταν ἴδῃς τὴν ἁγίαν Γραφὴν βδελυχθεῖσαν ὑπὸ τῶν εἶναι δοκούντων Χριστιανῶν, καὶ τοὺς λαλοῦντας τὸν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυ‐ ρίου εἰπόντος· Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐμὲ ἐδίωξαν, καὶ | |
30 | ὑμᾶς διώξουσιν. Ὅταν ἴδῃς λαοὺς ἐπισυντρέχοντας πρὸς τοὺς μυθολόγους καὶ φυλακτογράφους, καὶ γενεα‐ λογίας, καὶ μαντείας, καὶ διδασκαλίας δαιμόνων, καὶ ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων | |
35 | ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς, ἀλλὰ δα‐ κρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης, καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων. Καὶ πάλιν λέγει· Ἔσται και‐ | |
40 | ρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξον‐ ται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσι ἑαυτοῖς διδασκάλους, κλυθόμενοι τὴν ἀκοήν· καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. | |
45 | ιʹ. Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν, καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς, ὑπο‐ μνήσθητι τοῦ Κυρίου λέγοντος· Οὐαὶ οἱ ἐμπεπλησμέ‐ νοι, ὅτι πεινάσετε· οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πεν‐ θήσετε. Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας, καὶ τὰ | |
59.564(50) | ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δα‐ κρύσας ὑπομνήσθητι τοῦ Δαυῒδ λέγοντος· Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· καὶ τοῦ προφήτου Ἡσαΐου λέγοντος· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες ὀψὲ, μετὰ | |
55 | κιθαρῶν, καὶ ψαλτηρίων, καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνοντες· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Καὶ ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον, ὑπομνήσθητι τοῦ Δε‐ σπότου λέγοντος· Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδά‐ | |
60 | λων· ἀνένδεκτον δέ ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. Ἀλλὰ τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τὸ ψεῦδος; οὐκ ἔστι κακὸν, λέγοντες, τὸ μετεωρίζεσθαι· τί γὰρ βλάπτει ἡ κιθάρα καὶ τὰ λοιπὰ ὄργανα; Ὢ ἐσχάτης ἀνοίας· ὢ τῆς πονηρᾶς ἐπινοίας | |
65 | τοῦ διαβόλου. Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα Κυρίῳ ἀνταπόδοτε; Ὁ ἄχραντος Δεσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανὸν, καὶ σὺ λέγεις, τί βλάπτει ταῦτα; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ· οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς. Εἰπάτωσαν δὲ ἡμῖν | |
70 | οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύ‐ νανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήμα‐ τα; ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τοὺς Χριστιανούς; Ἰδοὺ ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀπὸ ἀνατολῶν ἡλίου μέχρι | |
75 | δυσμῶν, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κράζει, καὶ διδάσκει, καὶ παραινεῖ, διά τε νόμου, καὶ προφητῶν. | |
καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Δεσπότου, καὶ οὐδαμοῦ | 563 | |
59.565 | τις εὗρεν, ὅτι ἐπετράπη Χριστιανὸς ποιεῖν ταῦτα τὰ σχήματα. Πόσοι βασιλεῖς καὶ δυνάσται, καὶ σοφοὶ, καὶ εὐγενεῖς, καὶ ἔνδοξοι, καὶ νομικοὶ, καὶ δοῦλοι καὶ ἐλεύ‐ θεροι, καὶ πτωχοὶ καὶ πλούσιοι, καὶ πρεσβῦται καὶ νέοι; | |
5 | τίς ἐκ τούτων πάντων δύναται ἀποδεῖξαι ἢ παραστῆσαι περὶ τούτων, ὅτι ἐπετράπη ὁ Χριστιανὸς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ ἄλλο τι τοιοῦτον ποιεῖν, ὧν προειρήκαμεν; Οὐδεὶς δύναται παραστῆσαι. Μηδεὶς πλανάτω ὑμᾶς· οὐκ ἔστι ταῦτα Χριστιανῶν· ταῦτα ἀλλότριά εἰσι τῆς καθ‐ | |
10 | ολικῆς Ἐκκλησίας· ταῦτα πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι. Μηδεὶς, ἀδελφοί μου, πλανάτω ὑμᾶς· ὅσοι ἐν τούτοις ἐνάγεσθε, τῆς χάριτος ἐξεπέσατε· Χριστὸς οὐ‐ δὲν ὑμᾶς ὠφελήσει. Ἐπανέλθωμεν δὲ πάλιν ἐπὶ τὴν πρώ‐ την καὶ καλὴν ὁμολογίαν, εἰς ἣν ἐκλήθημεν, ἐνώπιον | |
15 | πολλῶν μαρτύρων, ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ τοῦ κτίστου τῶν ὅλων· αὐτὸς γὰρ τὸ γραμματεῖον τῆς ὁμο‐ λογίας ἡμῶν κατέχει ἐν οὐρανῷ, ἀποδοῦναι ἑκάστῳ καθ‐ ὼς ἔπραξε καὶ ἐφύλαξε τὴν ὁμολογίαν. Ἑκάστου γὰρ ἡμῶν γεγραμμέναι εἰσὶ, καὶ αἱ συνθῆκαι, καὶ ἡ τοῦ δια‐ | |
20 | βόλου ἀποταγὴ καὶ πρὸς Χριστὸν συνταγὴ, καὶ τὰ ἔργα ἡμῶν καὶ αἱ πράξεις, καὶ οἱ λόγοι, καὶ τὰ ἐνθυμήματα, καὶ οἱ μετεωρισμοὶ, καὶ τὰ γέλοια· καὶ πάντα γεγραμ‐ μένα ἔχων ἔρχεται ὁ Χριστός. Λοιπὸν οὖν τί βούλει; ψεύσασθαι αὐτῷ; Ἀλλ’ οὐκ ἔστι δυνατόν· ἐν γὰρ χειρὶ | |
25 | αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου. Ἀλλὰ βούλει κρύπτεσθαι; Ἀλλ’ οὐκ ἔστι δυνατὸν, ἐπειδὴ ἐν χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλ‐ μοῖς αὐτοῦ, καὶ οὐ κρυβήσῃ ἀπὸ προσώπου αὐτοῦ. Ἐὰν | |
30 | εἰς τὸν οὐρανὸν ἀναβῇς, αὐτὸς ἐκεῖ ἐστιν· ἐὰν καταβῇς εἰς τὴν ἄβυσσον, ἐκεῖ πάρεστι. Γέγραπται γὰρ, ὅτι Πάντα, ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐ‐ ρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πά‐ σαις ταῖς ἀβύσσοις. Τί οὖν ποιήσωμεν, ἀδελφοί; Στενὰ | |
35 | ἡμῖν πανταχόθεν· Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας καὶ νεφρούς. Φυγεῖν οὐκ ἔστιν· οὐ γὰρ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν αὐτοῦ. Κρυβῆναι ἀδύνατον· κατέχει γὰρ τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, ὡσεὶ ἀκρίδας. Ἀντιστῆναι οὐκ ἔνι, καθὼς γέ‐ | |
40 | γραπται, ὅτι Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Αὐτὸς γὰρ δεσπόζει τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ὁ μέλλων καταργεῖν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. Ἀπολογία οὐκ ἔνι, οὐδὲ ἀφορμὴ, οὔτε ἔννοια. Διὰ τοῦτο ἀπὸ περάτων τῆς γῆς ἕως περά‐ | |
45 | των ἡ θεία Γραφὴ βοᾷ, καὶ παραινεῖ, καὶ ἐλέγχει, καὶ νουθετεῖ, καὶ διαμαρτύρεται, καὶ ἀπειλεῖ. Διό φησιν ὁ Δεσπότης ἡμῶν· Ὁ ἀθετῶν με, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἐγὼ οὐ κρίνω αὐτόν· ὁ λόγος, ὃν ἐλά‐ λησα, κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν | |
59.565(50) | λέγει· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ἠκούσατε, ὅτι οὐδεὶς πρόφασιν ἔχει. Ὄντως, ἀδελφοὶ, στενὰ ἡμῖν πανταχόθεν. ιαʹ. Ἀλλὰ πάντως τις ἀποκρίνεται, ὅτι Ἰδοὺ ἱκανῶς | |
55 | καθήψω ἡμῶν διὰ τοῦ λόγου, καὶ τὰ σκυθρωπὰ ὑπέδει‐ ξας, καὶ τὰς κολάσεις ὑπέμνησας, καὶ τὰς τιμωρίας δι‐ εγράψω, καὶ περισσῶς κατέπληξας καὶ ἐφόβησας. Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν· καὶ οἶδα, ὅτι ἕκαστος ὑμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ, καὶ ἕκαστος | |
60 | θερίσει ὃ ἔσπειρεν, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστά‐ σει. Ἀλλ’ ὡς ταῦτα ἀπήγγειλας, καὶ εἰς μέσον ἤγαγες, καὶ κατέπληξας καὶ ἐφόβησας, ὑπόδειξον ἡμῖν λοιπὸν καὶ τῆς σωτηρίας τὸν τρόπον, δὸς καὶ τῆς πληγῆς τὴν ἴασιν· ὥσπερ εἶπες τὰ καταπληκτικὰ, εἰπὲ καὶ τὰ χαρο‐ | |
65 | ποιά. Ἰδοὺ σωθῆναι θέλω, τί ποιήσω; πῶς σωθῶ; ποίῳ τρόπῳ χρήσομαι; πρὸς τίνα καταφεύξομαι; Πολλὰ γὰρ ἥμαρτον, καὶ ἐν ἔργοις καὶ ἐν λόγοις, καὶ ἑκουσίως καὶ ἀκουσίως, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ κατὰ πᾶσαν ὥραν. Τί οὖν ποιήσω; πῶς σωθῶ; πρὸς τίνα καταφεύ‐ | |
70 | ξομαι; Ἐγώ σοι λέγω πρὸς τίνα καταφύγῃς. Ὁ μακά‐ ριος Δαυῒδ ὑπέδειξε πρὸς τίνα δεῖ καταφυγεῖν, εἰπών· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Τοῦτο ὑπέδειξεν καὶ Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κό‐ | |
75 | σμου. Τοῦτο ἀπήγγειλε καὶ ὁ ἄγγελος, λέγων· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐ‐ τῶν· καὶ πάλιν ὁ προφήτης Δαυῒδ λέγει· Κύριε, πρὸς σὲ κατέφυγον. Πρὸς τοῦτον καὶ σὺ κατάφυγε τὸν εἰ‐ πόντα· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτω‐ | |
80 | λούς· τὸν εἰπόντα, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες | Column end |
59.566 | ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· τὸν εἰπόντα, Μετα‐ νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· τὸν λέ‐ γοντα, Δεῦτε πάντες πρός με οἱ κοπιῶντες καὶ πε‐ φορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· τὸν εἰπόντα, | |
5 | Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας· τὸν λέγοντα, ὅτι Τὸν ἐρχόμενον πρὸς μὲ, οὐ μὴ ἐκβάλω ἔξω· τὸν εἰπόντα διὰ τοῦ προ‐ φήτου, Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· τὸν εἰ‐ | |
10 | πόντα, ὅτι Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· τὸν εἰπόντα, Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Πρὸς τοῦτον κατάφευγε μετανοῶν καὶ δακρύων. Μετανόησον, καὶ μὴ διακριθῇς· μετανόησον, καὶ μὴ ἀθυμήσῃς, μηδὲ | |
15 | ἀπογνώσῃς σεαυτὸν ἔχοντα σωτηρίας φάρμακα. Ἐν οὐ‐ ρανῷ χαρὰ γίνεταί σου μετανοοῦντος, καὶ σὺ ῥᾳθυμεῖς; ἄγγελοι σκιρτῶσι, καὶ σὺ νυστάζεις; διὰ σὲ παραγέγο‐ νεν ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σὺ τὸ τραῦμα κρύπτεις; αὐτὸς κράζει· ἐπιστράφητε πρὸς μὲ, υἱοὶ ἀνθρώπων, | |
20 | δεῦτε πρὸς μέ· καὶ σὺ οὐ σπουδάζεις; αὐτὸς κράζει· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὢ φιλανθρωπία Δεσπότου ἀνείκαστος! Οὐκ ἦλθον καλέσαι δικαίους, φησὶν, ἀλλὰ ἁμαρτωλούς. Θάρσει οὖν, ἁμαρτωλὲ, καὶ μὴ ἀθυμήσῃς. Σὲ γὰρ ἦλθε | |
25 | καλέσαι ὁ ποιμὴν ὁ καλός· διὰ σὲ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, λέγων· Δεῦτε πρὸς μὲ, πάντες οἱ πεφορτι‐ σμένοι. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρ‐ τωλούς. Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ, ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν· οὐ γὰρ μόνον τὴν κλῆ‐ | |
30 | σιν ψιλὴν εἴρηκεν, ἀλλὰ προσέθηκε τὸ, Εἰς μετάνοιαν. Οὐ γὰρ ἦλθον, φησὶ, καλέσαι δικαίους, ἀλλὰ ἁμαρ‐ τωλοὺς εἰς μετάνοιαν· οὐκ εἰς γελοῖα, ἀλλ’ εἰς δάκρυα· οὐκ εἰς αἰσχρολογίαν, ἀλλ’ εἰς δοξολογίαν· οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην, ἀλλ’ εἰς νηστείαν καὶ ἀγρυπνίαν | |
35 | καὶ δάκρυα· οὐκ εἰς χορεύματα καὶ κιθαρισμοὺς καὶ καταλέγματα, ἀλλ’ εἰς πένθος καὶ θλίψιν καὶ στενοχω‐ ρίαν, λέγων· Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, δηλονότι, τὰς ἁμαρτίας αὐτῶν. Ἄρξαι οὖν τοῦ μετα‐ νοεῖν· βάλε τὴν ἀρχὴν μόνον, καὶ ὁ Θεὸς τῶν μετανοούν‐ | |
40 | των συνεργήσει, καὶ ἐνισχύει σε, καὶ εὑρήσεις χάριν πολ‐ λὴν, καὶ γενήσεται ἐν σοὶ ὑπὲρ μέλι καὶ κηρίον. Πολλαὶ ὁδοὶ βίου, καθὼς γέγραπται, καὶ πολλοὶ τρόποι τῆς σω‐ τηρίας. Οἵῳ τρόπῳ θέλεις, σώθητι, μόνον σώθητι. Ἐὰν ἔχῃς, ἐλέησον· εἰ δὲ οὐκ ἔχεις, οὐ ζητεῖ ὁ Θεός. Οὐκ | |
45 | ἔχεις ἄρτον, οὐκ ἔχεις ἱμάτιον. Κλῖνον τὰ γόνατα, τύ‐ ψον τὸ στῆθος, κατάγαγε τὰ δάκρυα, στέναξον, πένθη‐ σον, ἔκτεινον τὰς χεῖράς σου εἰς τὸν οὐρανὸν, ἆρον τὸ ὄμμα σὸν πρὸς τὸν Δεσπότην, νήστευσον, ἀγρύπνη‐ σον. Ταῦτα ἔχει πᾶς ἄνθρωπος, καὶ ἀρνήσασθαι οὐ δύ‐ | |
59.566(50) | ναται· ταῦτα σπούδασον προσάγειν τῷ Θεῷ πάντοτε. Ἀλλὰ καὶ ταῦτα μετὰ σκοποῦ καὶ διακρίσεως δεῖ ποιεῖν, ἵνα μὴ εἰς ἀνόνητα τρέχῃς, καὶ εἰς κενὸν κοπιᾷς. ιβʹ. Ταύτας οὖν τὰς ἀρετὰς ποιῶν, καὶ τῷ Θεῷ προσφέρων τὴν μετάνοιαν, τήρησον ἀκριβῶς καὶ ἐρεύνησον, μήποτε | |
55 | ἔχῃς ἔχθραν κατά τινος, καὶ ὁ σκοπός σου ἅμα εἰς κενὸν γένηται· ἀλλὰ καθὼς εἶπεν ὁ ἀπόστολος Παῦλος, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργαζόμε‐ νοι, καὶ τηροῦντες τὴν τοῦ Χριστοῦ ἐντολὴν τὴν λέγου‐ σαν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα | |
60 | αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Ἐὰν οὖν προσεύχῃ τῷ Θεῷ ἐν ὅλῃ καρδίᾳ, καὶ οὐ χλευάζων καὶ μετεωριζόμενος, τήρησον αὐτοῦ τὴν ἐντολὴν ταύτην, καὶ ἄφες, εἴ τι ἔχεις κατά τινος. Βούλει ἀφεθῆναί σοι τὰ ἴδια παραπτώματα; | |
65 | Ἄφες καὶ σὺ τὰ τοῦ πλησίον. Ἐὰν δὲ σὺ οὐκ ἀφίῃς τὰ τοῦ ἀδελφοῦ παραπτώματα, οὐδὲ τὰ σὰ ἀφήσει ὁ Δεσπό‐ της· εἶπε γὰρ, ὅτι Ἐὰν μὴ ἀφήσητε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐ‐ ράνιος ἀφήσει τὰ ὑμέτερα. Καὶ οἴδαμεν πάντες, ὅτι οὐ | |
70 | ψεύδεται· ἀψευδὴς γάρ ἐστι, καὶ πιστὸς ἐν πᾶσι τοῖς λό‐ γοις αὐτοῦ. Γίνου οὖν ἕτοιμος προσδεχόμενος καθ’ ἑκά‐ στην ἡμέραν τὸν ἀπαιτοῦντα τὴν ψυχήν σου. Μὴ σήμε‐ ρον μετανοήσῃς, καὶ αὔριον ἐπιλάθῃ· μὴ σήμερον κλαύ‐ σῃς, καὶ αὔριον χορεύσῃς· μὴ σήμερον νηστεύσῃς, καὶ | |
75 | αὔριον μεθύων προέλθῃς, περιφερόμενος ὑπὸ πολλῶν· μὴ σήμερον ἀγρυπνήσῃς, καὶ αὔριον ἀναπέσῃς· ἀλλὰ τὴν σωτηρίαν σου μερίμνησον, ἵνα στεφανωθῇς. Μὴ νο‐ θεύσῃς τὴν ἀρετὴν, μὴ περιφύγῃς τὸν κόπον, ἵνα μὴ στερηθῇς τῶν στεφάνων. Μίσησον πᾶσαν χαρὰν τοῦ κό‐ | |
80 | σμου τούτου, καὶ τὴν δόξαν αὐτοῦ. Καὶ εἰπὲ μετὰ τοῦ | 565 |
59.567 | Δαυΐδ· Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα· καὶ, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Σπούδασον οὖν πάντοτε | |
5 | ἕτοιμος εἶναι, ἵνα ὅταν ἔλθῃ ὁ ἀπαιτῶν τὴν ψυχὴν, εὕρῃ σε ἕτοιμον ἐν τῇ μετανοίᾳ· κἀγὼ ἐγγυῶμαί σοι, ὅτι οὐ μή σε χωρίσῃ τῶν σωζομένων. Τήρησον ἀεὶ τὴν τοῦ Κυ‐ ρίου ἐντολὴν, τὸ, Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Καὶ πάλιν λέγει· Γένεσθε | |
10 | ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἄκουσον καὶ τοῦ Ἀποστόλου λέγοντος· Ἀδια‐ λείπτως προσεύχεσθε. Νοεῖτε τί ἐστι τὸ, Ἀδιαλείπτως· τουτέστι, πάντοτε, ἐν παντὶ καιρῷ, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, καὶ κατὰ | |
15 | πᾶσαν ὥραν, καὶ ἐργαζόμενος καὶ ὁδεύων, καὶ ποιμαί‐ νων καὶ ἀροτριῶν, καὶ κοιμώμενος καὶ ἀνιστάμενος. Μὴ ἀναμείνῃς Κυριακὴν, ἢ ἑορτὴν, ἢ τόπου διαφοράν. Οὐ γὰρ ἐν τόπῳ περιγράφεται τὸ Θεῖον· Ἐν γὰρ χειρὶ αὐ‐ τοῦ τὰ πέρατα τῆς γῆς. Διὰ τοῦτο καὶ ὁ προφήτης | |
20 | Δαυῒδ καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα προσευχόμενος, οὐκ ἀνέμενεν ἡμέραν, οὐδὲ τόπου διαφορὰν, ἀλλὰ δα‐ κρύων ἔλεγε, καὶ παραινῶν τὴν ἑαυτοῦ ψυχήν· Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου Κύριον. Καὶ σὺ, ἀγαπητὲ, μὴ ἀναμένῃς ὥραν, ἢ | |
25 | ἡμέραν, ἢ τόπου διαφοράν· ἀλλὰ καθὼς προείρηται, ἐν παντὶ τόπῳ, καὶ ἐν οἴκῳ σου προσεύχου, καὶ ἐν τῇ ἐκκλησίᾳ γενόμενος προσεύχου, καὶ ὅπου δ’ ἂν τυγχάνῃς, προσεύχου, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Θεοῦ. Ἐνωτί‐ σασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ἐπὶ | |
30 | τὸ αὐτὸ πλούσιος καὶ πένης, εἴτε ἄρσεν, εἴτε θῆλυ, εἴτε μιγάδες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται καὶ νέοι, βασιλεῖς τῆς γῆς, καὶ πάντες κριταὶ γῆς, ἀκούσατε τὸ γεγραμμένον· Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν. Ἀρ‐ | |
35 | νησώμεθα Τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυ‐ μίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν | |
ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι προσδεχόμενοι | Column end | |
59.568 | τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μέμνησθέ μου πάντοτε, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, | |
5 | προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ Δεσπότου τῶν ὅλων. Ὑπόδειγμα δὲ τῆς κακοπαθείας καὶ μακροθυμίας ἔχετε τοὺς προφήτας, τῆς ὑπομονῆς τὸν Ἰὼβ, τῆς σω‐ φροσύνης τὸν Ἰωσὴφ, τῆς διακρίσεως τὸν Δανιὴλ, τῆς ἀγάπης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς ἔδωκεν | |
10 | ἑαυτὸν ὑπὲρ ἡμῶν, τῆς μετανοίας τὸν θεοπάτορα Δαυῒδ ἔχετε. Οὗτος γὰρ τύπος μετανοίας ἡμῖν γέγονε, παραι‐ νῶν ἡμῖν, καὶ παρακαλῶν, καὶ λέγων, Δεῦτε τέκνα. ἀκούσατέ μου· κἀγὼ ὑμῖν ὑποδείξω τὸν τρόπον τῆς μετανοίας· ἐπειδὴ κἀγώ ποτε ἐσκανδαλίσθην, ἀλλὰ διὰ | |
15 | τῆς μετανοίας ἀνέστην· καὶ γινώσκω τὴν τοῦ Δεσπότου φιλανθρωπίαν· οἶδα πῶς γνησίως τοὺς μετανοοῦντας, ὑπτίαις χερσὶν ὑποδέχεται· ἀδύνατον γὰρ τὸν ἐμὸν Δε‐ σπότην ψεύσασθαι. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος· Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. | |
20 | Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ζῶ ἐγὼ, ὃς οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Ἠκούσατε, ὅτι καθ’ ἑαυτοῦ ὤμοσεν ὁ φιλ‐ άνθρωπος. Διὰ τοῦτο προτρέπομαι πάντας· Δεῦτε, τέκνα, | |
25 | ἀκούσατέ μου· καὶ ὡς καιρὸν ἔχομεν, ὀξυποδήσωμεν, πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην· Προφθάσω‐ μεν τὸ πρόσωπον αὐτοῦ ἐν ὁμολογήσει. Δεῦτε, προσ‐ κυνήσωμεν καὶ προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, αὐτὸς | |
30 | Οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς· αὐτὸς γάρ ἐστιν ὁ Θεὸς τῶν μετανοούντων, αὐτὸς προσδέχεται ἡμᾶς μετανοοῦντας, αὐτὸς καὶ ποιμανεῖ ἡμᾶς· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ πᾶσα εὐχαριστία, τῷ Πατρὶ καὶ | |
35 | τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 567 |