TLG 2062 234 :: JOANNES CHRYSOSTOMUS :: In decem virgines [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In decem virgines [Sp.] Citation: Vol — pg — (ln) | ||
59.527(37t) | Εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων, καὶ περὶ ἐλεημοσύνης. | |
38t | Τῇ ἁγίᾳ καὶ μεγάλῃ γʹ. | |
---|---|---|
39 | αʹ. Ὅταν τὸ εὐδαπάνητον τῆς ζωῆς ἐννοήσω, καὶ τοῦ | |
40 | ἐνιαυτοῦ τὸν ἐπινεύοντα κύκλον, καὶ τὴν πολύσκυλτον τῶν ἀνθρώπων διαγωγὴν, καὶ τὰς βιωτικὰς περιστά‐ σεις, τό τε παρατρέχον τοῦ παρόντος αἰῶνος, καὶ τὴν σκιὰν τῶν πραγμάτων, τῆς δόξης τὸ πρόσκαιρον, τῆς δυναστείας τὸ εὐδιάλυτον, τῆς εὐημερίας τὴν φαντα‐ | |
45 | σίαν, καὶ τοῦ πλούτου τὸ ὄναρ· εἶτα σκοπήσω τὴν τοῦ τέλους ἡμέραν, καὶ τῆς συντελείας ἐκεῖνο τὸ ἀπαραίτη‐ τον τάχος, τόν τε τοῦ λογοθεσίου καιρὸν, καὶ τὸν ἀκολά‐ κευτον δικαστὴν, καὶ τὴν γέμουσαν φρίκης κατάστασιν, πῶς ἀστράπτων ὁ κριτὴς παραγίνεται ἐξ οὐρανῶν, πῶς | |
59.527(50) | ταραττόμεναι αἱ δυνάμεις προτρέχουσι, πῶς ὁ φοβερὸς ἑτοιμάζεται θρόνος, πῶς ὁ οὐρανὸς ὡς βιβλίον εἱλίσσε‐ ται, πῶς καυσοῦνται τὰ στοιχεῖα τῷ φόβῳ λυόμενα, πῶς κλονεῖται τὸ ἔδαφος προσδεχόμενον τὴν τοῦ κριτοῦ ἐπί‐ βασιν, πῶς φοβερῶς ἀλαλάζουσι σάλπιγγες, πῶς ἀνοί‐ | |
55 | γονται τὰ μνήματα, πῶς ἐκτινάσσονται τάφοι, πῶς ὡς ἐξ ὕπνου ἀποπηδῶσιν οἱ νεκροὶ, πῶς ὁ χοῦς ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ πρὸς τὴν οἰκείαν ἐπανέρχεται τάξιν, πῶς πα‐ λινδρομοῦσιν αἱ ψυχαὶ πρὸς τὰ σώματα, πῶς εἰς ἀπάν‐ τησιν οἱ δίκαιοι τρέχουσι, πῶς ἐφίσταται ὁ νυμφίος | |
60 | μεσονυκτίῳ, πῶς ἀξιοῦνται τῆς εἰσόδου οἱ δίκαιοι, πῶς τοῖς ῥᾳθύμοις ἀποκέκλεισται ἡ θύρα τοῦ νυμφῶνος· ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατ‐ | |
65 | ηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν | |
70 | φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι | Column end |
59.528(38) | σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν. Οὐδὲν δὲ κωλύει καὶ αὐτὰς τὰς θείας τοῦ Εὐαγγελίου διεξελθεῖν | |
40 | συλλαβάς. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐ‐ ρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπά‐ δας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πότε ἐξῆλθον; ἆρα μὴ ὅτε κατέλαβεν αὐτὰς τῆς ζωῆς τὸ ἐμπρόθεσμον; ὅτε ἔφθασε τὸ πρόσταγμα; ὅτε ἐπέστη | |
45 | τοῦ θανάτου ἡ ἀπόφασις; ὅτε ἀπεστάλησαν οἱ κατ‐ επείγοντες τοῦ τέλους ἄγγελοι, τότε ἐξῆλθον εἰς ἀπάντη‐ σιν τοῦ νυμφίου; Οὐδαμῶς. Ἀλλὰ πότε ἐξῆλθον; Ὅτε τοῖς βιωτικοῖς περισπασμοῖς ἀπετάξαντο, ὅτε τὴν στε‐ νὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν προείλοντο, ὅτε τὴν | |
59.528(50) | ἑκούσιον σκληραγωγίαν ἠγάπησαν, ὅτε τοῖς γάμου οὐχ ὑπετάγησαν νόμοις, ὅτε τῶν τοῦ βίου ἡδονῶν κατεφρό‐ νησαν, ὅτε τὴν ἀγαθὴν μερίδα τῆς ἀφθαρσίας ἐξελέ‐ ξαντο, ὅτε τῆς εὐφροσύνης τὸν τρόπον ἠγάπησαν, ὅτε τὸν τῆς ἁμαρτίας ἐβδελύξαντο ῥύπον, ὅτε τὰ τῆς σωφρο‐ | |
55 | σύνης συνέθεντο, ὅτε τοῦ καθαροῦ νυμφίου ἠράσθησαν, ὅτε τοῦ τῆς βασιλείας ἐπεθύμησαν κάλλους, ὅτε πᾶσαν βιωτικὴν ἀπεδύσαντο φροντίδα, τότε ἐξῆλθον εἰς ἀπάν‐ τησιν τοῦ νυμφίου. Ἦσαν δὲ, φησὶν, αἱ πέντε φρόνι‐ μοι, καὶ αἱ πέντε μωραί. Καὶ τί τῶν φρονίμων τὸ | |
60 | γνώρισμα; Ὅτι συνῆψαν τῇ σωφροσύνῃ τὴν ἐλεημοσύ‐ νην, ἐκόσμησαν τὴν παρθενίαν τῇ εὐποιίᾳ, ἔγνωσαν ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ἐδοκίμασαν ὅτι τὸ ἓν οὐκ ἐπαρκεῖ πρὸς σωτηρίαν κατόρθωμα· ἑνὶ γὰρ πτερῷ ἀετὸς εἰς ὕψος οὐκ ἐφικνεῖται· Ἐμνημόνευσαν | |
65 | τῆς τοῦ νυμφίου φωνῆς τῆς λεγούσης. Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ πάλιν, ὅτι Κατακαυχᾶται ἔλεος κρίσεως. Ταῦτα καλῶς βουλευόμεναι, ἐπλήρωσαν τὰ ἀγγεῖα αὐτῶν ἐλαίου. Ποῖα ἄρα ἀγγεῖα; Τὰς τῶν πει‐ νώντων κοιλίας. Μεσίτας γὰρ τοῦ πνευματικοῦ γάμου | |
70 | τοὺς πτωχοὺς ἐπορίσαντο, ἐσκεύασαν μεθ’ ἑαυτῶν τῶν οἰκτιρμῶν τὰ ἐφόδια· οἱ πεινῶντες ἐτρέφοντο, καὶ αἱ | |
λαμπάδες ἐφαιδρύνοντο· οἱ πτωχοὶ ηὐχαρίστουν, καὶ ὁ | 527 | |
59.529 | νυμφίος ἐτέρπετο· ἡ ἐλεημοσύνη ἐσπείρετο, καὶ ὁ προσ‐ δοκώμενος μισθὸς ηὐτρεπίζετο. Καὶ αἱ φρόνιμοι τὰ τοῦ Δαυῒδ ἐβόων· Ἡτοιμάσθημεν, καὶ οὐκ ἐταράχθημεν· αἱ δὲ μωραὶ τὰς λαμπάδας κρατοῦσαι χωρὶς ἐλαίου πόῤ‐ | |
5 | ῥωθεν ἀπὸ τοῦ νυμφίου ἐβλέποντο. Πῶς εἴχοντο ἑνὶ κατορθώματι; πῶς τὴν μὲν ἁγνείαν ἐκτήσαντο, τὴν δὲ φιλανθρωπίαν ἀπώσαντο; πῶς ἀπάθειαν μὲν τῷ σώματι περιεποιήσαντο, συμπάθειαν δὲ περὶ τοὺς δεομένους οὐκ ἐπεδείξαντο; πῶς τὴν μὲν σωφροσύνην ἠγάπησαν, | |
10 | τὴν δὲ φιλοξενίαν ἀπεστράφησαν; Τί οὖν τὸ πέρας; Χρονίζοντος γοῦν τοῦ νυμφίου, φησὶν, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Ἀλλ’ αἱ μὲν προαποθέμεναι τὸ ἔλαιον, εἶχον τὸ ἀσφαλὲς, ὅτι αἱ λαμπάδες αὐτῶν οὐ σβεσθήσονται· αἱ δὲ μωραὶ τὸν τῆς ἀνάγκης καιρὸν | |
15 | ἐξεδέχοντο. Τί οὖν συντόμως οὐ λέγω; Ἐπέστη ἡ ὥρα, ἔφθασεν ὁ καιρὸς, οἱ κτύποι κατήρξαντο, ἤχουν αἱ σάλ‐ πιγγες, ἐδονοῦντο τὰ στοιχεῖα, ὁ ἀνὴρ ἐκλονεῖτο, ἐκλί‐ νετο ὁ οὐρανὸς, ἔτρεμε τὸ στερέωμα, ἀστέρες ἐλύοντο, ἐταράττοντο αἱ δυνάμεις, προέτρεχον ἄγγελοι, ἀστραπαὶ | |
20 | προεβάδιζον, μέγαν εἶχεν ἡ κτίσις τὸν θόρυβον. Οὐ γὰρ ἐν ἡμέρᾳ, ἀλλ’ ἐν μεσονυκτίῳ ὁ δικαστὴς παραγίνεται. Εἶτα τί; Γίνεται κραυγὴ καλοῦσα πρὸς τὴν ἀπάντησιν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. Τί οὖν τὸ γινόμενον; Ἐξανέστησαν πᾶσαι αἱ | |
25 | παρθένοι, ἀπετινάξαντο τὸν ὕπνον, ἐπελάβοντο τῶν λαμ‐ πάδων· ἀλλ’ αἱ μὲν ἐκαίοντο, αἱ δὲ οὐκ ἔφαινον. Αἱ τῶν φρονίμων τῷ ἐλαίῳ τῆς εὐποιίας ἠρδεύοντο, αἱ δὲ τῶν μωρῶν ἀπεσβέννυντο. Ὄντως ἐλεεινὸν ἦν τὸ πρᾶγμα. Ἄφευκτος ἐκύκλωσεν ἀνάγκη τὰ γύναια· οὐκ εἶχεν ἡ | |
30 | ἀποτυχία ἀφορμὴν παρακλήσεως. Τότε οὖν προσελθοῦ‐ σαι ταῖς φρονίμοις ἐπεζήτουν, ὅπερ λαβεῖν οὐκ ἠδύναντο. Δότε γὰρ ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἔδει οὖν πάλαι αὐτὰς μιμήσασθαι, καὶ μὴ νῦν ἱκετεύειν· ἔδει γὰρ παρὰ τῶν πωλούντων | |
35 | ἀγοράσαι τὸ ἔλαιον. Δότε ὑμεῖς ἔλαιον, φασὶν, ἡμῖν. Μάτην παρακαλεῖτε τὰς φρονίμους, ὦ ῥᾴθυμοι· ἔφθασε λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, παρῆλθε τοῦ βίου τὸ θέατρον· οὐκ ἔστι νῦν συναλλαγμάτων καιρός· νῦν ἡ τῶν ἔργων ἐπιζητεῖται ἐπίδειξις. Ἔδει προθεω‐ | |
40 | ρεῖν τὸν κίνδυνον τοῦ παρόντος αἰῶνος· ἔδει ταύτης φροντίσαι τῆς ἀπαντήσεως· ἔδει ἐνθυμηθῆναι, ὅτι αἱ λαμπάδες χωρὶς ἐλαίου φωτίζειν οὐ δύνανται. Λέγετε, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Οὐδεὶς ἀλλοτρίοις ἐγκαλ‐ λωπίζεται ἔργοις· ἕκαστος θερίζει ὅπερ ἔσπειρε. «Δότε | |
45 | ὑμεῖς ἡμῖν ἔλαιον.» Τί οὖν πρὸς αὐτὰς αἱ φρόνιμοι; Μή‐ ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλ‐ λον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε. Ἔτι κἂν μικρά τις ὑπολέλειπται ὥρα, δράμετε, κάμετε· οὔπω ἐφέστηκεν ὁ νυμφίος· σπεύσατε πρὸ τοῦ κλεισθῆναι | |
59.529(50) | τὰς θύρας, πρὸς τοὺς πωλοῦντας ἀπέλθετε. Καὶ τίνες, ὦ φρόνιμοι, οἱ πωλοῦντες; εἴπατε· ἀγνοοῦσι γὰρ αὗται μὴ κτησάμεναι συναλλάγματος τοιούτου συνήθειαν. Τίνες οἱ πωλοῦντες; Οἱ ταῖς θύραις τῶν ἐκκλησιῶν παρα‐ καθήμενοι πένητες, αἱ λογικαὶ χελιδόνες, αἱ τῶν ψυχῶν | |
55 | εὐαγγελιζόμεναι λογικὸν ἔαρ, οἱ αἰδέσιμοι πρὸς τὸν Δεσπότην μεσῖται, οἱ ἀήττητοι ῥήτορες ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι τὸ ἔλαιον, ἦλθεν ὁ νυμφίος, καὶ ἐκλείσθησαν αἱ θύ‐ ραι. Ὢ τῆς ἐπιβλαβοῦς ῥᾳθυμίας· ὢ τῆς ἀθεραπεύτου | |
60 | ὀδύνης· ὢ τῆς ἀπαραμυθήτου ζημίας· ὢ πένθους ἀπα‐ ρακλήτου. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος. Ἦλθεν ἡ προσδοκωμένη χαρὰ, ἦλθε τῶν δι‐ καίων τὸ καύχημα, ἦλθε μεσονυκτίῳ τὸ φῶς. Ἀπήντη‐ σαν αἱ φρόνιμοι, συνεισῆλθον τῷ νυμφίῳ, καὶ ἐκλείσθη‐ | |
65 | σαν αἱ θύραι. βʹ. Φρίττω, τὸ γενόμενον ἐνθυμούμενος· τρέμω, τὸ συμ‐ βὰν τοῖς γυναίοις ἀστόχημα διηγούμενος. Τὴν παστάδα τὴν φοβερὰν ἰδεῖν ἐπεθύμουν· δι’ αὐτὴν γὰρ τοῖς τοῦ | |
κόσμου τερπνοῖς ἀπετάξαντο, τρυφῆς κατεφρόνησαν, | Column end | |
59.530 | δόξης ὑπερεῖδον, ὁδοὺς σκληρὰς ἐφυλάξαντο, παθῶν κατ‐ εκράτησαν, ἡδονῶν κατηγωνίσαντο· καὶ ἐπειδὴ ἔλαιον οὐκ εἶχον, εὗρον ἀπαράνοικτα τῆς βασιλείας τὰ κλεῖθρα. Ἐλθοῦσαι γὰρ ἔκρουον, Λέγουσαι· Κύριε, Κύριε, ἄνοι‐ | |
5 | ξον ἡμῖν· ἔνδοθεν τοῦ Κριτοῦ φοβερῶς κεκραγότος· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ὢ τῆς ἐσχά‐ της ἀποφάσεως· κἂν οὔτε δι’ ἀγγέλου, ἀλλὰ δι’ ἑαυτοῦ τὴν ὀδυνηρὰν ἀπόκρισιν δέδωκεν· ἵνα τῆς φωνῆς ἀκού‐ σασαι, καὶ τὸ πρόσωπον ἰδεῖν μὴ δυνάμεναι, μείζονα | |
10 | τὴν βάσανον ὑπομείνωσιν. Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐκ οἶδας ἡμᾶς, Δέσποτα; ἐκ μήτρας ἐπὶ σὲ ἐπεῤ‐ ῥίφημεν, ἠκολουθήσαμεν ὀπίσω σου ἐκ νεότητος ἡμῶν, τὴν ἁγνείαν διεφυλάξαμεν, ὅπερ ἔπλασας ἡμῖν σῶμα, ἄφθαρτον διετηρήσαμεν, οὐ προυδώκαμεν τὰ μέλη τοῖς | |
15 | πάθεσι, στεφάνους παρὰ τῆς σῆς δεξιᾶς προσεδοκήσα‐ μεν δέξασθαι· καὶ νῦν τὰς θύρας ἐπέκλεισας καὶ λέγεις, «Οὐκ οἶδα ὑμᾶς;» Ναὶ, ὄντως οὐκ οἶδα ὑμᾶς. Διὰ τί, ὦ Δέσποτα; Ὁ Δεσπότης· Διὰ τί; Ἐπειδὴ ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτί‐ | |
20 | σατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυ‐ μνὸς, καὶ οὐ περιεβάλλετέ με· ἀσθενὴς καὶ ἐν φυ‐ λακῇ, καὶ οὐκ ἤλθετε πρός με. Ἐγγράφως διεστει‐ λάμην ὑμῖν, λέγων· Ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων καὶ μι‐ | |
25 | κρῶν, οὐδὲ ἐμοὶ ἐποιήσατε. Αἱ δὲ εἶπον· Μάτην οὖν, Δέσποτα, τὸν πόνον καὶ τὴν ταλαιπωρίαν τῆς σαρκὸς ὑπεμείναμεν; μάτην ἀγρυπνίαις καὶ νηστείαις ἑαυτὰς κατετήξαμεν; μάτην τὸν οὐράνιον νυμφίον μέχρι τέλους ποθήσασαι, τὴν παρθενίαν ἄτρωτον διεφυλάξαμεν; Ναὶ, | |
30 | φησὶ, παρθένοι μέν ἐστε, ἀλλὰ προῖκας οὐκ ἔχετε· παρ‐ θένοι μὲν, ἀλλὰ νυμφικὸν οὐ περίκεισθε κόσμον· τὴν τῆς σαρκὸς ἠσκήσατε ἁγνείαν, ἀλλὰ ἀπανθρωπίᾳ τὴν ἁγνείαν ἐτρώσατε· ἀμόλυντον ὑμῶν τὸ σῶμα, ἀλλ’ ὁ τρόπος ἀν‐ ελεὴς, οὐ φύσεως, ἀλλ’ ἀπανθρωπίας. Ὁ ἐμός ἐστι | |
35 | νυμφὼν κτησαμένων τῆς εὐποιίας τὸ ἔλαιον. Δεῖ τοίνυν τὰς ἐμοὶ νυμφευομένας κατάλληλον τῷ κόσμῳ περι‐ κεῖσθαι καὶ τρόπον. Οὐ δύναμαι τοῖς ἐμοῖς θαλάμοις μαχομένην νύμφην λαβεῖν· οὐκ εἰσάγω πόλεμον εἰς παστάδας εἰρηνικάς. Λοιπὸν ἀπέλθετε ἀπ’ ἐμοῦ, μή | |
40 | μου μάτην ταῖς θύραις ἐνοχλεῖτε· τῶν ἐλεημόνων ἐστὶν οἰκητήριον ἡ ἐμὴ βασιλεία. Ἐκεῖνος ἐμοὶ εὐκόλως συν‐ εισέρχεται, ὁ τὴν ἐμὴν μιμησάμενος περὶ τοὺς πτωχοὺς εὐσπλαγχνίαν, ὁ πτωχεύσας τῷ πνεύματι, ὁ τοῖς δεομέ‐ νοις τὴν ἀκοὴν ὑποκλίνας, ὁ τὰ τοῦ πλησίον οἰκειωσά‐ | |
45 | μενος πάθη, ὁ δακρύσας ἐπὶ συμφοραῖς ἀλλοτρίαις, ὁ ἐμπλήσας ἀγαθῶν τὴν ψυχὴν τοῦ πεινῶντος, ὁ τῶν γυ‐ μνῶν διαθερμάνας τοὺς ὤμους, ὁ μὴ παρακούσας τῆς φωνῆς τοῦ νοσοῦντος, ὁ δανείσας ὀλιγοψύχῳ παρακλή‐ σεως λόγον, ὁ τὸν ξένον ὑπὸ τὴν στέγην δεξάμενος, ὁ τῷ | |
59.530(50) | σπόγγῳ τῆς συμπαθείας τῶν χηρῶν ἀποσμήξας τὸ δά‐ κρυον, ὁ ἐλαφρύνας τῇ προστασίᾳ τῆς ὀρφανίας τὸ βά‐ ρος. Ταῦτα εἰδότες, ἀδελφοὶ, μὴ τῇ γλώσσῃ θαυμάζετε, ἀλλὰ τοῖς ἔργοις μιμήσασθε. Σφραγὶς γὰρ γλώσσης ἡ χεὶρ, καὶ ταύτην ἑρμηνεύει τῆς δεξιᾶς ἡ ἐπίδοσις, ζη‐ | |
55 | λοῦσα τὰ ῥήματα. Τὴν φιλοπτωχίαν περὶ πολλοῦ ποιη‐ σώμεθα, σκορπίζειν τοῖς πένησι τοὺς ὀβολοὺς μὴ φεισώ‐ μεθα, παρακαλῶ· τῶν δεσποτικῶν φωνῶν ἐπακούσωμεν· τοῦ φόβου μαθόντες τὴν πεῖραν ἐκκλίνωμεν· ἑαυτῶν διὰ τῶν πενήτων φροντίσωμεν. Αἱ γὰρ παρθένοι φιλανθρω‐ | |
60 | πίαν μὴ τιμήσασαι, τοῦ νυμφῶνος ἐκβάλλονται. Ποία λοιπὸν τοῖς ἁμαρτωλοῖς ἐλπὶς περιλείπεται ἀπανθρωπίᾳ ὑβρίσασι; Ταῦτα πρὸς τὸ πλῆθος λέγων, τῶν ῥᾳθυμο‐ τέρων τὸ συνειδὸς ἀσφαλίζομαι, βλάπτων οὐδὲν τοὺς εὐγνώμονας, ἀλλὰ καὶ θερμοτέρους πρὸς τὴν εὐσέβειαν | |
65 | ἐργαζόμενος. Οὐκοῦν σκόρπισον, ἀδελφὲ, ἕως ἔτι συν‐ έστηκεν ἡ τοῦ βίου πανήγυρις. Τὰ τῆς ἀπολογίας πρα‐ γμάτευσαι· πρὸ τοῦ τεθῶσιν οἱ θρόνοι, θρῆνον ἐπίδει‐ ξαι· φθάσον τοῦ νυμφίου τὴν παρουσίαν· δράμε τῆς ἁμαρ‐ | |
τίας ὀξύτερον· πρόλαβε τὴν ἐμπρόθεσμον διάγνωσιν· | 529 | |
59.531 | θεράπευσον τὸν κριτήν· μὴ καταδέξῃ τῷ βήματι παρα‐ στῆναι γυμνός. Νῦν σκόρπισον χρήματα, ἵνα τότε δια‐ λύσῃς ἐγκλήματα· λάλησον τῷ δικαστῇ καταμόνας, ἵνα μὴ ἐπὶ πάντων καταδικάσῃ σε· λάβε μεσίτην πρὸς τὴν | |
5 | αὐτοῦ θεραπείαν τὸν πένητα· δι’ αὐτοῦ τὸν κριτὴν δωρο‐ δόκησον· αὐτῷ μόνῳ θάῤῥει τὸ τοιοῦτον μυστήριον· δι’ αὐτοῦ πώλει τοῖς καταδίκοις τὸ δίκαιον. Ὁ πτωχὸς λαμ‐ βάνει, καὶ ὁ κριτὴς ὑπογράφει συγχώρησιν· ἀγράφως δέ‐ χεται, καὶ προσφέρει χειρόγραφα. Ὁ γὰρ ἐλεῶν πτωχὸν, | |
10 | δανείζει Θεῷ. Ὅπερ ἂν νῦν βάλλῃς ἐν τῇ χειρὶ τοῦ πτω‐ χοῦ, γνωρίσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ. Εἰ διαδράσαι τὴν κρίσιν τοίνυν σπουδάσωμεν, ἐντεῦθεν ἤδη τὸν δικαστὴν διὰ τῶν πτωχῶν δυσωπήσωμεν. Εἰ καὶ ὁπηνίκα τελευταῖα διατυποῖς, γράψον μετὰ τῶν συγγενῶν ἢ φίλων τὴν ἀποδη‐ | |
15 | μοῦσαν τοῦ βίου ψυχήν· δὸς αὐτῇ κἂν μικρὰ τῆς ἀνάγκης ἐφόδια· ἐχέτω τοῦ δικαστοῦ τὸ ὄνομα τῆς διαθήκης τὰ γράμματα· μνήμης πτωχοῦ μὴ ἀμοιρείτω ὁ χάρτης. Χαρᾶς πρόξενον, καὶ μὴ θρήνων ἄξιον ἔργασαι τὸν θά‐ νατον· συνηγόρων ἐκτὸς μὴ παραστῇς τῷ φοβερῷ κρι‐ | |
20 | τηρίῳ· χόρτασον τὰς κοιλίας τῶν ὀφειλόντων ταῖς γλώσ‐ | |
σαις ὑπὲρ σοῦ ῥητορεῦσαι πρὸς τὸν Κύριον. Κτησώμεθα | Column end | |
59.532 | δι’ αὐτῶν χρεώστην τὸν κτίσαντα, τοῦ μὴ δοῦναι δίκην κατ’ ἐκείνην τὴν ἡμέραν· ὠνησώμεθα χρήμασι τῆς τοι‐ αύτης ἐπιτυχίας ῥήτορας. Ἔχεις γὰρ, φησὶ, μάρτυρα τῆς περὶ ἐμὲ φιλίας τὸν πένητα· οἶδάς με τὰ τῶν πτω‐ | |
5 | χῶν οἰκειούμενον. Ἐξανατέλλω χόρτον τοῖς κτήνεσι, καὶ πᾶσι τὴν τροφὴν χορηγῶ· καὶ ὅμως σοῦ ποιοῦντος τὴν ἐλεημοσύνην, ἐγὼ τῷ πένητι συγκλίνω τὴν χεῖρα, καὶ τὸν ὀβολὸν ὑποδέχομαι. Ἀναβάλλομαι τὸ φῶς ὡς ἱμά‐ τιον· κἂν μόνον σὺ τὸν πτωχὸν περιβάλῃς, ἐγὼ τῆς θέρ‐ | |
10 | μης αἰσθάνομαι. Οἶδάς με ἐν οὐρανῷ τῷ Πατρὶ συγκα‐ θήμενον· κἂν μόνον ὁρμήσῃς τοὺς ἐν φυλακῇ ἐπισκέ‐ ψασθαι, εὑρήσεις με τοῖς δεσμοῖς συγκαθήμενον· κἂν δράμῃς πρὸς νοσοῦντας, τῆς κλίνης οὐκ ἀπολιμπάνομαι. Πανταχοῦ γάρ εἰμι, καὶ τοῖς ἐν ἀνάγκῃ προΐσταμαι. | |
15 | Ὅπερ ἂν δώσῃς τῷ πένητι, ὄψει τοῦτο παρ’ ἐμοῦ πλη‐ θυνόμενον. Ἐὰν εἰσάγῃς εἰς τὴν οἰκίαν σου τὸν ἄστεγον, καὶ δι’ αὐτοῦ λάβῃς με ἐν οἴκῳ σου, τρία ταῦτα παρέξω σοι· καὶ τὸ κέρδος αὐξήσω, καὶ τὸν οἶκόν σου φυλάξω, καὶ μονὴν ἐν οὐρανοῖς ἑτοιμάσω σοι· ἐν ᾗ ἀπέδρα ὀδύνη | |
20 | καὶ λύπη καὶ στεναγμὸς, ἐν Θεῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 531 |