TLG 2062 233 :: JOANNES CHRYSOSTOMUS :: In illud: Collegerunt Judaei [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Collegerunt Judaei [Sp.] Citation: Vol — pg — (ln) | ||
59.525(25t) | Εἰς τὸ, Συνήγαγον οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιήσωμεν;» | |
26t | Τῇ ἁγίᾳ καὶ μεγάλῃ βʹ. | |
---|---|---|
27 | Ἐοίκασιν οἱ τῆς Ἐκκλησίας φίλτατοι παῖδες νηπίοις θηλάζουσι, τοῖς τοῦ γάλακτος τροφὴν καθ’ ἑκάστην ἡμέ‐ ραν ἐκ τῆς μητρικῆς θηλῆς ὑφέλκουσι, καὶ καθ’ ἑκά‐ | |
30 | στην ζητοῦσιν. Ἐοίκαμεν καὶ ἡμεῖς μητρὶ πενιχρᾷ ὑπὸ ἀσιτίας συσταλθείσῃ τὰς τοῦ γάλακτος πηγάς. Καὶ ὥσπερ, ὁπόταν τις ἴδῃ μητέρα φιλότεκνον ἄφορον γά‐ λακτος, καὶ ὑπὸ ἰδίου τέκνου κατακλαυθμυριζομένην, καὶ προστιθεῖσαν τὴν θηλὴν, οὐχ ἵνα θρέψῃ τὸ παιδίον, | |
35 | ἀλλ’ ἵνα τοῦ κλαυθμυρισμοῦ καταπαύσῃ· οὕτω καὶ ἡμᾶς δεῖ σκοπεῖν τε πάσχοντας τὰ αὐτὰ, καὶ ποιοῦντας τὰ ὅμοια. Καὶ γὰρ ἡμεῖς ὁρῶντες τὸ νέον τοῦτο σύστημα τῶν τῆς Ἐκκλησίας παίδων περιεστώτων κυκλόθεν, καὶ ἀπεκδεχομένων τὸ λογικὸν γάλα τοῦ λόγου, τὴν θηλὴν | |
40 | τῆς διανοίας ἡμῶν χαλῶμεν· οὐχ ἵνα θρέψωμεν αὐτούς (ἄπειροι γὰρ καὶ πένητες τῷ λόγῳ τυγχάνομεν), ἀλλ’ ἵνα τὸν πόθον καὶ τὸν καύσωνα παύσωμεν. Ἀλλὰ δεῦτε, ἀγαπητοὶ, ἐπὶ τὸν τοῦ ἡλίου κήρυκα καταδράμωμεν, ἵνα ἴδωμεν τὴν κατὰ τοῦ Κυρίου παρὰ τῶν Ἰουδαίων | |
45 | πραττομένην ἐπίβουλον ἐνέδραν. Συνήγαγον γὰρ, φη‐ σὶν, οἱ Ἰουδαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιήσω‐ μεν; Ταῦτα δὲ ἡμῖν ὁ εὐαγγελιστὴς Ἰωάννης ἀρτίως ἐφθέγγετο. Εἰ γὰρ καὶ τῷ στόματι ἡμῖν νῦν οὐ διαλέ‐ γεται, ἀλλ’ οὖν γε τῷ πνεύματι ταῖς τῶν ἑστώτων ἀκοαῖς | |
59.525(50) | ἐβόα. Συνήγαγον γὰρ, φησὶ, τὸ συνέδριον, καὶ ἔλε‐ γον· Τί ποιήσωμεν; Καλὸν τὸ, Συνήγαγον· ἀλλὰ κα‐ κὸν τὸ, Συνέδριον· οὐ πρὸς ἀγάπην, ἀλλὰ πρὸς μάχην· οὐ πρὸς εἰρήνην καλοῦντες, ἀλλὰ πρὸς πόλεμον παροξύ‐ ναντες. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα Θεὸν δοξάσω‐ | |
55 | σιν, ἀλλ’ ἵνα Χριστὸν ἀτιμάσωσι. Συνήγαγον τὸ συν‐ έδριον, οὐχ ἵνα πίστιν οἰκοδομήσωσιν, ἀλλ’ ἵνα τὸν ἀκρο‐ γωνιαῖον λίθον ἀποῤῥίψωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὰ πεπλανημένα πρόβατα μανδρεύσωσιν, ἀλλ’ ἵνα τὸν ποιμένα φονεύσαντες, τὸ ποίμνιον διαλύσωσι. | |
60 | Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τὸν χιονόφεγγον μαρ‐ γαρίτην πίστει ὑποδέξωνται, ἀλλ’ ἵνα τὸν φεγγίτην λί‐ θον, ὡς ἐνόμιζον, τῇ ἀπιστίᾳ σκοτίσωσι. Συνήγαγον τὸ | |
συνέδριον, οὐχ ἵνα τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θη‐ | Column end | |
59.526(25) | σαυρὸν εὐγνωμόνως ὑποδέξωνται, ἀλλ’ ἵνα τὸν ναὸν τοῦ Θεοῦ ἀγνωμόνως διαλύσωσι. Συνήγαγον τὸ συνέδριον, οὐχ ἵνα τῆς ἀμπέλου τοὺς μελισταγεῖς βότρυας τρυγή‐ σωσιν, ἀλλ’ ἵνα τὴν ἀληθινὴν ἄμπελον ἐπὶ τὸ δένδρον τοῦ σταυροῦ ἐφαπλώσαντες, ἑαυτοὺς ἀναδενδράδας ἀπ‐ | |
30 | ωλείας ποιήσωσιν, ἡμᾶς δὲ ἀναδενδράδας σωτηρίας ποιή‐ σωσιν. Ὢ συνέδριον ὑπὸ διαβόλου κατὰ Χριστοῦ συν‐ ηγμένον· ὢ βουλευτήριον κακίας μεμεστωμένον· ὢ συνέδριον, μᾶλλον λύκων αἱμοβόρων, ἢ ἀνθρώπων θεο‐ φόρων. Τί δὲ λέγω, λύκων ἀνημέρων; Ἀλλὰ γὰρ καὶ | |
35 | λεόντων ἀνημέρων χείρους. Οἱ γὰρ λέοντες ἐπὶ τοῦ Δα‐ νιὴλ μηδὲν θεωρήσαντες σημεῖον, ἀλλὰ τὸν ἄνδρα σκο‐ πήσαντες, καὶ τὴν εὐλάβειαν τιμήσαντες, τὰ ἀτίθασσα αὐτῶν στόματα ἐχαλίνωσαν. Ἰουδαῖοι δὲ τοιούτων καὶ τοσούτων σημείων θεαταὶ γενόμενοι, μειζόνως ἐκ τοῦ | |
40 | φθόνου πρὸς τὸν φόνον ὡπλίζοντο, καὶ ἔλεγον· Τί ποιήσωμεν; Ὢ κακίας ἔρευνα ἐπιμελής· ὢ στεναγμὸς καὶ θρῆνος ὑπὸ φθόνου γενόμενος· ὢ ὀδυρμὸς καὶ κοπε‐ τὸς ἐπὶ κακοῖς γενόμενος. Οὔτε ἡ Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς οὕτως ἀνεστέναξε. Τί ποιήσωμεν; Ἀνθ’ | |
45 | ὧν ἔδει χαίρειν τοὺς τάλανας, ἀνθ’ ὧν ἔδει εὐφροσύνης ἡμέραν πάνδημον ἐπιτελεῖν, ὅτι νεκροὶ ἀνεβίωσαν, ὅτι ζωὴ πεφανέρωται, ὅτι θάνατος λέλυται, ὅτι ὁ διάβολος κατῃσχύνθη, ὅτι δαιμόνων στῖφος κατήργηται, ὅτι ἡ ἀνθρωπότης ἠλευθέρωται, ὅτι νεκρῶν ἀνάστασις πᾶσι | |
59.526(50) | κεκήρυκται· νῦν δὲ ἐπὶ τοιούτοις ἀγαθοῖς οὐ χαίρουσιν, ἀλλὰ θρηνοῦσι, καὶ τὸν τοσούτων ἀγαθῶν αἴτιον ἀναλί‐ σκειν βουλεύονται. Καὶ τί λέγουσι; Τί ποιήσωμεν; Οὐδὲν ἕτερον ἦν εἰπεῖν, ἢ ὅτι μετανοήσαντες ἐπιστρέ‐ ψωμεν, καὶ αὐτῷ προσπεσόντες πιστεύσωμεν. Τί γὰρ | |
55 | ἄλλο μετανοοῦντες εἶχον λέγειν, ἢ τοῦτο; Τί ποιήσω‐ μεν, ὅτι τὴν ἐντολὴν τοῦ Θεοῦ παρέβημεν, ὅτι τὸν νόμον τὸν δοθέντα ἡμῖν οὐκ ἐφυλάξαμεν, τὸν λέγοντα ἡμῖν, ὅτι Προφήτην ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ | |
60 | πάντα, ὅσα ἂν ἐντελεῖται ὑμῖν. Νῦν δὲ οὐ πρὸς μετά‐ νοιαν λέγουσι, Τί ποιήσωμεν; ἀλλὰ, Τί ποιήσωμεν; | |
πῶς ἀποκτείνωμεν τὸν δίκαιον; Ὡς ὁ Ἰσραὴλ φρενολυ‐ | 525 | |
59.527 | πεῖται. Οὐδὲ τοῦτο οὐκ ἤκουσας, ὅτι Ἀθῷον καὶ δί‐ καιον οὐκ ἀποκτενεῖς; Οὐκ ἤρκεσέ σοι τὰ ἀρχαῖα τῶν προφητῶν αἵματα; Καὶ γὰρ μέχρι τοῦ νῦν κράζουσι πρὸς τὸν Θεὸν, τὴν παρ’ αὐτοῦ ἐκδίκησιν ἐκδεχόμενα. | |
5 | Ἀλλ’ ἀκμὴν ἐκείνοις τοῖς αἵμασι προστιθεὶς, ἀθῷον καὶ δίκαιον αἷμα κατακρίνεις, καὶ λέγεις, Τί ποιήσω‐ μεν; Ὢ γνώμης ἀγνώμονος, καὶ βουλῆς ἀβουλίας μεμε‐ στωμένης. Ὁ τετραήμερος αὐτῶν ἀνεβίωσε· τὰ δεσμὰ τῶν ἁμαρτημάτων διεῤῥήγνυντο· κἀκεῖνοι πρὸς δολοφο‐ | |
10 | νίαν κατ’ αὐτοῦ ὡπλίζοντο. Ἀνθ’ ὧν ἔδει τὸ ῥῆμα μετα‐ στρέψαντας εἰπεῖν, Τί ποιήσωμεν, ὅτι ἅγιον ἐνυβρίσα‐ μεν, ὅτι εἰς τὸν τοῦ Θεοῦ παῖδα οὐκ ἐπιστεύσαμεν; Τί ποιήσωμεν; λεπρῶν χαλαζώματα δίκην πλοίου τῷ λόγῳ ἀπέξεσε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; | |
15 | τυφλοὺς ἐκ γενετῆς ὑπ’ αὐτοῦ ὀμματωθέντας ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον ἐν ἐρήμῳ ὑπ’ αὐτοῦ διατραφέντας ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; πηγὰς αἱμάτων κρασπέδοις ἱματίων | |
20 | ἐξήρανε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιήσωμεν; παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, ἐν τριάκοντα καὶ ὀκτὼ ἔτεσι σύγχρονον τῆς ἑαυτοῦ ζωῆς τὴν νόσον ἔχοντα, ῥήματι ἐξήγειρε, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Τί ποιή‐ σωμεν; ἐπὶ θαλάττης αὐτὸν περιπατοῦντα, καθάπερ | |
25 | ἐπὶ ἐδάφους, ἐθεασάμεθα, καὶ τῶν παλιστρόφων πνευ‐ μάτων βίας καὶ ταραχὰς ἀνηκέστους νεύματι χειρὸς κατασιγήσαντα ἔγνωμεν, καὶ τούτῳ οὐκ ἐπιστεύσαμεν. Ἀλλ’ ἔλεγον, Τί ποιήσωμεν; οὐκ ἐν τῷ μετανοεῖν, ἀλλ’ ἐν τῷ κακοπραγεῖν. Ἡ χώρα αὐτῶν τοὺς νεκροὺς ζῶν‐ | |
30 | τας, καθάπερ στάχυας λευχείμονας καὶ πεπείρους, ἀπό‐ νως ἐβλάστησε, κἀκεῖνοι ἐστέναζον. Μὴ ἃ ἐσπείρατε, Ἰουδαῖοι, οὐκ ἐθερίσατε; μὴ γάρ τις ὑμῶν ὑποδεξάμε‐ νος τὸν Κύριον ἐβαρύνθη; τί ζημιωθέντες ἐβαρύνθητε; τί ἠδικήθητε παρὰ τοῦ Θεοῦ; τί τοὺς νεκροὺς ζωῆς | |
35 | κωλύετε ὑπὸ φθόνου ἐλαυνόμενοι; τί τοὺς ἀεννάους | |
ὀχετοὺς τῆς μελιῤῥύτου πηγῆς διαλῦσαι βούλεσθε, ἣν οἱ | Column end | |
59.528 | πιόντες μὴ διψῶσι; τί τοὺς ἀῤῥώστους ὑμῶν ἀπο‐ κτείνετε, τὸν ἰατρὸν αὐτῶν ἀναλίσκειν βουλόμενοι; Ἀλλὰ τούτων πάντων αἴτιος ὁ κάκιστος φθόνος. Ὦ φθόνε, φό‐ νου γεννήτωρ, διαβόλου εὕρημα, θανάτου ἀρχηγέ· ὦ | |
5 | φθόνε, ὁ μήτε τοὺς ὑπὸ σοῦ βασκαινομένους ζῇν ἐθέ‐ λων, καὶ τοὺς ἔχοντάς σε μειζόνως κολάζων· ὦ φθόνε, διαβόλου σύνοικε· ὦ φθόνε, φιλίας ἐχθρὲ, εἰρήνης ἀντί‐ παλε, ἀγάπης ἀντίδικε, διαβόλου βλάστημα, σκοτεινό‐ χροον ἄνθος· οἵ σε νεμόμενοι, χριστοκτονίαν ἐργάζονται· | |
10 | σὺ δὲ τὸν Ἀδὰμ ἐν παραδείσῳ ἐξ ἀρχῆς ἐβάσκανας, καὶ γλυκείας ἡδονῆς ἀπογευσάμενον πικροτάτῳ θανάτῳ παρέδωκας· θάνατος γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ, εἰ μὴ σὺ αὐτὸν, φθόνε, ἐκύησας. Καὶ μαρτυρεῖ μοι τὸ θεῖον λόγιον, λέγον· Οὐκ ἐποίησεν ὁ Θεὸς θάνατον, | |
15 | οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων. Φθόνῳ δὲ δια‐ βόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. Σὺ καὶ τὸν Κάϊν τῆς φιλαδελφίας τὴν λευχείμονα στολὴν ἀπέδυσας, καὶ τῆς δολοφονίας τὴν μάχαιραν ὥπλισας, καὶ τοῦτον φονεύειν ἐδίδαξας, καὶ εὐθὺς τὸν ἄθλιον τρέμειν ἐδίδα‐ | |
20 | ξας. Σὺ τῷ Φαραὼ ἐνοικήσας, τὰ ἀρτιγενῆ βρέφη τῶν Ἑβραίων δίκην χλόης ἀπεμάρανας. Σὺ, ὦ φθόνε, εὐερ‐ γετούμενος, πλείω κατὰ τῶν εὐεργετούντων κινῆσαι· ὥσπερ ὁ Σαοὺλ ὑπὸ τοῦ Δαυῒδ βοηθούμενος, καὶ ὑπὸ σοῦ ἐνεργούμενος, μειζόνως πρὸς τὸν φόνον ὡπλίζετο. | |
25 | Σὲ ἐσχηκότες οἱ υἱοὶ τοῦ Ἰακὼβ, τὸν περικαλλῆ καὶ λαμπρὸν Ἰωσὴφ εἰς τὴν σκοτοδινιῶσαν Αἴγυπτον ἔπεμ‐ πον, καὶ τὸν ἐλεύθερον ὡς δοῦλον ἐπίπρασκον· καὶ οὔτε τὰ ἐνύπνια αὐτοὺς ἐφόβησε· θεῖον γὰρ ὅραμα ἐμήνυσε Χριστοῦ εἰκόνα αὐτὸν ὑπάρχειν· ὑπὸ γὰρ ἕνδεκα ἀστέ‐ | |
30 | ρων ἐν ὁράμασι προσεκυνεῖτο· ἐπειδὴ καὶ ὁ προδότης Ἰούδας τῷ φθόνῳ κινούμενος, ἀπήγξατο. Ἡμεῖς δὲ φυ‐ γόντες τὸν τοῦ θανάτου γεννήτορα φθόνον, ἀναστάντες τῷ ἐν Τριάδι προσκυνουμένῳ Θεῷ δοξάσωμεν· ὅτι αὐτῷ πρέπει τὸ κράτος, ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ ἡ μεγαλο‐ | |
35 | πρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 527 |