TLG 2062 232 :: JOANNES CHRYSOSTOMUS :: In saltationem Herodiadis [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In saltationem Herodiadis [Sp.] Citation: Vol — pg — (ln) | ||
59.521(50t) | Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ | |
51t | Βαπτιστοῦ. | |
---|---|---|
52 | αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγ‐ γαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος | |
55 | πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν | |
60 | ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπε‐ ζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ’ ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε | |
65 | ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ | Column end |
59.522(50) | τοιαῦτα δεδρακότος πράγματα. Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν | |
55 | ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύ‐ ναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος. Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Ὢ συνειδήσεως κακῆς· ἐπὶ | |
60 | οἱῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ; ὢ συνειδήσεως | |
κακῆς συζώσης ψυχῇ μιαρᾷ, καὶ κολαζούσης ἕως θανά‐ | 521 | |
59.523 | του, καὶ μετὰ θάνατον ἀπαραίτητα κρινούσης. Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; Ὅτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς | |
5 | βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκηράτῳ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμ‐ πων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων. Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ’ αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν | |
10 | ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ; Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ’ ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλω‐ ται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ | |
15 | φόνον ἀδίκως ἐτέκταινε. Καὶ τίνα ἐφόνευσεν; Ἄνδρα δί‐ καιον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, καθὼς καὶ ὁ Κύριος ἐμαρτύρησεν· ἄνδρα, ὃς ἔρημον ᾤκει, ἔρημον, ἀοίκητον, ἄνυδρον, ἄκαρπον, ἄβατον, ἄδενδρον, ἀβότανον, ἀχλοηφόρον. Ἔρημον δὲ ᾤκει ὁ | |
20 | Ἰωάννης, οὐ φεύγων τὸ ὁμόφυλον καὶ συγγενὲς τῶν ἀν‐ θρώπων γένος, ἀλλὰ φεύγων τὸ βλέπειν καὶ ἀκούειν τὰ μυσαρὰ τῶν ἀνθρώπων κακοπραγήματα. Οὗτος οὔτε ἔσπειρεν, οὔτε ἐθέρισέ ποτε· διὸ οὔτε ἄρτον εἶχεν, οὐκ οἶνον, οὐ τράπεζαν, οὐ κλίνην τὴν τῶν ἡδονῶν ὑπηρέτην, | |
25 | οὐ τὰ μαλακὰ χηνοπλούματα ἐκλύοντα καὶ χαυνοῦντα τῶν ἀνδρογύνων τὰ σώματα, οὐ λυχνίαν εἶχεν, οὐ λύχνον, οὐ τράπεζαν, οὐ σκάμνον, οὐ ποτήριον, οὐ πίνακα. Ἔξω γὰρ ὢν τοῦ κόσμου, οὐδενὶ τῶν τοῦ κόσμου ἐκέχρητο. ᾬκει δὲ, οὐχ ὑπὸ οἶκον χρυσόροφον, ἀλλ’ ὑπὸ πέτραν | |
30 | αὐτόροφον. Τούτῳ καὶ τράπεζα, καὶ σκάμνος, καὶ κλίνη τὸ ἔδαφος ἦν, καὶ κρέα αἱ ἀκρίδες, καὶ πλακοῦς τὸ μέλι τὸ ἄγριον· τούτῳ φιάλη ἡ τῆς χειρὸς κοτύλη ἐτύγχανε, καὶ οἶνος εὐφροσύνης, τὸ πετρογενὲς καὶ διειδέστατον ὕδωρ. Τοῦτον κρατήσας ὁ Ἡρώδης, ἐδέσμει. Ὁ γὰρ | |
35 | Ἡρώδης, φησὶ, κρατήσας τὸν Ἰωάννην, ἔδησε, καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίπ‐ που τοῦ ἀδελφοῦ αὐτοῦ. Ὢ πράγματος ἀλλοκότου. Ἰωάννης τὴν δεδεμένην αὐτοῦ ψυχὴν τῇ σειρᾷ τῆς ἁμαρ‐ τίας διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν, κἀκεῖνος τὸν λύοντα | |
40 | ἐδέσμει. Ἀλλὰ καὶ εἰ ἐδεσμεῖτο ὁ Ἰωάννης, ἐφθέγγετο, καὶ φυλακιζόμενος ἤλεγχεν· ἐπλήρου γὰρ τὸ γεγραμμέ‐ νον· Καὶ ἐλάλουν ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυ‐ νόμην. Οὐ γὰρ ἐφοβεῖτο τὸν θάνατον ὁ Ἰωάννης, ἀλλ’ ἐφοβεῖτο τὴν ἀλήθειαν μὴ λαλῆσαι. Τοῦτον ἐφόνευσεν ὁ | |
45 | Ἡρώδης· τοῦτον δὲ φονεύσας, οὐχ ἕνα μόνον ἐποίει φό‐ νον, ἀλλὰ καὶ πολλούς. Ὁ γὰρ διδάσκαλον καὶ ὠφελητὴν ψυχῶν ἀποκτείνας, οὐχ ἕνα ἀποκτείνει, ἀλλὰ τοσούτους, ὅσους ἂν ζῶν διὰ τοῦ λόγου ἠδύνατο ζωοποιῆσαι. Καὶ πότε τοῦτον ἐφόνευσεν; Αἰσχύνη τὸ λέγειν, αἰσχύνη δὲ | |
59.523(50) | οὐ τῷ λέγοντι, ἀλλὰ τῷ πεποιηκότι τὸν φόνον. Γενεσίων γὰρ ἀγομένων τοῦ Ἡρώδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν αὐτῷ· ὅθεν καὶ μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησὶν, | |
55 | ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου. Ὢ γενέθλιον κά‐ κιστον, προφήτου ἀποπνέον φόνον, ἀνθ’ ὧν ἔδει ἄνδρας ἁγίους εἰς τὴν ἑαυτοῦ τράπεζαν φιλοφρονήσασθαι. Οὕτω γὰρ ἂν ἡ ἐστρεβλωμένη ψυχὴ αὐτοῦ διωρθοῦτο. Μετὰ γὰρ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέ‐ | |
60 | ψεις. Ἀνθ’ ὧν ἔδει χήρας οἰκονομῆσαι, ὀρφανοὺς οἰκτεῖ‐ ραι, ἵνα διὰ πολλῶν καὶ ποικίλων εὐχῶν τὴν ἑαυτοῦ ζωὴν ἄσειστον διατηρήσῃ, νῦν δὲ μετὰ ἀνδρῶν ἀσελγῶν καὶ γυναικῶν ἀσέμνων εὐωχούμενος, οἴνῳ πολλῷ καρωθεὶς, καὶ ὑπὸ γυναικῶν ἀκολάστων χλευασθεὶς, τὸν πρόδρομον | |
65 | τῆς ἡμέρας ὄρθρον Ἰωάννην τῷ φόνῳ διέλυσε· τὸν κα‐ λῶς δᾳδουχήσαντα, τὴν λαμπάδα τῆς πίστεως, τὸν λύ‐ χνον τοῦ παντὸς κόσμου Ἰωάννην τῷ φόνῳ συν‐ έτριψε. Τοῦτον δὲ τὸν λύχνον συντρίψας ὁ Ἡρώδης, ἑαυτὸν ἐσκότισεν. Ἐκείνου γὰρ εἰ καὶ τὸ ὀστράκινον | |
70 | σκεῦος εἰς γῆν διελύετο, ἀλλ’ οὖν γε ἡ τοῦ πνεύματος αὐτοῦ φεγγοβόλος λαμπὰς τοῖς ἐν τῷ ᾅδῃ τὸ τῆς πίστεως φέγγος καλῶς ἐδᾳδούχει. Προφήτης γὰρ ὢν, καὶ εἰδὼς, ὅτι ἔμελλε τὸν Κύριον αὐτοῦ προλαμβάνειν ἐν τῷ ᾅδῃ, πέμπει πρὸς αὐτὸν τινὰς τῶν μαθητῶν αὐτοῦ, λέγων· | |
75 | Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Καὶ οὐκ | Column end |
59.524 | ἀγνοῶν αὐτὸν, ἐπυνθάνετο. Πῶς γὰρ ἂν ἠγνόει τὸν Κύ‐ ριον, ὁπότε αὐτὸν ἐδείκνυε, λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; πῶς γὰρ ἂν ἠγνόει ὁ καὶ θεατὴς τῆς τοῦ Πνεύματος ἐξ οὐρανοῦ κατα‐ | |
5 | βάσεως γεγονὼς, καὶ ἀκουστὴς τῆς τοῦ Πατρὸς φωνῆς περὶ αὐτοῦ λεγούσης· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγα‐ πητὸς, εἰς ὃν ηὐδόκησα; Ἀλλὰ πυνθάνεται, πῶς; Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερος; Οὐκ εἶπε, Σὺ εἶ ὁ ἐλθών· ἦλθε γὰρ ἐπὶ τῆς γῆς· ἀλλὰ, Σὺ εἶ ὁ ἐρχόμενος (δῆλον γὰρ | |
10 | ὅτι ἐν τῷ ᾅδῃ), ἢ ἕτερον προσδοκῶμεν; βʹ. Ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ Ἰωάννης, ὅτι Μήποτε βούλε‐ ται ἄγγελον ἐνδυναμώσας εἰς τὸν ᾅδην ἐκπέμψαι, τὸ ἑαυτοῦ ἔργον ἐπιτελοῦντα; ἢ μήποτε θελήσει τοὺς πάν‐ τας μιᾷ φωνῇ ἀναστῆσαι, ὡς ἐπὶ τοῦ Λαζάρου πεποίη‐ | |
15 | κε; Διὰ τοῦτο μὴ δυνάμενος κρίνειν τὴν βουλὴν τοῦ Δε‐ σπότου, πυνθάνεται λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν ἐν τῷ ᾅδῃ; Τοῦτον ἀπέκτεινεν ὁ Ἡρώ‐ δης. Καὶ πῶς ἀπέκτεινε; Γενεσίων γὰρ, φησὶν, ἀγομέ‐ νων, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ. | |
20 | Ἄξιον παίγνιον τῆς τοιαύτης τραπέζης. Ὅπου γὰρ θρύ‐ ψις καὶ χλιδὴ καὶ μέθαι καὶ κῶμοι, οὐδὲν βέβαιον, ἀλλὰ πάντα σεσαλευμένα καὶ ἀνάστατα, προμηνύοντα τὴν Ἡρώδου παραφοράν. Ἀκούσατε οἱ φιλοθεάμονες τῶν ὀρχηστῶν, οἱ τοῖς πολυστρόφοις ποσὶ τῶν ἐκλελυμένων | |
25 | μειρακίων τοὺς ἑαυτῶν ὀφθαλμοὺς συνηχοῦντες, καὶ τὰς ἑαυτῶν καρδίας τοῖς λελυμένοις σώμασιν αὐτῶν συνεκ‐ λύοντες· ἀκούσατε, οἷον ὀψώνιον φόνου ἡ πολύγυρος ὄρχησις ἤνθησεν. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρός φησι· Δός μοι ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάν‐ | |
30 | νου. Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυ‐ σὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου. Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ’ οὐκ ἐπεζήτησε διὰ | |
35 | πίστιν, ἵνα τιμήσῃ, ἀλλ’ ἵνα τὸν ἔλεγχον ἀποκτείνασα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν κακῶν ἁμαρ‐ τίαν. Ἀκούσας δὲ Ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου, ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι’ εὐλάβειαν. | |
40 | ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ’ ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπει‐ λημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τὸ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ | |
45 | ποιῆσαι τὸν φόνον Διὰ τοὺς ὅρκους καὶ τοὺς συνανα‐ κειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν γυναῖκα πολυφλόγου ἡδονῆς, χρησά‐ μενος δῆθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, Πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι | |
59.524(50) | τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες· ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος, οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ’ ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κα‐ | |
55 | κῶν ἐκλογῇ ἄμεινον ἦν τὸ ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆ‐ ρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν | |
60 | ἄγριαι μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύου‐ σαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας χρυ‐ σοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦ‐ τον χεὶρ δημία ἀπέτεμεν, οὐ φρίξασα τὸ ἀγγελοειδὲς αὐ‐ | |
65 | τοῦ πρόσωπον, οὐδὲ τρομάσασα αὐτοῦ τὸ πρόσωπον στιλ‐ πνότητας θεοειδεῖς ἀποπέμπον. Ἀλλ’ οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ Ἰωάννου (οὐ γὰρ ἔπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ | |
70 | πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ δείπνῳ, καὶ τότε βοῶσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ’ ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ’ | |
75 | ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὦ παράνομε τύραννε, | 523 |
59.525 | οὐκ ἤρκεσεν ὑπὸ τοῦ πρὸ σοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέ‐ κνων ἐν Βηθλεὲμ γεγονυῖα σφαγὴ, ὅτε πατέρων καὶ μη‐ τέρων ὀλολυγμοὶ ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι; ὅτε δακρύων πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀνα‐ | |
5 | βρύουσαι ἐνίκων πηγάς; ὅτε πατέρων στήθη ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτή‐ ρων ἐπέμπετο; ὅτε μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν | |
10 | ὑφελκόντων νηπίων ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ‐ κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτ‐ θισμοὺς ἐπεζήτουν; Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυ‐ σεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως, ἀδόλους | |
15 | ψυχὰς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην ἤλεγξαν, οἷς οὔτε | |
γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα | Column end | |
59.526 | τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψω‐ σιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γό‐ | |
5 | νους τῆς Ῥαχὴλ ἀπέσφαξεν ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλη‐ σίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων ἵλεως ἔσομαί σοι; λέγει Κύριος. Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος, καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς | |
10 | εὐταξίας, οὗτοι ἡγεμόνες τῆς ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ’ αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐνέπρισαν, τὸν Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν Χριστὸν | |
15 | ἐσταύρωσαν. Ἀλλ’ ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ τῆς μυσταγωγίας φέγγος ἀναδρά‐ μωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα | |
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 525 |