TLG 2062 229 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Stephanum protomartyrem [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum Stephanum protomartyrem [Sp.] Citation: Vol — pg — (ln) | ||
59.501(9t) | Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα. | |
10 | αʹ. Στέψωμεν ἄνθεσιν ἐγκωμίων τὸν Στέφανον, καὶ τοῖς τῶν ἐπαίνων αὐτὸν περιῤῥάνωμεν ῥόδοις· ἤδη γὰρ αὐτὸς ἑαυτὸν τοῖς τῆς πίστεως προεστεφάνωσεν ἄθλοις. Ἔκειτο μὲν γὰρ ἐν γράμμασι· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα· ἀλλ’ ἡ περὶ τὸ σῶμα συν‐ | |
---|---|---|
15 | άφεια τὴν δυσχέρειαν εἰσῆγε. Τούτου δὲ τοῦ νεανίου βου‐ ληθέντος μαρτυρικὰς ἀναδέξασθαι νίκας, πᾶσα ἀπελή‐ λαται δυσχέρεια· δειλία δὲ καὶ φόβος ἀργεῖν ἐμελέτησεν. Οὔτε γὰρ ἀρχιερέων ἐφοβήθη μανίαν, οὐχ ἱερέων ἐδει‐ λίασε θρασύτητα, οὔτε πρεσβυτέρων αὐτὸν κατέπληξαν | |
20 | λόγοι, οὐ γραμματέων αὐτὸν ἀπειλὴ διετάραξεν, οὐ λόγοι συκοφαντῶν τὴν αὐτοῦ προθυμίαν ἐνέκοψαν, γεν‐ ναίῳ δέ τινι φρονήματι εἰς τοὺς ὑπὲρ Χριστοῦ ἀγῶνας κατέσπευδε. Τίς τοίνυν θνητῶν ἀξίους ἐπαίνους τῷ ἀγωνιστῇ προσαγάγῃ; τίς ἀνθρώπων ἀνάλογον τῆς | |
25 | αὐτοῦ πολιτείας ἐγκώμιον διαπλέξει; ποία γλῶσσα τὰς τοῦ ἀριστέως ἐξειπεῖν δυνήσεται δόξας; ποῖον στόμα πρὸς ἔπαινον τῶν τοῦ Στεφάνου ἀγωνισμάτων ἀνοιγήσε‐ ται; ποῖα χείλη ἐπαρκέσει τὰς ἀνδραγαθίας εἰπεῖν τοῦ πρωτομάτυρος; Ἐπὶ τῆς γῆς γὰρ ἐπάλαιε, καὶ τὰ ἐν | |
30 | οὐρανοῖς περιεσκέπτετο· ἐν τῷ βίῳ παρῆν, καὶ τὰ ἐν ὑψίστοις περιώδευε· μετὰ τῶν θνητῶν διελέγετο, καὶ ἀθανάτοις συνετάττετο· ἀνθρώποις ἀπεμάχετο, καὶ συν‐ εχόρευσεν ἀγγέλοις. Πᾶσα λοιπὸν ἡλικία τὸ βέβαιον ἐχέτω· Στέφανος γὰρ ἐπάλαισε, καὶ ὁ ἁρχέκακος ἔπε‐ | |
35 | σεν. Ἐχέτω λοιπὸν καὶ ὁ ἐν πολιᾷ ἀγωνιζόμενος τὸ βέβαιον· καὶ ὁ ἐν γήρᾳ κατορθῶν τοὺς στεφάνους λαμ‐ βάνει, καὶ ὁ νεανίας ἀθλήσας στεφανοῦται, καὶ μειρά‐ κιον παλαῖσαν κομίζεται γέρα, καὶ νήπια ἀγωνιζόμενα κομίζονται στεφάνους, καὶ γύναια παραταξάμενα στεφα‐ | |
40 | νοῦνται δόξῃ, καὶ παρθένοι παλαίσασαι κομίζονται νίκας. Στεφάνου τοίνυν ἀνοίξαντος τοῦ μαρτυρίου τὰς πύλας, πᾶσα λοιπὸν ἡλικία ἐπὶ τὸ μαρτύριον τρεχέτω. Πρῶτος γὰρ Στέφανος τῷ τυράννῳ ἀντέστη, πρῶτος τὰς κατ’ αὐτοῦ ἀνεδέξατο νίκας, πρῶτος τῶν καλλινί‐ | |
45 | κων ἐκείνων ἀπήρξατο ἀγώνων, πρῶτος διὰ Χριστὸν τὰ τοῦ Χριστοῦ ἀνεδέξατο πάθη· ὑπέδειξε θνητοῖς, πῶς παίζεται θάνατος· ἔδειξεν ἀνθρώποις, πῶς νέκρωσις γέλως ἔσται· ἐγνώρισε τοῖς ἐν τῷ βίῳ τὰς οὐρανίους ἀνόδους. Στέφανος γὰρ πλήρης χάριτος καὶ δυνά‐ | |
59.501(50) | μεως ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ. Εἰς μεί‐ ζονα προκοπὴν τὸν Στέφανον ἡ τοῦ Πνεύματος προεβί‐ βαζε χάρις· τὸ γὰρ ἄμετρον τῆς αὐτοῦ πίστεως παρηγ‐ γυᾶτο τὸ βέβαιον. Διάκονος γὰρ ταγεὶς, μάρτυς ἀνεδείχθη· εἰς χηρῶν κατασταθεὶς χρείαν, εἰς θαυμάτων προέκοψε | |
55 | χάριν· τραπεζῶν ἐτάγη διάκονος, καὶ τεραστίων ἀν‐ εδείχθη ἐργάτης. Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως. Ἐχέτω, φησὶν, ἐν προσηγορίᾳ τὸν τῆς νίκης στέφανον ὁ Στέφανος· Στέφανος, ὁ ἀμελέτητον πόλεμον γνωρίσας τῷ βίῳ, ὁ ἀδίδακτον μάχην ἐμφανίσας τῷ | |
60 | κόσμῳ. Οὐκ εἶχεν ἐν ἔθει τοῦτο ἡ φύσις, καὶ Στέφανος κατὰ ἀσωμάτου στρατιᾶς παρετάξατο μόνος. Πίστις γὰρ αὐτῷ τοὺς ἀγῶνας κατώρθου· ἐλπὶς μετὰ τέλος προ‐ ετρέπετο παλαίειν. Στέφανος πλήρης πίστεως καὶ | |
δυνάμεως. Στέφανος, ὁ αἰχμάλωτον τὸν ἀρχέκακον | Column end | |
59.502(9) | δείξας, ὁ προαιρέσει γενναίᾳ κατ’ αὐτοῦ τρόπαια ἐγείρας, | |
10 | ὁ δαίμονας παρασκευάσας θρηνεῖν, καὶ ἀνθρώπους χορεύειν· Στέφανος ὁ πρῶτος τῶν μαρτύρων τροπαιοῦ‐ χος, ὁ στρατηγὸς τῶν διὰ Χριστὸν ἀγωνιζομένων. Ὃς γὰρ ἂν διὰ Χριστὸν ἄρξηται παλαίειν, Στέφανον εὑρίσκει διδάσκαλον· ὅστις μαρτυρικῶν ἐφάψεται ἀγώ‐ | |
15 | νων, Στέφανον μιμεῖται. Στέφανος τὸ ἀκροθίνιον τῶν διὰ Χριστὸν ἀγωνιζομένων, ἡ κρηπὶς τῶν δι’ αὐτὸν ἀπο‐ θνησκόντων. Στέφανος πλήρης πίστεως καὶ δυνάμεως. Πανταχόθεν περιεπέφρακτο ὁ τοῦ Χριστοῦ στρατιώ‐ της, ἑκατέρωθεν ἐτεθωράκιστο ὁ εὐσεβὴς πολεμάρχης· | |
20 | Πλήρης πίστεως καὶ δυνάμεως. Ἐπήρκεσαν, φησὶ, ταῦτα πρὸς νίκην, ἐξίσχυσαν ταῦτα παρασχεῖν τὸ τρό‐ παιον. Πίστις γὰρ καὶ δύναμις καὶ τὸν ἀρχέκακον ἐνίκα, καὶ Ἰουδαίους κατέπληττε. Πλήρης πίστεως καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα | |
25 | ἐν τῷ λαῷ. Θαυμάτων ὁ ἀριστεὺς ἐνεδείκνυτο πλήθη, τεραστίων πλῆθος ὁ Χριστοῦ εἰργάζετο στρατιώτης· Ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ, χωλοῖς μὲν χαριζόμενος δρόμους, παρέτοις δὲ ὑγίειαν ἐκπέμπων, ἵνα πρὸς φθόνον τοὺς ἀρχιερεῖς διεγείρῃ· οὕτως ἐπ‐ | |
30 | εθύμει διὰ Χριστὸν γεύσασθαι θανάτου. Εἶτα ἐκκαλεῖται κατ’ αὐτοῦ ἀνδρῶν ἀσεβεστάτων πεντάπολιν. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς τῶν ἀπὸ τῆς συναγω‐ γῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, | |
35 | συζητοῦντες τῷ Στεφάνῳ. Ὢ πόσον ὄχλον ἡ κακία συνήγαγεν! ὢ πόσον δῆμον ὁ φθόνος συνέτρεψε! Λιβερτίνους, Κυρηναίους, Ἀλεξανδρεῖς, καὶ τοὺς ἀπὸ Κιλικίας καὶ Ἀσίας. Ἄπειρος, φησὶν, ὄχλος καθ’ ἑνὸς παρετάξατο στρατιώτου· ἄμετρα πλήθη καθ’ ἑνὸς ὥρ‐ | |
40 | μησαν ἀριστέως· πέντε πόλεων ἄνδρες ἐφ’ ἕνα κατέδρα‐ μον νεανίαν. Ὢ τῆς ἀνιατρεύτου τῶν Ἰουδαίων κακίας! ἐξ αὐτῆς τῆς θέας ἠθέλησαν τὸν ἀριστέα ἐκφοβῆσαι, ἵνα τῇ ὑπερβολῇ τοῦ πλήθους ὑπεκλυθῇ τὰ νεῦρα. Εἶτα καὶ τάξιν οἱ παμπόνηροι ἐπιτιθέασι τῇ μάχῃ, καὶ ζητη‐ | |
45 | μάτων τῷ Στεφάνῳ ἐν προοιμίοις πλέκουσι λόγους. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξαν‐ δρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦν‐ τες τῷ Στεφάνῳ. Τί, φασὶν, ὦ νεανία, ἀπερισκέπτως | |
59.502(50) | ὑβρίζεις τὸ Θεῖον; τί μεμελετημένοις λόγοις πείθεις τὸν ὄχλον; τί θαυμάτων ἀπάτῃ διασκεδάζεις τὸ ἔθνος; Ὧδε τῶν ζητημάτων τὸ πέρας· Θεός ἐστιν ὁ ἐκ Μαρίας τε‐ χθείς; Δημιουργὸς ὁ τοῦ τέκτονος υἱός; οὐ Βηθλεὲμ τού‐ του κώμη, καὶ τροφὸς ἡ Ναζαρέτ; Θεὸν φαντάζῃ τὸν | |
55 | ἐπὶ γῆς τεχθέντα; Θεὸς, ὁ δι’ εὐτέλειαν σπαργανωθεὶς ἐν τῇ φάτνῃ; ὁ ἀποδράσας ὀργισθέντα τὸν Ἡρώδην; ὁ | |
πρὸς κάθαρσιν λουτρὸν δεξάμενος Ἰορδάνην; ὁ πείνῃ | 501 | |
59.503 | δουλεύσας καὶ δίψῃ; ὁ κόπου αἰσθόμενος καὶ ὕπνου, ὁ κρατηθεὶς, καὶ μὴ ἰσχύσας διαδρᾶσαι; ὁ ῥαπισθεὶς, καὶ ἑαυτὸν μὴ ἐκδικήσας; ὁ ἀναρτηθεὶς, καὶ κατελθεῖν μὴ ἰσχύσας; ὁ ἐπάρατον καὶ ἐφύβριστον εὑράμενος τέλος; | |
5 | Τὸν ἐν τάφῳ τεθέντα, ἐν οὐρανοῖς εἶναι φαντάζῃ; τὸν παραπλήσιον θνητοῖς, νεκρῶν ζωὴν εἶναι κηρύττεις; Κατεδέχετο οὖν Θεὸς ταῦτα παθεῖν; οὐκ ἐκέλευσε, καὶ τοὺς ἐπελθόντας ἐνέκρου; οὐχὶ προστάττων αἰφνίδιον ἐπῆγε τὸν θάνατον; Ἢ παῦσαι τοίνυν τῆς πλάνης, ἢ | |
10 | τὸν ἴσον αὐτοῦ δέχου καὶ σὺ θάνατον. βʹ. Τοιαῦτά τινα λέγοντες ἦσαν συζητοῦντες τῷ Στεφά‐ νῳ. Εἶτα ὁ Στέφανος· Οὐ παρ’ ὑμῖν φυλάττονται τῶν προφητῶν τὰ συγγράμματα; οὐχ ὑμεῖς τὰς τῆς Παλαιᾶς ἀναπτύσσετε βίβλους; οὐκ ἐλέγετε ἀλλήλοις, Ἡμεῖς | |
15 | οἴδαμεν, ὅτι Μωϋσῆ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἡμεῖς τοῦ Μωϋσέως μα‐ θηταί ἐσμεν; Οὐχὶ Μωϋσῆς ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε; οὐ προέγραψε πόῤῥωθεν | |
20 | Μιχαίας· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλα‐ χίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξ‐ ελεύσεται ἡγούμενος; οὐ τῆς ἀπειρογάμου ὁ Ἡσαΐας προανήγγειλε τὸν τόκον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει; οὐ τῶν ἐν τῇ φάτνῃ ζώων τὴν παράστασιν ὁ Ἀμ‐ | |
25 | βακοὺμ προεῖπεν· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ; οὐ τὴν ἐν Αἰγύπτῳ φυγὴν δι’ Ἡρώδην εἶπεν ὁ Ἡσαΐας· Ἰδοὺ Κύριος ἔρχεται ἐπὶ νεφέλης κούφης εἰς Αἴγυπτον; οὐ τῶν ὑδάτων τοῦ Ἰορδάνου τὸν δρα‐ σμὸν ὁ Δαυῒδ προεμήνυσεν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, | |
30 | εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν; οὐ τῶν κόπων καὶ πόνων τὴν ἔκβασιν ὁ Ἡσαΐας προέγραψεν· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστα‐ σεν; οὐ τῶν ἥλων τὴν βίαν Δαυῒδ προεῖπεν ὁ προφήτης· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου; οὐ τὴν ἐν τῷ | |
35 | ξύλῳ ἀνάρτησιν ὁ Μωϋσῆς προανεκήρυξεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου; οὐ τὴν ταφὴν τὴν ἐν μνημείῳ ὁ Ἰακὼβ προέγραψεν· Ἀναπεσὼν ἐκοι‐ μήθη ὡς λέων; οὐ τὰ τῆς ἀναστάσεως προανεβόησεν ὁ Δαυΐδ· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν; οὐ τὰ τῆς | |
40 | ἀναλήψεως ὁ αὐτὸς προεῖπεν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλα‐ λαγμῷ; Ἢ δείξατε τοίνυν ἐν ἄλλῳ τινὶ τῶν προφη‐ τειῶν τὴν ἔκβασιν, ἢ ὡς. Θεῷ τῷ ἐσταυρωμένῳ προσ‐ κυνεῖτε. Ὑμεῖς γὰρ, ὦ ἀνόητοι, μὴ γινώσκοντες τὴν προφητείαν Μωϋσέως, ἐνομίζετε ψιλὸν ἄνθρωπον σταυ‐ | |
45 | ροῦν· ἀλλ’ ὁ ἐξ ὑμῶν, καθ’ ὑμῶν δὲ μᾶλλον, τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος κράζει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Περὶ αὐτοῦ ἐλέγχων ὑμᾶς ὁ κορυφαῖος τῶν ἀποστόλων ἔλεγεν· Ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἡρνήσασθε, καὶ | |
59.503(50) | ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε. Ταύτην ὑμῶν τὴν φωνὴν πόῤῥωθεν εἰδὼς Ἡσαΐας ἔλεγεν· Οὐαὶ τοῖς λέγουσι τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν! Οὕτω τοίνυν διαλεγομένου τοῦ Στεφάνου, Οὐκ ἴσχυον ἀντιστῆναι | |
55 | τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Καὶ καλῶς εἴρηται τὸ, Ἀντιστῆναι. Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, Ἀνέστησάν τινες τῶν ἐκ τῆς συναγωγῆς, ὧδε λέγει, Οὐκ ἴσχυον ἀντιστῆναι. Εἰς σιωπὴν οὖν ὠθοῦντο τὴν γλῶσσαν, συνέκλειον ἅπαντες τὰ οἰκεῖα χείλη, ἀνέστελ‐ | |
60 | λον τῶν λόγων τὰ βέλη, ἀπεκράτησαν τῶν ῥημάτων τὰ τόξα, ὑπὸ τὴν γλῶσσαν ἔκρυψαν τῆς κακίας τὸ δόρυ. Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ὢ τῶν καινῶν πραγμάτων! πῶς καλῶς συγ‐ γράφεται ὁ ἀοίδιμος Λουκᾶς; πῶς τὰς ἐπαγγελίας τοῦ | |
65 | Χριστοῦ εἰς πέρας ἕλκει; Εἶπε γὰρ ὁ Χριστὸς, ὅτι Δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Καλῶς οὖν λέγει· Οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίᾳ σοφίᾳ; Τῷ Χριστῷ τῷ ἐν | |
70 | αὐτῷ φθεγγομένῳ. Καὶ ὅτι ὁ Χριστὸς σοφία, ἡκέτω Παῦλος λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Ὅτι δὲ λαλεῖ ἐν τοῖς εὐχαριστοῦσι, γράφων ἐν ἄλλοις ἔλεγεν· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν | |
75 | ὑμῖν. Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ, του‐ | Column end |
59.504 | τέστι, τῷ Χριστῷ. Τίς γὰρ ἀντιστήσεται αὐτῷ, καὶ ὑπο‐ μενεῖ; Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι, ᾧ ἐλάλει. Ποίῳ πνεύματι; Τῷ Παρακλήτῳ, περὶ οὗ ἐν πρώτοις ἔλεγε· Στέφανος δὲ πλήρης πί‐ | |
5 | στεως καὶ δυνάμεως· καὶ αὖθις, Ὑπάρχων δὲ Πνεύ‐ ματος ἁγίου πλήρης, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδε δόξαν Θεοῦ. Τότε οὖν ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Διεδέξατο ψευδομαρτυρία | |
10 | τὸν φθόνον. Ὑπέβαλον ἄνδρας. Ἀργυρίου ἠγόρασαν τὸ ψεῦδος, Δεῦτε, λέγοντες, ὦ τίμιοι ἄνδρες, τοῖς ἡμετέ‐ ροις τὰ ὑμέτερα διακονήσατε· ἐν τοῖς ἡμῶν σκέμμασιν ἡ ὑμῶν ὑπουργήσειε γλῶσσα· τοῖς ἡμετέροις βουλεύμα‐ σιν ὑπηρετήσειε τὸ ὑμέτερον στόμα. Ἔκδικος γάρ τις | |
15 | τοῦ Γαλιλαίου ἀνέστη, ὑπέρμαχος ἐκείνου ἠγέρθη καὶ ἀντίμαχος. Θεὸν ἐν τάφῳ κείμενον γεραίρει· Δημιουργὸν τὸν ἐν τύμβῳ συγκλεισθέντα κηρύττει. Τὸν ἐν μνημείῳ τεθέντα ἐν τοῖς οὐρανοῖς φαντάζεται εἶναι· τὸν ὑπὸ στρα‐ τιωτῶν ἐμπαιχθέντα, σὺν τῇ στρατιᾷ τοῦ οὐρανοῦ φημί‐ | |
20 | ζει παραγενέσθαι· τὸν μήτε ἑαυτὸν ἐκδικῆσαι ἰσχύσαντα, κριτὴν ἐπαγγέλλεται τῆς κτίσεως. Ἰωσὴφ ἀπέθετο τὸ τού‐ του σῶμα ἐν μνημείῳ, καὶ οὗτος αὐτὸν ἐκ δεξιῶν τοῦ Θεοῦ φαντάζεται ὑπάρχειν. Οἱ μαθηταὶ αὐτὸν ἠρνήσαντο, ὡς ἀπατεῶνα, καὶ οὗτος λέγει, ὅτι πᾶσα γλῶσσα αὐτῷ | |
25 | ἐξομολογήσεται· ἐκ τοῦ σταυροῦ οὐκ ἴσχυσε καταβῆναι, καὶ δευτέραν αὐτοῦ παρουσίαν οὗτος ἐκ τῶν οὐρανῶν ἐπαγγέλλεται· οἱ κακοῦργοι αὐτὸν ἐβλασφήμουν μὴ δυνάμενον μήτε ἑαυτὸν σῶσαι, μήτε ἐκείνους· καὶ οὗτος τρανότατα κράζει, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ τοῦ κόσμου. | |
30 | Εἴδετέ ποτε τοιοῦτον τόλμημα; ἠκούσατε δὲ ὅλως τοιαύ‐ της ἀπονοίας καὶ βλασφημίας ῥήματα; ὑπουργήσατε τοίνυν τῇ σκήψει, καὶ ἐπίκοινον παρὰ τῶν νῦν κομίσεσθε κλέος. Εἶτα οἱ ἀπόγονοι τῶν ἐπὶ Ναβουθὲ συκοφαντῶν τούτοις ἐχρήσαντο λόγοις· Ἀκηκόαμεν λαλοῦντος | |
35 | αὐτοῦ ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν. Κατ’ αὐτοῦ, φησὶ, τοῦ νομοθέτου ἀπετόλμησε λέγειν· αὐτὸς παρήγγειλεν ἡμῖν λέγων, Προσέχετε, λαός μου, τὸν νόμον μου· καὶ οὗτος κράζει, ὅτι Ἰησοῦς ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Εἰς Μωϋσῆν ἐβλασ‐ | |
40 | φήμησε, τὸν σεβάσμιον παρ’ ὅλῳ τῷ ἔθνει, τὸν εἰς συμμαχίαν ὅλην λαβόντα τὴν κτίσιν, τὸν δουλείας χαλε‐ πῆς ἐλευθερώσαντα τὸ ἔθνος, τὸν ῥάβδῳ τὰ τῆς θαλάτ‐ της τειχίσαντα ὕδατα, τὸν βυθίσαντα προσευχῇ τὰ τῶν Αἰγυπτίων στρατεύματα, τὸν ἐν νυκτὶ προσευχῇ οὐρά‐ | |
45 | νιον ἀνάψαντα στῦλον, τὸν μεθοδεύσαντα οὐράνιον ἀγεώρ‐ γητον ἄρτον, τὸν ἐξαντλήσαντα τῇ ῥάβδῳ τῆς ἀγόνου τὰ ῥεῖθρα. Εἰς Μωϋσῆν. Καὶ τί τῷ, Εἰς Μωϋσῆν, πα‐ ρατείνω τὸν λόγον, καὶ τὸν Θεόν; Εἰς αὐτὸν τὸν οὐρα‐ νὸν ἠκόντισε τὰ βέλη· κατ’ αὐτοῦ τοῦ Δημιουργοῦ ἐξ‐ | |
59.504(50) | έτεινε τὴν γλῶσσαν· νεκρὸν ἀντίθεον κηρύττει τοῦ Κτί‐ στου. Εἰς Μωϋσῆν, καὶ εἰς τὸν Θεόν. Συνεκίνησάν τε τὸν λαὸν, καὶ τοὺς πρεσβυτέρους, καὶ τοὺς γραμμα‐ τεῖς· καὶ ἐπιστάντες ἥρπασαν αὐτὸν, καὶ ἤγαγον εἰς τὸ συνέδριον. Εἰς ὀργὴν τὸν λαὸν συνεκίνησαν, καὶ | |
55 | ἥρπασαν αὐτόν· ἥρπασαν οἱ θῆρες τὸ πρόβατον, καὶ ἤγαγον εἰς τὸ συνέδριον, τὸ ὑποκρίσεως ἀνάμεστον καὶ φθόνου· εἰς τὸ συνέδριον τὸ ἀλλότριον ἀληθείας, καὶ χη‐ ρεῦον δικαίου· καὶ ἤγαγον αὐτὸν εἰς τὸ συνέδριον, περὶ οὗ πόῤῥωθεν κέκραγεν Ἱερεμίας· Οὐκ ἐκάθισα ἐν συν‐ | |
60 | εδρίῳ αὐτῶν ματαιότητος· Καὶ ἔστησαν μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου. Τὸ ἱερὸν, φησὶ, τὸν τόπον τοῦτον οὐκ ἠρυθρίασεν ἐνυβρίσαι, ὅπου τὰ θεῖα ἀναγινώσκονται | |
65 | ῥήματα, ὅπου τῶν προφητῶν σαλπίζονται τὰ συγγράμ‐ ματα, ἔνθα αἱ πλάκες καὶ τὸ οὐράνιον μάννα, ὅπου ἡ κιβωτὸς καὶ ἡ τοῦ Ἀαρὼν ῥάβδος, ὅπου ἀρχιερέων πο‐ λιὰ, καὶ πρεσβυτέρων ἀξίωμα, καὶ γραμματέων τιμή· ἀλλὰ παίγνιον ἡγεῖται τὸν τόπον, εὐτελὲς τὸ ἱερὸν ἀπο‐ | |
70 | φαίνεται. Καὶ οὐ μόνον κατὰ τοῦ τόπου ἐτόλμησε φθέγ‐ ξασθαι, ἀλλὰ καὶ κατὰ τοῦ νόμου. Σκιὰν τὸν νόμον εἶναι φαντάζεται· τύπον τὴν Παλαιὰν ἀνυποστόλως κηρύττει· μείζονα τὸν Γαλιλαῖον εἶναι λέγει Μωϋσέως, ἰσχυρότε‐ ρον τὸν ἐκ Μαρίας τοῦ νομοθέτου κηρύττει· οὐκ ἠρυ‐ | |
75 | θρίασε τῶν πρεσβυτέρων τὴν ἀξίαν, οὐκ ἐδειλάνθη τῶν | 503 |
59.505 | γραμματέων τὰ πλήθη, ἀλλ’ ἐβλασφήμησε κατὰ τοῦ τό‐ που καὶ τοῦ νόμου. γʹ. Καὶ μάθετε αὐτοῦ τῶν λόγων τὴν πεῖραν. Ἀκηκό‐ αμεν γὰρ αὐτοῦ λέγοντος, ὅτι Ἰησοῦς ὁ Ναζωραῖος | |
5 | καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Νεκρὸν ἡμῖν ἐπαπειλεῖται Δεσπότην, τεθνεῶτα ἡμῖν ἐπαγγέλλεται Κύριον. Ἰησοῦς ὁ Ναζωραῖος ἀναστήσεται, καὶ καταλύσει τὸν τόπον τοῦ‐ τον. Ἐφαντάσθη, φησὶν, οὗτος ὁ νεανίας· ἠγνόησε τοῦ | |
10 | περιβοήτου ναοῦ τὴν τέρψιν· διέλαθον αὐτὸν τῶν ἐν αὐτῷ τελεσθέντων οἱ πόνοι. Ἡ Σολομῶντος σοφία τοῦτον δι‐ έγραψε τὸν οἶκον· σύμμαχον ἔσχεν ὁ σοφὸς τὴν ἄνωθεν χάριν· πολλοὺς ἀγῶνας ἐν τῇ κτίσει ὑπέμεινε τοῦ ἔργου· καὶ ὀγδοήκοντα μὲν χιλιάδες ἐλατόμουν ἐν τῷ ὄρει· ἑβδο‐ | |
15 | μήκοντα δὲ χιλιάδες ἐξέτεμνον τὸ ξύλον· τριάκοντα χι‐ λιάδες παρεκόμιζον τὸν λίθον· τρισχίλιοι ἑξακόσιοι ἐπ‐ εστάτουν τῷ ἔργῳ· φιλότιμον χεῖρα τῷ ἱερῷ ἐπεξέτεινε, καὶ ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσι μόλις ἠδυνήθη κατασκευάσαι τὸ ἔργον· καὶ οὗτος λέγει, ὅτι Ἰησοῦς ὁ | |
20 | Ναζωραῖος καταλύσει τὸν τόπον [τοῦτον]· καὶ οὐ μό‐ νον τοῦτο, ἀλλὰ Καὶ ἀλλάξει τὰ ἔθη, ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Τὸ πανάγιον σάββατον ὑπ’ ἐκείνου καταλυθή‐ σεσθαι λέγει· τὴν ἔννομον περιτομὴν ὑπὸ τοῦ Ναζωραίου ἀνατραπήσεσθαι ἀπεφήνατο· τὰς νεομηνίας ἡμῶν ὡς | |
25 | εὐτελεῖς παραγράφεσθαι λέγει· τῶν Σκηνοπηγιῶν τὴν τέρψιν τὸν ἐκ Μαρίας οὐ διαδέχεσθαι κηρύττει· τὰς θυσίας ἡμῶν ἀπροσδέκτους παρὰ τῷ Θεῷ εἶναι φαντά‐ ζεται· τοὺς ῥαντισμοὺς καὶ τὰ συνήθη καθάρσια τὸν θανόντα ἀνατρέψαι ἀποφαίνεται. Τίς τοιγαροῦν οὐκ οἶδε | |
30 | τοῦ Ναζωραίου τὸ τέλος; πότε δὲ θνητὸς τοὺς ζῶντας ἀμύνασθαι δύναται; Ἡσαΐας ἐπρίσθη, καὶ οὐδαμοῦ ὁ τὰς δίκας εἰσπράττων· Ἱερεμίας ἐπνίγη, καὶ ἐπεξελθεῖν οὐκ ἠδυνήθη· ὁ Ναβουθὲ λίθοις ἀνῃρέθη, καὶ οὐδαμοῦ ὁ ἔκδικος τούτου· Ζαχαρίας ἐσφάγη, καὶ μένομεν ἕως | |
35 | τῆς δεῦρο ἀνέγκλητοι· καὶ τοῦ Ναζωραίου θανόντος ὑπέρμαχος ἵσταται οὗτος. Ὡς κριτὴν ἡμῖν τὸν νεκρὸν ἐπαπειλεῖται· ὡς δικαστὴν τὸν ἐν τύμβῳ καταγγέλλε‐ ται πλανώμενος. Εἶτα τούτων οὕτω ψευδῆ κατηγορούν‐ των, Ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν | |
40 | τῷ συνεδρίῳ, βλοσυρὸν ὄμμα κατ’ αὐτοῦ ἐκπέμψαντες, ὀφρύας ὀργῇ μεμεστωμένας κατ’ αὐτοῦ ἀκοντίσαντες, ἐξ αὐτῆς τῆς θέας βουλόμενοι ἐκπλῆξαι τὸν ἀγωνιστὴν, ἐν τῇ ἑαυτῶν κακίᾳ τὸ προφητικὸν πληροῦντες λόγιον· Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θα‐ | |
45 | νατῶσαι αὐτόν· Ἀτενίσαντες εἰς αὐτὸν πάντες εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Ἡ γὰρ περὶ τὸ μαρτύριον χαρὰ προεκπηδῶσα τῆς ὄψεως, ἀγ‐ γελικὰς τῷ νεανίᾳ περιήστραπτε χάριτας. Καὶ διὰ τί τὸ πρόσωπον ἀγγέλου; Ἵνα πληρωθῇ ὁ λόγος τοῦ Χρι‐ | |
59.505(50) | στοῦ, ὃν εἶπεν· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται· ἀλλ’ εἰσὶν ὡς ἄγγελοι οἱ ἐν τοῖς οὐρανοῖς. Οὕτως ἔλαμψαν Μωϋσῆς καὶ Ἠλίας ἐν τῷ ὄρει, ὅτε συνελάλουν τῷ Ἰησοῦ, ὥστε ἰδόντας τοὺς μαθη‐ τὰς πεσεῖν ἐπὶ πρόσωπον· οὕτω μέλλουσιν ἐκλάμπειν | |
55 | πάντες οἱ δίκαιοι ἐν τῇ βασιλείᾳ τοῦ Πατρός. Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεὺς, Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὢ λόγοι ὑπο‐ κρίσεως ἀνάμεστοι! ὢ ῥήματα ἐστολισμένα ἐπινοίᾳ καὶ φθόνῳ! Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ἐτόλμησας, φη‐ | |
60 | σὶν, ὦ ἄνερ, τὸν νομοθέτην ἐνυβρίσαι Μωϋσέα; εἰ ἄρα τῷ Θεῷ ἀντεστράτευσας ἀντίθεον; εἰ κατὰ τοῦ παναγίου ἀνερυθριάστως ἐλάλησας τόπου; εἰ τὸν ἐκ Θεοῦ δοθέντα νόμον ἄκυρον εἶναι ἐφαντάσθης; εἰ τὸν Ναζωραῖον ἐναλ‐ λάττειν τὰ Μωϋσέως ἐνόμισας; Μεγάλων κακῶν ἑαυτοῦ | |
65 | πρόξενος ἐγένου. Εἶτα πρὸς ταῦτα ὁ πρωτόμαρτυς· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἐχέτω, φησὶ, πᾶσα τέως ἡλικία τὴν προσήκουσαν ἑκάστῳ τιμήν. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ἀκούσατε, οὐ λέγω, Πείσθητε· τὸ γὰρ ἄπιστον τῆς ὑμετέρας ἐπίσ‐ | |
70 | ταμαι γνώμης· ἀλλ’ Ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ἐν τῇ Μεσοποταμίᾳ. Οὐκ ἐν τῇ Ἱερουσαλὴμ, οὐκ ἐν τῷ περιβοήτῳ ναῷ, ἀλλ’ Ἐν τῇ Μεσοποταμίᾳ, ὅπου κατείδωλος ὑπῆρχεν ὁ χῶ‐ | |
ρος, ἔνθα ἀθέοις ἡ πατρὶς συνεπνίγετο· ἐν τῇ Μεσοπο‐ | Column end | |
59.506 | ταμίᾳ, ὅπου ξοάνοις ἀνεπέμπετο σέβας, ὅπου ξύλοις καὶ λίθοις τὸ πανάγιον ἐνετίθεσαν ὄνομα, ἐκεῖ αὐτῷ ὤφθη. ᾜδει γὰρ ὅτι ἐν ἀκάνθαις γίνεται ῥόδον, καὶ μέσον ζι‐ ζανίων εὐγενὴς ἀνατελεῖ σῖτος· ὥσπερ ὁ πολύαθλος Ἰὼβ | |
5 | ἐν τῇ ἀσώτῳ χώρᾳ τῇ Αὐσίτιδι ὡς ῥόδον ἐν ἀκάνθαις ὤφθη, καὶ ὡς κρίνον ἐν τριβόλοις, καὶ ὡς φωστὴρ ἐν τῷ σκότει τῆς ἀγνοίας ἔλαμπε ταῖς ἀρεταῖς, καὶ ὡς πύργος ἐν καταστροφῇ ἦν πάσαις ταῖς ἄνω δυνάμεσιν εὔδηλος, ἀπὸ γῆς εἰς οὐρανὸν τὰ κατορθώματα ἐπαύξων, ἀπὸ | |
10 | βάθους εἰς ὕψος τῆς δικαιοσύνης τοὺς καρποὺς ἐκπέμ‐ πων· ὅθεν ὀσφρανθεὶς αὐτῶν ὁ Θεὸς τὸν καρπὸν, ὡς καὶ τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν (Ὠσφράνθη γὰρ Κύριος ὀσμὴν εὐωδίας), ἐμαρτύρει τῷ ἰδίῳ θεράποντι· Ἰδοὺ ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος | |
15 | ἀπὸ παντὸς κακοῦ, πρὸ τοῦ νόμου τὰ τοῦ νόμου πληρῶν· ἔχων γὰρ τὸν ἔμφυτον νόμον, οὐκ ἐδεήθη τοῦ γραπτοῦ· γνωστὰ γὰρ τῷ Θεῷ ἀπ’ αἰῶνος πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα λέγει πρὸς τὸν Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν, | |
20 | ἣν ἄν σοι δείξω. Ἔξελθε ἐκ τῆς γῆς σου. Τί, φησὶ, πολύθεος χώρα τὸν τῶν ἐθνῶν περιέχει πατέρα; τί κατ‐ είδωλος πατρὶς περιέχει τὸν προπάτορα τοῦ ἔθνους; Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Δυσχερῆ, ὡς ἐν ἀνθρώποις, τὰ προσταττόμενα τῷ πα‐ | |
25 | τριάρχῃ. Κατάλιπε, φησὶ, πατρίδα, ἄφες ὅλον τὸ γένος, ἀπόταξαι τῇ γῇ ἐν ᾗ ἐγεννήθης, χωρίσθητι πατρὸς καὶ τεκούσης. Ἀλλ’ οὐδὲν τούτων τὸν πατριάρχην παρεσά‐ λευσεν· οὐκ ἐλογίσατο καθ’ ἑαυτὸν, οἷά γε θνητὸς, Ἄδηλά μοι, φησὶν, ὁ ὀφθεὶς ὑπισχνεῖται· ἀβέβαια ἐπαγ‐ | |
30 | γέλλεται οὗτος. Καταλίπω τοίνυν τὰ ἐν χερσὶ, καὶ τὰ ἀόρατα μεταδιώξω; ἀφιῶ τὰ ἐν ποσὶ, καὶ τὰ ἄδηλα πο‐ θήσω; Ἀλλ’ οὐδὲν τούτων ὁ πατὴρ τῶν ἐθνῶν ἐλογίσατο· ἀλλὰ προσετάγη, καὶ τῷ χωρισμῷ συνετίθετο· ἐντολὰς ἐλάμβανε, καὶ τὰ ἄδηλα ζητεῖν ἐπεπόθει. Πίστις γὰρ | |
35 | αὐτῷ τοῦτον ἀνέκαιε τὸν ἔρωτα. Τὰ γὰρ ἐπαγγελλόμενα τελείως κατανοήσας, πλέον πρὸς τὴν ἔξοδον τῆς πατρί‐ δος ἐσπούδαζεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου. Ἐκ τῶν μηρῶν σου μέλλω, ἐκ σοῦ κατὰ σάρκα γεν‐ νᾶσθαι. Οὐδέν σοι τοιγαροῦν ὑπισχνοῦμαι· ἀρκεῖ σοι | |
40 | γὰρ μόνον, ἵνα πατήρ μου χρηματίσῃς. Βίβλος γενέ‐ σεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Εἶτα τὰ κατὰ τὸν Ἀβραὰμ διηγησάμενος, ὅτι μιᾷ φωνῇ Θεοῦ ὑπήκουσε καλοῦντος, ὅτι προεῖπε τὴν τοῦ σπέρματος αὐτοῦ δουλείαν, καὶ ὅτι τετρακοσιοστὸν ἐν Αἰγύπτῳ δου‐ | |
45 | λεύσουσιν ἔτος, καὶ ὅτι τῇ δεξιᾷ τοῦ Θεοῦ λυτρωθῶσι τῆς ἀνάγκης, καὶ ὅτι ἔδωκεν αὐτῷ περιτομῆς διαθήκην, λέγει λοιπὸν τὸν τοῦ Ἰσαὰκ παράδοξον τόκον, καὶ ὅτι τῇ ὀγδόῃ αὐτὸν περιέτεμε, καθὼς προσετάχθη. Ἔτι λέγει καὶ τὴν τοῦ Ἰακὼβ ἐκ τοῦ Ἰσαὰκ γένεσιν, καὶ ὅτι ὁ | |
59.506(50) | Ἰακὼβ δώδεκα πατριαρχῶν πατὴρ ἀνεδείχθη. Λέγει καὶ τὸν φθόνον πρὸς τοῦ Ἰωσὴφ τῶν συγγενῶν, καὶ τὴν πρᾶσιν αὐτοῦ τὴν ὑπὸ τῶν ἀδελφῶν ἐν Αἰγύπτῳ, καὶ ὅτι εὗρε χάριν καὶ σοφίαν παρὰ τῷ βασιλεῖ τῆς Αἰγύπτου, καὶ ὅτι μετὰ τὴν δουλείαν κύριος καὶ σοφὸς ἀνεδείχθη. | |
55 | Λέγει καὶ, ὅτι λιμὸς καθ’ ὅλου, ὡς εἰπεῖν, ἀνεδείχθη τοῦ κόσμου, καὶ ὅτι Χαναὰν τῇ ἀπορίᾳ τῶν βρωμάτων τὰ οἰκεῖα φίλτατα προεδίδου, καὶ ὅτι ἐν δόξῃ ἐνεφάνισεν ἑαυτὸν Ἰωσὴφ τοῖς ἰδίοις συγγενέσι, καὶ ὅτι μετεκαλέ‐ σατο Ἰωσὴφ ἐν Αἰγύπτῳ Ἰακὼβ τὸν πατριάρχην, καὶ | |
60 | ὅτι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ὁ Ἰακὼβ ἐκεῖσε κατ‐ ῆλθε, καὶ ὅτι ἐπληθύνθη Ἰσραὴλ εἰς ἄμετρον ἐν Αἰ‐ γύπτῳ, καὶ ὅτι ἕτερος ἀνέστη βασιλεὺς, τὸν Ἰωσὴφ ἀγνοήσας, καὶ ὅτι κατασοφισάμενος τὸ τοῦ Ἰσραὴλ ἐκά‐ κωσεν ἔθνος, καὶ ὅτι τὰ ἄῤῥενα βρέφη ἔκδοτα παρ‐ | |
65 | έπεμπε τῷ Νείλῳ ποταμῷ. Λέγει δὲ καὶ τὴν γένεσιν Μωϋσέως τοῦ νομοθέτου, καὶ ὅτι παρὰ τῶν γονέων ἐν τῇ θήκῃ ἐῤῥίφη, καὶ ὅτι ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φα‐ ραὼ τοῦ βασιλέως, καὶ ὅτι πάσῃ τῇ τῶν Αἰγυπτίων ἐπαιδεύθη σοφίᾳ, καὶ ὅτι δυνατὸς ἐν λόγοις ἐδείχθη καὶ | |
70 | ἔργοις, καὶ ὅτι μετὰ τὸ τεσσαρακοστὸν ἔτος ἀνῆλθεν εἰς ἐπίσκεψιν τοῦ ἔθνους, καὶ ὅτι εἶδεν Ἰσραηλίτην ἀδικού‐ μενον, καὶ ἠμύνατο τὸν Αἰγύπτιον, καὶ ὅτι μαχομένοις Ἰσραηλίταις συνεβούλευσε φιλιάσαι, καὶ ὅτι ὑβρίσθη παρὰ ὁμοεθνοῦς, ὡς ἐργασάμενος φόνον, καὶ ὅτι ἔφυγεν | |
75 | εἰς γῆν Μαδιὰν διὰ τοῦτον τὸν λόγον, καὶ ὅτι ἐκεῖ δύο υἱῶν πατὴρ ἀνεδείχθη, καὶ ὅτι ἄγγελος αὐτῷ ἐν τῷ ὄρει | |
Σινᾷ ὤφθη, καὶ ὅτι εἶδε πυρὸς καὶ βάτου ἄμαχον φιλίαν, | 505 | |
59.507 | καὶ ὅτι φωνῆς οὐρανόθεν ἐπήκουσε θείας, καὶ ὅτι σύν‐ τρομος ἐγένετο μὴ τολμῶν κατανοῆσαι τὸ θαῦμα, καὶ ὅτι ἐκελεύσθη τῶν οἰκείων ποδῶν λῦσαι τὸ ὑπόδημα, καὶ ὅτι τὸν τόπον ἐν ᾧ ἔστη, γῆν ἤκουσεν ἁγίαν, καὶ | |
5 | ὅτι μετὰ σημείων τὸν λαὸν ἐξήγαγεν ἐξ Αἰγύπτου, καὶ ὅτι διὰ τῆς Ἐρυθρᾶς, ὡς διὰ τῆς ξηρᾶς, τὸν Ἰσραὴλ ἐστρατήγησε. Λέγει δὲ καὶ ἐν τῷ ὄρει τῶν ἀνόμων εἰδ‐ ωλολατρείαν, ὅτι οἱ τῆς θαλάσσης ὁδοιπόροι μόσχῳ παρ‐ ωμοίωσαν τὸ Θεῖον, ὅτι τῷ εἰδώλῳ τὰς κατ’ Αἰγυπτίων | |
10 | ἀνέθηκαν νίκας. Λέγει αὐτοῖς καὶ τὴν ἐν Βαβυλῶνι αἰχμαλωσίαν τοῦ ἔθνους, καὶ τὴν τοῦ Δαυῒδ παρὰ τῷ Θεῷ εὐαρέστησιν, ὅτι εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ, καὶ πατὴρ Χριστοῦ ἐχρηματίσθη. Λέγει δὲ καὶ τὸν ὑπὸ Σο‐ λομῶντος οἶκον κτισθέντα, καὶ ὅτι ὁ Θεὸς ἐν χειροποιή‐ | |
15 | τοις οὐκ αὐλίζεται τόποις. Οὕτω τοιγαροῦν διεξελθὼν τὰς τῶν πατέρων ἱστορίας, λαβὼν εἰς συνεργίαν τὸ ἅγιον Πνεῦμα, τῶν κατ’ αὐτῶν λοιπὸν ἀπάρχεται ὕβρεων, καί φησι· Σκληροτράχηλοι, ἀκαμπεῖς καὶ ἀδάμαστοι· ποία γὰρ ὀδύνη τὸν ὑμέτερον ἔκαμψεν αὐχένα; ποία ἀνάγκη | |
20 | τὸν ὑμέτερον ἔκλινε τράχηλον; οὐχὶ τετρακόσια ἔτη Φα‐ ραὼ ἐν Αἰγύπτῳ ἐδουλεύσατε; οὐχὶ ὄγδοον ὑμᾶς ἔτος ὁ Συρίας βασιλεὺς Χουσαρσὰθ εἰσεκτήσατο; οὐκ ὀκτωκαι‐ δέκατον ἔτος ὑπὸ τὴν τῶν Μοαβιτῶν γεγόνατε βασιλείαν; οὐ πάλιν εἴκοσιν ὑπὸ τῶν Χαναναίων ἐδουλώθητε χρό‐ | |
25 | νους; οὐχ ἕβδομον ἔτος αὖθις πάλιν Μαδιανίταις ὑπ‐ εκύψατε; οὐχὶ πάλιν ὀκτωκαιδέκατον ἔτος ὑπὸ Ἀμμω‐ νιτῶν ἐκυριεύθητε; οὐχὶ τοῖς Φιλιστιεὶμ τεσσαράκοντα ὑπείξατε ἔτεσιν; οὐχὶ ἑβδομήκοντα τοῖς Βαβυλωνίοις ἐδουλεύσατε; οὐχὶ Σαλμανασὰρ ὑμᾶς εἰς τὰ ὄρη μετ‐ | |
30 | ῴκισε Χαλδαίων; καὶ οὐδαμοῦ ἀνάγκη μεταβάλλουσα τὰς γνώμας ὑμῶν; Σκληροτράχηλοι, οὓς ὁ κόφινος οὐκ ἐδάμασεν Αἰγύπτου, οὓς οὐκ ἐμάλαξε τῶν ἀχύρων τὸ | |
ἄχθος, οὓς οὐκ ἔκαμψε τῆς πλινθουργίας ἡ βία. Εἶτα, | Column end | |
59.508 | τούτων τῶν φωνῶν ἐπακούσαντες, Ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Ἔνθα τὸν βασιλέα ἐσταύρωσαν, ἐκεῖ καὶ τὸν στρατιώτην βάλλουσι λίθοις. Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τῆς πόλεως ἐλιθοβόλουν. | |
5 | Ἀλλὰ καὶ μετὰ λίθων βολὰς ὁ ἀγωνιστὴς ἀνεδέξατο νί‐ κας, καὶ τοιαύτῃ φωνῇ πρὸς τὸν Κτίστην ἐκέχρητο· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Κύριε Ἰησοῦ, ὁ γνώμῃ Πατρὸς ἀναδεξάμενος πάθος, ὁ βουλῇ τοῦ τεκόν‐ τος θάνατον ὑπομείνας, δέξαι τὸ πνεῦμά μου. Χώρισον | |
10 | λοιπὸν τοῦ σώματος τὴν ψυχὴν, τὴν ἀσώματον μετάστη‐ σον, δέξαι τὸ πνεῦμά μου ἀρεταῖς κατεστεμμένον παν‐ τοίαις, δέξαι τὸ πνεῦμά μου· Τὸν γὰρ δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· διὸ αἰτοῦμαι, δέξαι τὸ πνεῦμά μου. Ἐν ὅσῳ γὰρ περίκειμαι τὸ φθαρτὸν σῶμα, δειλιῶ· | |
15 | ἐν ὅσῳ φορῶ τὴν γηΐνην σάρκα, φοβοῦμαι, μὴ μετὰ πό‐ νους ἀπολέσω τοὺς πόνους· ἰλιγγιῶ, μὴ μετὰ πάλην ἀστεφάνωτος μείνω, μὴ μετὰ τοὺς ἀγῶνας ἀπολέσω τὰ βραβεῖα. Δέξαι οὖν τὸ πνεῦμά μου. Πενθήσῃ λοιπὸν ὁ διάβολος, ὡς ἀπολέσας τὴν νίκην· θρηνήσῃ ὁ ἀρχέκακος, | |
20 | ὡς πρὸς θνητὸν μὴ ἐξισχύσας· ὀδυρέσθωσαν οἱ ἀσώμα‐ τοι, ὅτι οἱ ἐν σώματι γελῶσι τὰ πάθη. Δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μά‐ θῃς, ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται, | |
25 | ἑστὼς καὶ κατανευόμενος, ἀλλὰ Θεὶς τὰ γόνατα, εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα εἰ‐ πὼν ἐκοιμήθη. Ὕπνος γὰρ τοῖς δικαίοις ὁ θάνατος, ἀνάπαυσις τοῖς σοφοῖς ἡ νέκρωσις. Διὰ τοῦτο γὰρ ὕπνος | |
30 | ὁ θάνατός ἐστιν, ἵνα ὥσπερ ἐκ κάρου τινὸς ἐν τῇ ἀνα‐ στάσει διεγερθέντες, τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωσιν· ὧν γένοιτο πάντας ἡμᾶς μεταλαβεῖν, χάριτι καὶ μεσι‐ τείᾳ τοῦ Χριστοῦ, δι’ οὗ δόξα τῷ Πατρὶ ἐν Πνεύματι ἁγίῳ τῷ παρακλήτῳ, ὡς ἀπ’ ἀρχῆς, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
35 | τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 507 |