TLG 2062 227 :: JOANNES CHRYSOSTOMUS :: In duodecim apostolos [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In duodecim apostolos [Sp.] Dup. partim VITAE PROPHETARUM (1750 022) Citation: Vol — pg — (ln) | ||
59.495(12t) | Εἰς τοὺς ἁγίους δώδεκα ἀποστόλους. | |
13 | Εἰκότως καὶ τήμερον ἐπὶ φοιτήσει τοῦ ἁγίου Πνεύ‐ ματος ἡ τῶν ἁλιέων αὕτη πεπλήρωται σαγήνη, αὐτο‐ | |
---|---|---|
15 | κελεύστως ἐν αὐτῇ τῶν λογικῶν ἰχθύων ἡμῶν εἰσπη‐ δώντων. Ὁ γὰρ λόγος τοῦ Λόγου τοὺς ἀγραμμάτους σοφίσας, καὶ γλώσσαις πυρίναις τοὺς βραδυγλώσσους στομώσας, τὴν τέχνην αὐτῶν μετέθηκε ἐπὶ τὸ θειότερον, λέγων, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς | |
20 | ἀνθρώπων. Εἶπε, Δεῦτε ὀπίσω μου, καὶ πάντα πρὸς τὸ κρεῖττον εὐθὺς μετεβλήθη. Δώδεκα ἐπιλεχθέντες ἐτύγχανον ἀθληταὶ, καὶ τούτων οὐδαμῶς οὐδεὶς ἔμεινεν ἀστεφάνωτος. Ἡ γὰρ μία χάρις τοῖς ἅπασι συνῆλθε καὶ συνέτρεχε, καὶ τὴν ἑκάστου νίκην δοκιμωτέραν ἐδείκνυε. | |
25 | Μόνος ὁ τάλας Ἰούδας τῆς τοιαύτης ἀγκύρας ἑαυτὸν ἀπεσχοίνισε, φιλήματι τοῖς λύκοις ὑποδείξας τὸ πρόβα‐ τον, καὶ τριάκοντα ἀργυρίων πωλήσας τὸν Κύριον· οὗ τὸ αἷμα τὸν κόσμον ἠγόρασεν. Ἀλλ’ ὢ τῆς ὑμῶν, ἀπόστο‐ λοι, μακαρίας καὶ λαμπρᾶς ξυνωρίδος! ὅτι τὰ πάντα | |
30 | τοῖς πᾶσι γεγόνατε χάριτι, οὐ καλάμῳ, ἀλλὰ λόγῳ τὰς τῶν ἀνθρώπων ἀγέλας ἐμπείρως ζωγρήσαντες. Ὑμεῖς γάρ ἐστε τῆς ὀρθοδοξίας ἀμετάθετοι στῦλοι, τῆς Ἐκκλη‐ σίας πέτρα, τῆς βασιλείας σκῆπτρα, καὶ τοῦ ποιμνίου μάλιστα τούτου ἄγρυπνοι προστάται, τῆς νοσούσης ἀν‐ | |
35 | θρωπότητος ἄμισθοι ἰατροὶ, καὶ τῆς ἡμῶν μετανοίας πρὸς Θεὸν ἀνάδοχοι συμπαθεῖς. Ὡς γὰρ ἄκμονές τινες ἔμψυχοι τυγχάνοντες, ἐν τῷ τύπτεσθαι τοὺς τύπτοντας ἐχαλκεύσατε πρὸς ἐπίγνωσιν. Πέτρος ἐντεῦθεν μαθητεύει τὴν Ῥώμην. Παῦλος ἐκεῖ‐ | |
40 | θεν εὐαγγελίζεται κόσμον. Ἀνδρέας τῆς Ἑλλάδος σο‐ φοὺς διορθοῦται· Σίμων διδάσκει τὸν Θεὸν τοὺς βαρβά‐ ρους· Θωμᾶς διὰ βαπτίσματος λευκαίνει τοὺς Αἰθίοπας· Ἰακώβου τὴν καθέδραν ἡ Ἰουδαία τιμᾷ· Μάρκου τὸν θρόνον Ἀλεξάνδρεια ἡ παρὰ Νεῖλον ἀσπάζεται· Λουκᾶς | |
45 | καὶ Ματθαῖος γράφουσι τὰ Εὐαγγέλια· Ἰωάννης ἔτι θεολογῶν, καὶ μετὰ τέλος ὡς ζῶν θεραπεύει τὴν Ἔφε‐ σον· Βαρθολομαῖος παιδαγωγεῖ σωφρονεῖν τοὺς Λυκάο‐ νας· Φίλιππος θαυματουργῶν σώζει τὴν Ἱεράπολιν. Ἅπαντες ἁπανταχοῦ πάντας εὐεργετοῦντες οὐ παύον‐ | |
59.495(50) | ται· κόνιν ἀθάνατον ἐν τάφοις καταλελοίπασι, νῦν μὲν θεραπευταὶ, μετ’ ὀλίγον δὲ δικασταὶ τοῦ κόσμου προκαθ‐ ήμενοι. Τούτῳ προσπελάσας χωλὸς, ἀρτίπους ἀνέλυ‐ σεν· ἐκείνῳ συντυχὼν παράλυτος, κλινοφορεῖν ἐκελεύετο· ἄλλος ἐκάλει νεκροὺς, καὶ τούτους εἶχεν εὐθὺς ὑπακούον‐ | |
55 | τας· ἑτέρου καὶ σκιὰ μόνη τὰς νόσους ἐδίωκεν· ἄλλου τὴν ἐπίκλησιν οἱ δαίμονες ἔφριττον, καὶ τὰ σουδάρια τούτων ἀπέσταζον ἴασιν. Μαθηταὶ γὰρ ὑπῆρχον ἐκείνου, οὗπερ τὸ κράσπεδον κλαπὲν τῆς αἱμοῤῥοούσης ἁφῇ τὴν ἐρυθρὰν τῶν αἱμάτων ἀπεξήρανε θάλασσαν. Ἀλλ’ ἐγὼ | |
60 | πρὸς τοὺς κορυφαίους τῶν ἀποστόλων ἐπάνειμι τῷ λόγῳ, καὶ τῆς προφητικῆς ἐκείνης ἐπιμέμνημαι φωνῆς· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν τοὺς ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ἡγείσθω τοίνυν τοῦ λό‐ γου Πέτρος, ἐπειδὴ καὶ πρότερος εἰς τὸν ἀμπελῶνα τοῦ | |
65 | Κυρίου μεμίσθωται, Πέτρος τῆς τοῦ καλοῦ ποιμένος | Column end |
59.496(12) | ἀγέλης τὸ πρωτότοκον πρόβατον, Πέτρος ὁ ἀπὸ λίμνης εἰς οὐρανὸν ἀναβὰς, ὁ τοὺς ναύτας ἀφεὶς, καὶ συλλαλεῖν ἀγγέλοις ἀξιωθεὶς, ὁ τὴν ὁλκάδα καταλιπὼν, καὶ τὴν | |
15 | Ἐκκλησίαν παραλαβὼν εἰς κυβέρνησιν· ὁ κλειδοῦχος τῶν οὐρανῶν προσκληθεὶς, καὶ τὸ δεσμοῦν καὶ λύειν ἐπὶ γῆς ἐν ἐξουσίᾳ δεξάμενος· ὁ πρὸς τὴν κλῆσιν ταχὺς, καὶ πρὸς τὴν πίστιν ἀνενδοίαστος, καὶ περὶ πάντα θερμὸς τοῦ Διδασκάλου συνήγορος, Σὺ εἶ ὁ Χριστὸς, | |
20 | ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, φθεγξάμενος· ὁ συναπο‐ θνήσκειν τῷ Δεσπότῃ προθέμενος, καὶ μέχρι τῆς αὐλῆς τοῦ Καϊάφα τῷ δεδεμένῳ λυτρωτῇ συνεισερχόμε‐ νος· ὁ καὶ ἀρνούμενος συγγνωστὸς, καὶ μεταμελόμενος θαυμαστός. Οὐδὲ γὰρ μέμψεως τοσοῦτον διὰ τὴν ἄρνη‐ | |
25 | σιν, ὅσον μακαρισμοῦ διὰ τὴν μετάνοιαν ἄξιος. Ἡμῖν γὰρ καὶ σφαλλόμενος ὠφέλιμος, ὅτι ταχὺ δακρύσας τὸ πταῖσμα κατέκλυσε, καὶ πρὸς μικρὸν σαλευθεὶς, εἰς αἰῶνα τῶν πιστῶν εὑρέθη θεμέλιος. Ἂν γὰρ σκοπήσῃς, ἀγαπητὲ, τὸν τότε καιρὸν τῆς εὐκαίρου δειλίας, οὐκ ἂν | |
30 | εὕροις πολὺ τὸν Πέτρον πρὸς τὴν μέμψιν ὑπεύθυνον. Ὅτε γὰρ ἥλιος ἔφυγεν, οὐρανὸς ἐκρύπτετο, γῆ ἐσα‐ λεύετο, πέτραι διεθρύπτοντο, οὐ δυνάμεναι φέρειν τὴν ὕβριν τοῦ κτίσαντος· τότε Πέτρος ὤκλασε, τότε ὁ κορυ‐ φαῖος ἠρνήσατο· καὶ τὸν ἄλογον τῆς ἡμέρας ἄγγελον, | |
35 | ἔλεγχον εὐθὺς εὗρε τῆς προῤῥηθείσης ἀρνήσεως· Πρὶν ἀλέκτορα φωνῆσαι, ἀπαρνήσῃ με τρίς. Ἀλλὰ πρῶτος ἀρνησάμενος, πρῶτος ἐπὶ τὸν τάφον ἔδραμε, πρῶτος εἶδεν ἀναστάντα τὸν ζωοδότην τῶν νεκρῶν, παρὰ Μαρίας μαθὼν ὅπερ αὐτῷ οὐκ ἐθάῤῥησεν ὁ ἐπάνω τοῦ λίθου | |
40 | καθήμενος ἄγγελος. Ἀλλ’ ἔλθῃ μετ’ αὐτὸν εἰς μέσον Παῦλος ὁ πάνσοφος τῆς οἰκουμένης ῥήτωρ, ὁ ἀπὸ λύκου ἀμνὸς, ὁ ἐξ ἀκανθῶν βότρυς, ὁ ἐκ ζιζανίων σῖτος, ὁ ἀπὸ ἐχθροῦ φίλος, ὁ ἀπὸ Ἑβραίων μένων Ἑβραῖος, ὁ παρ’ ἐκείνοις Σαῦλος ἐμπνέων ἀπειλῆς καὶ φόνου, παρ’ | |
45 | ἡμῖν δὲ Παῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ὁ ἀπὸ βλασφήμου θεολόγος, ὁ ἀπὸ διώκτου εὐαγγελιστὴς, ὁ ἀπὸ πειρατοῦ κυβερνήτης, ὁ ἀπὸ προδότου στρατιώ‐ της· ὁ μετὰ Πέτρου τὴν Ῥώμην λαχὼν εἰς ταφὴν, καὶ μετ’ αὐτοῦ καὶ ταύτην μὴ παρορῶν τὴν Συχέμ· ὁ κατὰ | |
59.496(50) | τὸν Βενιαμὶν τοῦ Ἰωσὴφ ἀδελφὸς, καὶ κατὰ τὴν Θέκλαν καὶ τῶν παίδων πατὴρ καὶ διδάσκαλος· ὁ πρὸ τῆς Δαμα‐ σκοῦ τυφλὸς, καὶ καθ’ ἑκάστην πόλιν τοῦ κηρύγματος ὀφθαλμός· ὁ ἐξ οὐρανοῦ κληθεὶς, καὶ εἰς οὐρανὸν ἁρπα‐ γείς· ὁ θεωρήσας τὸν παράδεισον πρὸ τῆς ἐντεῦθεν ἀφ‐ | |
55 | ίξεως, καὶ τὸν στέφανον τῆς νίκης ἔτι παλαίων λαβὼν, καὶ πάλιν, ὡς λέγει, χρεωστούμενον. Τί γάρ φησιν; Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Παῦ‐ λος ὁ ἐξ ἐσχάτων πρῶτος, ὁ ἀπὸ ἐκτρωμάτων τέλειος ἀνὴρ, ὁ καὶ διώκων ἡδὺς, καὶ διωκόμενος γλυκύς· ὁ Ῥω‐ | |
60 | μαῖος, καὶ Φαρισαῖος, καὶ πάντα τοῖς πᾶσι διὰ πίστιν γενόμενος. Ὁ Χριστὸς γὰρ ὁ εἰπὼν Πέτρῳ, Δεῖ σε πα‐ θεῖν, εἶπε καὶ περὶ Παύλου, ὅσα αὐτὸν ἔδει ὑπὲρ τοῦ | |
ὀνόματος αὐτοῦ παθεῖν, ἵνα ὁ μὲν σταυρούμενος, ὁ δὲ | 495 | |
59.497 | τὴν κεφαλὴν τεμνόμενος, μίαν πίστιν κηρύξαντες, ἕνα δρόμον τελέσαντες, μάρτυρες ἀληθεῖς τῆς ἀναστάσεως ἔσωνται τοῦ παθόντος καὶ ταφέντος καὶ ἀναστάντος, ὡς εἶδε, καὶ εἰς τὸν κόλπον τοῦ Πατρὸς φθάσαντος, ὅνπερ | |
5 | οὐδέποτε καταλέλοιπε. Πρὸς οὓς αὐτὸς ὁ Δεσπότης προ‐ φητικῶς διαλέγεται· Κυκλώσατε τὴν νέαν ταύτην Σιὼν, καὶ περιλάβετε αὐτήν· τουτέστι, Φυλάξατε, τειχίσατε, ταῖς εὐχαῖς ὀχυρώσατε, ἵνα, ὅταν εὐκαίρως ὀργίζωμαι, καὶ σαλεύω τὴν σύμπασαν, βλέπων τὸν ὑμῶν ἀτελεύτη‐ | |
10 | τον τάφον, καὶ ἅπερ ἑκουσίως δι’ ἐμὲ βαστάζετε στί‐ γματα, νικῶ τὸν θυμὸν εὐσπλαγχνίᾳ, καὶ προλαμβάνω | |
τὴν ὑμῶν διὰ ταύτην πρεσβείαν. Ἱερωσύνην γὰρ καὶ | Column end | |
59.498 | βασιλείαν ὅταν ἴδω δακρύουσαν, εὐθὺς πρὸς οἶκτον ὡς συμπαθὴς ἐπικάμπτομαι, καὶ τῆς ἐμῆς ἐκείνης φωνῆς ἐπιμέμνημαι· Ὑπερασπιῶ τῆς πόλεως ταύτης διὰ Δαυῒδ τὸν δοῦλόν μου, καὶ Ἀαρὼν τὸν ἅγιόν μου· | |
5 | οἵτινες ὡς ὑμεῖς ὁμονοήσαντες τῇ πίστει, καὶ τὰς ἀξίας αὐθαιρέτῳ ταπεινοφροσύνῃ καλύψαντες, καὶ τῇ στολῇ δείξαντες τῆς ψυχῆς τὴν ταπείνωσιν, πολλάς μοι τῶν μαθητῶν μυριάδας προσήνεγκαν, ἐμὲ φερούσας, καὶ παρ’ ἐμοῦ τῷ κόσμῳ τὸν ἱλασμὸν αἰτούσας. Εἶπον γὰρ, | |
10 | Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων. Ἀμήν. | 497 |