TLG 2062 221 :: JOANNES CHRYSOSTOMUS :: De Susanna [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Susanna [Sp.]

Citation: Vol — pg — (ln)

56

.

589

(47t)

Εἰς τὴν Σουσάνναν.
48 Ἥκομεν ὑμῖν εὐγνώμονες ὀφειλέται τοῦ λόγου, οὐχ ὅσον ὀφείλομεν πληροῦντες, ἀλλ’ ὅσον ἔχομεν ἀποδιδόν‐

56

.

589

(50)

τες. Ἡ μὲν γὰρ προθυμία δαψιλὴς καὶ πλείω τοῦ ὀφει‐ λομένου ἥπλωται διδόναι· ἡ δὲ τοῦ λόγου πενία ἐστένω‐ ται· δι’ ὃ ὀλίγα ὑμῖν ἀντὶ πολλῶν παρακαλοῦντες διδόα‐ μεν. Εἰ δέ τις ὑμῶν βουληθείη τὰ ὀλιγοστὰ τῶν λόγων ἡμῶν τῇ προθυμίᾳ τῆς καρδίας συμπαρεκτεῖναι, οὐδὲν
55ἐλλείψομεν πρὸς τὸ ὀφειλόμενον, τῆς προθυμίας ἡμῶν τὸ ἐλλεῖπον μέρος τῶν λόγων ἀναπληρούσης. Καὶ γὰρ ὁ Θεὸς ὅταν πένητος ἴδῃ βραχείας προσφορὰς καὶ πλουσίου δαψιλεῖς, οἶδεν ἐξ ἴσου δέχεσθαι τὰς τιμάς· πολλάκις δὲ μειζόνως τὰς τοῦ πένητος ὑποδέχεται· οὐ γὰρ τῷ ὄγκῳ
60τῶν χρημάτων, ἀλλὰ τῇ προθυμίᾳ τῆς καρδίας ἐμβλέπει. Ἀπόδειξις δὲ τῶν λεγομένων ἡ περὶ τὴν πενιχρὰν χήραν τὴν τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον βαλοῦσαν· ὑπερεταλάντευσε γὰρ παρὰ Κυρίῳ ἡ ταύτης βραχεῖα προσφορὰ τῶν τὸν χρυσὸν βεβληκότων πλουσίων· ἐπειδὴ
65οὐ χρημάτων χρῄζει ὁ Θεὸς, ἀλλ’ εἰλικρινοῦς καὶ εὐπρο‐ αιρέτου καρδίας. Φέρε τοίνυν καὶ ἡμεῖς ἁπλώσαντες ἡμῶν ἐν εἰλικρινείᾳ τὰς καρδίας, οἷον παρὰ Θεοῦ κεκτή‐
μεθα λόγον, ὥσπερ ἔν τισι γαζοφυλακίοις Θεοῦ ἐμψύ‐Column end

56

.

590

(47)

χοις καταβαλλόμενοι, τὸ χρέος τοῦ λόγου ὑμῖν ἀποτίσω‐ μεν. Μέμνημαι γὰρ τῇ προτεραίᾳ ἐπαγγειλάμενος ὑμῖν τὴν τῆς μακαρίας Σουσάννης σωφροσύνης ἄθλησιν, εἰς

56

.

590

(50)

πολλῶν ὠφέλειαν κηρύττειν· ὅτε καὶ ὁ Ἰωσὴφ κατὰ τῆς Αἰγυπτίας ἠγωνίζετο, καὶ πᾶσιν ἡμῖν παλαίσματα σω‐ φροσύνης ὑπεδείκνυεν. Ἀγωνιζέσθω οὖν καὶ Σουσάννα ἐν τῷδε τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς, καὶ ἄγγελοι, καὶ ἄνδρες, καὶ γυναῖκες ὁρῶσιν· ἀγωνιζέσθω, καὶ διδα‐
55σκέτω, πῶς δεῖ νεωτέρας ἕως θανάτου ὑπὲρ σωφροσύ‐ νης ἀγωνίζεσθαι. Αὕτη τοίνυν ἡ μακαρία Σουσάννα εὐ‐ γενὴς τῷ γένει τυγχάνουσα, ἐξ ἁπαλῶν ὀνύχων ἐν οἰκί‐ σκῳ θαλαμευομένη, εὐπρεπὴς τῷ κάλλει ὑπάρχουσα, καὶ σεμνοῦ βίου τρόπον ἀσκηθεῖσα, ὅτε τὸ τῆς νεότητος
60αὐτῆς κάλλος ἐπήνθει, πρὸς νομίμου γάμου συζυγίαν ἡρμόσθη. Καὶ δὴ τὸ τοῦ γάμου μυστήριον ἀβλαβὲς τῷ ἰδίῳ ἀνδρὶ φυλάττουσα, οὐκ ὄμμα ἄτακτον πρὸς νεωτε‐ ρικοῦ καὶ ξένου κάλλους θέαν περιέφερεν· οὐκ ἀκοὴν ἀνοίγουσα, τὴν τῶν προνικῶν ᾀσμάτων καλλιφωνίαν ὑπ‐
65εδέχετο· οὐ τὴν ὄσφρησιν ἐπηφίει ἀνέρπειν τὰ τῶν νεω‐ τερικῶν ἱματίων καπνίσματα· οὐδ’ ἄλλην τινὰ αἴσθησιν
ἁπλῶς φέρεσθαι συνεχώρει, ἵνα μὴ ἡ ἐν τῇ καρδίᾳ αὐτῆς589

56

.

591

φυλαττομένη σωφροσύνη ὑποφθαρεῖσα τοῖς ἁπαλοῖς δε‐ λεάσμασι πρὸς ἡδονὰς σκελισθείη. Τὰ γὰρ πλεῖστα τῶν ἁμαρτημάτων ἐκ τῶν αἰσθήσεων τῆς ψυχῆς ἡμῶν περι‐ γίνεται. Ἔστι γὰρ ἡ ψυχὴ, καθάπερ παρθένος ἐν θαλάμῳ
5τινὶ, ἐν μέσῃ τῇ καρδίᾳ ἡσυχάζουσα, καὶ ὑπὸ τῶν πέντε αἰσθήσεων, ὥσπερ ὑπό τινων θεραπαινίδων, δορυφορου‐ μένη. Ποίων αἰσθήσεων; Ὁράσεως, γεύσεως, ὀσφρή‐ σεως, ἀκοῆς, καὶ ἁφῆς. Ἐὰν οὖν μηδεμία αἴσθησις ὑπο‐ φθαρεῖσα πλανηθείη, φυλάττεται ἀκεραία καὶ ἀβλαβὴς ἡ
10ψυχή· ἐὰν δὲ συμβῇ τὴν ὅρασιν ἀκυβέρνητον μείνασαν πρὸς νεωτερικοῦ κάλλους θέαν ῥεμφθῆναι, καὶ λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας διὰ τῶν ὀφθαλμῶν εἰς τὸ βάθος τῆς καρδίας εἰσδέξασθαι, εὐθὺς, λαίλαπι ἡδονῶν ῥιπισθεῖσα, πρὸς τὴν ἁμαρτίαν ὑποβρύχιος φέρεται περὶ τὴν σω‐
15φροσύνην ναυαγήσασα· καὶ πάσχει λοιπὸν ἐκεῖνο, ὅπερ καὶ ὁ Δαυῒδ παθὼν ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ἐὰν ἀναπετασθεῖσα δέξηται τὰ τῆς καλλιφω‐ νίας θέλγητρα, πρὸς ἐκεῖνα τὴν διάνοιαν τείνασα, ὅλην
20ἑαυτὴν τοῖς πορνικοῖς ᾄσμασι συνελκύσασα καταστρέφει. Ἡ δὲ γεῦσις ἀδηφαγίᾳ καὶ οἴνῳ πολλῷ ἐμφορηθεῖσα πρὸς μέθην καὶ κοίτας τὴν ψυχὴν καταφθείρει. Ἡ δὲ ὄσφρησις τοῖς περιέργοις μυρίσμασι τῶν νέων ἀποδεθεῖσα, καὶ τὴν ψυχὴν μεθ’ ἑαυτῆς συναπέδησεν. Οὕτως οὖν ὡς παρθένος
25τις ἡ ψυχὴ ὑπὸ ἀφρόνων θεραπαινίδων, τῶν αἰσθήσεων, ἁλίσκεται πρὸς τὴν τῆς ἀκολασίας ἁμαρτίαν προδιδο‐ μένη. Ἡ γὰρ ἁμαρτία πάσας τὰς αἰσθήσεις καρώσασα, δίκην κλέπτου λαθραίως εἰς τὸ ταμιεῖον τῆς καρδίας ἐπεισέρχεται· εἶτα εἰσελθοῦσα ὅλην αὐτὴν γυμνοῖ τὴν
30ἐνθήκην τῆς σωφροσύνης ἀποσυλήσασα. Ἠσφαλίζετο γοῦν ἡ μακαρία ἐκείνη τὸ βλέμμα, τὸ σχῆμα, τὸ βῆ‐ μα, τὴν ἀκοὴν, τὴν ὅρασιν, τὴν ὄσφρησιν, τὴν γεῦ‐ σιν, τὴν ἁφήν· καὶ ἦν ἀληθῶς, κατὰ τὴν σοφίαν τὴν λέγουσαν, Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμέ‐
35νη. Ὥσπερ γὰρ κῆπος, μηδενὸς αὐτὸν συλαγωγῆσαι δυναμένου, ἐτύγχανεν ἡ μακαρία, πηγάζουσα τὰ τῆς σωφροσύνης ἀρώματα, καὶ ὥσπερ πηγὴ ἦν τῇ πίστει ἐσφραγισμένη, ἐξ ἧς οὐδεὶς τῶν ἀτάκτων τὸ τῆς σω‐ φροσύνης κάλλος ἀντλῆσαι ἠδύνατο. Ταύτης ἐν ἐπιθυμίᾳ
40γεγόνασι δύο πρεσβύτεροι τοῦ λαοῦ, οἱ δοκοῦντες κυ‐ βερνᾷν τὸ ποίμνιον, καὶ ἕκαστος αὐτῶν φλογὶ τῆς ἐπι‐ θυμίας καιόμενος, θάτερος θατέρῳ τὸ ἔγκρυφον τῆς καρδίας πῦρ φανερῶσαι ᾐσχύνετο. Καὶ ἐν μιᾷ τῶν ἡμε‐ ρῶν ἑκάτερος αὐτῶν λάθρα τοῦ ἑταίρου αὐτοῦ ἀπῄει
45κατασκοπεῦσαι τὴν Σουσάνναν· καὶ εὑρηκότες ἀλλήλους, καὶ ἀνετάσαντες ὡμολόγησαν ἀλλήλοις δι’ ἣν παρ‐ ῆσαν αἰτίαν· τότε κοινωνίαν θέμενοι ἐν τῇ τῆς ἁμαρτίας πράξει, τῆς κακίας ἐποιοῦντο ἔρευναν ἐκμελῆ, καὶ παρετήρουν καιρὸν, ὅπως αὐτῆς κατατύχωσι μόνης.

56

.

591

(50)

Συνέβη οὖν ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τὴν Σου‐ σάνναν εἰσελθεῖν εἰς τὸν παράδεισον τοῦ ἀνδρὸς, λού‐ σασθαι κατὰ τὸ καῦμα· καὶ ἐξαποστειλάσης αὐτῆς τὰς παιδίσκας ἐπὶ τὸ κομίσαι σμῆγμα, ἐπιδραμόντες αὐτῇ ἄφνω οἱ πρεσβύτεροι ὥσπερ λύκοι ἀμνάδα κατεῖχον, τῷ
55οἴστρῳ τῆς ἀκολασίας σπαράξαι βουλόμενοι· καὶ ἦν μόνη Σουσάννα ἀνὰ μέσον τῶν δύο λεόντων, καὶ οὐδεὶς ὁ βοηθῶν, οὐ παιδίσκη, οὐ δοῦλος, οὐ συγγενὴς, οὐ φίλος, οὐ γείτων, εἰ μὴ μόνος οὐρανόθεν προσεῖχε Θεὸς ὁ κω‐ λύειν μὲν δυνάμενος, συγχωρῶν δὲ γίνεσθαι τὴν πάλην
60ἵνα κρυπτομένας γνώμας ἐλέγξῃ, καὶ τῆς μὲν Σουσάννης τὴν σωφροσύνην, τῶν δὲ πρεσβυτέρων τὴν ἀκολασίαν δημοσιεύσῃ, ὁμοῦ δὲ ταῖς γυναιξὶ παιδευτήριον μέγιστον τὴν Σουσάννης ἐνάρετον ἄθλησιν ἐπιδείξῃ. Μεγάλη ἦν μάχη, σφοδρὸς ἀγὼν τῇ Σουσάννῃ ἀπέκειτο, μείζων τοῦ
65Ἰωσήφ. Ἐκεῖνος μὲν γὰρ ἀνὴρ ὢν μετὰ μιᾶς ἐμάχετο γυναικός· αὕτη δὲ γυνὴ οὖσα μετὰ δύο ἀνδρῶν ἐπάλαιεν. Θέατρον ἦν μέγιστον καὶ τερπνὸν, γυνὴ μετὰ δύο ἀν‐ δρῶν ἐπύκτευεν· καὶ τὸ θαυμαστὸν, ἐὰν ἀκούσητε ποῦ τὸ σκάμμα ἠνέῳκτο· ἐν παραδείσῳ, ὅπου ὁ ὄφις τὴν
70Εὔαν ἠπάτησεν. Ὡς οὖν ἕτοιμος γέγονεν ἡ πάλη, ἠνοί‐ χθησαν οἱ οὐρανοὶ, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγὼν ἕτοιμος, ὁ ἀγωνοθέτης οὐρανόθεν προσεῖχε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· ὁ ὄφις ἐν τοῖς παρα‐ νόμοις, ἡ δὲ πίστις ἐν τῇ σώφρονι. Πολλὴ ἦν φροντὶς
75ἀμφοτέροις περὶ τῆς νίκης· τοῖς μὲν πρεσβυτέροις τὸ μὴ ὑπὸ γυναικὸς ἡττηθῆναι, τῇ δὲ Σουσάννῃ τὸ μὴ ἀπ‐ ολέσαι τὴν σωφροσύνην· ἐκείνοις τὰ ὀψώνια τῆς νίκης οἱ δαίμονες ἡτοίμαζον, τῇ δὲ Σουσάννῃ τὰ ἔπαθλα τῆς
σωφροσύνης ἡτοίμαζον ἄγγελοι. Κατέχουσι τὴν Σουσάν‐Column end

56

.

592

ναν οἱ παράνομοι· καὶ πρῶτον μὲν διὰ λόγων ἐπάλαιον αὐτῇ· τί λέγοντες; Πρεσβύτεροί ἐσμεν τοῦ λαοῦ, ἡμῖν νόμος πεπίστευται, τοῦ λύειν καὶ δεσμεῖν ἐξουσίαν εἰλή‐ φαμεν. Οὐδείς ἐστιν ἐνθάδε κατάσκοπος· Γενοῦ μεθ’
5ἡμῶν· ἐν ἐπιθυμίᾳ σου γάρ ἐσμεν. Ἐὰν δὲ μὴ βου‐ ληθῇς, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεα‐ νίσκος, καὶ διὰ τοῦτο ἀπέστειλας τὰ κοράσια ἀπὸ σοῦ. Καὶ ὅρα πόσα ἦν τὰ συνέχοντα τὴν Σουσάνναν· συκοφαντία ἀκολασίας, φόβος θανάτου, κατάγνωσις ἐπὶ
10τοσούτου λαοῦ, μῖσος ἀνδρὸς, μῖσος συγγενῶν, πένθος οἰκετῶν, καὶ ἁπαξαπλῶς παντὸς τοῦ οἴκου κατάκλυσις. Ἀλλ’ οὐδὲν τούτων τὸν λογισμὸν νικῆσαι ἴσχυσε τῆς σώ‐ φρονος· ἡ γὰρ ἐλπὶς τῆς καρδίας αὐτῆς ἦν εἰς Θεόν. Στενάζουσα γοῦν ἔλεγε· Στενά μοι πάντοθεν· ἐάν τε
15γὰρ πράξω, θάνατός μοί ἐστιν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν. Αἱρετόν μοί ἐστι μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρ‐ τεῖν ἐνώπιον Κυρίου. Οἴμοι, οὓς ἐδόκουν εἶναι ποιμέ‐ νας, λύκους ὁρῶ· οὓς ἐδόκουν εἶναι τῶν χειμαζομένων
20λιμένας, οὗτοι ναυάγιον γεγόνασιν. Οὐ μιανεῖτέ μου τὴν σωφροσύνην· οὐ καταισχύνω μου τοὺς γονεῖς· οὐκ ἀτι‐ μάζω μου τὴν συγγένειαν· οὐ λυπῶ μου τὸν ἄνδρα· οὐ λύω μου τὴν πρὸς αὐτὸν συζυγίαν ἐκ τῆς πρὸς ὑμᾶς ἀτάκτου ὁμιλίας· αἱροῦμαι θάνατον ἄνομον ἤπερ θάλαμον
25ἄτακτον. Ἐμοὶ δὲ καὶ πάρεστιν ὁ ἀνὴρ, οὐ τῇ τοῦ σώ‐ ματος παρουσίᾳ, ἀλλὰ τῇ τῆς ψυχῆς διαθέσει, καὶ τοὺς τῶν γονέων μου χαρακτῆρας μεθ’ ἑαυτῆς περιφέρω. Φοβήθητε τὸν ὁρῶντα Θεόν· αἰσχύνθητε τοὺς παρόντας ἀγγέλους· νοήσατε ὅ ἐστε· γνῶτε ὃν ἀναγινώσκετε νό‐
30μον τὸν λέγοντα· Οὐκ ἐπιθυμήσῃ τὴν γυναῖκα τοῦ πλησίον σου. Ταῦτα εἰρηκυῖα ἀνεβόησε, μάρτυρας τῆς ἀταξίας αὐτῶν συγκαλοῦσα· ἀνεβόησαν δὲ καὶ οἱ δύο πρεσβύτεροι· εἰσέδραμον οἱ τῆς Σουσάννης δοῦλοι, καὶ παιδίσκαι· ὁρῶσι μετ’ αὐτῆς τοὺς δύο πρεσβυτέρους.
35Ἡνίκα δὲ εἶπον οἱ πρεσβύτεροι τοὺς λόγους κατὰ Σουσάννης, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σουσάννης ποτέ. Ἐγένετο δὲ τῇ ἐπαύριον συνέδριον μέγιστον· ἔτι γὰρ ἡ κρίσιμος πάλη, ἡ περὶ στεφάνου νίκη. Συνήχθη
40πᾶς ὁ λαὸς ἀνδρῶν, γυναικῶν, νηπίων· πάλιν συν‐ ηθροίσθη τὸ θέατρον· οἱ κάτω ἄνθρωποι οὐκ ᾔδεισαν τί ἐθεώρουν· οἱ δὲ ἐν οὐρανῷ ἄγγελοι ἐπεγίνωσκον τὸ πρᾶγμα. Ἦλθον οἱ πρεσβύτεροι γέμοντες τῆς ἀνομίας· καλοῦσι τὴν Σουσάνναν, ὡς μὲν ἐκεῖνοι ἐνόμιζον, πρὸς
45αἰσχύνην καὶ θάνατον· ὡς δὲ τῷ δικαίῳ κριτῇ προώρι‐ στο, πρὸς ζωὴν καὶ δόξαν αἰώνιον. Καί φασι πρὸς τὸν λαόν· Ἀποστείλατε πρὸς Σουσάνναν θυγατέρα Χελ‐ κίου· οἱ δὲ ἀπέστειλαν. Ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς. Καὶ

56

.

592

(50)

ἦλθεν ἡ Σουσάννα ὡς θανεῖν ὀφείλουσα διὰ σωφροσύνην, μετὰ πολλῆς εὐλαβείας στενάζουσα, θλιβομένη, οὐχ ὅτι ἤμελλεν ἀποθνήσκειν, ἀλλ’ ὅτι ὄνομα κακὸν κατελίμπανε τοῖς γονεῦσιν, ὅτι ἤμελλεν ὀνειδισμὸν τῷ γένει κατα‐ λιπεῖν· οὐδένα γὰρ εἶχε μάρτυρα τοῦ γεγονότος πράγμα‐
55τος ἐν τῷ παραδείσῳ. Πολλοὶ ἦσαν οἱ δακρύοντες ὑπὲρ αὐτῆς, οἱ φίλοι, οἱ συγγενεῖς, οἱ γονεῖς, οἱ γείτονες· ὁ ἀνὴρ ἐπένθει, ὁ οἶκος αὐτῆς ἐθρήνει· κἀκείνη αὐτὴ κατ‐ ώδυνος, σκυθρωπὴ, δακρύουσα, θλιβομένη, ἐν πολλῇ ταπεινότητι καρδίας ἵσταται ἐν τῷ μέσῳ. Πάνδημος ἦν
60ἡ θέα, Θεοῦ, ἀγγέλων, ἀνθρώπων. Ἀνίστανται οἱ δύο πρεσβύτεροι, οἱ ἐν σχήματι ποιμένων λύκοι· ἐπιτιθέα‐ σιν αὐτῇ τὰς χεῖρας, καὶ ἐν αὐτοῖς ὁ συκοφάντης ὄφις ἐλάλει. Τί ἐλάλει; Περιπατούντων ἡμῶν χθὲς ἐν τῷ παραδείσω μόνων, εἰσῆλθεν αὕτη, καὶ ἀπέλυσε τὰς
65παιδίσκας αὐτῆς, καὶ ἦλθε πρὸς αὐτὴν ὁ νεανίσκος, ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετ’ αὐτῆς. Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, καὶ ἰδόντες τὴν ἀνομίαν γινομένην, ἐδράμομεν ἐπ’ αὐτούς· κἀκείνου μὲν ἐγκρατεῖς οὐκ ἠδυνήθημεν γενέσθαι,
70διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι· ταύτης δὲ ἐπιλαβόμενοι ἠρωτῶμεν, τίς ἦν ὁ νεανίσκος, καὶ οὐκ ἠθέλησεν ἀπαγγεῖλαι ἡμῖν. Ταῦτα μαρτυροῦμεν. Καὶ ἐπίστευ‐ σεν αὐτοῖς ἡ συναγωγὴ, ὡς πρεσβυτέροις τοῦ λαοῦ
75καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν. Καὶ ἀπήγετο ἡ Σουσάννα πρὸς θάνατον, καὶ οὐδεὶς ἦν ὁ ἐκδικητὴς τῆς ἀληθείας, καὶ μάρτυς, εἰ μὴ μόνος ὁ Θεός· καὶ συνεχώρει γενέσθαι τὸ γινόμενον, ἵν’ ἀμφο‐
τέρων τελεία δειχθῇ ἡ πρᾶξις, τῶν μὲν παρανόμων ἡ591

56

.

593

τῆς ἀκολασίας κακία καὶ συκοφαντία, τῆς δὲ μακαρίας Σουσάννης ἡ ἕως θανάτου ἔνστασις τῆς σωφροσύνης. Ὁρᾷς ἕως πότε ὁ Θεὸς ἐγκαταλιμπάνει; Ἐγκατα‐ λιμπάνει δὲ ὡς χρυσὸν ἐν χωνευτηρίῳ δοκιμάζων ἐν
5τοῖς πειρασμοῖς τοὺς δικαίους· ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ πεποίηκεν. Ἀπήγετο ὁ Ἰσαὰκ εἰς ὁλοκάρπω‐ σιν, τὸ θυσιαστήριον ᾠκοδόμητο, τὰ ξύλα ἐπετέθη, καὶ οὐδαμοῦ τὸ πρόβατον. Λαμβάνει τὴν μάχαιραν πατὴρ, καὶ οὐδαμοῦ πρόβατον· ὥρμησε τοῦ σφάξαι, καὶ τότε ὁ
10Θεὸς τῇ φωνῇ τὴν χεῖρα αὐτοῦ ἐχαλίνωσε. Ταῦτα δὲ εἶ‐ πον, ἵνα ἕκαστος ὑμῶν ὅταν πειράζηται, κἂν ἐγγὺς τοῦ θανάτου γένηται, μὴ ἀπελπίσῃ τὴν ἀπὸ τοῦ Θεοῦ ἀντίληψιν, ἀλλ’ ἕως τέλους ἀπεκδέξηται. Ἀπήγετο γοῦν ἡ Σουσάννα θανεῖν· οὐδεὶς ἦν ὁ βοηθῶν. Ὅτε λοιπὸν
15εἶδε τὴν ἀνθρώπων ἀντίληψιν μὴ ὑπάρχουσαν, ἀνατρέχει τῇ διανοίᾳ πρὸς τὸν ἐν οὐρανῷ πιστὸν μάρτυρα, πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ λέγει μετὰ φωνῆς· Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου
20καταμαρτυροῦσιν· καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω μηδὲν πράξασα, ὧν οὗτοι κατ’ ἐμοῦ ἐπονηρεύσαντο. Καὶ εἰσήκουσεν αὐτῆς ὁ εἰρηκώς· Ἔτι σοῦ λαλοῦντος ἐγὼ πάρειμι. Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγει‐ ρεν ὁ Θεὸς τὸ πνεῦμα παιδαρίου νεωτέρου, ᾧ ὄνομα
25Δανιήλ. Καὶ ἐβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης. Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς, καὶ εἶπε· Τίς ὁ λόγος οὗτος, ὃν λελάληκας; Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν ἔφη· Οὕτως μωροὶ υἱοὶ Ἰσραὴλ, οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρί‐
30νατε θυγατέρα Ἰσραήλ; Ἀναστρέψατε εἰς τὸ κρι‐ τήριον· ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐ‐ τῆς. Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς. Καὶ εἶπε Δανιήλ· Διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων. Καὶ ἐπερώτησε τὸν ἕνα, λέγων· Πεπαλαιωμένε ἡμερῶν
35κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις.
Εἰπὲ οὖν μοι, ὑπὸ ποῖον δένδρον εἶδες αὐτοὺς ὁμι‐Column end

56

.

594

λοῦντας ἀλλήλοις; Ὁ δὲ εἶπεν· Ὑπὸ σχοῖνον. Καὶ εἶπε Δανιήλ· Ὀρθῶς ἐψεύσω εἰς τὴν ἑαυτοῦ κεφα‐ λήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ τὴν μάχαιραν ἔχων σχίσαι σε μέσον. Καὶ μεταστήσας τοῦτον, κα‐
5λεῖ τὸν ἕτερον, καὶ λέγει· Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν διέστρεψε τὴν καρδίαν σου. Εἰπὲ τοίνυν, ὑπὸ ποῖον δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας; Ὁ δὲ εἶπεν· Ὑπὸ πρῖνον. Ὁ δὲ Δανιὴλ πρὸς αὐτόν· Ὀρθῶς
10καὶ σὺ ἐψεύσω εἰς τὴν σεαυτοῦ κεφαλήν· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ἔχων τὴν ῥομφαίαν πρῖσαι σε μέσον. Καὶ ἀνεβόησεν πᾶς ὁ λαὸς φωνῇ. μεγάλῃ λέ‐ γων· Εὐλογητὸς Κύριος ὁ σώζων πάντας τοὺς ἐλπί‐ ζοντας ἐπ’ αὐτόν. Καὶ ἐσώθη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
15αἷμα δίκαιον. Καὶ ἐπληρώθη τὸ ὑπὸ τοῦ Δαυῒδ εἰρημέ‐ νον ἐκ προσώπου Σουσάννης· Ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου· αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, οἱ παράνομοι πρεσβύτεροι· εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρα ῥομ‐
20φαίας· μέλλει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ ἔχων τὴν ῥομ‐ φαίαν σπαράττειν αὐτούς· Μερίδες ἀλωπέκων ἔσον‐ ται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ὁ ἀνὴρ τῆς Σουσάννης. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, τουτέστιν, ὁ πιστεύων αὐτῷ· ὅτι ἐνεφράγη
25στόμα λαλούντων ἄδικα· τὰ τῶν παρανόμων πρεσβυ‐ τέρων ἄδικα στόματα. Τότε μετεστρέφετο τὸ πένθος τῶν γονέων αὐτῆς εἰς χαράν· ὁ ἀνὴρ ἠγαλλιᾶτο δοξάζων τὸν Θεόν· οἱ συγγενεῖς ἔχαιρον· οἱ γείτονες εὐθύμουν· πᾶς ὁ οἶκος αὐτῆς εὐφραίνετο, καὶ ἁπαξαπλῶς πάνδημος ἦν
30ἑορτὴ Θεοῦ, ἀγγέλων, ἀνθρώπων. Εἶδες ἐν γυναικείῳ σώματι ἀνδρείαν ψυχήν; εἶδες γυναικὸς σωφροσύνην, ἧς ἡ μνήμη μένει ἀθάνατος μετὰ νίκης; Αὕτη παρὰ ἀν‐ θρώπων ἐδοξάσθη, παρὰ ἀγγέλων ἐμεγαλύνθη, παρὰ Θεῷ ἐστεφανώθη· ταύτην ζηλώσατε, γυναῖκες, ἵνα τῆς
35αὐτῆς καὶ ὑμεῖς τιμῆς ἀξιωθῆτε παρὰ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.593