TLG 2062 220 :: JOANNES CHRYSOSTOMUS :: De Joseph et de castitate [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De Joseph et de castitate [Sp.] Citation: Vol — pg — (ln) | ||
56.587(1t) | Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης. | |
2 | Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέπον‐ | |
---|---|---|
5 | τες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυά‐ γητοι διαμένουσιν· οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων | |
10 | ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι. Διὰ τοῦτο γάρ τοι καὶ ὁ Κύ‐ ριος ἡμῶν ἐν ταῖς ἱεραῖς Βίβλοις τὸν βίον αὐτῶν ἀνεκή‐ ρυξεν, ἵνα μὴ μόνον ἀκούοντες ἐπαινῶμεν, ἀλλ’ ἵνα καὶ ποθήσαντες τὴν αὐτῶν πολιτείαν ζηλώσωμεν. Φύσει γὰρ | |
15 | φιλόκαλον οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων εἰδὼς ὁ Κύ‐ ριος, καὶ ἀεὶ τῶν κρειττόνων διὰ φιλοτιμίαν ἐφιεμένην, ὥσπερ κόσμιά τινα προτέθεικε τοὺς τῶν πατέρων ἄθλους, ἵνα ἕκαστος ἡμῶν πρὸς ἣν ἂν βούληται ἄθλησιν ἑαυτὸν μεταῤῥυθμίζῃ. Ὑπομονῆς οὖν διδάσκαλος ἄρι‐ | |
20 | στος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωϋ‐ σέως, πραότητος ὁ τοῦ Δαυῒδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ Δανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακα‐ ρίας Σουσάννης. Πρέπων δὲ καὶ ἐπέραστος τοῖς νέοις ὁ τοῦ Ἰωσὴφ βίος, καὶ ταῖς νέαις, μάλιστα ταῖς ἐν γάμῳ | |
25 | βιούσαις, ἡ τῆς μακαρίας Σουσάννης ἐνάρετος ἄθλησις· ἰσοστάσιος γὰρ ἀμφοτέροις ὁ ἀγών. Ὁ μὲν γὰρ δεσποί‐ νης φόβον διὰ σωφροσύνην ἐπάτησεν, ἡ δὲ ἀρχόντων ἀπειλὰς θανατηφόρους διὰ σωφροσύνην παρελογίσατο. Ἀλλὰ πρότερον ἡμῖν ὁ τοῦ μακαρίου Ἰωσὴφ βίος δια‐ | |
30 | γεγράφθω· ἐπειδὴ καὶ ἀρχαιότερος ὁ πατήρ· εἶθ’ οὕτως ὁ τῆς μακαρίας Σουσάννης. Ὁ μακάριος τοίνυν Ἰωσὴφ ἐξ εὐγενῶν γονέων ὁρμώμενος, νέος ἔτι ὑπάρχων, ἄρτι τῶν ἰούλων τῶν τριχῶν ἐν ταῖς παρειαῖς ἀναβαλλόν‐ των, ῥόδου δίκην ἀνθηροῦ ἀνὰ μέσον τῆς ξανθῆς γε‐ | |
35 | νειάδος τὸ τῆς μορφῆς ἄνθος πυκάζων, ἴου ἐαρινοῦ πορφυρίζοντος ἐν ταῖς κόραις τῶν ὀφθαλμῶν ἀποσώζων τὴν ὄψιν, λευκοὺς ἔχων ὀδόντας ὡς γάλα, πυρίζων τοῖς χείλεσιν, ὀφρύας ἔχων ἡπλωμένας ὑπὸ κρινοχρόῳ μετ‐ ώπῳ δασύτητι τῶν τριχῶν ἀλλήλαις συνεζευγμένας. | |
40 | Καὶ τί πειρῶμαι τὸν νέον τῷ κάλλει διαγράφειν, ὃν ἡ Γραφὴ ὑπεράγαν ἐπῄνεσεν εἰρηκυῖα, Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα; Οὗτος πιπράσκεται διὰ βασκανίαν ἀδελφῶν, ὡς μὲν αὐτοῖς ἐδόκει, πρὸς δου‐ λείαν, ὡς δὲ τῷ Θεῷ προώριστο, πρὸς βασιλείαν· καὶ | |
45 | ἤγετο εἰς Αἴγυπτον τὸ παιδάριον ὡς μειράκιον εὐτε‐ λές· οὔπω γὰρ ἑώρων αὐτοῦ οἱ πριάμενοι τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ ἠγνόουν αὐτὸν μέλλειν διὰ σωφροσύνης κοσμιότητα ὅλης Αἰγύπτου δεσπόζειν, καὶ ὅλην αὐτὴν ὀλλυμένην λιμῷ διασώζειν. Ἄγεται οὖν εἰς Αἴγυπτον, | |
56.587(50) | καὶ πιπράσκεται δεύτερον, καὶ οὐδ’ ἅπαξ δουλοῦται. Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ’ ἅπαξ δουλοῦται· ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ’ ἅπαξ ἐλευθεροῦται· ὃν γὰρ ὁ ἴδιος τρόπος οὐκ ἐλευθεροῖ, τοῦτον μυρίοι χάρ‐ | |
55 | ται καὶ μέλανα γράμματα ἐλευθερῶσαι οὐ δύνανται. Ἄγεται οὖν εἰς Αἴγυπτον, πιπράσκεται εἰς οἶκον Αἰ‐ γύπτιον, φιλεῖται ὑπὸ δεσπότου, φιλεῖται ὑπὸ δεσποίνης· ἀλλ’ ὁ μὲν τοῦ δεσπότου πόθος ἀγαθὸς, ὁ δὲ τῆς δεσποί‐ νης ἔρως πονηρός. Ὁ μὲν γὰρ αὐτὸν ἐφίλει δι’ εὐλά‐ | |
60 | βειαν, ἡ δὲ δι’ οἶστρον ἀκολασίας· καὶ ὅσον ἐμηκύνετο ὁ χρόνος, καὶ τὸ τῆς μορφῆς κάλλος ἐπήνθει, τοσοῦτον ἐκείνης ὁ περὶ αὐτὸν δεινὸς ἔρως ἐπηύξανε, καὶ ἔμφυτον τὸ πῦρ τοῦ φίλτρου τὴν καρδίαν αὐτῆς διενέμετο. Καὶ δὴ ἀπατῆσαι τὸν νέον σκεπτομένη διὰ πάντων τῶν ἀπα‐ | |
65 | τώντων τὰς ὄψεις τῶν νέων ἐχώρει. τὴν μὲν ὄψιν ὥσ‐ περ λειμῶνα διανθίζουσα, φύκει τὰς παρειὰς ἐρυθραί‐ νουσα, ψιμμυθίῳ δὲ τὸ μέτωπον λευκαίνουσα, καὶ μέ‐ λανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα, χρυσέοις δὲ κόσμοις τὸν τράχηλον αὐτῆς καὶ τὰς χεῖρας καλλωπίζουσα, καὶ | |
70 | τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις κα‐ πνίζουσα· καὶ ἦν ἁπλῶς παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων, ὡς ἐνόμιζεν, ἀπατῆσαι τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς κολακείαις μαγεύουσα, τὴν δὲ ὄσφρησιν τοῖς μυ‐ | |
75 | ρίσμασι γοητεύουσα. Ἀλλ’ ὅρα μοι γενναίου ἀθλητοῦ | Column end |
56.588 | τὴν ἀνδρείαν· οἶμαι γὰρ ὅτι ὁ Θεὸς συνεχώρει κατὰ τοῦ παιδὸς φέρεσθαι τὸν πειρασμὸν, ἵνα ὁμοῦ τε κρυ‐ πτομένην ἀρετὴν ἐν νέῳ φανερώσῃ, καὶ τῇ Ἐκκλησίᾳ παιδευτήριον μέγιστον τὸν ἐκείνου βίον καταλείψῃ. Οὐ‐ | |
5 | δὲν γάρ ἐστιν ὑπὸ τῶν πατέρων γεγονὸς ἀγαθὸν, ὃ μὴ ἐν τῇ Ἐκκλησίᾳ ὥσπερ στήλην ὑπόμνημα φέρουσαν τοῦ βίου καθίδρυσεν Θεός. Ὅρα οὖν μοι γενναίου ἀθλη‐ τοῦ τὴν ἀνδρείαν, ὅσα ἦν αὐτῷ τὰ μαχόμενα· Ἡ ἰδία νεότης αὐτῷ ἐπολέμει, ἡ ἡδονὴ ἔσωθεν ἐγαργάλιζε, καὶ | |
10 | ἡ γυνὴ ἔξωθεν προσεπάλαιεν τῇ ἐπαγγελίᾳ θωπεύουσα, καὶ τῇ θωπείᾳ κολακεύουσα· τὰ ἐπιπεμπόμενα γύναια ἐμόχλευε, καὶ ἡ κολακεία τὴν ἀκοὴν αὐτῷ καὶ τὴν αἴ‐ σθησιν ἔκνιζεν· ἀλλ’ οὐδὲν τούτων κατισχῦσαι αὐτοῦ ἠδυνήθη. Οὔτε γὰρ ταῖς κολακείαις χαυνούμενος τὰς | |
15 | ἡνίας ἐνεδίδου, οὔτε ταῖς ἐπαγγελίαις φυσώμενος κατ‐ εφρόνει τῆς σωφροσύνης, οὔτε ταῖς ἀπειλαῖς ταπει‐ νούμενος προεδίδου τὸν πλοῦτον τῶν ἀρετῶν· ἀλλὰ πάντα τὰ τοῦ σώματος αὐτοῦ μόρια τῷ σώφρονι λο‐ γισμῷ ἐχαλίνου. Καὶ ἐπεὶ οὐκ ἠδυνήθη τὸν νέον διὰ | |
20 | τοσούτων ὀργάνων ἀπατῆσαι τῶν ἐν αὐτῇ, δι’ ἑαυτῆς ἐν οἰκίσκῳ τινὶ λαθραίως καὶ βιαίως κατεῖχεν αὐ‐ τὸν πρὸς ἄτακτον εὐνήν. Ἦν οὖν ἰδεῖν θέατρον μέ‐ γιστον, οὐκ ἐπίγειον, ἀλλ’ οὐράνιον. Ἦν γὰρ ὁ Ἰωσὴφ ἐν τῷ σκάμματι τοῦ πειρασμοῦ μαχόμενος· τὸ στάδιον | |
25 | ἥπλωτο, οἱ ἀγῶνες ἐπετελοῦντο, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγωνοθέτης ἄνωθεν ἐπεῖδε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· οἱ δαίμονες κάτω τὰ βραβεῖα προετίθουν τῇ Αἰγυπτίᾳ, καὶ οἱ ἄγγελοι ἄνω ἔπλεκον τῷ Ἰωσὴφ τοὺς στεφάνους· τῇ γὰρ Αἰ‐ | |
30 | γυπτίᾳ συνέτρεχον δαίμονες, καὶ τῷ Ἰωσὴφ συν‐ έπνεον ἄγγελοι. Πολὺς ἦν ὁ ἀγὼν, τίς τίνα νικήσει· φροντὶς ἦν τοῖς ἀγγέλοις πολλὴ περὶ τοῦ Ἰωσὴφ, μή ποτε ἄρα τὰ μυρίσματα τοῦ γυναίου χαυνώσῃ τὸν νέον, μὴ τὰ μαλακὰ ἱμάτια, μὴ τὸ βλέμμα, μὴ τὸ | |
35 | σχῆμα, μὴ τὸ βῆμα, μὴ ἡ ἀκοὴ, μὴ ἡ θωπεία, μὴ ἡ κο‐ λακεία ἐκνευρώσῃ τὸν νέον· πολλὴ ἦν φροντὶς τοῖς ἀγγέ‐ λοις, πολλὴ ἡ ἐλπὶς τῶν δαιμόνων. Ὁ Ἰωσὴφ περὶ στεφάνου ἠγωνίζετο, ἡ Αἰγυπτία περὶ αἰσχύνης ἐμάχετο· ὁ μὲν περὶ ζωῆς, ἡ δὲ περὶ θανάτου. Καὶ οἷα ἦν τὰ | |
40 | ὑπὸ Αἰγυπτίας λεγόμενα; Τὰ μὲν ἐν ἀπειλαῖς, τὰ δὲ ἐν κολακείαις· ταῖς μὲν ἀπειλαῖς πτοοῦσα τὸν νέον, ταῖς δὲ κολακείαις μαγεύουσα· καὶ ταῖς μὲν ἀπειλαῖς λέγουσα· Δέσποινά σού εἰμι, ἀργυρώνητός μου γέγονας· ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι· κἂν ἀντείπῃς, δεσμὰ | |
45 | καὶ φυλακαί σε μενοῦσι, καὶ μετὰ ταῦτα ἀπαραίτητος θάνατος· ἐὰν δὲ πεισθῇς, τιμαὶ, καὶ δορυφορίαι, καὶ παντὸς τοῦ οἴκου μου ἡ ἐξουσία ἐν τῇ χειρί σου δοθή‐ σεται. Ἀλλὰ φοβῇ τὸν ἔλεγχον; Δυνατὸν λαθεῖν τόν τε ἄνδρα τὸν ἐμὸν καὶ τοὺς ἐν τῷ οἴκῳ· μόνον πείσθητι, | |
56.588(50) | μόνον σύνθου τῇ πράξει, καὶ πάντων ἔσῃ δεσπότης. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδέποτε· εὐγενῶν γὰρ γονέων εἰμὶ ἀπόγονος· Ἀβραὰμ γὰρ καὶ Ἰσαὰκ οἱ τῷ Θεῷ ὁμιλήσαν‐ τες ἐμοῦ πάπποι γεγόνασιν, Ἰακὼβ δὲ ὁ μετ’ ἀγγέλου | |
55 | παλαίσας ἐμὸς πατήρ· δι’ ὃ καὶ θαῤῥῶν σοι παλαίω· πέπραμαι δέ σοι διὰ βασκανίαν ἀδελφῶν· ἀλλ’ οὐδὲν βλάψει τὴν τῆς ψυχῆς μου εὐγένειαν τὸ ὄνομα τῆς δου‐ λείας. Καὶ γὰρ ἀχλὺς πολλάκις βάσκανος ἐπελθοῦσα τὰς τοῦ ἡλίου φαιδρὰς ἀκτῖνας πρὸς ὀλίγον ἀμαυροῖ, ἀλλ’ | |
60 | οὐκ εἰς τέλος σκοτίζει· τῇ γὰρ ῥύμῃ τοῦ ἡλιακοῦ φωτὸς εὐθὺς ἐξελαύνεται· ὡσαύτως καὶ τὸ ὄνομα τῆς δουλείας οὐ σβέσει τὴν τῆς εὐγενείας μου αἴγλην· μετ’ οὐ πολὺ γὰρ ὑπὸ τῆς ἀκτῖνος τῶν τρόπων μου διαχυθήσεται, καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἐκλάμψει τὸ τῆς εὐγενείας μου | |
65 | κάλλος. Πέπραμαί σοι, σύμφημι κἀγὼ, οὐκ ἀρνοῦμαι· δουλείας τὴν πρέπουσάν σοι ὑπηρεσίαν ἐξεπλήρωσα· ἀψευδής σοι γέγονα, ἀβλαβὴς, ἄμεμπτος, ἄδολος, ἀπρό‐ σκοπος, ἀκατήγορος· οὐδεμία σοι κατ’ ἐμοῦ ἀταξίας κατ‐ ηγορία γεγένηται· καὶ νῦν συμβουλεύεις μοι ποιῆσαι | |
70 | πρᾶγμα ἀνόσιον, καὶ λαθραίως μοι, ὡς ὄφις, ὑποψιθυ‐ ρίζεις, οἰομένη με δελεάζειν, καὶ ἀπειλαῖς θανατηφόροις κατακάμπτειν πρὸς τὸ ποθούμενόν σοι τῆς ἀκολασίας δρᾶμα; Μὴ ἀπατῶ, γύναι, μὴ πρόσεχέ μου τῇ νεότητι· | |
δύναται καὶ νέος ἀσκὸς οἶνον φέρειν παλαιὸν, καὶ βαλάν‐ | 587 | |
56.589 | τιον καινὸν μαργαρίτας ἀρχαίους βαστάζειν. Νεαρὰν ὁρᾷς μου τὴν χλόην, ἀλλὰ πολιὸν περιβλέπου τὸ ἦθος· νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο· πολιὰν δέ μου τὴν καρδίαν ὁ νόμος εἰργάσατο. Μὴ ἀπατῶ, γύναι, | |
5 | οὐ νικήσεις μου τὴν ἀρετήν· οὐ νικήσεις Ἰωσὴφ τὸν τοῦ Ἰακὼβ υἱὸν, Ἰακὼβ ἐκείνου τοῦ ἔτι ἐν κοιλίᾳ ὄντος καὶ πτερνίσαντος, καὶ μετὰ ταῦτα μετὰ ἀγγέλου ἰσχύ‐ σαντος παλαῖσαι· μὴ ἀπατῶ, τὰ αὐτὰ τῷ πατρί μου πα‐ λαίω. Ἀλλὰ καὶ ἐπαγγελίαις θωπεύειν με νομίζεις. Τί | |
10 | τοιοῦτον, εἰπέ μοι, δύνασαί μοι ἐπαγγείλασθαι, οἷόν ἐστιν ἡ σωφροσύνη; Ποία βασιλεία ἰσόῤῥοπος αὐτῇ ἐστι, ποῖος θησαυρὸς ἰσοστάσιος αὐτῇ ἐστιν; ἀγνοεῖς, ὅτι ἡ σωφρο‐ σύνη οὐράνιόν ἐστι κτῆμα, ἀγγελικὸν πρᾶγμα, Θεοῦ χάρισμα; Ἔχε σου τὰς ἐπαγγελίας· αἱ σαὶ τιμαὶ ἀτι‐ | |
15 | μίας εἰσὶ πρόξενοι· αἱ σαὶ τιμαὶ, ἃς ἐπαγγέλλῃ, αἰσχύ‐ νης εἰσὶν ἀπαρχαί· ὁ σὸς χρυσὸς γῆς ἐστι γέννημα, καὶ ἰοῦ δαπάνη· ὁ ἐμὸς δὲ χρυσὸς Θεοῦ ἐστι γέννημα, ἀΐδιον βλάστημα. Ἀλλὰ λανθάνειν οἴει τὸ πρᾶγμα. Ἀγνοεῖς τὸν τοῦ Θεοῦ ἀκοίμητον ὀφθαλμὸν, τὸν πάντα τὰ ἐν τῷ | |
20 | σκότει γινόμενα ἐφορῶντα πράγματα; πόσους δὲ οἴει νῦν ἐνθάδε ἑστάναι ἀγγέλους; ὑπὸ πόσοις δὲ μάρτυσι γίνεσθαι τὰ πραττόμενα; Ἐννόησον, γύναι, τὸν ἄνδρα σου, τοὺς ἀδελφούς σου, τοὺς φίλους, τοὺς γείτονας, τοὺς συγγενεῖς, τοὺς ἐπὶ τῇ σεμνότητί σου καυχωμένους· | |
25 | ἐννόησον τοὺς παρόντας ἀγγέλους, καὶ ἢ αὐτοὺς αἰσχύν‐ θητι, ἢ τοὺς ἀπόντας ἀνθρώπους αἰδέσθητι. Ποίοις δὲ ὄμμασιν ἐπὶ τὸν ἄνδρα σου ὄψει, ᾧ ἐπιβουλεῦσαι προ‐ είλω; ποίας δὲ ἀγκάλας ἁπλώσεις αὐτῷ, ὃν θανατῶσαι ἐθέλησας; ποίοις ῥήμασιν αὐτὸν κολακεύσεις, οὗ τὴν εὐ‐ | |
30 | νὴν, τὸ ὅσον ἐπὶ σοὶ, ἐμίανας; Μνήσθητι, ὅσα αὐτῷ ὑπ‐ έσχου· πῶς τῆς σωφροσύνης τὴν πίστιν φυλάττειν αὐτῷ, πῶς πλεῖον ἑαυτῆς ἐκεῖνον μεθ’ ὅρκων ἀγαπᾷν διεβε‐ βαιοῦ. Μίμησαι, γύναι, τὴν τρυγόνα· ἐκείνη γὰρ ἑνὶ ἀνδρὶ μιγεῖσα, ἑτέρῳ οὐκ ἔτι μίγνυται· κἂν συμβῇ τὸν | |
35 | ταύτης ἄῤῥενα ὑπὸ ἰξευτοῦ θηραθῆναι, ἢ ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἑτέρῳ ἄῤῥενι οὐκ ἐπιμίγνυται, ἀλλὰ μένει ἐκδεχομένη ἀεὶ τὸν ποθούμενον, καὶ τῇ ἐκείνου μνήμῃ ἐναποθνήσκει. Παιδευσάτω σε, γύναι, ἢ ὁ τοῦ Θεοῦ φό‐ βος, ἢ ὁ τῶν Ἑβραίων νόμος, ἢ ἡ τῶν ἀρχαίων σεμνὴ | |
40 | πολιτεία. Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον (οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυ‐ νηθῶσιν), ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ | |
45 | ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ | |
κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα‐ | Column end | |
56.590 | το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων. Καὶ ἡ μὲν Αἰ‐ γυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε. Χαρὰ ἦν ἐν τῷ οὐρανῷ ἐπὶ τῇ νίκῃ τοῦ Ἰωσήφ· ἔχαιρον ἄγγελοι, ἔκλαιον | |
5 | δαίμονες, ἐστεφανοῦτο Ἰωσὴφ, ᾐσχύνετο ἡ Αἰγυπτία· ἥψατο αὐτῆς ἡ νίκη· τρέπεται πρὸς συκοφαντίαν, καὶ διαβάλλει τὸν Ἰωσὴφ πρὸς τὸν ἄνδρα τὸν ἴδιον, αἶσχος αὐτῷ ἐπιφημίσασα, Τί, λέγουσα, εἰσήγαγες ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν; Ἀγανακτεῖ ὁ ἀνὴρ, καὶ ἐμ‐ | |
10 | βάλλει αὐτὸν εἰς φυλακήν. Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦν‐ τας. Ἐμβάλλονται καὶ δύο εὐνοῦχοι τοῦ Φαραὼ εἰς φυ‐ λακήν· ὁρῶσιν ἐνύπνια· οὐδεὶς ἦν ὁ συγκρίνων· ἀναφέ‐ | |
15 | ρουσι τῷ Ἰωσήφ· σαφηνίζει τὸ ἐγκεκαλυμμένον. Ἐκ‐ βάλλονται οἱ εὐνοῦχοι τῆς φυλακῆς· ἀποβαίνει αὐτοῖς καθ’ ἃ συνέκρινεν ὁ Ἰωσήφ. Ὁρᾷ ὁ βασιλεὺς Φαραὼ ἐν‐ ύπνιον· οὐδεὶς ἦν ὁ σαφηνίζων· ἀναγγέλλει ὁ εὐνοῦχος περὶ τοῦ Ἰωσήφ· ἐκβάλλεται ἐκ τῆς φυλακῆς διὰ τὸ ἐν‐ | |
20 | ύπνιον. Καὶ ὅρα μοι μυστήριον· Δι’ ἐνύπνιον ἐπράθη· δι’ ἐνύπνιον ἠλευθερώθη. Τί γάρ; Συγκρίνει τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὁρᾷ αὐτοῦ ἀγχίνοιαν ὁ βασιλεὺς, καὶ ἐλευ‐ θέρωσεν αὐτὸν βασιλεύειν, πᾶσαν ἐξουσίαν αὐτῷ τῆς Αἰγύπτου ἐμπιστεύσας. Λαβὼν τὴν ἐξουσίαν ὁ Ἰωσὴφ, | |
25 | ἐν τῷ καιρῷ τοῦ λιμοῦ πάντας εὐεργέτει, ἀποδήμους, ἐνδήμους, φίλους, ἐχθροὺς, ξένους· ἔρχεται ὁ πατὴρ αὐ‐ τοῦ εἰς Αἴγυπτον· προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί. Εἰ γὰρ καὶ κατὰ τὴν ὁδὸν ἐτελεύτησεν ἐρχομένη, ἀλλ’ οὖν γε ἐν τῷ ἀνδρὶ προσεκύνησεν· ἀνὴρ γὰρ καὶ | |
30 | γυνὴ σὰρξ μία εἰσίν. Ἔρχονται καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἕνδεκα, προσκυνοῦσιν αὐτῷ· καὶ ἐπληρώθη τὸ ὅραμα, ὃ εἶδεν Ἰωσήφ· ᾬμην γὰρ, φησὶν, ὅτι ὁ ἥλιος, καὶ σε‐ λήνη, καὶ ἕνδεκα ἀστέρες προσεκύνουν μοι. Διὰ τί ἕνδεκα; Ἐπεὶ ὁ Ἰούδας ἀπήγξατο· σύμβολον γὰρ ἦν ὁ | |
35 | πραθεὶς Ἰωσὴφ τοῦ πραθέντος ὑπὸ Ἰούδα Χριστοῦ. Ὁρᾷς πῶς διὰ σωφροσύνην ἐδικαιώθη, διὰ σωφροσύνην ἐν οὐρανοῖς βασιλεύει; Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα καὶ ὑμεῖς τὴν αὐτὴν πολιτείαν ζηλώσαντες, τὴν αὐτὴν δόξαν παρὰ Θεοῦ κομίσησθε. Ἀλλ’ ἔδει ἡμᾶς καὶ περὶ τῆς μα‐ | |
40 | καρίας Σουσάννης εἰπεῖν, μάλιστα ἐπαγγειλαμένους· ἀλλ’ ἐπειδὴ βέλτιόν ἐστι μᾶλλον διψῶντας ἀναχωρῆσαι, καὶ μὴ τοὺς κορεσθέντας καὶ ἃ ἐδέξαντο ἐκπτύσαι, ἐν ἄλλῃ τηρήσαντες ἡμέρᾳ τὴν διήγησιν, Θεοῦ βουλήσει, νῦν ἐπὶ τὸν κρατῆρα τῆς μυσταγωγίας ἐκδράμωμεν, ἐν | |
45 | Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 589 |