TLG 2062 219 :: JOANNES CHRYSOSTOMUS :: In Eliam prophetam [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Eliam prophetam [Sp.] Citation: Vol — pg — (ln) | ||
56.583(1t) | Εἰς τὸν προφήτην Ἠλίαν, Λόγος. | |
2 | αʹ. Πρότερον μὲν τῶν Ἰουδαίων ὁ δῆμος τῇ τῶν προφη‐ τῶν ἐκαλλωπίζετο κτήσει, καὶ προφητικὸν ὑπῆρχε γε‐ ώργιον· νῦν δὲ καὶ ταύτην αὐτὴν παρὰ τῆς Ἐκκλησίας | |
---|---|---|
5 | ἀφῄρηται τὴν καύχησιν. Ἰδοὺ γὰρ τῶν προφητῶν παρ’ ἡμῖν καὶ τὰ σώματα. Οὐ γὰρ ἔπρεπον ἀκάρπῳ λαῷ προ‐ φητικοὶ γεωργοί· οὐχ ἥρμοσε παρακατέχειν προφήτας τοῖς τὸν δι’ αὐτῶν προφητευθέντα σταυρώσασιν, ἀντὶ νεκρῶν οὓς παρ’ ἐκείνοις ἀνέστησεν, ἀντὶ τυφλῶν οὓς | |
10 | παρ’ αὐτοῖς ὠμμάτωσεν, ἀντὶ πεινώντων οὓς παρ’ ἐκεί‐ νοις διέθρεψεν, ἀντὶ τῆς βίας, ἣν δι’ αὐτοὺς ὁ τῶν ὅλων Δεσπότης Θεὸς τῷ μακαρίῳ προσήγαγεν Ἠλίᾳ, λῦσαι τὴν κατ’ αὐτῶν ἀπόφασιν τὸν προφήτην βιαζόμενος. Ἄγει γάρ με πρὸς Ἠλίαν ὁ προλαβὼν παιδευτής. Ὁ | |
15 | μακάριος Ἠλίας ἰδὼν τὸν τῶν Ἰουδαίων λαὸν τῆς τοῦ Θεοῦ καταστρηνιῶντα φιλανθρωπίας, καὶ τὸν μὲν Θεὸν τῆς ἐκείνων θεομαχίας ἀνεχόμενον διηνεκῶς, ἐκείνους δὲ τῇ μακροθυμίᾳ πρὸς ῥᾳθυμίαν παιδοτριβουμένους ἀεὶ, ἐπινοεῖ τι τοιοῦτον κατὰ τῆς τοῦ Θεοῦ περὶ αὐτοὺς ἀγα‐ | |
20 | θότητος· ἀποφαίνεται κατ’ αὐτῶν. Εἶτα εἰδὼς ὅτι τὸν τῶν δικαίων ζῆλον δυσωπεῖται Θεὸς, βουλόμενος τοὺς Ἰουδαίους κολάσαι, καὶ φοβούμενος τὴν θείαν χρηστότη‐ τα μικροῖς δάκρυσιν εὐθὺς θεραπευομένην, ἀποφαίνεται κατ’ αὐτῶν τιμωρίαν, καὶ ὅρκῳ τὴν τιμωρίαν δεσμεῖ, | |
25 | ἵνα τὸν ὅρκον Θεὸς δυσωπούμενος, μὴ λύσῃ τὴν κατ’ ἐκείνων ἀπόφασιν. Ἀγαθὸς, φησὶ, περὶ αὐτοὺς ὁ Θεὸς, καὶ μικροῖς παρ’ αὐτῶν θεραπεύεται δάκρυσι, ταῦτα δὲ τούτους εἰς εἰδωλολατρείαν παιδοτριβεῖ. Ζῇ Κύριος, φησὶν, οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός. | |
30 | Εἶτα, ὡς τοῦ Θεοῦ πρὸς αὐτὸν ἀντιφθεγγομένου· Τί οὖν, ἂν κολακευθῶ παρ’ ἐκείνων διὰ μετανοίας, Ἠλία, ἂν δά‐ κρυα προσφέροντας ἐκείνους θεάσωμαι, ἂν ἐπὶ τὰς πλημμελείας μετανοοῦντας, εὐθὺς μὴ δώσω ὑετόν; Οὒ, ζῇ Κύριος, εἰ μὴ διὰ στόματός μου. Οὒ, ζῇ Κύριος. | |
35 | Ἐκεῖνοι, φησὶν, εἰδώλοις προσήλωνται, ἐγὼ δὲ κατὰ τῆς σῆς ὀμνύω θεότητος. Δεῖξόν μου τὸν ὅρκον τὸν κατὰ σοῦ δυνατὸν, ἵνα καὶ διὰ τούτου μάθωσι τὴν τῶν εἰδώλων ἀσθένειαν. Οὒ, ζῇ Κύριος, οὐκ ἔσται, φησὶ, τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς, εἰ μὴ διὰ λόγου στόματός | |
40 | μου. Οὐχ, ὅταν, φησὶ, σοὶ δόξῃ, λύσεις τὴν τιμωρίαν (σοὶ γὰρ ἀεὶ δοκεῖ τὸ φιλανθρωπεύεσθαι), ἀλλ’ ὅταν περὶ αὐτῶν ἱκετεύσω, ὅταν ἐμοῦ κρίναντος, ὅταν ἀρκοῦσαν ἐπιδείξωνται τὴν τῆς ψυχῆς μεταμέλειαν. ᾘδέσθη τὴν προφητικὴν ἀπόφασιν ὁ Θεὸς, ἐτίμησεν ὅρκον τὸν εἰς | |
45 | αὐτόν. Συνείχετο τοίνυν ὁ τῶν ὅλων Δεσπότης, καὶ τὸν προφήτην αἰδούμενος, καὶ τὸν λαὸν τῷ λιμῷ κολαζόμενον ἐλεῶν. Τί οὖν ποιεῖ; Συγκολάζει τῷ λαῷ τὸν προφήτην, ἵνα τῇ τοῦ λιμοῦ καὶ αὐτὸς συνεχόμενος τιμωρίᾳ βου‐ λεύσηταί τι περὶ τῆς ἀποφάσεως τῆς ἐνόρκου φιλάνθρω‐ | |
56.583(50) | πον· καὶ συγκολάζει μὲν τῷ λαῷ τὸν προφήτην, ἐπικου‐ φίζει δὲ τῷ προφήτῃ τὴν τιμωρίαν, οὐδὲ αὐτὴν τὴν τῆς φιλανθρωπίας ὁδὸν ἄνευ τῆς σοφίας ποιούμενος. Τρέφει γὰρ τὸν προφήτην διὰ πετεινῶν μισοτέκνων· μισότεκνος γὰρ ὁ κόραξ γονεὺς, καὶ ἃ τίκτει μὴ τρέ‐ | |
55 | φων. Τοῦτο γοῦν ὁ προφήτης Δαυῒδ αἰνιττόμενος ἔλεγε· Καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπειδὴ γὰρ οἱ νεοσσοὶ τῶν κοράκων, μᾶλλον δὲ πάντες νεοσσοὶ πρὸς τὴν τῆς τροφῆς τῆς οἰκείας συλλο‐ γὴν ἀσθενοῦσιν, ἔχουσι δὲ τοὺς γονέας παιδοτροφοῦντας, | |
60 | ἀπεστέρηνται δὲ τούτου οἱ νεοσσοὶ τῶν κοράκων, ὅμως δὲ διαμένει τῶν κοράκων τὸ γένος παρὰ τῶν γονέων μὴ διατρεφόμενον, δεικνὺς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὁ Δαυῒδ, ἀνατίθησι τὴν ἐκείνων διατροφὴν τῷ Θεῷ. Κε‐ χηνότες γὰρ εἰς ἀέρα τῶν κοράκων οἱ νεοσσοὶ, καὶ παρὰ | |
65 | τῶν γονέων μὴ τρεφόμενοι, ἔχουσιν αὐτοὶ ζῶα μικρά τινα τὴν θείαν ἐπιπέμπουσαν πρόνοιαν διακονούμενα, καὶ οὕτως ἐκ τοῦ ἀέρος ἐκεῖνα δεχόμενοι, πρὸς αὔξησιν τρέφονται. Διὰ τοῦτό φησι· Τοῖς νεοσσοῖς τῶν κορά‐ κων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐπειδὴ τοίνυν μισο‐ | |
70 | τεκνίαν ὁ Ἠλίας κατὰ Ἰουδαίων ὡς τέκνων ἀχρήστων ἀνέλαβε, διὰ μισοτέκνων πατέρων πρεσβεύεται πρὸς αὐ‐ τὸν ὁ Θεὸς, μονονουχὶ τοῦτο πρὸς τὸν Ἠλίαν σεσιγημένως βοῶν· Μὴ τοσαύτη παρὰ σοὶ κατὰ Ἰουδαίων μισοτεκνία, ὅση τοῖς κόραξι κατὰ τῶν νεοσσῶν τῶν οἰκείων; Ἀλλ’ | |
75 | ὅρα νῦν μεταβεβλημένους τοὺς κόρακας· ὅρα τὴν ἐκεί‐ | Column end |
56.584 | νων, ὦ Ἠλία, φιλανθρωπίαν· οἱ περὶ τοὺς οἰκείους ἀπ‐ άνθρωποι νεοσσοὺς, σοῦ γίνονται ξενοδόχοι φιλότιμοι. Ἄτοπόν ἐστιν, ὦ Ἠλία, τοὺς μὲν κόρακας μεσίτας γί‐ νεσθαι πρὸς σὲ τῆς παρ’ ἐμοῦ φιλανθρωπίας, σὲ δὲ με‐ | |
5 | σίτην τοῖς Ἰουδαίοις μὴ γίνεσθαι τῆς παρ’ ἐμοῦ κατ’ αὐτῶν τιμωρίας. Αἰδέσθητι τὴν τῶν κοράκων μεταβολὴν, καὶ γενοῦ περὶ τοὺς Ἰουδαίους χρηστός· ἐγὼ γὰρ τιμῶ σου μὲν τὴν ἀπόφασιν, κἀκείνους δὲ κολαζομένους οἰκτείρω. Ὡς οὖν εἶδεν ὁ Θεὸς τὸν Ἠλίαν οὐκ ἐνδιδόν‐ | |
10 | τα, συστέλλει πάλιν τὴν διὰ τῶν κοράκων τροφὴν, πρὸς καταλλαγὰς αὐτὸν βιαζόμενος, ἵνα τῷ λιμῷ βιασθεὶς τὴν ἀπόφασιν κἂν δι’ ἑαυτοῦ λύσῃ. Ὁ δὲ καὶ τῶν κοράκων συσταλέντων ἠνείχετο· Λιμώξω, φησὶ, μόνον τοὺς δυσ‐ σεβοῦντας ἴδω κολαζομένους· ἀπόλοιτό μου τὸ σῶμα μετὰ | |
15 | τούτων λιμῷ κολαζόμενον. Ἐκλειπούσης τοίνυν τῆς διὰ τῶν κοράκων τροφῆς, καὶ χρόνου διελθόντος πολλοῦ, πά‐ λιν συσχεθεὶς ὁ Ἠλίας ἐφ’ ἕτερον μεθίσταται τόπον, καὶ τῷ λιμῷ συνθλιβόμενος ἄπεισι, καὶ γίνεται ἱκέτης ἐθνικῆς, καὶ ταύτης χήρας καὶ πενομένης. Καὶ βουλόμε‐ | |
20 | νος δὲ αὐτὸν ὁ Θεὸς γενέσθαι φιλανθρωπότερον, ἐπειδὴ τότε τοῖς Ἰουδαίοις ἀπείρητο ἡ μετὰ ἐθνῶν συνουσία, προλαμβάνων προκαταγγέλλει τὸ γενησόμενον· Ἀνά‐ στηθι, φησὶν, ἐντεῦθεν, καὶ ἄπελθε εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι ἐκεῖ χήρα γυναικὶ ἐθνικῇ | |
25 | τοῦ διατρέφειν σε· ἵνα ἀκούσας τὸ, Ἐθνικῇ, μυσάζηται τὴν τροφὴν, καὶ παρακαλέσῃ τὸν Θεὸν εἰς χορηγίαν τῶν ὄμβρων. Ὁ δὲ οὐδὲ πρὸς ταύτην τὴν φωνὴν ἐχαυνοῦτο, ἀλλ’ ἔτρεχε πρὸς τὴν τῆς ἐθνικῆς διατροφήν· καὶ τὸ δὴ μεῖζον, παρασκευάζει τὴν χήραν ὁ Θεὸς εὐθὺς αὐτῷ | |
30 | πεινῶντι λαλῆσαι ῥήματα σκληρὰ, πανταχόθεν αὐτὸν εἰς χρηστότητα συνελαύνων. Τί οὖν ἡ ἐθνικὴ πρὸς αὐτόν; Ζῇ Κύριος ὁ Θεός σου. Καὶ πόθεν τῇ ἐθνικῇ τὸ εἰπεῖν, Ζῇ Κύριος ὁ Θεός σου; Προλαβὼν ὁ Θεὸς δείκνυσι τὸν προφήτην τῇ χήρᾳ κατ’ ὀπτασίαν· τοῦτο γάρ ἐστιν ὃ τῷ | |
35 | προφήτῃ ὁ Θεὸς ἐπεβόα· Ἐντελοῦμαι ἐκεῖ χήρᾳ γυ‐ ναικὶ τοῦ διαθρέψαι σε. Ἔδειξεν ὁ Θεὸς προλαβὼν τῇ γυναικὶ τοῦ προφήτου τὸ σχῆμα, τὴν μορφὴν, τὴν ἡλι‐ κίαν, τὴν μέλλουσαν αἴτησιν. Ὅθεν μετὰ τὸ παραστῆναι τὸν προφήτην, ὑπεμνήσθη τῆς ὀπτασίας ἡ χήρα· εἶδεν | |
40 | αὐτὸν τοιοῦτον, οἷος αὐτῇ κατ’ ὀπτασίαν ἐφάνη. Ἐντεῦθεν οὖν γνοῦσα θείαν εἶναι τὴν ἀποκάλυψιν, εὐθὺς ἐπιστάντι τῷ προφήτῃ [ἐβόα] καὶ αἰτήσαντι τροφὴν, ἐβόα· Ζῇ Κύριος ὁ Θεός σου· οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν | |
45 | τῷ καμψάκῃ· καὶ εἰσελθοῦσα ποιήσω ταύτην ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγούμεθα καὶ ἀποθανού‐ μεθα. Εὐθὺς ἀπογνώσεως ἢ δόσεως ῥήματα. Οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ δρὰξ ἀλεύρου· ταύτην εἰσελ‐ θοῦσα ποιήσω ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ | |
56.584(50) | φαγούμεθα καὶ ἀποθανούμεθα. Οὐδὲν ἡμῖν, φησὶ, τὸ περιλειπόμενον ἕτερον, τῆς δρακὸς δαπανηθείσης, ἢ θά‐ νατος. Ἤρξατό τι πάσχειν πρὸς τὴν φωνὴν ὁ Ἠλίας. Ἐμοῦ, φησὶ, πλείονι αὕτη παγκρατιάζει λιμῷ· ἐγὼ κἂν μόνος πεινῶ, αὕτη δὲ μετὰ τῶν τέκνων λιμώττει. Μὴ | |
55 | γένωμαι πρόξενος τῇ ξενοδόχῳ θανάτου. Τί οὖν; Ὥσπερ εἶπον, χαυνοῦται πρὸς τὴν φωνὴν, ἄρχεται λοιπὸν φιλ‐ ανθρωπίας ἐν ἑαυτῷ περιφέρειν μελέτην· Οὐκ ἐκλείψει, φησὶν, ὁ καμψάκης τοῦ ἐλαίου, οὐδὲ ἡ ὑδρία τοῦ ἀλεύρου, ἕως τοῦ δοῦναι Κύριον ὑετὸν ἐπὶ τῆς γῆς. | |
60 | Ἤδη μικρὸν τὴν τῶν ὄμβρων ὑποφθέγγεται δόσιν. Πρὶν τῷ λιμῷ δαμασθῆναι, οὐκ ἐπέτρεπε Θεῷ τὴν περὶ τοὺς ὄμβρους φιλανθρωπίαν, ἀλλ’ ἔλεγεν· Οὐκ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Νῦν δὲ ἐπιτρέπει, καὶ ἤδη τὸ τῆς λύσεως | |
65 | ὑπαγορεύει προοίμιον, ἀλλ’ ὑπηγόρευε μὲν, οὔπω δὲ προσῆγε τὴν αἴτησιν. Τί οὖν ἡ τῆς φιλανθρωπίας πηγή; Πάλιν αὐτῷ τρίτην μηχανὴν φιλανθρωπίας προσάγει· κε‐ λεύει γὰρ τὴν ψυχὴν τοῦ τῆς χήρας παιδίου μεταστῆναι τοῦ σώματος. Τιμῶν μὲν γὰρ τὸν προφήτην, τὴν εὐ‐ | |
70 | λογίαν οὐκ ἔλυεν, οὐδὲ ἐπιλεῖψαι τὸν καμψάκην ἐποίει, ὥστε πρὸς ἀνάγκην αὐτὸν συνελαθῆναι φιλανθρωπίας. Ἦν γὰρ ὕβρις τῷ προφήτῃ, εἰ τὰ τῆς εὐλογίας ἀνετρά‐ πη τῆς παρ’ αὐτοῦ· καὶ τῆς ἐθνικῆς δὲ χήρας τοῦτο τὴν | |
πίστιν κατέβλαπτεν, ὡς ἀπὸ συντυχίας τῆς εὐλογίας | 583 | |
56.585 | ἐπιτυχούσης μικρόν. Διὰ τοῦτο ὁ Θεὸς τὴν μὲν εὐλο‐ γίαν οὐκ ἀνατρέπει, τρίτην δὲ προσάγει μηχανὴν τῷ προφήτῃ· ποιεῖ γὰρ τὸ τῆς χήρας ἀποθανεῖν παιδίον, τὸν προφήτην εἰς ἀνάγκην ὠθῶν τῆς πρὸς αὐτὸν ἀξιώ‐ | |
5 | σεως. Ἡ γὰρ χήρα, τεθνηκότος τοῦ τέκνου, περιέστη τὸν προφήτην σὺν δάκρυσιν. Εἴθε, φησὶ, λιμῷ προ‐ απολώλειν, καὶ πρὸ τῆς σῆς εὐλογίας ἀποτεθνήκειν, ἢ τοῦ υἱοῦ ἐγεγόνειν θεατὶς τεθνεῶτος. ᾘσχύνετο τὸ συμ‐ βὰν ὁ προφήτης· Οὗτοι, φησὶ τῇ χήρᾳ, τῆς εἰς ἐμὲ | |
10 | ξενοδοχίας οἱ μισθοί; Πρὸ τῆς ἐμῆς δεξιώσεως, εὔτε‐ κνος· μετὰ τὴν δεξίωσιν τὴν ἐμὴν περὶ τέκνον τὸ φι‐ λούμενον παρ’ αὐτῇ θρηνῳδία. Αἰσχυνόμενος τὸ συμβὰν ὁ Ἠλίας, καὶ καθ’ ἑαυτὸν περιστρέφων τὸ πρᾶγμα, ᾔσθετο τέχνην οὖσαν τοῦ πάντων Δεσπότου τὸ γεγενη‐ | |
15 | μένον, ᾔσθετο τὴν τέχνην τὴν θείαν. Καὶ τί φησιν; Οἴ‐ μοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’ ἧς ἐγὼ κατ‐ οικῶ μετ’ αὐτῆς! Τί δέ ἐστιν ὃ βούλεται λέγειν; Παρὰ σοῦ, φησὶν, ἡ περὶ τῆς γυναικὸς πρός με μαρτυρία· σὺ, φησὶν, εἶπας· Ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ δια‐ | |
20 | θρέψαι σε, πάντως τῇ τῆς γυναικὸς μαρτυρῶν ὡς εὐσεβεῖ προαιρέσει. Πρὸς ταύτην ἐξ ἐκείνων με τῶν τόπων μετέστησας, καὶ ἣν τετίμηκας τῇ παρὰ σοῦ μαρ‐ τυρίᾳ, ταύτην νῦν τῷ τοῦ τέκνου τιμωρῇ θανάτῳ; Οἴ‐ μοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ’ ἧς ἐγὼ κατ‐ | |
25 | οικῶ μετ’ αὐτῆς, σὺ ἐθανάτωσας τὸν υἱὸν αὐτῆς! Οὐκ ἔστι, φησὶ, τὸ συμβὰν τῆς φύσεως θάνατος· τῆς τέχνης τῆς σῆς τὸ γεγενημένον, μηχανᾶσαι κατ’ ἐμοῦ φιλανθρωπίας ἀνάγκην, ἵν’ ὅταν εἴπω πρὸς σὲ, Κύριε, τὸν υἱὸν τῆς χήρας τὸν νενεκρωμένον ἐλέησον, ἀντι‐ | |
30 | φθέγξῃ καὶ σὺ πρός με· Τὸν υἱόν μου τὸν Ἰσραὴλ ἐλέη‐ σον. Πρὸς φιλανθρωπίαν ὠθεῖς με· αἰσθάνομαί σου τῶν τεχνασμάτων, ὦ Δέσποτα, ἵνα ὅταν εἴπω σοι, Τὸν υἱὸν τῆς χήρας τὸν τεθνεῶτα διάσωσον, ἀντιφθέγξῃ καὶ αὐ‐ τὸς πρός με· Τὸν Ἰσραὴλ σὺ τῷ λιμῷ νενεκρωμένον | |
35 | κατοίκτειρον. Αἰτεῖς με χάριν, ἀνταιτήθητι χάριν· λῦ‐ σον τοῦ λιμοῦ τὴν ἀπόφασιν, καὶ λύω τοῦ θανάτου τὴν ψῆφον. Ὡς οὖν εἶδεν ὁ Θεὸς Ἠλίαν, πολλοῖς ἐκδαμα‐ σθέντα, καὶ γεγενημένον φιλανθρωπότερον, τότε λοιπὸν προσάγει φανερώτερον πρὸς αὐτὸν τῆς φιλανθρωπίας | |
40 | τοὺς λόγους, ὡς οὐκέτι λοιπὸν τὴν τῆς τιμωρίας λύσιν λογιζόμενον ὕβριν. Πορεύθητι, φησί. Πρεσβείας τοῦ Θεοῦ πρὸς τὸν δοῦλον ῥήματα· αὐτὸς δι’ ἑαυτοῦ ὁ Θεὸς περὶ φιλανθρωπίας πρὸς τὸν δοῦλον πρεσβεύει. Πορεύ‐ | |
θητι, φησίν. Ἐπειδὴ ἐγένου, φησὶ, φιλανθρωπότερος, | Column end | |
56.586 | δέξαι μου καὶ τῆς φιλανθρωπίας τοὺς λόγους· ἐπειδή με ταῖς τῆς φιλανθρωπίας ὠδῖσι συνεχόμενον ἔγνως, ἄκουέ μου λοιπὸν φανερώτερον. Ὠδίνω τῆς τιμωρίας τὴν λύσιν, ἐπείγομαι πρὸς χορηγίαν καταλλαγῶν, αἰ‐ | |
5 | σχύνομαι τῶν κολαζομένων τὰ δάκρυα. Πάντες ἁμαρ‐ τωλοὶ, ὦ προφῆτα, κρατοῦσί μου φιλανθρωπίας χειρό‐ γραφον· μή με ποιήσῃς παρ’ αὐτοῖς ψευδολόγον φανῆναι. Ἄκουε δὲ καὶ τῶν τοῦ γραμματείου φωνῶν, ἅσπερ οἶδας καὶ αὐτός· Οὐ βούλομαι τὸν θάνατον | |
10 | τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ὑπέταξεν ὁ Ἠλίας τὰ ὦτα, ὑπέθηκε τὴν ψυχὴν τοῖς παρὰ τοῦ Θεοῦ λαλουμένοις. Πορεύθητι, φησὶ, καὶ ὄφθητι τῷ Ἀχαάβ. Οὐ καταλλασσόμενος χωρὶς σοῦ καταλλάσσομαι· σὺ παράσχου τοῖς κολαζομένοις τὴν | |
15 | χάριν. Ἐγὼ λάθρα πρὸς σὲ ὑπὲρ ἐκείνων πρεσβεύομαι σὺ δὲ γενοῦ τῶν καταλλαγῶν χορηγὸς φανερός. Πορεύ‐ θητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ τῆς γῆς. Σὺ τὰς καταλλαγὰς καταμήνυσον, σὺ τὴν τῶν ὄμβρον χορηγίαν ἀπόφηναι· ἐγὼ δὲ ταῖς σαῖς ἀποφά‐ | |
20 | σεσιν ὑπογράφω. Ἔτρεχεν οὖν καὶ ἄκων καὶ ἑκὼν ὁ Ἠλίας, καὶ τοὺς ὄμβρους εὐηγγελίζετο· ἀλλὰ πάλιν τὴν αὐτῶν ἀσέβειαν θεασάμενος, ἐμελέτα τινὰ τιμω‐ ρίας κατ’ αὐτῶν ἀπόφασιν λυπηράν. Τί οὖν ὁ Θεός; Ὁρῶν αὐτὸν μὴ χωροῦντα πρὸς φιλανθρωπίαν τὴν τῶν | |
25 | πταιόντων, χωρίζει τὸν Ἠλίαν τῆς μετὰ τῶν ἁμαρτω‐ λῶν κατοικήσεως. Ἐγὼ, φησὶν, ὦ Ἠλία, οἶδά σου τὸν ζῆλον, δυσωποῦμαί σου τὴν πολιτείαν· ἐλεῶ δὲ καὶ τοὺς ἁμαρτωλοὺς, ἡνίκα ἂν ὑπὲρ τὸ μέτρον κολάζωνται· σὺ δὲ δεινὸς εἶ ἔκδικος τῆς εὐσεβείας, τὸ δὲ τῶν ἀνθρώπων | |
30 | γένος συνεχῶς πλημμελοῦν. Χωρίζω τοίνυν ὑμᾶς τῆς μετ’ ἀλλήλων κατοικήσεως. Ἀνάβηθι ὡς εἰς οὐρανὸν, φέρειν ἁμαρτωλοὺς μὴ δυνάμενος· ἐγὼ δὲ ἐπιδημήσω τῇ γῇ. Ἂν ἐπὶ πολὺ, φησὶ, συμμένῃς ἁμαρτωλοῖς, ἐκ‐ τριβήσεται ἐκεῖνο τῶν ἀνθρώπων τὸ γένος, παρὰ σοῦ | |
35 | συνεχῶς κολαζόμενον. Τί οὖν; Μετάστηθι ὡς εἰς οὐ‐ ρανοὺς, ὦ Ἠλία· οὐ δύναται γὰρ πῦρ συνοικεῖν κα‐ λάμῃ. Δίδωμί σοι συνοικοῦντας ἀναμαρτήτους· τοῖς τῶν ἀγγέλων σε συγκατοικίζω χοροῖς. Μετάστηθι σὺ πρὸς τὸν οὐρανόν· ἐγὼ δὲ ἁμαρτωλοῖς ἐνδημήσω, ὁ φέρειν | |
40 | ἐπὶ τῶν ὤμων τὸ πεπλανημένον δυνάμενος πρόβατον, ὁ λέγων πρὸς πάντας τοὺς ἁμαρτωλούς· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, ἐγὼ οὐ κολάσω ὑμᾶς, ἀλλ’ ἀνα‐ παύσω ὑμᾶς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 585 |