TLG 2062 217 :: JOANNES CHRYSOSTOMUS :: Contra theatra [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Contra theatra [Sp.] Citation: Vol — pg — (ln) | ||
56.541(47t) | Εἰς τὸ μὴ πλησιάζειν θεάτροις, καὶ ὅτι μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας αἴτιον καὶ | |
48t | πολέμου τοῦτο, καὶ εἰς τὸν Ἀβραάμ. | |
---|---|---|
49 | αʹ. Πολλοὺς οἶμαι τῶν πρῴην καταλιπόντων ἡμᾶς καὶ | |
56.541(50) | πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖ‐ ναι τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σαφῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ’ ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν. Ἐπεὶ καὶ πατέρες παῖδας σφαλλομένους τῆς | |
55 | οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τραπέζης ἀπείρ‐ γουσι, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκπέσωσιν, ἀλλ’ ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενόμενοι, μετὰ τῆς προση‐ κούσης δόξης καὶ τιμῆς ἐπὶ τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο καὶ ποιμένες ποιοῦσι· τὰ ψώρας ἐμπε‐ | |
60 | πλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα ἀποθέμενα τὴν ἀῤῥωστίαν, μετ’ ἀσφαλείας πρὸς τὰ | |
ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην | Column end | |
56.542(51) | ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. Διά τοι τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ’ εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος | |
55 | αὐτῶν ἐπιλαβόμενος, πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ὑπεξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν παρέχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσάγῃ, ἐκβέβληται, | |
60 | καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβλη‐ θέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τὰς | |
ἐλπίδας· κἂν γὰρ θέλωσι διορθώσασθαι τὰ παραπτώματα, | 541 | |
56.543 | διὰ τῆς Ἐκκλησίας, ἧς ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ τοῦ συνειδότος πάλιν ἐπανελθεῖν. Οἱ δὲ μολύναν‐ τες ἑαυτοὺς, καὶ κελευσθέντες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρ‐ | |
5 | τημάτων, εἶτα ἀναισχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται καὶ μεῖζον τὸ ἕλκος. Οὐ γὰρ οὕτω τὸ ἁμαρ‐ τάνειν ἐστὶ χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυν‐ τία, καὶ τὸ μὴ πείθεσθαι τοῖς ἱερεῦσι τὰ τοιαῦτα κελεύουσι. Καὶ τί τοσοῦτον ἡμάρτηται τούτοις, φησὶν, | |
10 | ὥστε αὐτοὺς ἐκβαλεῖν τῶν ἱερῶν τούτων περιβόλων; Καὶ ποίαν ἑτέραν ταύτης ζητεῖς μείζονα ἁμαρτίαν, ὅταν μοιχοὺς ἑαυτοὺς ἀπηρτισμένους ποιήσαντες, ἀναιδῶς, καθάπερ κύνες λυττῶντες, ἐπιπηδῶσι τῇ ἱερᾷ τραπέζῃ; Καὶ εἰ βούλει μαθεῖν καὶ τὸν τρόπον τῆς μοιχείας, οὐκ | |
15 | ἐμὸν ἐρῶ σοι λόγον, ἀλλ’ αὐτοῦ τοῦ μέλλοντος ἡμῶν δικάζειν τὴν ζωὴν ἅπασαν· Ὁ γὰρ ἐμβλέψας, φησὶ, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ἡ ἀπὸ ταὐτομάτου κατὰ τὴν ἀγορὰν ἐντυχοῦσα γυνὴ, καὶ ὡς ἔτυχεν ἐσταλ‐ | |
20 | μένη, τὸν περιέργως ἰδόντα εἷλε πολλάκις τῇ τῆς ὄψεως θεωρίᾳ, οἱ μὴ ἁπλῶς, μηδὲ ἀπὸ ταὐτομάτου, ἀλλ’ ἀπὸ σπουδῆς τοσαύτης, ὡς καὶ τῆς Ἐκκλησίας ὑπεριδεῖν, καὶ διὰ τοῦτο ἀναβάντες ἐκεῖ καὶ διημερεύσαντες, καὶ ταῖς ὄψεσι ἠτιμωμένων γυναικῶν ἐκείνων προσηλωμέ‐ | |
25 | νοι, πῶς δυνήσονται λέγειν, ὅτι οὐ πρὸς ἐπιθυμίαν εἶδον, ὅπου καὶ ῥήματα διακεκλασμένα, καὶ ᾄσματα πορνικὰ, καὶ φωνὴ πολλὴν ἡδονὴν ἔχουσα, καὶ ὀφθαλμῶν ὑπογρα‐ φαὶ, καὶ ἐπιτρίμματα παρειᾶς, καὶ στολὴ περιέργως συγκειμένη, καὶ σχῆμα γοητείας γέμον, καὶ ἕτεραι | |
30 | πολλαὶ μαγγανεῖαι πρὸς ἀπάτην καὶ δέλεαρ τῶν ὁρών‐ των κατεσκευασμέναι, καὶ ῥᾳθυμία ψυχῆς τῶν θεωμέ‐ νων, καὶ πολλὴ ἡ διάχυσις, καὶ ἡ παρὰ τοῦ τόπου πρὸς ἀσέλγειαν παράκλησις, καὶ ἡ τῶν φθασάντων καὶ ἡ τῶν μετὰ ταῦτα ἀκουσμάτων, ἡ διὰ τῶν συρίγγων, ἡ διὰ | |
35 | τῶν αὐλῶν καὶ τῶν ἄλλων τῶν τοιούτων μελῳδία κα‐ ταγοητεύουσα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας καταμαλάτ‐ τουσα, καὶ ταῖς τῶν πορνῶν ἐπιβουλαῖς προευτρε‐ πίζουσα τὰς τῶν καθημένων ψυχὰς, καὶ εὐαλώτους ποιοῦσα, δι’ αὐτῶν διαστήσασα τοῦ Χριστοῦ; Εἰ γὰρ | |
40 | ἐνταῦθα, ὅπου ψαλμοὶ, καὶ εὐχαὶ, καὶ θείων λογίων ἀκρόασις, καὶ Θεοῦ φόβος, καὶ εὐλάβεια πολλὴ, πολλάκις, ὥσπερ τις λῃστὴς κακοῦργος, λαθοῦσα ἐπεισῆλθεν ἐπι‐ θυμία· πῶς οἱ ἐν θεάτρῳ καθήμενοι, καὶ μηδὲν μήτε ὁρῶντες, μήτε ἀκούοντες ὑγιὲς, ἀλλὰ πολλῆς γέμοντες | |
45 | αἰσχρότητος, πολλῆς τῆς βλακείας, καὶ διὰ πάντων πολιορκούμενοι, καὶ δι’ ὤτων, καὶ δι’ ὀφθαλμῶν, δύναιντ’ ἂν ἀνώτεροι γενέσθαι τῆς πονηρᾶς ἐκείνης ἐπιθυμίας; μὴ δυνάμενοι δὲ, πῶς δυνήσονται τῶν τῆς μοιχείας ἐγκλημάτων ἀπηλλάχθαι; οἱ δὲ τῶν τῆς μοιχείας ἐγκλη‐ | |
56.543(50) | μάτων οὐκ ἀπηλλαγμένοι, πῶς δυνήσονται χωρὶς μετα‐ νοίας τῶν ἁγίων τούτων ἐπιβῆναι προθύρων, καὶ τοῦ καλοῦ τούτου μετασχεῖν συλλόγου; Διὸ δὴ παραινῶ καὶ δέομαι, πρότερον ἐξομολογήσει καὶ μετανοίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀποσμηξαμένους τὴν ἐκ τῆς ἐκεῖ θεωρίας | |
55 | ἁμαρτίαν, οὕτω τῶν θείων ἀκροᾶσθαι λογίων. Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πεπλημμέληται· καὶ τοῦτο καὶ ἐκ παρα‐ δειγμάτων ἴδοι τις ἂν σαφῶς. Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διάχρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν | |
60 | τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελήσαντι τοῦτο; Εἶτα κιβωτίων μὲν, καὶ σκευῶν, καὶ ἱματίων, καὶ μύρων | |
65 | τοσαύτην ποιησόμεθα πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πάντων τούτων εὐτελεστέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦμεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα; Καὶ πῶς ταῦτα ὁ Θεὸς οἴσει, | |
70 | εἰπέ μοι; Καίτοι οὐ τοσοῦτον τὸ μέσον μύρου καὶ βορ‐ βόρου, καὶ ἱματίων δεσποτικῶν καὶ δουλικῶν, ὅσον τὸ μέσον τῆς πνευματικῆς χάριτος καὶ ταύτης τῆς πονηρᾶς ἐνεργείας. Οὐ δέδοικας, ἄνθρωπε, τοῖς αὐτοῖς ὀφθαλμοῖς καὶ τὴν κλίνην τὴν ἐπὶ τῆς ὀρχήστρας βλέπων, ἔνθα τὰ | |
75 | μυσαρὰ τελεῖται τῆς μοιχείας δράματα, καὶ τὴν τράπεζαν ταύτην τὴν ἱερὰν, ἔνθα τὰ φρικτὰ τελεῖται μυστήρια; ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρολογούσης, καὶ Προφήτου καὶ Ἀποστόλου σε μυσταγωγοῦντος· τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν | |
80 | τὴν φρικτήν; Οὐκ ἐντεῦθεν ἀνατροπαὶ βίων, καὶ διαφθο‐ | Column end |
56.544 | ραὶ γάμων, καὶ πόλεμοι, καὶ μάχαι ἐν ταῖς οἰκίαις; Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ χαυνό‐ τερος γενόμενος καὶ ἀσελγέστερος καὶ σωφροσύνης ἁπάσης ἐχθρὸς, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα τὴν ἰδίαν, | |
5 | ἀηδέστερον ὄψει πάντως, οἵα ἂν ᾖ. Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως | |
10 | ἐγκαλέσαι, ἀλλ’ αἰσχυνόμενος τὸ πάθος εἰπεῖν καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λαβὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάντων ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ’ ἧς τὸ | |
15 | τραῦμα ἐδέξω· καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθη‐ μένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα, καὶ τὸ βλέμμα, καὶ τὰ κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ’ ἡδονῆς ὁρᾷς τῶν ἐπὶ τῆς οἰκίας. Καὶ τί λέγω τὴν γυναῖκα καὶ τὴν οἰκίαν; Καὶ τὴν ἐκκλησίαν γὰρ | |
20 | αὐτὴν ἀηδέστερον ὄψει, καὶ ῥημάτων ἀπεχθῶς ἀκούσῃ τῶν περὶ σωφροσύνης, τῶν περὶ σεμνότητος. Οὐκέτι γὰρ ἔσται σοι διδασκαλία, ἀλλὰ κατηγορία τὰ λεγόμενα, καὶ εἰς ἀπόγνωσιν κατὰ μικρὸν ὑποσυρεὶς, τέλεον ἑαυ‐ τὸν ἀποῤῥήξεις τῆς κοινωφελοῦς ταύτης διδασκαλίας. | |
25 | Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς, αὐτούς τε φεύγειν τὰς πονηρὰς ἐν τοῖς θεάτροις διατριβὰς, καὶ τοὺς ἐσχο‐ λακότας τούτοις ἐκεῖθεν ἀφέλκειν. Οὐ γάρ ἐστι ψυχαγω‐ γία, ἀλλ’ ὄλεθρος, καὶ τιμωρία, καὶ κόλασις, τὰ ἐκεῖ γινό‐ μενα ἅπαντα. Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύ‐ | |
30 | της ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ὀδύνη τίκτηται, καὶ ἡμέρᾳ, καὶ ἐν νυκτὶ κεντούμενος ὑπὸ τῆς ἐπιθυμίας πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος; Ἐξέτασον γοῦν σαυτὸν, τίς μὲν γίνῃ ἀπὸ ἐκκλησίας ἀναχωρῶν, τίς δὲ ἀπὸ θεάτρων· καὶ ἑκατέρας δὲ παράβαλε τὰς ἡμέρας, | |
35 | καὶ οὐδὲν δεήσῃ τῶν ἡμετέρων λόγων. Ἀρκέσει γὰρ ἑκατέρας ἡ σύγκρισις τῆς ἡμέρας δεῖξαι τὸ μέγεθος καὶ τῆς ἐντεῦθεν ὠφελείας, καὶ τῆς ἐκεῖθεν βλάβης. Ταῦτα καὶ ἤδη πρὸς τὴν ὑμετέραν ἀγάπην εἶπον, καὶ οὐδέποτε παύσομαι λέγων. Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα | |
40 | νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαίνοντας ἀσφα‐ λεστέρους ποιήσομεν. Ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος ὁ λόγος· τοῖς μὲν, ἵνα ἀποστῶσι, τοῖς δὲ, ἵνα μὴ ἐμπέσωσιν. Ἀλλ’ ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες | |
45 | τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν πατέρα ἡμῶν Ἀβραὰμ ἐπανελθόντες πάλιν. Καὶ γὰρ τοῖς ζωγράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργάζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι | |
56.544(50) | μέλλοντας παρακαθίζουσιν αὐτοῖς, ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆς διασώσωνται τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σωματικῆς, ἀλλὰ ψυχῆς κάλλος, καὶ νοητὴν εὐμορφίαν, καὶ πολιτείαν ἀκμάζουσαν τοῦ | |
55 | δικαίου, καὶ τὸ πρᾶον, καὶ ἥμερον, καὶ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετὴν, δέον πλείονα τὴν δια‐ τριβὴν πρὸς τοῦτον ποιήσασθαι, ἵνα τῇ συνεχείᾳ τῆς τοῦ λόγου διοπτρίσεως τῆς τοῦ ἀρχετύπου ὁμοιότητος μὴ διαμάρτωμεν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα | |
60 | παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνατὸν πανταχοῦ ὁρᾷν, ἀλλ’ ἀνάγκη διηνεκῶς ἐφ’ ἑνὸς ἱδρύσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περιαγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐνα‐ ποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπου‐ | |
65 | περ ἂν ᾖς, συνεχῶς εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ’ αὐτῆς καρποῦσθαι τὴν ὠφέλειαν. Καὶ καθάπερ οἱ τοὺς ὀφθαλμοὺς νοσοῦντες, σπογγιὰς, καὶ ἱματίων ῥάκη κυανιζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέπον‐ τες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ | |
70 | τοῦ χρώματος ἐκείνου, οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ πατριάρχου Ἀβραὰμ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὸν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς, ἢ ἕτερόν τι τῶν ἀτόπων ἐνοχλῇ καὶ συγχέη τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρε‐ | |
75 | τῆς, ὁλόκληρον δέξῃ τὴν ὑγίειαν, καὶ καθαρὰν τὴν φιλο‐ σοφίαν. Λοιπὸν, εἰ δοκεῖ, ἐπὶ τὸ προκείμενον τὸν λόγον χειραγωγήσωμεν. βʹ. Ὁ μακάριος Μωϋσῆς, ἀγαπητὲ, ὁ τοῖς κατ’ εὐσέβειαν ἔργοις οἰκειωθεὶς τῷ Θεῷ, ὁ παρὰ πάντας τοὺς μετ’ αὐ‐ | |
80 | τὸν προφήτας ἰδικωτέρας ἀξιωθεὶς τῆς τοῦ κτίσαντος | 543 |
56.545 | ὁμιλίας, ὡς καὶ στόμα κατὰ στόμα λαλήσαντος αὐτῷ τοῦ Θεοῦ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, ὁ θείῳ πυρὶ, φω‐ τίζειν μόνον, οὐ καίειν εἰδότι, πρὸς τὴν τοῦ Θεοῦ μυστα‐ γωγηθεὶς θεωρίαν, ὁ θείᾳ βουλῇ θεὸς εἶναι Φαραὼ χρη‐ | |
5 | ματίσας, καὶ μετοχῇ σεβασμίου προσηγορίας παρὰ πάν‐ τας ἐξαιρέτως τοὺς τότε κοσμούμενος, ὁ τῶν ἐν Αἰγύπτῳ γεγενημένων θεηλάτων πληγῶν διάκονος προχειρισθεὶς φοβερώτατος, καὶ τῆς τοῦ Θεοῦ δραστηρίου δυνάμεως φανεὶς ὑπηρέτης ὀξύτατος, ὁ δᾳδουχίᾳ Πνεύματος ἁγίου | |
10 | τὸν νοητὸν τῆς ψυχῆς φωτισθεὶς ὀφθαλμὸν, καὶ τῶν ἀρ‐ χαίων τοῦ Παντοκράτορος ἔργων ἐξηγητὴς γενόμενος ὄψιμος, οὗτος ὁ μακάριος μετὰ τὴν εὔτακτον καὶ καλὴν τῆς κοσμοποιίας διήγησιν, ἐπὶ τὴν τῶν παλαιῶν ἀνδρῶν ἱστορίαν ἐχώρησεν, ἰδίᾳ μὲν τῶν ἀγαθῶν, ἰδίᾳ δὲ τῶν | |
15 | πονηρῶν, καὶ τῶν μὲν ἀγαθῶν τρισμακάριον ὄντως τὸ τέλος, τῶν δὲ ἐναντίων τούτοις ἐπάρατον ἀνεγράψατο, ἵνα ἔχοντες ἐκ μὲν τῆς κοσμοποιίας τὰ περὶ τῆς θεοσε‐ βείας παιδεύεσθαι δόγματα, ἐκ δὲ τῶν προλαβόντων τοῦ βίου καὶ μισεῖν πονηρίαν, καὶ τιμᾷν ἀρετὴν, ῥᾳδίως τὸν | |
20 | θεοφιλῆ καὶ μακάριον διανύωμεν βίον. Πολλὰ μὲν οὖν ἀρετῆς καὶ καλοκἀγαθίας παλαιῶν ἀνδρῶν ἀνεγράψατο κατορθώματα, προθεὶς ὥσπερ ὑπογραμμὸν τηλαυγῆ ταῦτα τοῖς ὀψιγόνοις πρὸς μίμησιν. Παιδεύει τοιγαροῦν ἡμᾶς Ἄβελ τῶν ἀφθόνων παρὰ Θεοῦ δωρεῶν πρὸ | |
25 | τῆς χρήσεως ἀπάρχεσθαι τῷ Θεῷ, καὶ μὴ προκρίνειν Θεοῦ τιμῆς ἄλογον πάθος γαστρός. Τῷ γὰρ πρεσβυτάτῳ τῶν ὄντων ὁ μακάριος οὗτος Ἄβελ τῶν προβάτων ἔθυε τὰ πρωτότοκα, οὐδὲν μὲν τῶν ὑστάτων εἰς τὴν τοῦ πρώτου προσφέρων λατρείαν, ταῖς δὲ τῶν γενομένων ἀπαρχαῖς | |
30 | τὸν πρῶτον δοξάζων γεννήτορα. Μετ’ ἐκεῖνον παιδεύει πρὸς δικαιοσύνην ὁ θαυμάσιος Νῶε, παντὶ παρανομοῦντι κόσμῳ μόνος αὐτὸς ἀκλινῆ φυλάξας ἐν πράξεσιν ἀγα‐ θαῖς τῆς δικαιοσύνης τὴν πλάστιγγα. Μέγα σωφροσύνης τοῖς νέοις πρόκειται παίδευμα Ἰωσὴφ ὁ μακάριος, ἐν | |
35 | νέῳ σώματι λευκὴν ἁγνείας ἀνθήσας πολιὰν, καὶ σχή‐ ματι δουλίῳ σαρκὸς ἡδονῶν δεσπότης γενναίως φανείς. Ἀλλ’ οὗτοι μὲν οἱ μακάριοι μερικαί τινες ἴσως ἀγαθῶν ἔργων εἰκόνες εἰσίν· ἑνὸς δὲ πεποίηται μνήμην ἀνδρὸς, Ἀβραὰμ τοῦ προπάτορος, ἐν ἑνὶ μόνῳ προσώπῳ παντὶ | |
40 | τῷ κόσμῳ στήλην ὑψώσας πανάρετον πρὸς μίμησιν. Τοιγαροῦν πάντες δίκαιοι, πάντες ὅσιοι τὸν πιστὸν Ἀβραὰμ αὐχοῦσι πατέρα, καὶ κλέος περίσεμνον τίθενται τὴν πρὸς αὐτὸν οἰκειότητα. Πιστοῖς μὲν γὰρ διὰ τοῦτον ὁ ζῆλος ὑπάρχει τῆς πίστεως· φιλοξένοις οὗτος φιλοξε‐ | |
45 | νίας καθηγητὴς, ἔργοις, οὐ λόγοις τὸ πρακτέον δεικνύς· οἱ θεοσεβείας ἀθληταὶ στεφανηφοροῦσι, τὴν ἀνδρείαν τὴν τούτου ζηλώσαντες· τοῦ ἀρχετύπου τούτου ἐμφερεῖς εἰκόνες πάντες οἱ μεγαλόψυχοι· ἡ πρὸς τοῦτον ἅμιλλα τῶν τοσούτων δικαίων πλῆθος ἤνεγκεν· ἐκ ταύτης τῆς | |
56.545(50) | φιλοθέου ῥίζης πάντες ἐβλάστησαν οἱ φιλόχριστοι. Καὶ τί τὸ κατὰ εἶδος ἐπαριθμοῦμαι; Πάντες γὰρ, ὡς ἔπος εἰπεῖν, ὧν λάμπει τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ἐκ τῆς πιστῆς τοῦ προπάτορος λαμπάδος ἀνήφθησαν· το‐ σούτους αὐτῷ παῖδας ἀγαθοὺς ὁ κατ’ εὐσέβειαν τρόπος | |
55 | ἐφόρησεν. Ἀψευδὴς γὰρ ὁ εἰπὼν, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ὦ μακαρία ψυχὴ, τοσοῦτον πλῆθος κατορθωμάτων ὑφ’ ἓν χωρήσασα! Σὺ πάμφορος ἀληθῶς χώρα, σὺ πεδίον πάγκαρπον τῶν κατ’ εὐσέβειαν ἔργων, σὺ λειμὼν εὐανθὴς παντοίοις δικαιοσύνης ἄνθεσι βρύων, | |
60 | σὺ καὶ στέφανος εὐπρεπὴς, μέσον ἔχων τῆς πίστεως μαργαρίτην προλάμποντα. Προσέταττεν ὁ Θεός· Ἔξελθε ἐκ τῆς γῆς σου· σὺ δὲ οὐκ ἠμέλησας, ἀλλ’ εἴχου τῆς ὁδοῦ, πρὶν τελεσθῆναι τὸ πρόσταγμα. Προσετίθει τῷ, Ἔξελθε ἐκ τῆς γῆς σου, τὸ, Καὶ ἐκ συγγενείας σου· σὺ δὲ οὐκ | |
65 | ἐθηλύνου τῇ πρὸς τὸ γένος στοργῇ, τοῦ γένους γενε‐ σιουργὸν προτιμῶν. Εἶπεν ὁ Θεὸς, Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ τὸ τούτων βαρύ‐ τερον, Καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου· ἀλλ’ οὐδὲν ἡγήσω βαρὺ, ὧν προστάσσει Θεός. Οὐκ ἐπέσχε σου τῆς ψυ‐ | |
70 | χῆς τὴν προθυμίαν οὐ τιμὴ πατρὸς, οὐ πόθος μητρὸς, οὐ στοργὴ συγγενῶν. Οὐκ ἐνενόησας οἷα ἐπὶ σοὶ θρηνήσει μήτηρ γηραλέα, οἷα ἐπὶ σοὶ κλαύσεται πρεσβύτης πατήρ. Οὐ γὰρ ᾠήθης δεῖν εἶναι φιλανθρωπότερος τοῦ τὴν κλῆ‐ σιν ἐπάγοντος. Ἦν σοι πατὴρ αἰδέσιμος, ἀλλ’ οὐχ ὡς | |
75 | πάντων Πατήρ· ἐπόθεις μητέρα, ἀλλὰ θεοσέβειαν μᾶλ‐ λον. Οἴκου κατεφρόνησας πατρικοῦ, καὶ πλούτου προγο‐ νικοῦ. Μόνον γὰρ ᾔδεις τῇ ψυχῇ πρέποντα τὸν διὰ πί‐ στεως πλοῦτον, τὸ ἀθάνατον κτῆμα, τὸν ἄσυλον θησαυ‐ ρόν. Ὢ οἷος ἀστὴρ, ἑωσφόρου φαιδρότερος, ἐξ ἀνατολῶν | |
80 | εἰς Παλαιστίνην ἐξέλαμψας, ἐν ἀφεγγεῖ πολυθεΐας βίῳ | Column end |
56.546 | φαιδρὰς ἐκλάμψας θεοσεβείας ἀκτῖνας! Σὲ Θεὸς ἀγαθὸν θεοσεβείας γλύκασμα τῇ πικρᾷ καὶ Χαναναίων ἐνέβαλε πολιτείᾳ. Σὺ, καθάπερ ἅλας φιλανθρωπίας, γέγονας πονηροῦ βίου παράρτυμα. Σὺ γαληνὸς πέφηνας φιλοξε‐ | |
5 | νίας λιμὴν ἐν μέσῳ κλυδωνίου τῇ τῶν ἀλλοφύλων μισαν‐ θρωπίᾳ. γʹ. Πῶς σου, μακάριε, τὴν φιλάνθρωπον διαγράψω σκη‐ νήν; πῶς οὐ θαυμάσω τὴν δρῦν τὴν καλουμένην Μαμ‐ βρῆ, ἣν σὺ τοῖς ἀγαθοῖς τρόποις ἡμέρωσας; Κοινὸν ἦν | |
10 | ἡ σκηνὴ τοῖς ὁδεύουσιν οἰκητήριον, μία πάντων ξένων ἄφθονος ἑστία, πάσης τῆς οἰκουμένης πανδοχεῖον ἄμι‐ σθον, οὐκ ἐν παραβύστῳ κειμένη, ἵνα λάθῃ τὸ κέρδος τῆς ἀναπαύσεως, ἀλλ’ ἐν ἐρήμῳ μὲν, ἐν ὁδῷ δὲ μέσῃ, καὶ κοινῷ σχεδὸν πάσης τῆς Παλαιστίνης ἀφετηρίῳ. | |
15 | Ηὐλίζου δὲ σὺ πανημέριος ὑπὸ τῇ δρυῒ, ἀγαθὸς τοῖς ὁδεύουσι προφαινόμενος ἀναπαύσεως ἄγγελος. Ὤφθη σοι Χριστὸς, ὦ θαυμάσιε, ὑπ’ ἀγγέλων δορυφο‐ ρούμενος δύο, καὶ γέγονας διὰ φιλοξενίας καὶ Θεῷ καὶ ἀγγέλοις ὁμόσκηνος. Ὦ μακαρία σκηνὴ, ἡ Θεὸν μετ’ | |
20 | ἀγγέλων δι’ οἰκονομίαν χωρήσασα! Ὤφθη σοι Χριστὸς ἐν ἀνθρώπου σχήματι, τῆς θείας αὐτοῦ καὶ σωτηρίου ἐπιδημίας παραφαίνων σοι τὰ μυστήρια· ὅμως οὐκ ἔλαθέ σε τοῦ παρόντος ἡ δόξα διὰ τὸ δουλικὸν σχῆμα. Εἶχες γὰρ ὀφθαλμοὺς ἄλλους, οἷς Δεσπότης γνωρίζεται. Ἐπέ‐ | |
25 | γνως τοιγαροῦν μεσίτην Θεοῦ, τὸν ἐν μέσῳ δύο ζώων γνωρίζεσθαι μέλλοντα Υἱόν. Θαυμάζω μέν σου, μακάριε, τὴν περὶ τῶν φανέντων σπουδήν· ἐξὸν γὰρ ἐπιτάξαι θεράποντι καὶ πληρῶσαι τὴν χρείαν προστάγματι, ἔδρα‐ μες σὺ εἰς τὰς βόας πρεσβύτης, ἀκμάζοντι πόθῳ παλαιὸν | |
30 | σῶμα στηρίζων. Ἐκοινώνει δέ σοι προθύμως τῶν ἔργων ἡ σύζυγος, καὶ πλήθει ἀζύμων ἄρτων ἐστεφάνου τὴν τράπεζαν· οὐ γὰρ ἀνέμεινε τὴν ζύμωσιν ἡ τῆς φιλοξε‐ νίας σπουδή. Πάντα δὲ ἦν φόβου καὶ σεβάσματος τὰ πραττόμενα, οὐχ ὡς ἄνδρας ξενίζοντος, ἀλλ’ ὡς Θεῷ | |
35 | θυσίαν προσφέροντος. Καλός σου, μακάριε, διὰ ταῦτα τῆς φιλοξενίας ὁ καρπὸς, καλὴ καὶ τῆς φιλοθεΐας ἡ ἀμοιβή. Λύεται γὰρ παρὰ πάσας ἐλπίδας μήτρας ἐστει‐ ρωμένης δεσμὰ, καὶ νεκρὰ πρεσβύτου μέλη πρὸς τέκνου γνησίου σπόρον ἀνθεῖ, καὶ δέχῃ παρὰ μονογενοῦς Θεοῦ | |
40 | περὶ μονογενοῦς υἱοῦ εὐαγγέλια. Κατὰ τὸν καιρὸν γὰρ, φησὶ, τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Πῶς σου κατ’ ἀξίαν ἐπαινέσω τὴν πίστιν, πανόλβιε; Οὐ γὰρ διεκρίθης πρὸς τὴν ὑπόσχεσιν, οὐδὲ περὶ ἐπαγγελίαν ἐχώλανας, οὐδὲ κατενόησας τὸ ἑαυτοῦ σῶμα νενεκρωμέ‐ | |
45 | νον, ἑκατονταετής που ὑπάρχων, οὐδὲ ἀπέβλεψας εἰς τὴν στείρωσιν τῆς μήτρας Σάῤῥας, ἀλλ’ ἐνεδυναμώθης τῇ πίστει, εἰδὼς ὅτι ὃ ἐπήγγελται ὁ Θεὸς, δυνατός ἐστι καὶ πληρῶσαι. Οὐ γὰρ δουλεύει φύσεως πάθεσιν ὁ φύ‐ σεως δημιουργὸς, ὅτι οὐχ ὑπόκειται φύσεως ἀνάγκῃ | |
56.546(50) | Θεὸς ἐν οἷς ἐργάζεται, πάσης φύσεως ὑπάρχων δημιουρ‐ γός· ἀκολουθεῖ δὲ πρὸς πᾶν εἶδος μεταβολῆς ἡ φύσις τῷ ἐλευθέρῳ τοῦ πεποιηκότος θελήματι. Τοιγαροῦν οὐκ ἐψεύσθης τῶν ἐλπίδων, μακάριε, ἀλλ’ ὀνομάζῃ πατὴρ ἐν προθεσμίᾳ ῥητῇ, ἐν ἡλικίᾳ νεκρᾷ. Καὶ πρῶτον βλέπεις | |
55 | ἐκ Σάῤῥας καρπὸν, καὶ θαυμάζεις πῶς ἐπιῤῥέουσι παρ’ ἐλπίδας τῇ γεγηρακυίᾳ τοῦ γάλακτος αἱ πηγαὶ, καὶ μετ’ ὀλίγον προσψελλίζεις τῷ τόκῳ, καλεῖν πατέρα διδά‐ σκων τὸ γένημα, ταύτην αἰτῶν παρὰ τοῦ τέκνου τὴν κλῆσιν, ἣν προλαβοῦσα δι’ ἐπαγγελίας ἡ χάρις ἐκύρωσε. | |
60 | Πῶς τὰ μετὰ ταῦτά σου διηγήσομαι κατορθώματα, θαυμάσιε; πῶς ὑψηλήν σου καὶ περιβόητον ἀπαγγελῶ πίστιν; Ὑπὲρ πίστιν ἡ πίστις σου, ὑπὲρ ἀκοὴν πᾶσαν ἡ πρὸς Θεόν σου καθοσίωσις. Τίς γὰρ πιστεύσει ποτὲ, ὅτι πατὴρ οἰκεῖον τέκνον θυσίαν προσήνεγκε γνησίως τῷ | |
65 | Θεῷ; Τάχα μόνοι πιστεύομεν οἱ μὴ γεγονότες πατέρες, οἱ τέκνων στοργὴν μὴ δεδιδαγμένοι παρὰ τῆς φύσεως. Ἡκέτω δὲ τῶν εἰρημένων μάρτυς καὶ θεία Γραφὴ, καθ‐ άπερ κήρυξ ὑψηλὸς, ἐκβοῶσα τοῦ μακαρίου τὴν φιλόθεον γνώμην. Μετὰ ταῦτα, φησὶν, ἐπείραζεν ὁ Θεὸς τὸν | |
70 | Ἀβραάμ. Ἐπείραζε δὲ, οὐχ ἵνα μάθῃ διὰ πείρας τὸ ἀγνοούμενον, μάρτυσι τῆς γνώμης τοῦ ἀνδρὸς τοῖς ἀπο‐ τελέσμασι χρώμενος· ἠγνόησε γὰρ οὐδὲν οὐδέπω ὁ Θεὸς, αὐτὸς τῇ ἑαυτοῦ θεωρίᾳ πάντοτε πρὸς τὴν πάντων γνῶ‐ σιν ἀρκούμενος· ἀλλ’ ὅπως ὃν σαφῶς προεγίνωσκε, τοῦτον | |
75 | διὰ πείρας μαθόντες οἱ ἄνθρωποι, καλὸν ἔχωσι πρὸς μί‐ μησιν θεοσεβείας ὑπογραμμόν. Τίνα δὲ καὶ τὰ τοῦ πει‐ ρασμοῦ ῥήματα, φέρε σκοπήσωμεν. Ἀβραὰμ, φησὶν, Ἀβραάμ. Ὁ δὲ εἶπεν, Ἰδοὺ ἐγώ. Ἔφη αὐτῷ· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, | |
80 | καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκέ | 545 |
56.547 | μοι αὐτὸν εἰς ὁλοκάρπωσιν. Ὢ πόσην ὁ Θεὸς διὰ τῶν οὕτως εἰρημένων ῥημάτων τῆς πίστεως τοῦ προπάτορος εἰργάσατο βάσανον! Ἤρκει μὲν γὰρ μόνον εἰπεῖν, Λάβε τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, μήτε υἱὸν εἰ‐ | |
5 | πόντα, μήτε τῇ τοῦ ἀγαπητοῦ μνήμῃ τὰ πατρῷα σπλάγχνα κινήσαντα. Ἀλλ’ ἐπειδὴ τοῖς ἔνδον τῶν ἀγαθῶν διακεχυμέ‐ νοις ἡ τῶν κακῶν αἰφνίδιος φορὰ βαρυτέραν ἐπάγει τὴν ἀλ‐ γηδόνα, διὰ τοῦτό φησι, Λάβε τὸν υἱόν σου, καὶ προστίθησι, Τὸν ἀγαπητὸν, καὶ πάλιν, Ὃν ἠγάπησας, | |
10 | ἵνα ταῖς ἀγαθαῖς ταύταις ἐπωνυμίαις εἰς χρηστῶν ὑποσχέ‐ σεων ἐλπίδας μετεωρίσας τὸν φιλόπαιδα γέροντα, ἀθρόαν αὖθις ἐπαγαγὼν τοῦ ἀγαπημένου τὴν ἀναίρεσιν, τοῖς παρ’ ἐλπίδα προστάγμασι πλήξῃ τὰ σπλάγχνα τοῦ γεγεννη‐ κότος βαρύτερον, οὐ μισῶν τὸν δίκαιον, φανῆναι δὲ λαμ‐ | |
15 | πρότερον τῷ κόσμῳ τὴν τούτου πίστιν βουλόμενος. Τοι‐ γαροῦν πρὶν εἴπῃ, Ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν, ἐκ τῶν πρώτων ῥημάτων τῶν εὐφήμων πολλὰ ποιεῖ χρηστὰ τῷ δικαίῳ φαντάζεσθαι. Ἀκούσας γὰρ καλοῦντος τοῦ Θεοῦ καὶ λέγοντος, Ἀβραὰμ, Ἀβραὰμ, εὐθὺς ἐγήθη‐ | |
20 | σεν ὁ φιλόθεος πρὸς τὴν κλῆσιν, διεχύθη πρὸς τὴν φωνὴν, ἐνθυμούμενος, ὡς εἰκός· Ἆρά με ὁ Θεὸς ἄξιον πάλιν ἡγεῖται τῆς θαυμαστῆς πρὸς αὐτὸν ὁμιλίας· ἆρά με τοῖς θείοις αὐτοῦ καθαγιάσαι θέλει ῥήμασιν; ἢ μεταστῆσαι πάλιν εἰς χώραν βούλεται κρείσσονα; ἢ τοὺς πονηροὺς | |
25 | ἀπολέσαι θέλει Χαναναίους, ὡς Σοδομίτας, καὶ τὸν οἰ‐ κεῖον δοῦλον, ὡς ἐπὶ Σοδόμων, ἀγνοεῖν οὐ θέλει τὸ τῆς κρίσεως βούλημα; ἆρά μοι δευτέρου τέκνου μετὰ τὸν Ἰσαὰκ χρηστὰ φιλοτιμεῖται παρασχεῖν εὐαγγέλια, ὀφθαλ‐ μοῖς δύο τέκνων τὸ ἐμὸν θέλων ὀμματῶσαι γῆρας; Ὡς | |
30 | δὲ ἤκουσε, Λάβε, πρὶν ἀκούσῃ, Τὸν υἱόν, ᾠήθη περὶ θυσιῶν αὐτῷ τὸν Θεὸν διαλέξεσθαι, αἰτοῦντα παρ’ αὐτοῦ τιμὴν εὐλογιῶν ἀντὶ τῆς δόσεως τοῦ παιδός. Ἀκούσας δὲ, Τὸν υἱόν σου, τέως τὸν Ἰσμαὴλ ἐνενόει, οἰόμενος λελύ‐ σθαι τὴν ζηλοτυπίαν τῆς Σάῤῥας, καὶ διὰ τοῦτο πρὸς | |
35 | τοῦ φιλανθρώπου ἀποκαθίστασθαι πάλιν εἰς τὴν πατρῴαν ἑστίαν. Ἐπειδὴ δὲ σαφῶς ἤκουσε, Τὸν ἀγαπητὸν ὃν ἠγάπησας τὸν Ἰσαὰκ, ἔζεσεν εὐθὺς τῇ καρδίᾳ, ἠγαλ‐ λιάσατο τῇ ψυχῇ, νομίσας ὅτι περὶ μνηστείας αὐτῷ δια‐ τάξεται, ἁρμόζων ὡς Θεὸς εἰς ἐπίδοσιν τοῦ γένους γυ‐ | |
40 | ναῖκα τῷ νέῳ εὔφορον εἰς τέκνου φυήν. Εἰς δὲ τὴν γῆν αὐτὸν ὁ Θεὸς καλεῖ τὴν ὑψηλήν. Διὰ τί; Ἢ πάντως ἵνα ἐξ ἀπόπτου καὶ μετεώρου τόπου πᾶσαν ὡς κληρονόμῳ τῆς ἐπαγγελίας ἀποδείξῃ τὴν γῆν, ἢ πάντως αὐτὸν εἰς πατριάρχην θέλει χρῖσαι, ζῶντος ἐμοῦ, ἢ ἐνώπιος ἐνω‐ | |
45 | πίῳ διαλεχθῆναι, καὶ φωνῇ ζώσῃ παραδοῦναι νόμους θεοφιλοῦς βίου, οἷς ὁδεύων εὐαρεστήσει τῷ κτίσαντι. δʹ. Ταῦτα μὲν οὖν καὶ τοιαῦτα ἀκούσεσθαι παρὰ Θεοῦ προσεδόκησεν ὁ μακάριος· ὁ δὲ Θεὸς τί; Ἀνένεγκε, φησὶν, αὐτὸν εἰς ὁλοκάρπωσιν. Φορτικὸν τὸ ἐπίταγμα | |
56.547(50) | καὶ τῷ τυχόντι ἀνδρὶ, μήτιγε πατρὶ, καὶ ταῦτα φιλόπαιδι. Ἀλλ’, ὢ τῆς ἀνυπερβλήτου πίστεως! ὢ τῆς φιλοθέου ψυχῆς! Οὐδέπω Θεὸς ἐπαύσατο καλῶν, καὶ πρὸς τὴν ὑπα‐ κοὴν Ἀβραὰμ ὑπῆρχεν εὐτρεπὴς, τὸ τέλος τοῦ προσ‐ τάγματος ἀρχὴν ἤδη τῆς ὁδοιπορίας ποιούμενος. Τίς οὖν | |
55 | τῶν ἄλλων πατέρων ἤνεγκεν ἂν τὴν τοιαύτην φωνὴν, καὶ οὐ παραχρῆμα κατέπεσεν εἰς γῆν, ἀθυμίᾳ τὰ μέλη λυθείς; ἢ τάχα παρ’ αὐτῷ διεφθάρη τῷ προστάγματι, ὑπὸ πατρικῆς διαθέσεως πυρπολούμενος; Τὸ γὰρ τοῦ προστάγματος ἀπαραμύθητον ἄκουε. Οὐκ εἰς σφαγὴν | |
60 | ἁπλῶς ᾔτησε τὸν νέον ὁ Θεὸς, ἵνα ἔχοι τὸ λείψανον ὁ γέρων παραμυθίαν τοῦ πάθους τῷ τάφῳ παρακαθήμενος· ἀλλ’ εἰς ὁλοκάρπωσιν, εἰς ἐμπρησμὸν, εἰς ἀφανισμὸν παντελῆ, ὅπως μηδὲ προχέειν ἔχῃ τῆς καρδίας τὴν ἀλ‐ γηδόνα ἐπιδακρύων τῷ σώματι. Ἀλλ’ ὅμως εἰ καὶ ἀφό‐ | |
65 | ρητον ἦν τὸ πρόσταγμα, καὶ μόνῳ τῷ ῥηθῆναι πλῆξαι δυνάμενον, ἀλλ’ οὐκ ἐξέστησε τὸν ἄνδρα τοῦ θείου φρο‐ νήματος· πᾶν γὰρ ἠπίστατο συμφέρον εἶναι καὶ ἀγαθὸν, ὃ προστάσσει Θεός. Τοιγαροῦν προθύμως ὑπομένει τὸ πρόσταγμα, καὶ μεθ’ ἡδονῆς ἀφράστου τὴν θυσίαν ἐργά‐ | |
70 | ζεται, ταῦτα λογισάμενος, ὡς εἰκός· ἄτεκνος ἀπὸ τοῦ νῦν, ἀλλ’ ἐγὼ τέκνον Θεοῦ δι’ ὑπακοῆς γίνομαι· ἀπολ‐ λύω τὸν κληρονόμον, ἀλλὰ κληρονομῶ τὰ μέλλοντα· οὐκ ὄψομαι τὸν υἱὸν, ἀλλ’ ὄψομαι τὸν Θεόν· οὐ γηροβοσκήσει με παῖς, ἀλλὰ γηροτροφήσει Θεός· μεμφθήσομαι παρὰ τῶν | |
75 | ἀνοήτων, ἀλλ’ ἀποδεχθήσομαι παρὰ τοῦ Πανσόφου· λυπή‐ σω τὴν Σάῤῥαν, ἀλλ’ εὐαρεστήσω τῷ κτίσαντι· ἔχω πολ‐ λὴν παραμυθίαν· λυπεῖ με θανὼν, ἀλλ’ ἱερέα τοῦ Ὑψί‐ στου ποιεῖ· ἄπαιδα καθίστησιν, ἀλλὰ πατέρα πρωτομάρτυ‐ ρος. Μὴ γὰρ ἀπόλλυται Ἰσαάκ; Καθαίρεται τῷ πυρὶ τὸ | |
80 | σῶμα, λύεται τῶν τῆς σαρκὸς ἡδονῶν, ἐκδημήσει τοῦ | Column end |
56.548 | βίου, ἀλλ’ ἐνδημήσει πρὸς Κύριον. Τοιούτοις λογισμοῖς τὰ τῆς φύσεως νευρώσας συμπτώματα, ἐπὶ τὴν θυσίαν ἐπεί‐ γεται, ἐπισάξας τὴν ὄνον, θήξας τὴν μάχαιραν, τὰ ξύλα, τὸ πῦρ εὐτρεπίσας, τὸν υἱὸν ὡς ἀμνὸν ἐπαγόμενος, καὶ | |
5 | οὐδενὶ τὴν θείαν ἐξεῖπε φωνὴν, οὐκ ἀνεκοινώσατο φίλους, οὐδὲ αὐτῇ κοινωνῷ τῆς γονῆς, οὐ μισῶν τὴν σύζυγον, ἀλλὰ τὸν ὄφιν φοβούμενος, μὴ προφάσει φιλοτεκνίας ἀμβλύνῃ θεοσεβείας σπουδήν. Ὢ πίστεως ἄκρας! ὢ σο‐ φίας ἀνυπερβλήτου! Ἐνενόησεν ὁ πατριάρχης πόσα συμ‐ | |
10 | βήσεται κακὰ, ἐκπύστου γινομένου τοῦ θείου προστάγ‐ ματος, πόσος ἔσται θρῆνος, πόσος κλαυθμὸς, πόσα δάκρυα. Διὰ τοῦτ’ ἐχεμυθεῖ, σιωπῇ σβεννύων μεγάλην ὀδυρμῶν φλόγα. Τί γὰρ οἴει δρᾶσαι τὴν Σάῤῥαν ἀκούσασαν περὶ τῆς ἀναιρέσεως τοῦ τέκνου; οὐ περιεπλάκη ἂν εὐθὺς τῷ | |
15 | Ἰσαὰκ, ἔνδον αὐτὸν πάλιν, εἰ οἷόν τε ἦν, τῇ γαστρὶ κα‐ τακρύψαι μηχανωμένη, τέκνον φίλτατον ἀπόλλυσαι, λέ‐ γουσα, ἐν θυσίαις πολιορκούμεθα; Θᾶττον ἂν ἀφῆκεν, οἶμαι, τὴν ἰδίαν ψυχὴν, ἢ τὸν παῖδα προέδωκε· καὶ ἦν ἀνάγκη δυοῖν θάτερον, ἢ μὴ γενέσθαι τὴν θυσίαν, ἢ τὴν | |
20 | μητέρα συγκαρπωθῆναι τῷ τέκνῳ. Εἶπε δ’ ἂν καὶ πρὸς τὸν Ἀβραὰμ τοιούτους τινὰς λόγους· Σωφρόνησον, ὦ ἄνερ, σωφρόνησον, ὑποφῆτα φιλανθρώπου Θεοῦ. Οὐδὲν κατὰ ἀνθρώπου προστάσσει θεία φωνή· βασκαίνει σοι τῆς εὐπαιδίας πονηρὸς δαίμων, καὶ τὴν τοῦ Θεοῦ χάριν | |
25 | ἀνατρέψαι βούλεται, ἐν εὐσεβείας προσχήματι παιδο‐ κτονίας προσάγων ἀράν. Οὐκ οἶσθα τὸν θαυμάσιον Μελ‐ χισεδὲκ τὸν ἱερέα τοῦ Θεοῦ τοῦ ὑψίστου; Μάθε παρ’ αὐ‐ τοῦ θυσιῶν νόμους, μάθε ποίαις Θεὸς ἐπαγάλλεται θυ‐ σίαις, καίτοι πάλαι σε πρὸς ἱερωσύνην ἐμυσταγώγησεν | |
30 | ἀπὸ τῆς κοπῆς τῶν πέντε βασιλέων ἐπανιόντα. Οὐκ ἄρ‐ τος οὖν ἦσαν αὐτῷ καὶ οἶνος, εὐαγεῖς προσφοραὶ, ἀναί‐ μακτοι καὶ καθαραὶ θυσίαι; μὴ μόσχος; μὴ πρόβατον; μὴ τέκνον; Αἵματι γὰρ Θεὸν ὅλως οὐκ ᾤετο τέρπεσθαι. Μὴ φάγεται Θεὸς κρέα ταύρων, ἢ αἷμα τράγων πίε‐ | |
35 | ται; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου Εἰ δὲ ὁ Θεός ἐστιν ἀληθῶς ὁ φανεὶς, σύνες, ἄνερ, τοῦ φανέντος τὸ βούλημα. Ἀπο‐ πειρᾶταί σου ὁ Θεὸς τῆς περὶ τὸν παῖδα διαθέσεως, γνω‐ σθῆναί σε θέλει, πῶς ἔχεις περὶ γέννημα· εἰ φιλεῖς τὸν | |
40 | υἱὸν, εἰ διάκεισαι πατρικῶς, εἰ τοῖς σπλάγχνοις τῆς φύσεως ἥττησαι, εἰ θανεῖν ἀντὶ τοῦ τέκνου προῄρησαι. Θέλει σε καὶ φιλοτεκνίας καλὸν γενέσθαι τοῖς Χαναναίοις παράδειγμα, τοιγαροῦν οὐχ ὑπακοῦσαι, ἀντειπεῖν σε μᾶλλον περὶ τῆς σφαγῆς τοῦ τέκνου, ἰδεῖν πολιὰς τιλ‐ | |
45 | λομένας, πικρὰ ῥέοντα δάκρυα, φανῆναι διὰ τούτων φι‐ λόπαιδα. Δέδοικα μὴ τεκνοκτονίας μέμψεις ὑποσχῇς παρὰ τῷ φιλανθρώπῳ διὰ μόνην τὴν συγκατάθεσιν. Ἄνερ, πείσθητί μοι, Μὴ γίνου δίκαιος πολύ. Ταύτην σου τὴν παρακοὴν Θεὸς ἐπαινέσεται. Εἰ δὲ καὶ Θεὸς ἀληθῶς | |
56.548(50) | θέλει καρπωθῆναι τὸν Ἰσαὰκ, στέναξον πικρῶς, ἱκέτευ‐ σον, πρόσπεσον, ἐπιδάκρυσον τῆς ἱκετηρίας τοῖς ῥήμα‐ σιν. Ἀγαθός ἐστιν ὁ τὴν θυσίαν αἰτῶν, πολὺ Πατρὸς φιλανθρωπότερος· ἀλλάξει τὴν ψῆφον, ἀλλάξει τὴν κρί‐ σιν. Οὐκ ἂν ἀπώλετο κατακλυσμῷ τὸ γένος τῶν ἀνθρώ‐ | |
55 | πων ποτὲ, εἰ δάκρυσιν ἱκετηρίοις οἱ παρανομοῦντες ἐλού‐ σαντο. Ἦν ἂν ἔτι τὰ Σόδομα, εἰ στεναγμῷ καρδίας τὸν κριτὴν ἐξιλάσαντο. Εἰ οὖν ἐλεεῖ παρανόμους, πολλῷ πλέον τὸν δίκαιον σέ. Ἔσωσάς ποτε τὸν Λὼτ τοῦ θεηλά‐ του πυρὸς, εὐξάμενος τῷ κριτῇ· σῶσον καὶ νῦν τὸν | |
60 | παῖδα τοῦ ἱλαστηρίου πυρὸς, δεηθεὶς τοῦ Θεοῦ. Ὑπὲρ Σοδομιτῶν ἱκέτευσας, ἀνδρῶν ἀδίκων, καὶ πολλάκις ἀπο‐ λωλέναι μελλόντων δικαίως, καὶ ὑπὲρ παιδὸς οὐχ ἱκε‐ τεύσεις ἀμώμου; Χρῆσαι πάλιν τῇ παῤῥησίᾳ· εἰπὲ, Μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις | |
65 | κρίσιν; Οὐκ ἀπολέσεις δίκαιον μετὰ ἀσεβοῦς. Ὑπομνή‐ σθητι τῆς παλαιᾶς φιλοτεκνίας, ἧς εἶχες, ὅτε οὐκ εἶχες τέκνον. Πρὶν γὰρ λάβῃς τὸν Ἰσαὰκ, ὑποσχέσεις αὗταί σου τοῦ Δεσπότου λαμπραί· γῆς κατάσχεσις γλυκείας, χρημάτων καὶ κτημάτων περιουσία πολλὴ, αὔξησις τοῦ | |
70 | γένους τοσαύτη, ὡς καὶ ταῖς ἀναριθμήτοις αὐτὸ συναριθμεῖσθαι φύσεσιν, ἄμμῳ παραλίᾳ, καὶ ἄστροις οὐρανοῦ· ἀλλ’ ὅμως τοσούτων ὄντων τῶν ἐν ἐπαγγελίαις χρηστῶν, χλεύην ἡγοῦ τὰ λεγόμενα, καὶ μετὰ παῤῥη‐ σίας ἐβόας, τὴν ἀπαιδίαν ὀλοφυρόμενος καὶ λέγων· Τί | |
75 | μοι δώσεις, Κύριε; ἐγὼ δὲ ἀπόλλυμαι ἄτεκνος. Ταύ‐ την ἀφεὶς τὴν φωνὴν, ἔλαβες τέκνον. Γενοῦ πατὴρ, ταύ‐ την ἄφες νῦν, ἵνα σώσῃς τὸ τέκνον. Εἰπὲ πάλιν, Τί μοι δώσεις, Δέσποτα, ἀναιρῶν μου τὸν κληρονόμον; Οἴμοι, τάχα τότε φιλότεκνος ἦς, ὅτε οὐκ ἦς πατήρ. | |
80 | Ταῦτα λεγούσης τῆς Σάῤῥας, τί ποιεῖν ἔδει τὴν | 547 |
56.549 | Ἀβραάμ; Δηλονότι ἀφέμενον τοῦ θείου προστάγματος, τοὺς περὶ θεοσεβείας ποιεῖσθαι λόγους, καὶ πείθειν τὴν Σάῤῥαν, ὅτι, τοῦτον ἂν λάβῃ Θεὸς, δίδωσί σοι κρείσσονα. Καὶ πῶς ἂν ἔπεισε γυναῖκα τῷ πάθει μεθύουσαν; Ἀλλὰ | |
5 | δὴ πέπεικε. Θεοσεβὴς γὰρ ἡ γυνὴ, καὶ ἀνδρὸς πιστο‐ τάτου σύνοικος· πάντως γοῦν ἀκόλουθον πεισθεῖσαν αὐ‐ τὴν προπέμψαι τὸν υἱὸν ἐπὶ τὴν θυσίαν ὁδεύοντα, στέ‐ γειν μὲν ἴσως τὸν πόνον βιαζομένην διὰ τὸ δοκοῦν τῷ Θεῷ, ὑπὸ δὲ τῆς φύσεως αὐτῆς πρὸς θρήνους ἀβουλήτως | |
10 | ἐξαγομένην. Πόσοι θεράποντες ἐκεῖ τῷ πόθῳ τοῦ νέου δακνόμενοι; πόσαι θεράπαιναι τῇ δεσποίνῃ συμπάσχου‐ σαι; Χαναναῖοι πόσοι, συνήθεις καὶ γείτονες, οἱ ἐπὶ τοῖς τούτῳ συμβεβηκόσι θαυμάζοντες; Θόρυβος ἐκ τούτων πολὺς, καὶ οἰμωγὴ, καὶ θρῆνος, καὶ δάκρυα, ὡς ἐπὶ | |
15 | προπεμπομένῳ νεκρῷ. Εἶπε δ’ ἂν ἡ μήτηρ ἀνακωκύ‐ σασα μέγα· Δός μοι, τέκνον, τελευταίας περιπλοκάς. Ἐγὼ μὲν ἤλπιζον ὑπὸ σοῦ προπεμφθῆναι, τέκνον, καὶ τὸν ἐμὸν θάνατον τοῖς σοῖς κοσμηθῆναι δακρύοις· ἐπεὶ δὲ ψῆφος τοῦ κτίσαντος τὰς ἐμὰς ἐλπίδας νενίκηκε, καὶ | |
20 | θρηνῶ τοῦτον, ὑφ’ οὗ θρηνηθῆναι προσεδόκησα, τοῦτό σε μόνον αἰτῶ, ἐπιβαίνων τῷ τῆς θυσίας πυρὶ, πρέσβευ‐ σον πρὸς τὸν Θεῖον ὑπὲρ ἐμοῦ, ἀπελθεῖν με τοῦ βίου πρὶν ἐπανελθεῖν τῆς θυσίας τὸν ἱερέα. Δεξιὰν γὰρ πα‐ τρὸς αἵματι παιδὸς ἰδεῖν ᾑμαγμένην οὐ δύναμαι. Ἡ μὲν | |
25 | οὖν μήτηρ τοσαῦτα. Τίς δ’ ἂν ἤνεγκε τὰ παρὰ τῶν Χα‐ ναναίων ὀνείδη, τῶν ἐπὶ τῇ θέᾳ τότε συνδεδραμηκότων; Ὁ μὲν γὰρ εἶπεν ἄν· Ὢ, ἐφ’ οἷον θάλαμον τὸν υἱὸν ὁ κα‐ λὸς ἄγει πατήρ! Ὁ δὲ, Ἐκ ποίας ἄρα ποίμνης αὐτῷ τὸ ἱερεῖον; Ὁ δὲ, Καλῶς αὐτῷ ὁ Θεὸς πληθῦναι θέλει τὸ | |
30 | γένος, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἄλλος, Ὢ πόσοι γέ‐ ροντες ὡς υἱὸν θρηνοῦσι τὸν ἄθλιον, οὗτος δὲ ἠλίθιος γέρων οὐδὲ δακρύει τὸ ἴδιον τέκνον! Ταῦτα μὲν οἱ Χα‐ ναναῖοι· τῶν δὲ θεραπόντων ὁ μὲν ἀνοιμώξας εἶπεν· Ὦ παιδίον ἄθλιον, καὶ γενόμενον ὄψιμον, καὶ ἀπολλύμενον | |
35 | ἄωρον! Σοῦ καὶ παράδοξος ἡ γέννησις, καὶ παράδοξος ἡ τελευτή. Μόνος ἐκ πάντων ἐξ ἀγόνου μήτρας, μόνος ἐκ πάντων ἀκούων τὸν ἐπὶ τῇ ταφῇ σου θρῆνον. Ὢ, οἵαν ὁ δεσπότης αὐτοῦ εἰκόνα ἐξαλείφει τοῦ βίου! Ταῦτα μὲν οὖν οἱ καθ’ ἕκαστον· ὁμοῦ δὲ πάντες ὑποστρέψαντες | |
40 | οἴκαδε, ὡς ἀφ’ ἑνὸς στόματος εἶπον ἄν· Ὅδευε λοιπὸν, ὦ πρεσβῦτα, τοῦτο μόνον ἐνθυμούμενος, ὅτι τοῦτον ἂν θύ‐ σῃς, ἄλλον υἱὸν ἀπὸ Σάῤῥας οὐχ ἕξεις. Ταῦτα λογισμῷ σώφρονι προειδόμενος Ἀβραὰμ, ταῦτα σκοπήσας ὁ μα‐ κάριος, ἐμβύθιον ἔκρυψε τὸ πρόσταγμα, οὕτω διατεθεὶς, | |
45 | ὡς ἀκούσας ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λα‐ λῆσαι. Ὦ θησαυρὲ κρύφιε δεσποτικῶν ἐντολῶν! ὦ τα‐ μιεῖον ἀποῤῥήτων, ταμιεῖον ἱερῶν Θεοῦ λόγων! Ταῦτά σε τὰ μυστήρια καθ’ ὅλης τῆς οἰκουμένης ἀνεκήρυξεν. Ὁδεύει διὰ ταῦτα σιγῇ μετὰ τοῦ Ἰσαὰκ ὁ πατὴρ, δύο | |
56.549(50) | μόνους θεράποντας ἐπαγόμενος, καὶ τούτους οὐκ εἰδό‐ τας τῆς θυσίας τὸν τρόπον· ὁδεύει δὲ τριῶν ἡμερῶν ὁδόν. Σὺ δὲ μάνθανε τὴν δοκιμασίαν τῆς γνώμης τοῦ προπάτορος, καὶ τοῦτ’ ἐκ τοῦ διαστήματος τῆς ὁδοῦ. Οὐ γὰρ ἐγγὺς αὐτῷ Θεὸς δείκνυσι τὸ θυσιαστήριον, | |
55 | ἵνα μὴ τῇ θερμότητι τῆς πίστεως κλαπῇ φύσεως τὴν στοργήν· ἀλλ’ ὅπως μακρὰν βαδίζων ὁδὸν, καὶ τὸν υἱὸν ἐπὶ πλεῖστον θεώμενος χρόνον συνήθως προσπαί‐ ζοντα, ταῖς ἀγκάλαις προστρέχοντα, τῇ ἐννοίᾳ τοῦ πρα‐ κτέου, καθάπερ χρυσὸς ἐν πυρὶ, τῷ πόθῳ πολλῷ χρόνῳ | |
60 | δοκιμασθεὶς, λαμπροτέραν τῆς ὑπακοῆς ἐπιδείξηται τὴν προαίρεσιν. Ὢ, ποσάκις ἐν τῷ τριημέρῳ τούτῳ διαστή‐ ματι καθ’ ἑαυτὸν ὁ πατὴρ ἀνετυπώσατο τοῦ υἱοῦ τὴν σφαγήν! ποσάκις ἐπέθηκε τῇ πυρᾷ τοῦ τέκνου τὸ λείψανον, τοσαυτάκις τὴν καρδίαν πληγεὶς, ὁσάκις ἂν | |
65 | τὴν θυσίαν ἀνελογίζετο! Τὸ μὲν γὰρ πεπραγμένον κακὸν εὐθὺς πρὸς λήθην ὁρᾷ, τὸ δὲ ἐν ἐλπίσι λυπεῖ τοσαυτάκις, ὁσάκις ἂν ἐλπισθῇ. Ὁρᾷ λοιπὸν ὁ μακάριος πόῤῥωθεν τῆς λειτουργίας τὸν τόπον, ἀῤῥήτου φωνῆς προσδειξάσης αὐτῷ, καὶ μόνον παραλαμβάνει τὸν υἱὸν ὁ πατὴρ, ἀπο‐ | |
70 | λιπὼν μετὰ τῆς ὄνου τοὺς δούλους· μόνος ὁδεύει λοιπὸν μετὰ μόνου τοῦ Ἰσαὰκ, οὐχ ὡς πατὴρ μετὰ τέκνου, ἀλλ’ ὡς ἱερεὺς μετὰ θύματος. Ἐπιτίθησι δὲ καὶ τῷ Ἰσαὰκ τῆς θυσίας τὰ ξύλα, αὐτὸς φέρων τὴν μάχαιραν καὶ τὸ πῦρ. Βαρύνει τῷ φορτίῳ τὸν νέον, ἵνα ἐφιδρώσας ὁ παῖς | |
75 | τῷ καμάτῳ, καὶ τοῖς τῆς φύσεως λουτροῖς καθηράμενος, εὐαγεστέρα γένηται τῷ Θεῷ προσφορά. Ἐνταῦθα δὲ γε‐ νομένου τοῦ λόγου, τὸν τύπον ἰδὼν, ἀνεμνήσθην τῆς ἀληθείας. Ἰδὼν γὰρ πῶς Ἰσαὰκ ἑαυτῷ βαστάζει τῆς θυσίας τὰ ξύλα, δοξάζω τὸν Χριστὸν τὸν διὰ τὴν τῶν | |
80 | ἀνθρώπων σωτηρίαν ἑαυτοῦ τὸν σταυρὸν βαστάσαι θε‐ | Column end |
56.550 | λήσαντα. Ὅλης γὰρ τῆς κατὰ Χριστὸν οἰκονομίας τὴν σκιὰν ἐνταῦθα προλαβοῦσαν ὁρῶ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη ὁ Χριστός· τούτου τύπος Ἰσαὰκ εἰς θυ‐ σίαν ἀγόμενος. Ἐν ὀφθαλμοῖς ἡ σφαγὴ, καὶ οὐκ ἀπειθεῖ | |
5 | τῷ γεννήσαντι Ἰσαάκ· τύπος γὰρ ἦν Χριστοῦ, Ὃς ὑπήκουσε Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυ‐ ροῦ. Ἰσαὰκ καὶ τέκνον ἦν ἐν ταὐτῷ καὶ θῦμα. Ὁμοίως καὶ ὁ Χριστὸς Υἱὸς Θεοῦ, καὶ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου. Οὐ φείδεται τοῦ Ἰσαὰκ ὁ πατὴρ, ἀλλ’ | |
10 | οὐδὲ Θεὸς τοῦ Χριστοῦ. Ὣς (sic) γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Τριήμερον μετὰ τὴν θυσίαν ἡ μήτηρ ὁρᾷ ζῶντα τὸν Ἰσαάκ· τριήμερον καὶ ἡ Ἐκκλησία ἄφθαρτον ὁρᾷ τὸν Σωτῆρα. Καὶ ταῦτα μὲν περὶ τύπων, ὡς ἐν παρόδῳ. | |
15 | Ἀβραὰμ δὲ ἐφέστηκεν ἤδη τῷ τόπῳ τῆς λειτουργίας, εἴσω λοιπὸν τοῦ ἀγῶνος γενόμενος, ἐν ᾧ φύσις μὲν καὶ προαίρεσις μάχεται, στεφανοῦται δὲ γνώμη κατὰ τῆς φύσεως, καὶ φέρει φιλοθεΐα δικαίως κατὰ φιλοτεκνίας τὰ νικητήρια. Ἦλθεν ὁ πατὴρ μετὰ τοῦ τέκνου, μόνος ὁ | |
20 | ἱερεὺς μετὰ μόνου τοῦ θύματος. Πάντα δὲ ἦν ὁ παῖς τῷ πατρὶ, καὶ λειτουργὸς πρὸς ὑπηρεσίαν, καὶ θῦμα πρὸς ἱερουργίαν. ϛʹ. Ἐγὼ δὲ καὶ τοῦ νέου θαυμάζω τὴν σύνεσιν, ὅπως αἰδεσίμως προσέρχεται τῷ πατρὶ, καί φησι· Πάτερ, | |
25 | ἰδοὺ τὸ πῦρ, καὶ τὰ ξύλα· τὸ πρόβατον ποῦ; Οὐ κα‐ ταγελᾷ τῆς λήθης τοῦ πατρός· εἶδε γὰρ Χαναναίους δουλεύοντας διὰ γέλωτα Χάμ· ἀλλ’ ἐρωτᾷ, Ποῦ; σχή‐ ματι πεύσεως λήθης διορθούμενος σφάλμα. Πάτερ, φη‐ σὶν, ἰδοὺ τὰ ξύλα καὶ τὸ πῦρ· τὸ πρόβατον ποῦ; Ποῖος | |
30 | ἀρκέσει λόγος πρὸς παράστασιν τῆς τοῦ ἀνδρὸς μεγα‐ λοψυχίας; Οὐκ ἐχάλασεν αὐτὸν πρὸς δάκρυα τοῦ παιδὸς ἡ φωνὴ, οὐκ ὠλοφύρατο τὴν ἡλικίαν τοῦ νέου ἀναισθη‐ τοῦσαν τῆς οἰκείας σφαγῆς, ἀλλ’ ἔμεινε διαπαντὸς ἄτρω‐ τος καὶ ἀδαμάντινος, τῆς πατρικῆς διαθέσεως ἐκλαθόμε‐ | |
35 | νος. Φησὶν οὖν πρὸς αὐτὸν εὐσταθῶς· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον, τέκνον. Οὐ προαπαγγέλλει τῷ νέῳ τὸ ἐπ’ αὐτῷ τοῦ Θεοῦ βούλημα, ἵνα μὴ ἁπαλῇ διανοίᾳ ἑαυτῷ ἐπιθρηνήσας ὁ νέος, δάκρυσι σπιλώσῃ τὸ θῦμα. Πῶς ὑμῖν, ἀδελφοὶ, ἀδακρυτὶ τὰ μετὰ ταῦτα διηγήσο‐ | |
40 | μαι; Πέπονθά τι πρὸς τὴν τῶν ἔργων διήγησιν, ὡς πα‐ τήρ. Μόνης γὰρ ἦν τῆς τοῦ Ἀβραὰμ γλώττης, ὡς οἶμαι, ἀδακρυτὶ τὰ γινόμενα διηγήσασθαι, καὶ τοιαύτην δεῖξαι ἐπὶ τῶν λόγων μεγαλοψυχίαν, οἵαν ἐκεῖνος ἐπὶ τῶν ἔργων ἔδειξε τὴν στεῤῥότητα. Τὸ γὰρ δὴ θαυμα‐ | |
45 | στὸν καὶ τίμιον τοῦ ἀνδρὸς, ὅτι ὃ ἐκεῖνος εὐσταθῶς εἰρ‐ γάσατο, τοῦτο ἡμεῖς οὐδὲ τοῖς λόγοις εἰπεῖν ἀπαθῶς ὑπομένομεν. Ἀλλ’ ὅμως πειρατέον, κἂν μὴ λίαν ἔτι που τῆς τοῦ προπάτορος ἀρετῆς ἐφικώμεθα, φιλοθεΐας νόμῳ τὰ πάθη νικήσαντας κοινωνῆσαι αὐτῷ τῆς θυσίας, τῷ | |
56.550(50) | μέρει τῆς διηγήσεως. Ἀνακαύσας τοίνυν λαμπρὸν ἐπὶ τῷ βωμῷ τὸ πῦρ, σχηματίζει πρὸς τὴν θυσίαν, ἱερείου νόμῳ, τὸν υἱὸν ὁ πατὴρ, τὸν ἀγαπητὸν, τὸν μονογενῆ, καὶ θεὶς ὡς εἰς προσκύνησιν ἐπὶ τὰ γόνατα, ὄπισθε κατὰ τὸν νῶτον περιειλεῖ, τὸ ἐναντίον σχῆμα περιτιθεὶς τῷ | |
55 | παιδί· εἶτα τοῖς οἰκείοις ἀντιστηρίξας γόνασιν ὄπισθεν, καὶ τὴν κόμην πρὸς ἑαυτὸν ἀντανακλάσας, ἀνατείνας τὴν δεξιὰν, τολμᾷ φέρειν ἀφ’ ὑψηλοῦ κατὰ τοῦ λαιμοῦ τὴν σφαγήν. Ὢ τόνος φιλοθεΐας! ὢ ψυχῆς ἀνίκητος ἀν‐ δρεία! Ἔδησε πρὸς σφαγὴν τὸν υἱὸν, καὶ οὐκ ἐλύθησαν | |
60 | τῆς φύσεως οἱ ἁρμοί. Τὸ ξίφος ἐν χερσὶ, καὶ οὐκ ἐνάρ‐ κησεν ἡ δεξιά. Τίς ἂν ἤνεγκε παρεστὼς τοῖς γινο‐ μένοις; τίς οὐκ ἀνεστράφη; τίς οὐκ ἔφυγε τοῦ πατρὸς γενόμενος συμπαθέστερος; Διὰ τοῦτο τοὺς δούλους ὁ σο‐ φὸς γέρων οὐ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ἀλλὰ μακρὰν | |
65 | περιμένειν κελεύει, ἵνα μὴ συμπαθήσαντες τῇ σφαγῇ τοῦ δεσπότου, φιλοθέου γνώμης πρᾶξιν κωλύσωσι. Τίνα γὰρ οἴει παρόντας τοὺς παῖδας λαβεῖν ἔννοιαν περὶ τοῦ δεσπότου, βλέποντας αὐτὸν ἁπλῶς οὕτως ὁρμῶντα πρὸς τὴν τοῦ ἠγαπημένου παιδὸς σφαγήν; τίνας ἂν πρὸς ἑαυ‐ | |
70 | τοὺς λόγους εἰπεῖν; Ὢ τῆς δεινῆς ταύτης καὶ ἀπευκταίας συμφορᾶς! Ὁ δεσπότης ἡμῶν τάχα μαίνεται, καὶ οὐ γνωρίζει τὸν περιπόθητον υἱὸν, ἀλλ’ ἕν τι τῶν εἰς θυ‐ σίαν κατέχειν φαντάζεται, μόσχον ἢ πρόβατον. Προσ‐ έλθωμεν τοίνυν τὸ τάχος αὐτῷ· οὐ γὰρ ἀναμένει τὸ | |
75 | πρᾶγμα βραδυτῆτα· κρατήσωμεν τέως τὸ ξίφος, ἐπι‐ σχῶμεν τὴν δεξιὰν, μὴ φθάσῃ τὴν παραίνεσιν ἡ πληγή. Μὴ γὰρ ἀκίνδυνον τὸ προσελθεῖν; πῶς φείσεται δούλων, ὁ υἱοῦ μὴ φειδόμενος φιλτάτου; Παρακινδυνεύσωμεν δὲ ὅμως Εὐκλεὴς ἡμῶν ὁ θάνατος, ἂν τύχῃ· ὑπὲρ γὰρ | |
80 | νέου ἔσται δεσπότου. Φθεγξώμεθά τι παρὰ τὸ προσῆκον, | 549 |
56.551 | ἐπιτιμήσωμεν ὡς μαινομένῳ, εἰ ἄρα καὶ αἴσθοιτο. Τιμῆς ἄξιος ὁ δεσπότης, ἀλλ’ ἐν σωφροσύνῃ αἰδοῦς, ἀλλ’ οὐκ εἰς θάνατον. Ὑβρισθεὶς ἐν μανίᾳ, χάριν εἴσεται σωφρο‐ νήσας, καὶ ὡς εὐεργέτας ἀμείψεται, ὡς σωτῆρας τοῦ | |
5 | τέκνου. Ταῦτα λέγοντες προσέδραμον ἂν εὐθὺς, καὶ πρῶτον μὲν τῆς δεξιᾶς χειρὸς ἐξείλοντο τὸ ξίφος, καὶ τοῦ θανάτου τὸν Ἰσαάκ· ἔπειτα καὶ λόγοις ἂν ἐχρή‐ σαντο, τοῖς μὲν πρὸς νῆψιν ἄγουσι, τοῖς δὲ πρὸς ἑαυ‐ τοὺς μᾶλλον τὴν ὁρμὴν τοῦ δεσπότου μετάγουσι, λέ‐ | |
10 | γοντες· Ἐπίστησον, δέσποτα, τῇ διανοίᾳ· τὸν υἱὸν ἐν χερσὶν ἔχεις, τὸν ἀγαπητὸν, τὸν τῆς στείρας τόκον, τὸ παρὰ Θεοῦ ὄψιμον δῶρον, τὸν τῆς φιλοξενίας καρπὸν, τὸν ἀντὶ μόσχου μόσχον, δι’ ὃν μόνον γενεθλίους ἐτέλεσας ἑορτὰς, καὶ σωτηρίους τῷ Ὑψίστῳ θυσίας προσήνεγκας, | |
15 | ὃν ἐλπίσιν ἀνέθρεψας ὡς βακτηρίαν τοῦ γήρως, δι’ ὃν ἔζης ἡδέως, οὗ ὑπερηύχου μὴ ἰδεῖν θάνατον, ἀλλὰ κλη‐ ρονόμον ἀπολιπεῖν καὶ δεσπότην ἡμέτερον· τοῦτον ἐν χερσὶν ἔχεις. Ἰδὲ τοῦ παιδὸς τὴν μορφὴν, δέσποτα, τὴν σὴν γνώρισον εἰκόνα. Τοιοῦτος γὰρ ἦς καὶ σύ ποτε, ὅτε | |
20 | ἦς νέος. Ἰσαὰκ, φθέγξαι τι καὶ σὺ πρὸς τὸν πατέρα, ὅπως διὰ τῆς φωνῆς γνωρίσῃ τὸ γέννημα. Οὗτός ἐστι, δέσποτα, οὐχ ἡ θυσία, ἀλλ’ ὑπὲρ οὗ πολλαὶ θυσίαι, ὑπὲρ οὗ πολλαὶ δεήσεις πρὸς τὸν Θεὸν, εἰς ἀνδρῶν ἡλικίαν ἐλθεῖν, καὶ τοιαύτην ἀγαγέσθαι κοινωνὸν τοῦ βίου, οἵα | |
25 | κατὰ ἀρετὴν ἡ τούτου τυγχάνει μήτηρ, δίχα μέντοι τῆς στειρώσεως. Ἐπόθεις γὰρ αὐτοῦ καὶ πρωΐμους ἰδέσθαι καρποὺς, καὶ τούτοις τέρπεσθαι πάλιν, ὡς ἐπὶ θηλάζοντι τῷ Ἰσαάκ. Ἀλλ’ ὢ τῶν ἀπευκταίων συμφορῶν, εἰς οἵας αὐτὸν ἤγαγες ἡμέρας! Ἀντὶ στεφάνων δεσμὰ, ἀντὶ | |
30 | γυναικὸς μάχαιρα. Φαίνεις δὲ καὶ πῦρ, οὐχ ᾧ γήμῃ τις, ἀλλ’ ᾧ θάπτεται. Παρίσταται δὲ καὶ ὁ νέος, οὐ παστοῖς ἐστεφανομένος, ἀλλὰ βωμῷ δεδεμένος, καὶ φορῶν οὐκ ἐσθῆτα γαμήλιον, ἀλλὰ σχῆμα θανάσιμον. Οὐ παρέστη δὲ κηδεστὴς γάμου, συνάπτων τὰ διωρισμένα τῷ γένει, | |
35 | ἀλλὰ παρέστη πατὴρ, σφαγῇ χωρίζων τὰ ἡνωμένα τῇ φύσει. Οὕτω περὶ τέκνων μηδὲ Χαναναίων πατέρες βου‐ λεύσαιντο. Τοιαῦτα μέχρι νῦν τῷ Ὑψίστῳ προσέφερες θύματα; τοιαῦτα προσῆγες ὑπὲρ τῆς σωτηρίας τοῦ τέ‐ κνου χαριστήρια; Οὐχὶ κριοὺς καὶ τράγους ἐδιχοτόμεις, | |
40 | ἄλογα ζῶα, τὸν τῶν λογικῶν καὶ ἀλόγων Δεσπότην ἱλασκόμενος; τὸ δὲ νῦν σφάγιον ὁποῖον; Ὢ τῶν ἀνυποί‐ στων κακῶν! Ὅμοιον τῷ ἱερεῖ τὸ ἱερεῖον, συγγενὲς τῷ ἱλασκομένῳ τὸ ἵλασμα· οὐκ ἐκ ποίμνης, ἀλλ’ ἐκ φύσεως αὐτῆς τοῦ ἱερέως τὸ θῦμα. Τοιαύτας ὁ Θεὸς οὐ λαμβάνει | |
45 | θυσίας· φιλάνθρωπος γὰρ ὢν, ἄνθρωπον εἰς θυσίαν οὐ δέχεται. Τί σε καλέσομεν ἀπὸ τοῦ νῦν, ὦ δέσποτα; ἱερέα διὰ τὴν θυσίαν, ἢ τεκνοκτόνον διὰ τὸ τέκνον; Ξένος τις οὗτος ἀληθῶς ὁ τῆς θυσίας τρόπος, καὶ οὐδὲ λόγῳ ῥητός. Πᾶσαι γὰρ αἱ θυσίαι ὑπὲρ σωτηρίας τελοῦνται, ὁ δὲ σὸς | |
56.551(50) | υἱὸς διὰ θυσίας ἀπόλλυται. Τί δὲ καὶ καλέσομεν τὸ πραττόμενον; φόνον, ἢ θυσίαν; ἀρὰν, ἢ προσφοράν; ἐμπρησμὸν, ἢ ὁλοκάρπωσιν; Οὕτω γὰρ ἔκθεσμον, οὕτως ἔκνομόν ἐστιν, ὅτι οὐδὲ προσηγορίαν ἔχει προσ‐ φορᾶς τὸ γινόμενον. Ὢ, οἷα ἰδεῖν ἠλπίσαμεν, καὶ οἷα | |
55 | νῦν θεώμεθα! Ἠλπίσαμεν αὐτὸν ὑπουργοῦντά σοι πρὸς τὰς θυσίας, λειτουργοῦντα πρὸς τὰς ἱερουργίας· νῦν δὲ, ὢ τῶν ἀνυποίστων κακῶν! οὐ παρέστηκε τῷ ἱερεῖ θῦμα κρατῶν, ἀλλ’ αὐτὸς κεῖται δεδεμένος ἀντὶ θύματος· οὐδὲ φωνὴν ἀφίησιν, ὡς ἀμνὸς, ἀλλ’ ἄφωνος κεῖται καὶ ἄλα‐ | |
60 | λος, καὶ ἀφελέστερος καὶ προβάτου πρὸς μόνην βλέπει τὴν δεξιὰν, ἣν πολλάκις ὡς φιλοστόργου πατρὸς κατεφί‐ λησε, τάχα δὲ καὶ νῦν, μετὰ τοῦ ξίφους ἐχομένην αὐτὴν ὁρῶν, καταφιλῆσαι θέλει. Πολλαί σοι ποιμναὶ προβάτων, δέσποτα, βοῶν ἀγέλαι πολλαί· ἐκ τούτων πλήρωσον τὴν | |
65 | θυσίαν τῶν θυσίμων, τῶν νενομισμένων, οὐ τῶν ἀθύτων καὶ ἀβρώτων. Πάσας εἰς ἓν ὁλοκάρπωσον, εἰ βούλει, τὰς ἀγέλας· οὐκ ἀντιλέγομεν· ἔννομος γὰρ τῆς θυσίας ταύτης ἡ φιλοτιμία· τὸ δὲ νῦν πραττόμενον πόλεμος μᾶλλον ἢ θυσία, πολιορκία τις, οὐ προσφορά. Ταῦτα γὰρ | |
70 | εὐχόμενοι ὑπομένομεν, ἅπερ εὐχόμεθα μὴ ἰδεῖν πολε‐ μούμενοι· καὶ τοιαῦτα πάσχομεν ἐν θυσίαις, οἷα ἵνα μὴ πάθωμεν εὐχόμεθα. Τὸ νῦν ἔργον ὀλεθριώτερον καὶ πο‐ λέμου. Τάχα γὰρ ἂν ἐφείσατο καὶ πολέμιος, τοῦ νέου τὴν μορφὴν, τὴν ἡλικίαν αὐτοῦ κατελεήσας. Πῶς οἰκή‐ | |
75 | σεις ἔτι τῶν Χαναναίων τὴν χώραν, νικήσας οὕτω καὶ θηρίων ὠμότητα; Τάχα πάντες ἐπιστήσονταί σοι τῶν | |
Χαναναίων οἱ παῖδες, ἀνέλωμεν λέγοντες, τὸν τεκνοκτό‐ | Column end | |
56.552 | νον, μὴ πονηρὸν γένηται παιδοκτονίας παράδειγμα τοῖς ἡμετέροις πατράσιν. Ἔκκοψον δὲ καὶ σὺ τὴν φιλόξενον δρῦν, τὴν φιλάνθρωπον σκηνὴν, ἔμπρησον αὐτὴν, ὡς τὸν παῖδα. Οὐδεὶς γὰρ ἔτι πλησιάσαι σοι τῶν ὁδευόντων τολ‐ | |
5 | μήσει, ὕποπτος αὐτοῖς ὑπάρχων, ὁ υἱοῦ μὴ φεισάμενος. Πῶς οὖν ἡ ἀθλία σε Σάῤῥα, ἡ ἡμετέρα δέσποινα, ἡ σὴ μὲν σύνοικος, ἡ τούτου δὲ μήτηρ, ὄψεται, ἁγιώτερον ἐκ τῆς θυσίας τὸν παῖδα προσδεχομένη; Τί γὰρ νομίζεις παθεῖν αὐτὴν ἔρημον τοῦ τέκνου τὸν πατέρα θεασαμέ‐ | |
10 | νην; Οὐχὶ πεσεῖται εἰς γῆν ἀθυμίᾳ λυθεῖσα; οὐ παρα‐ χρῆμα κινδυνεύσει πεσοῦσα; οὐκ ἀπολέσεις μετὰ τοῦ υἱοῦ καὶ τὴν σύνοικον; Πῶς οὖν ἄλλον Ἰσαὰκ γεωργή‐ σεις, δέσποτα, πετρωθείσης τῷ θανάτῳ τῆς χώρας; Ὡς εἴθε μηδὲ τὴν ἀρχὴν ἐλύθη τῆς Σάῤῥας ἡ στείρωσις, ἵνα | |
15 | σὺ μήτε πατὴρ, μήτε παιδοκτόνος ἐκλήθης. Ποῖος αἰὼν οὕτω μακρὸς λήθῃ καλύψαι δυνήσεται τὸ πραττόμενον; Οὐκ ἴσχυσεν ὁ παρελθὼν χρόνος τὸ τῆς ἀδελφοκτονίας ἀπαλεῖψαι μῖσος, ἀλλ’ ἔτι καὶ νῦν ψέγεται Κάϊν ὡς μὴ γνωρίσας τὴν φύσιν, καὶ πρόῤῥιζον μὲν ἅπαν αὐτοῦ | |
20 | διὰ κατακλυσμοῦ τὸ γένος ἀπόλωλεν, ἡ δὲ μνήμη τῆς ἀδελφοκτονίας οὐδὲ πλήθει τοσούτων ὑδάτων ἐκπέπλυ‐ ται. Παρὰ πολὺ δὲ τεκνοκτόνος ἀδελφοκτόνου βαρύτερον, καὶ τοσοῦτον ὅσον ἀδελφοῦ πατὴρ οἰκειότερος. Τί τοίνυν, δέσποτα, θεοσεβεῖ καὶ θαυμαστῷ βίῳ αἰσχύνην ἐπάγεις | |
25 | ἀθάνατον, οὐ χρόνῳ δυναμένην ἐξαλειφθῆναι, οὐχ ὕδασι. Δεῦρο δὴ, λοιπὸν ἄκουσον ἡμῶν, καὶ τῶν δεσμῶν τὸν υἱὸν ἄφες ἐλεύθερον, ῥῖψον τὸ ξίφος, σβέσωμεν τὸ πῦρ, αὐτὸν τὸν βωμὸν κατασκάψωμεν· μηδὲν ὅλως ἴχνος ἐάσῃς ἀπίστου τολμήματος ἐπὶ γῆς. Εἰ δὲ ἀπειθεῖς μετὰ | |
30 | τοσαύτην παραίνεσιν, καὶ πονηρῷ φιλονεικεῖς διακονή‐ σασθαι δαίμονι, τοῦτο μόνον δεόμεθα, πρώτους ἀπό‐ κτεινον ἡμᾶς, καὶ ἡδέως δεχόμεθα τὴν σφαγήν. Ἄμει‐ νον γὰρ ἡμῖν ἐνταῦθα πεσεῖν, ἢ δούλους κληθῆναι παι‐ δοκτόνου δεσπότου. Πῶς οὖν, τοιαῦτα καὶ λεγόντων καὶ | |
35 | πραττόντων ἐξ ἀνοίας τῶν δούλων, ὁ προπάτωρ καθω‐ σιώθη τῷ τοῦ Δεσπότου προστάγματι; πῶς ἂν οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγαθὴ φιλοθεΐας ἔλαμψε πρᾶξις; πῶς ἂν ὑψηλὴ πίστεως ἀνωρθώθη στήλη; πῶς ἂν ἔργοις ἔμαθε κόσμος, ὅτι φόβος Θεοῦ πόθου παιδὸς τιμιώτερος; | |
40 | Διὰ τοῦτο μόνος ἐπὶ τὴν θυσίαν παραγίνεται, μόνος τὸν μονογενῆ διὰ Μονογενοῦς τῷ μόνῳ προσφέρων Θεῷ. Ἐμάθετε, ἀγαπητοὶ, διὰ τῶν εἰρημένων τοῦ προπάτο‐ ρος τὴν φιλοθεΐαν· μάθετε διὰ τῶν ἑξῆς καὶ τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· μάθετε πῶς οἱ διὰ τὸν Θεὸν | |
45 | τῶν παρόντων καταφρονήσαντες καὶ προκόπτουσιν εἰς ἀρετὴν, καὶ τῶν προσκαίρων οὐχ ἁμαρτάνουσιν. Ἔκειτο τοίνυν συμπεποδισμένος ὁ Ἰσαάκ, καὶ γυμνὸν τῷ πατρὶ παρέχων τὸν λαιμὸν εἰς σφαγὴν, ἡ δὲ χεὶρ τοῦ ἱερέως ὑψηλὴ τὴν πληγὴν ἐπισπεύδουσα, καὶ παραχρῆ‐ | |
56.552(50) | μα φέρεται οὐρανόθεν ἐλέου φωνὴ, καθάπερ χεὶρ τὴν χεῖρα κωλύουσα, καὶ ταχυτάτῳ προστάγματι τὴν προ‐ θυμίαν τοῦ ἱερέως ἐπέχουσα. Μὴ γὰρ, φησὶν, ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Ἀρκοῦμαι τῇ προ‐ θυμίᾳ, κἂν ἡ πρᾶξις ἀπείη. Οὐκ ἤθελον σφαγῆναι τὸν | |
55 | παῖδα σου, ἀλλ’ ἤθελον φανῆναι τὴν πίστιν σου ἐν ὅλῳ τῷ κόσμῳ. Ἐπειδὴ γὰρ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμὲ, ἀλλὰ, τὸ σὸν μέρος, ἀπόλωλεν Ἰσαὰκ, ὅσον ἐπὶ σοὶ, ἠτέκνωται Σάῤῥα, καὶ οὔτε σὺ ὀνομάζῃ πατὴρ, ἀπὸ τοῦ νῦν διὰ τὴν ἀγάπην τὴν εἰς ἐμὲ σῶον | |
60 | ἀπολάμβανέ σου τὸν υἱὸν, μακρόβιόν τε καὶ πολυχρόνιον. Τὸ γὰρ ἔργον ἐμοὶ πέπρακται τῷ τὰς διαθέσεις τῶν ἐν‐ νοιῶν βλέποντι. Ἀμείψομαι δέ σε πρὸς τούτοις, θέρα‐ πον, πάντη καταλλήλῳ δωρεᾷ, καὶ προσφόρῳ προσηγο‐ ρίᾳ τιμήσω σε, πᾶς ὅσιός σε καλέσει πατέρα. Ἡ πρᾶξις | |
65 | αὕτη πολλούς σοι δικαίους ἀπογεννήσει παῖδας, σὺ πάν‐ των τῶν εἰς ἐμὲ πιστευόντων κληθήσῃ πατήρ· ἐγώ σοι κατ’ ἐξαίρετον ἐκ λίθων ἐγερῶ τέκνα. Ἑνὸς υἱοῦ κατ‐ εφρόνησας, ἕξεις ἀπείρους ἀπὸ τοῦ νῦν· πατέρα γὰρ πολλῶν ἐθνῶν τέθεικά σε. Καὶ τὰ μὲν παρὰ Θεοῦ τοιαῦτα· | |
70 | ἡμεῖς δὲ ἅπαντες, ἀγαπητοὶ, ὑπογραμμῷ φιλοθεΐας τῷ προπάτορι Ἀβραὰμ χρώμενοι, μηδέν τι τῶν προσκαί‐ ρων ἀγαθῶν τῆς εἰς Θεὸν πίστεως ἡγώμεθα τιμιώτερον, μὴ πατρίδα, μὴ γένος, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τέ‐ κνον ἀγαπητὸν, κἂν μόνον τυγχάνῃ γενόμενον· ὅπως | |
75 | ὁμοιότητι πίστεως τέκνα γενόμενοι τοῦ προπάτορος | |
Ἀβραὰμ, εἰς τοὺς φωτεινοὺς αὐτοῦ κόλπους μετὰ Ἰσαὰκ | 551 | |
56.553 | ἀναπαυσώμεθα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου | |
ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ | Column end | |
56.554 | ἁγίῳ Πνεύματι, νῦν καὶ δεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 553 |