TLG 2062 216 :: JOANNES CHRYSOSTOMUS :: In Genesim (sermo 3) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Genesim (sermo 3) [Sp.] Citation: Vol — pg — (ln) | ||
56.525(16t) | Λόγος εἰς τὴν ἀρχὴν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ εἰς ἐξορίαν τοῦ Ἀδὰμ, καὶ περὶ πονηρῶν | |
17t | γυναικῶν. | |
---|---|---|
18 | αʹ. Πρόκειται ἡμῖν, ἀγαπητοὶ, πνευματικὴ τράπεζα, ἐκ τῶν θείων Γραφῶν πληρουμένη· πλήρης ἀγαθῶν, οὐκ | |
20 | ἐδεσμάτων ἀπολλυμένων· ἀλλὰ τρυφὴ προχέουσα τῆς ἀληθείας διδάγματα· οὐκ ἄρτον φέρουσα πρόσκαιρον, ἀλλὰ νοημάτων ἀΰλων πανδαισίᾳ τὰς ψυχὰς ἐκτρέφου‐ σα· οὐκ οἶνον μέθην ἐργαζόμενον, ἀλλὰ ζέσει Πνεύμα‐ τος τὴν καρδίαν ἀναφλέγουσα· οὐ κρεῶν ἀπολλυμένων, | |
25 | ἀλλὰ χαρᾶς στάζουσα ἡδονὴν ἐπουράνιον· οὐ κιθάρας ἢ αὐλοὺς ἀναπέμπουσα, ἀλλὰ ψαλμοὺς καὶ ὕμνους θεο‐ τερπεῖς μελῳδοῦσα· οὐ πορνικοῖς ὀρχήμασι τοῖς αἰσθη‐ τοῖς ὀφθαλμοῖς τὴν θεωρίαν ἐκλύουσα, ἀλλὰ τοὺς ὀφθαλ‐ μοὺς τῆς καρδίας πρὸς πόθον τῆς βασιλείας τῶν οὐρα‐ | |
30 | νῶν διεγείρουσα· οὐ μίμων καὶ κακοηθῶν ἀνδρῶν ἄγει θόρυβον, ἀλλὰ προφητικὰς σάλπιγγας, τὰ ὦτα τῆς δια‐ νοίας ἡμῶν πρὸς διδασκαλίαν ψυχωφελῆ χειραγωγοῦσα· οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς | |
35 | θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάν‐ των ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν. Καὶ ἐπὶ μὲν τῆς αἰσθητῆς τραπέζης κἂν βρωμάτων περισσότερον μεταλάβῃ τις, τὴν κοιλίαν ἀλγεῖ, καὶ τῶν ἐντοσθίων | |
40 | εἱλισσομένων βλάβην οὐ τὴν τυχοῦσαν ἐργάζεται· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης τοὐναντίον· ἐὰν αὐτὴν ἀπλή‐ στως ἐντρυφήσῃς, δυνήσῃ καὶ βίον κατορθώσασθαι καὶ πρᾶξιν θεάρεστον ἐπιτηδεῦσαι· καὶ ὅσον πλείονα τρυφᾷς, τοσοῦτον πρὸς πλείονα πόθον διεγείρεις σαυτόν. Πάλιν | |
45 | οὖν ἐπὶ τῆς πρώτης τραπέζης ἐὰν οἴνου εἰς κόρον μετα‐ λάβῃς, καὶ τῶν ποδῶν τὸ βάδισμα κωλύεις, καὶ τοῖς ὀφθαλμοῖς τὰ μὴ προσήκοντα θεωρεῖς, καὶ τῇ γλώσσῃ τὰ μὴ βουλόμενα λαλεῖς, καὶ συχνοὺς ἐρευγμοὺς ἐκ κατωτά‐ του στήθους ἀναφέρεις, καὶ τοῖς φίλοις καταγέλαστος | |
56.525(50) | δείκνυσαι, καὶ τοῖς δούλοις εὐκαταφρόνητος, ὡς ἐν οἴνῳ | |
τὰς φρένας ἀπολέσας. Ἐπὶ δὲ τῆς δευτέρας τραπέζης, | Column end | |
56.526(15) | ἐὰν ἀπλήστως ἀντλήσῃς αὐτῆς τὰ νοήματα, ὀρθῶς τὰς τρίβους πορεύσῃ πρὸς τὰς ἐντολὰς, ἃς ἔλαβες παρὰ τοῦ Κυρίου· καὶ τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὰ ἄϋλα κατοπτεύσεις, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας σου λόγους ἀγαθοὺς ἐρεύξῃ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Ἐξ‐ | |
20 | ηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, καὶ τοῖς φίλοις κατακεκοσμημένος ὀφθήσῃ, καὶ τοῖς οἰκέταις εὔχρηστος καὶ προσηνὴς καὶ πραῢς ἀναδειχθήσῃ. Ἴδωμεν οὖν τῆς πνευματικῆς τραπέζης τὰ κέρδη· ἀναπτύξωμεν αὐτῆς τῶν νοημάτων τὴν εὐπρέπειαν· καρυκεύσωμεν αὐτῆς | |
25 | εἰς κόρον τὸ γλεῦκος τὸ ἀθόλωτον, τὸ ἀποστάζον ἐξ αὐ‐ τῆς. Ἀκούσωμεν αὐτῆς τῶν ὕμνων καὶ τῶν ᾠδῶν, ἧς ὁ ὕμνος δαίμονας τρέπει καὶ αἱ ᾠδαὶ τὸν ἄρχοντα τοῦ σκό‐ τους ἀποστρέφουσι. Σαλπίσωμεν ἐν νεομηνίᾳ σάλ‐ πιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Νηστεία παρ‐ | |
30 | ήχθη ἡ τῶν ἀποστόλων φίλη, νηστεία παρήχθη ἡ τῶν μαρτύρων καλλονή· νηστεία παρήχθη ἡ τῶν μοναζόντων σύντροφος· νηστεία παρήχθη, ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν (sic) ἐφύλαξεν αὐτῆς τοὺς ὅρους. Καὶ εἰ θέλεις, ἀγαπητὲ, ἄκουε αὐτῆς τὰς ἀριστείας. Νηστείαν | |
35 | Ἀδὰμ μὴ φυλάξας, ἐξόριστος γέγονε τοῦ παραδείσου, καὶ γῆν ἀκανθηφόρον ἐργάζεσθαι ἐκελεύσθη. Νηστείαν μὴ φυλάξαντες οἱ ἐπὶ τοῦ Νῶε ἄνθρωποι, τῆς θεϊκῆς ἀγανακτήσεως ἐν πείρᾳ γεγόνασι, καὶ κατακλυσμοῦ παγκοσμίου δίκην ὑπέστησαν. Νηστείαν Νῶε πρὸς ὀλί‐ | |
40 | γον καταλελοιπὼς, θρίαμβος καὶ γυμνὸς τοῖς υἱοῖς αὐτοῦ προέκειτο. Νηστείαν μὴ φυλάξας Ἡσαῦ τῶν πρωτο‐ τοκίων τὴν τιμὴν ἀπώλεσε, καὶ τῆς πατρικῆς εὐχῆς ἀλλότριος ἐγένετο. Νηστείαν μὴ φυλάξαντες οἱ υἱοὶ Ἰσραὴλ, τῆς ἐπουρανίου τρυφῆς καὶ τῆς χάριτος τῆς | |
45 | θεϊκῆς ἐξέπεσον. Ἔμαθες τοὺς μὴ τιμήσαντας αὐτὴν οἷα | |
ἔπαθον· γνώρισον καὶ τοὺς φυλάξαντας αὐτὴν, οἵας τι‐ | 525 | |
56.527 | μῆς καὶ χάριτος ἐγένοντο ἄξιοι. Νηστείαν καρπωσάμε‐ νος Μωϋσῆς νόμον ἐδέξατο, καὶ δημαγωγὸς τοῦ Ἰσραὴλ ἄξιος ἀνεδείχθη. Νηστείαν καρπωσάμενος Ἠλιοὺ δι’ ἅρματος πυρίνου εἰς οὐρανὸν ἀνήχθη, δι’ οὗ καὶ ἡ πάν‐ | |
5 | τιμος μηλωτὴ ὑπὲρ βασιλικὴν πορφυρίδα τιμιωτέρα ἀν‐ εδείχθη. Νηστείαν ἐν λάκκῳ Δανιὴλ κτησάμενος, τὰ ἄγρια θηρία φιμώσας, ἀλώβητος τῆς τούτων βορᾶς γέ‐ γονε. Νηστείαν οἱ τρεῖς παῖδες ἀγκαλισάμενοι, τὴν κά‐ μινον τὴν ἐξαφθεῖσαν ἑπταπλασίως κατέσβησαν, καὶ τὸ | |
10 | πῦρ ἐποίησαν ὡς πνεῦμα δρόσου διασυρίζον. Νηστείαν ἀσπασάμενος Ἰωάννης, μείζων ἐν προφήταις ἀνηγορεύ‐ θη, καὶ τὸν Κύριον τῆς δόξης κατηξιώθη βαπτίσαι ἐν τῷ Ἰορδάνῃ. Καὶ τί προφήτας καὶ δικαίους εἰς μέσον παρ‐ εισάγω; Νηστείαν καὶ ὁ Χριστὸς ἀσπασάμενος, τὸν | |
15 | ἐχθρὸν κατέβαλε, καὶ ἡμᾶς θεωρητὰς αὐτοῦ γενέσθαι κατηξίωσε. Διὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσε‐ βείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν | |
20 | ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκ‐ κλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν | |
25 | γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυ‐ θίαν. Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη; τίς ταύ‐ την φυλάξας οὐκ ἐμεγαλύνθη; τίς τοὺς θεσμοὺς αὐτῆς συντηρήσας οὐκ ἐμακαρίσθη; τίς κτησάμενος ταύτην οὐκ | |
30 | ἐνίκησε πειρασμούς; τίς ἀκούσας ταύτης τὰς ὑποσχέ‐ σεις οὐχὶ παρὰ ἀνθρώποις ἐτιμήθη μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ὀργῆς καὶ ἀγανακτήσεως ἐξηρπάγη; Οὐχὶ Ἀχαὰβ ταύτην ὁπλισάμενος θεηλάτου ὀργῆς ἐῤῥύσθη, καὶ ὁ τοῖς ὀρνέοις εἰς βρῶσιν δοθεὶς καὶ τοῖς θηρίοις, καὶ | |
35 | Οὖ ἐν τῷ αἵματι, φησὶν, αἱ πόρναι λούσονται. δι’ αὐ‐ τῆς ἀπηλλάγη τοῦ θανατικοῦ κινδύνου, καὶ ὑπὲρ προ‐ φήτην δυνατωτέρα ἐδείχθη; Οὐχὶ ταύτην οἱ Νινευῖται φυλάξαντες, ἄνθρωποι καὶ τὰ κτήνη, τῆς τριημέρου ἀπειλῆς ἀνηρπάγησαν, καὶ τοῦ προφήτου Ἰωνᾶ τὸ ῥῆμα | |
40 | ἄνεργον ἐγένετο; Οὐχὶ ταύτην τηρήσαντες οἱ Προφῆται, θεωριῶν καὶ ὀπτασιῶν Θεοῦ παντοκράτορος μέτοχοι γε‐ γόνασι, καὶ τὰ μέλλοντα ὡς ἐνεστῶτα προεθεώρησαν καὶ ἐθέσπισαν; Οὐχὶ καὶ οἱ Ἀπόστολοι ταύτην ὁπλισά‐ μενοι, Πανταχοῦ κύκλῳ τῆς γῆς διέδραμεν ὁ φθόγγος | |
45 | αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Οὐχὶ καὶ οἱ Μάρτυρες ταύτης ἐνστερνισάμενοι, ναοὺς καὶ βωμοὺς καὶ κνίσσας τῶν εἰδώλων κατέβαλον, καὶ τὸν θυμὸν τῶν τυράννων εἰς οὐδὲν ἐλογίσαντο; Οὐχὶ οἱ Ὅσιοι ταύτην ποθήσαντες, τὸν κόσμον καὶ τὰ ἐν | |
56.527(50) | κόσμῳ κατέλιπον ἅπαντα, καὶ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατὰ τὸν ἀπόστο‐ λον Παῦλον οἰκήσαντες, αὐτοπροσώπως τὸν διάβολον κατέβαλον, καὶ τούτου τὰ στρατεύματα; Ταύτην καὶ ἡμεῖς φυλάξωμεν τῶν ψυχῶν τὴν γαλήνην, τῶν σωμά‐ | |
55 | των τὸ ἰατρεῖον, τῶν λογισμῶν τὴν εἰρήνην, τῶν ἐπιθυ‐ μιῶν τὴν νέκρωσιν, τὴν κωλύουσαν ἁρπάζειν τὸν ἀλλό‐ τριον πλοῦτον, τὴν μὴ καταδεχομένην ὀρφανοὺς ἀδι‐ κῆσαι, τὴν μὴ ἐπάγουσαν χήραις πένθος ζημίας, τὴν μὴ βιωτικαῖς μερίμναις ἀσχοληθῆναι ἡμᾶς συγχωροῦ‐ | |
60 | σαν, τὴν ἀγγέλοις ὁμοδιαίτους τοὺς βροτοὺς ἐργαζομέ‐ νην, τὴν τοῦ Κυρίου τὸν νόμον ἡμέρας καὶ νυκτὸς με‐ λετᾷν διακελευομένην. Φησὶ γὰρ ὁ προφήτης Ζαχαρίας περὶ ταύτης, καὶ τρανότερον τὴν δόξαν αὐτῆς ἀνακα‐ λύπτων διαπρυσίως βοᾷ· Τάδε λέγει Κύριος παντο‐ | |
65 | κράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς. Εἴδετε πάντες πῶς ἀνοίγει τῶν ἑορτῶν τὴν ὑπόθεσιν ἡ νηστεία; Ἐμάθετε πῶς τρανότερον αὐτῆς καταγγέλλει | |
70 | τὰς ἀριστείας καὶ τὰ κλέη; Γνωρίζετε πῶς ὑψοῖ αὕτη πρὸς τὸν πόθον τὸν πνευματικὸν τοὺς εἰσδεχομένους αὐ‐ τήν. Βούλεσθε σαφεστέρως αὐτῆς τὴν ὑπόθεσιν μαθεῖν; Ἀνοίξατε τὰ ὦτα ὑμῶν τῆς διανοίας, καὶ δέξασθε τοῖς λογισμοῖς ὑμῶν τὰ πνευματικὰ ᾄσματα, βρύοντα ἐκ τῆς | |
75 | πηγῆς τῆς ἀθανασίας ἀείῤῥυτα νάματα. Τί λέγεις, Προ‐ φῆτα; Ποῖον Ἰσραὴλ παρεισάγεις; τὸν σαρκικὸν, ἢ τὸν | |
νοῦν ὁρῶντα Θεόν; τὸν ἐβδελυγμένον διὰ τὰς ἀκαθέκτους | Column end | |
56.528 | θυσίας, ἢ τὸν ἐπεισαχθέντα διὰ τῆς τῶν Ἀποστόλων δι‐ δασκαλίας; τὸν αἵμασι κριῶν καὶ ταύρων θυσιάζοντα, ἢ τὸν ἀναιμάκτως θύοντα, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου; τὸν θύσαντα ἀντὶ Θεοῦ τοῖς γλυπτοῖς, ἢ τὸν | |
5 | ἀπὸ τῶν βωμῶν καὶ τῶν ξοάνων ἐξαρπαγέντα, καὶ εἰς υἱοθεσίαν πνευματικὴν ἀνακραθέντα; Δῆλον ὅτι τὸν νέον, τὸν περιούσιον διὰ τοῦ βαπτίσματος λαὸν, τὸν ἐν ὕδατι καὶ πυρὶ ἀνακαθαιρόμενον. Καὶ γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου ἀναφανδὸν βοᾷ· Τὰς νεομηνίας ὑμῶν | |
10 | καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Προσέχετε, ὅτι τὸν ἀρτιφανῆ λαὸν προσκα‐ λεῖται διὰ τοῦ Προφήτου τῆς νηστείας τὸ δῶρον κατορ‐ θώσασθαι· οὐ γὰρ τοῦ Θεοῦ ἀποβαλλομένου αὐτῶν τὴν | |
15 | νηστείαν καὶ τὴν δέησιν καὶ τὰς νεομηνίας καὶ τὰ σάβ‐ βατα, ἀλλ’ ὅτι πλήρης αὐτῶν. Διὰ δὲ τῶν πράξεων αὐτοὶ τῶν βεβήλων κατέλιπον τὸν Θεὸν, καὶ τὸν ἐκλεκτὸν λαὸν τὸν τὴν παρουσίαν τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ προκαταγ‐ γείλαντα αὐτοὶ ἀδίκως ἀνεῖλον, ὃν μὲν ἐν ξυλίνῳ πρίονι, | |
20 | ὃν δὲ ἐν λάκκῳ βορβόρου κατήγαγον. Καὶ τί προφήτας λέγω; Αὐτοὶ γὰρ τὸν ἑαυτῶν Δεσπότην ὡς κατάδικον ἐσταύρωσαν καὶ ἀνεῖλον λέγοντες· Οὗτός ἐστιν ὁ κλη‐ ρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν. Βλέπεις τὴν ἀλλοτρίωσιν, ἢν ἠλλοτρίωσαν ἑαυτοὺς διὰ τῶν ἔργων | |
25 | τῶν ἀτόπων; Ὁ Κύριος οὖν αὐτοὺς οὐκ ἀπώσατο, ἀλλ’ αὐτοὶ ἑαυτοὺς ξένους τῆς προγονικῆς παῤῥησίας ἀπειρ‐ γάσαντο. Ταῦτα οἱ υἱοὶ Ἰσραὴλ ἐμελέτησαν· οὕτως ὁ ἐκλεκτὸς λαὸς τοῦ Κυρίου ἐφρυάξατο, κατὰ τὸν θεο‐ πάτορα Δαυῒδ λέγοντα· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ | |
30 | λαοὶ ἐμελέτησαν κενά; καὶ τὰ ἑξῆς. Ὁρᾶτε, πιστοὶ, τῆς νηστείας τὴν χάριν; βλέπετε αὐτῆς τὰ βραβεῖα ἃ προξενεῖ τοῖς ἀτρέπτῳ γνώμῃ αὐτὴν κεκτημένοις; κα‐ τανοεῖτε τοὺς περιφρονοῦντας αὐτῆς τὴν νομοθεσίαν, οἷα σκληρὰ καὶ τραχεῖα δείκνυται; Ῥομφαία ἐστὶ λυο‐ | |
35 | μένη, ἐν προθύροις τῆς τοῦ Θεοῦ βασιλείας ἱσταμένη, καὶ ἐκθαμβοῦσα τοὺς μὴ μετὰ ἐπιεικείας καὶ πραότητος αὐτὴν εἰσδεχομένους· πάλιν δὲ νῶτα δίδωσι προσηνῶς πᾶσι τοῖς μετὰ καθαροῦ συνειδότος αὐτὴν προσλαμβά‐ νουσι, καὶ πρὸς ἄληκτον βίον, καὶ χαρὰν ἄμοχθον, | |
40 | καὶ τρυφὴν ἀνώδυνον χειραγωγοῦσα, καὶ μυρίων ἀγα‐ θῶν ἀντίδοσιν χορηγοῦσα. Καὶ εἰ θέλεις, ἐκ τῶν πολ‐ λῶν ὀλίγα συλλέξαντες εἴπωμεν, τίς νηστείαν κτησάμε‐ νος, μεριμνῶν βιωτικῶν ἐσχόλασέ ποτε, τίς αὐτὴν ἀγκαλισάμενος οὐκ ὀρθῶς τὰς ὁδοὺς Κυρίου διώδευσε, | |
45 | τίς ταύτην φυλάξας, οὐ πράως τὸν πλοῦν τὸν γήϊνον ἐπέρασε, τίς αὐτὴν ἐσχηκὼς, ὀρφανὸν ἢ χήραν ἠδίκησε, τίς αὐτὴν μαθητεύσας, τὰς ἡδονὰς τοῦ ἀέρος οὐχ ὑπῆλθε γαληνῶς, τίς ταύτην ἀσπασάμενος οὐκ ὀπτασιῶν καὶ θεωριῶν Κυρίου κατηξιώθη, τίς αὐτῇ γλυκανθεὶς διέλιπε | |
56.528(50) | μελετῶν ἡμέρας καὶ νυκτὸς ἐν τῷ νόμῳ Κυρίου. Ὁρᾶτε αὐτῆς τὴν παῤῥησίαν; ὁρᾶτε καὶ τὴν τιμὴν ἣν περι‐ βέβληται; πῶς ἐξ ἀρχῆς κόσμου δεσπόζει τῶν εὐσεβῶν; πῶς τὰ μέτρα αὐτῆς ἀπὸ καταβολῆς τοῦ κόσμου τε‐ τήρηνται; πῶς δοξάζει τοὺς τιμῶντας αὐτὴν, καὶ τοὺς | |
55 | μὴ φυλάττοντας ἐξουθενεῖ; Καθὼς ἀνωτέρω τοῦ λόγου εἴρηται, τὸν πρῶτον ἄνθρωπον μὴ φυλάξαντα τὴν νη‐ στείαν, ἐν ἐπιτιμίοις καὶ ἐσχάτῃ πτωχείᾳ καθεστῶτα, καὶ πόῤῥω τοῦ παραδείσου γεγονότα διὰ τὴν ταύτης καταφρόνησιν ἔγνωμεν. | |
60 | βʹ. Ἀκούσωμεν οὖν ἐξ ἀρχῆς τῆς ἱστορίας ἣν ὁ θεόπτης Μωϋσῆς ταῖς μετέπειτα γενεαῖς ἐξηγήσατο, μᾶλλον δὲ ὁ Δεσπότης τοῦ Μωϋσέως, ὡς πατὴρ φιλόστοργος, ἡμῖν ἀπεκάλυψεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγο‐ μένοις· καὶ γὰρ τὴν διήγησιν ταύτην ἐν ἐπιτόμῳ βού‐ | |
65 | λομαι διεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ | |
70 | εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Εἶδες, ἀγαπητὲ, τὴν Γραφὴν, πῶς σαφεστέραν ἡμῖν τὴν λύσιν χαρίζεται; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Πρὸ γὰρ τοῦ ἐλθεῖν τὸ φῶς εἰς τὸν κόσμον, ἐγίνωσκε τὴν οὐσίαν αὐτοῦ ὅτι καλὸν ἦν· ἀλλὰ τὰς ἡμετέρας διανοίας ἐγείρων πρὸς τὴν τοῦ | |
75 | κατασκευαζομένου δύναμιν καὶ δυναστείαν. Εἰ μὴ γὰρ | 527 |
56.529 | ἦν καλὸν, οὐκ ἂν αὐτὸ ἐποίησε, καὶ τὸ σκότος ἀπ’ αὐτοῦ διεχώρισεν· εἰ μὴ ποθεινὸν ἦν, οὐκ ἂν ἐκάλεσεν αὐτὸ φῶς, καὶ τὸ σκότος νύκτα, ἵνα ἐν τῷ φωτὶ αὐτοῦ πο‐ ρευώμεθα διαπαντὸς, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ | |
5 | ἀδολεσχῶμεν. Ἠδύνατο γὰρ ὁ Θεὸς ἑνὶ λόγῳ καὶ μιᾷ ῥοπῇ πάντα ἃ ἐποίησεν ἐν ταῖς ἓξ ἡμέραις ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστῆσαι. Ἀλλ’ οὐκ ἔδωκε χώραν τοῖς με‐ τέπειτα γινομένοις· Ἕλλησι λέγω καὶ τοῖς σοφοῖς, οἳ ἐμωράνθησαν ἐν τῇ σοφίᾳ αὐτῶν· τὸν γὰρ νόμον αὐτοῦ | |
10 | οὐκ ἐφύλαξαν, διὸ καὶ ἡ σοφία αὐτῶν εἰς ἀσυνεσίαν κατ‐ εγνώσθη. Τὰ γὰρ ἐν ἓξ ἡμέραις δημιουργηθέντα οὐκ ὤκνησαν οἱ τὴν κτίσιν μυθολογοῦντες εἰπεῖν αὐτομάτως γενέσθαι, καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν, ἥλιον καὶ σε‐ λήνην καὶ πάντα τὰ ὁρώμενα. Εἰ ἐν μιᾷ ὥρᾳ ταῦτα ἡ | |
15 | σοφία τοῦ Θεοῦ ἐποίησε, τίνα οὐκ ἂν πρόφασιν ἀναι‐ σχυντίας προβάλλεσθαι εἶχον; Ἀλλ’ αὐτὸς ὡς προνοητὴς ἐκώλυσεν αὐτῶν τὰς ἀδίκους γλώσσας καὶ ἰοβόλους, τὰς κατὰ τοῦ ποιητοῦ ἐπαιρομένας, καὶ παρὰ τὸν κτίσαντα τῇ κτίσει λατρευσάσας. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπαν‐ | |
20 | έλθωμεν, τὸν εἱρμὸν τῆς διηγήσεως ἐπὶ τὰ πρόσω φέ‐ ροντες. Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεός· Γενη‐ | |
25 | θήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω δια‐ χωρίζον ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος. Καὶ ἐκάλε‐ σεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. Εἶδες ἔργον ἐκ‐ πλῆττον διανοίας βροτῶν, ὅτι ἄνευ στύλων καὶ ἄνευ μο‐ χλῶν τὸ δημιούργημα τοῦτο συνέστηκε μέχρι συντελείας | |
30 | τοῦ αἰῶνος; Ὡς θαυμαστὰ τὰ ἔργα Κυρίου, καὶ τίς ἱκανὸς ἐξιχνιάσαι αὐτά; Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευ‐ τέρα. Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑπο‐ κάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω | |
35 | ἡ ξηρά· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, | |
40 | σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Ταῦτα τῷ ῥήματι τοῦ προστάσσοντος ἄρδην παρίσταντο· οὐδὲν ὑπῆρχε τὸ κωλύον, οὐδὲν τὸ παρεμποδίζον. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς τὴν Γραφὴν | |
45 | διανοίγουσαν ἡμῶν τὰς διανοίας πρὸς τὰ τελειότατα; Ποῦ εἰσιν οἱ λέγοντες, Οὗτος ὁ καρπὸς πικρὸς, αὕτη ἡ βοτάνη δηλητήριον ἐπάγεται, τοῦτο τὸ ὄρνεον σαρκοβό‐ ρον τί ἡμῖν καλὸν προξενεῖ; Ἄλλο κράξαν θάνατον ἀπειλεῖ· ἕτερον φωνῆσαν χειμῶνα σημαίνει· ἄλλο πε‐ | |
56.529(50) | τᾶσαν συμφορὰν ἡμῖν παρεισάγει. Πολλῶν γὰρ ἤκουσα ταῦτα φιλονεικούντων καὶ ληρωδούντων. Οὐκ ἔστι τοῦτο παραγραφὴ Χριστιανῶν; Ἃ γὰρ ἰδὼν ὁ Θεὸς εἶπε καλὰ λίαν, σὺ αὐτὰ μὴ ἐνύβριζε. Καὶ εἶπεν ὁ Θεός· Γενη‐ θήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ | |
55 | εἰς φαῦσιν τῆς ἡμέρας καὶ εἰς δᾳδουχίαν τῆς νυ‐ κτός. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤγουν τὸν ἥλιον, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φω‐ στῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, | |
60 | καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς. Τί πρῶτον θαυμά‐ σομεν οἱ ἄνθρωποι; τοῦ ἡλίου τὸ ὕψος τὸ ἀνείκαστον, τὸ μέγεθος, τὴν σφοδρότητα, τοῦ φωτὸς τὸ ἀμέτρητον, ἢ τῆς θέρμης τὸ ἀκατάσχετον; Πῶς ἐκ μιᾶς θρυαλλίδος, καὶ ἐκ μιᾶς οὐσίας ταῦτα πάντα κατηγλάϊσται, δρόμον | |
65 | ἀνύοντος αὐτοῦ, νοῦν καὶ ἔννοιαν καταπλήττοντα, ὡς ἐν μιᾷ ἡμέρᾳ ἀπὸ ἀνατολῆς φαινόμενος καὶ πρὸς δύσιν ἐρχόμενος, τόπος οὐδεὶς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ; Ποῦ τῶν Περσῶν τὰ τέκνα, οἱ θρησκεύοντες αὐ‐ τὸν ὡς θεὸν, καὶ τὸν κτίστην καταλιπόντες, τῷ κτίσματι | |
70 | αὐτοῦ τὴν τιμὴν προσάγουσιν; Οὐχὶ αὐτὸς ὁ ἥλιος ἀεν‐ νάως καθ’ ἡμέραν τὸν αὐτοῦ δρόμον διατελεῖ μετὰ φόβου μεγίστου καὶ εὐταξίας, καὶ ποτὲ μὲν νέφεσι καλυπτό‐ μενος, ποτὲ δὲ νότου πνεύσαντος τὰς ἀκτῖνας σμικρύ‐ νοντος; Οὗτος ὑμῶν ὁ ἥλιος, εἰς ὃν ὑμεῖς πεποιθότες | |
75 | τὴν λατρείαν προσάγετε. Πάντα καλὰ λίαν τοῦ Κυρίου τὰ ἔργα, καὶ φοβερὰ καὶ ἐξαίσια· ἀλλὰ πρὸς ὑπηρεσίαν ἡμῶν καθεστήκασιν, οὐχὶ δεσποτείαν. Πῶς δὲ καὶ ἡ σελήνη εἰς δᾳδουχίαν τῆς νυκτὸς τῷ προστάγματι τοῦ ποιητοῦ παρήχθη, καὶ ποτὲ μὲν αὔξησιν δέχεται, ποτὲ | |
80 | δὲ μείωσιν ὑπομένει, καὶ ποτὲ μὲν λάμπουσα μαρμα‐ | Column end |
56.530 | ρυγὰς φωτὸς ἐπαφίησι, ποτὲ δὲ λήγουσα αὐτῆς τὰ μέτρα ἀπαρασάλευτα διαφυλάττει μετὰ τῶν ἀστέρων τῶν πολυαριθμήτων χορῶν; Ἀλλὰ πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἥξωμεν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο | |
5 | πρωῒ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Κατάμαθε ἀκριβῶς τὸ ῥῆμα τοῦ Παντοκράτορος· Πόσα γένη ἰχθύων | |
10 | τῶν ἐν τῇ θαλάσσῃ παρέστησε, καὶ πόσον δῆμον πετει‐ νῶν ἐν τῷ ἀέρι παρεσκεύασε, τὰ μικρὰ, τὰ μείζονα· καὶ θαύμασον τῆς σοφίας αὐτοῦ τὴν ὑπερβολὴν, πῶς ἑνὶ λόγῳ τὰ πάντα παρήχθη. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ Θεός· | |
15 | Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετρά‐ ποδα, ἑρπετὰ καὶ θηρία, καὶ πᾶν κτῆνος κατὰ γένος καὶ καθ’ ὁμοιότητα. Ὢ τῆς μεγίστης σοφίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος. Πάντα τὰ κτήνη καὶ τὰ θηρία ἐν ῥιπῇ ὀφθαλμοῦ ἐποίησε, λέοντα, ἄρκον, δράκοντα, | |
20 | βοῦν, καὶ ἵππον, καὶ ὅσα τοῖς ἀνθρώποις πρὸς ὑπηρε‐ σίαν περισπούδαστα καὶ ἀγώγιμα. Ὁρᾷς τοῦ Δημιουρ‐ γοῦ τὴν σύνεσιν; Πάντα ἐποίησεν ἐν ἓξ ἡμέραις, φῶς, οὐρανὸν, γῆν, θάλασσαν, ἥλιον, σελήνην, ἄστρα, ὄρη, βουνοὺς καὶ πεδιάδας, θηρία, κτήνη, ἰχθύας, κήτη, τὰ | |
25 | ἐν τῇ θαλάσσῃ, τὰ ἐν τῇ χέρσῳ. Ὅθεν τιμιωτέραν βουλὴν καὶ ἔργον μέγιστον θέλων κατεργάσασθαι ὁ Πατὴρ τῶν φώτων, ὁ ὢν καὶ ὁ (sic) ἦν, ὁ νοῦς ὁ ἄναρχος, ὁ ἀγέν‐ νητος πρὸς τὸν Μονογενῆ· ὁ γεννήσας πρὸς τὸν γεννη‐ θέντα ἐξ αὐτοῦ ἀῤῥεύστως τὸν Υἱὸν, τὸν Λόγον, τὴν | |
30 | σοφίαν, τὴν ἀκατάληπτον, θεοπρεπῆ καὶ μυστικὴν βουλὴν ἐπεισάγει λέγων· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέ‐ τωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, | |
35 | καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Καὶ ἵνα μὴ δείξῃ τὸ Πνεῦμα τὸ ἅγιον ἀλλό‐ τριον τῆς δημιουργίας, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν | |
40 | ζῶσαν. Εἶδες ἐξαίρετον πλάσμα τῆς τοῦ Θεοῦ δημιουρ‐ γίας; εἶδες βασιλέα τῆς κτίσεως καθεστῶτα τὸν Ἀδάμ; εἶδες τιμὴν ὑπερβάλλουσαν τὸν ἐν τῇ χειρὶ δημιουρ‐ γηθέντα; Μάθε αὐτοῦ καὶ τὰ χαρίσματα, ἃ παρέσχεν αὐτῷ ὁ Θεὸς μετὰ τῆς πλάσεως. Καὶ ἐφύτευσεν ὁ | |
45 | Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ ἐξανέτειλεν ἐκ τῆς γῆς ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι καλὸν καὶ πονηρόν. Βαβαὶ | |
56.530(50) | τῆς τιμῆς τοῦ Θεοῦ τῆς εἰς ἡμᾶς γενομένης! βαβαὶ τῆς φιλανθρωπίας, ἧς ἐπεδείξατο τῷ γένει τῶν ἀνθρώπων! βαβαὶ τῶν ἀῤῥήτων ἀγαθῶν, ὧν μετέσχηκεν ὁ Ἀδάμ! Οὐ γὰρ ἠρκέσθη ἡ ἄφατος αὐτοῦ κηδεμονία, ἐκ τοῦ μὴ ὄντος αὐτὸν ἐποίησεν, ἐκ χοὸς βασιλέα τῆς κτίσεως | |
55 | ἐχειροτόνησεν· ἀπὸ γῆς ὑπέρτιμον ἀγγέλοις ἀνέδειξεν· ἐκ τῆς ἀψύχου ἔμψυχον ἴνδαλμα ἐπεισήγαγε. Ποίαν ἀρε‐ τὴν ἐπεδείξατο ὁ Ἀδὰμ, ὅτι τοιαύτην ἀμοιβὴν αὐτῷ ἐχαρίσατο; ποίους ἀγῶνας καὶ ἱδρῶτας ὑπέμεινεν, ὅτι τοιούτων στεφάνων ἐπέτυχε; ποίαν δοξολογίαν ἤνεγκε τῷ | |
60 | ποιήσαντι, ὅτι μέσον τοῦ παραδείσου οἰκιστὴν αὐτὸν ἀνέδειξε; ποῖον ἔργον ἔνδοξον ἀπετέλεσεν, ὅτι ἄμοχθον βίον ἐπεσπάσατο; ποίαν δουλείαν θεάρεστον κατειργά‐ σατο, ὅτι τοιαύτης ἀπήλαυσε δωρεᾶς; Ἀλλ’ ὅμως ὁ φιλ‐ άνθρωπος τοιούτοις ἐκόσμησε χαρίσμασι τὸ πλάσμα, | |
65 | ὅθεν καὶ πρὸς περισσοτέραν χαρὰν, καὶ ἀγαλλίασιν, καὶ ἄλλην ἐργασίαν ἐπεδείξατο. Ἐπέβαλε γὰρ, φησὶν, ἐπὶ τὸν Ἀδὰμ ὁ Θεὸς ἔκστασιν, καὶ ὕπνωσε, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνέπλασε γυναῖκα. Ὄντως θαυμαστὰ τὰ ἔργα Κυρίου! ὄντως ἀνεξιχνίαστοι | |
70 | αἱ ὁδοὶ αὐτοῦ! ὄντως ἀνεκδιήγητος ἡ ἀγαθότης αὐτοῦ! Οὐ γὰρ ἠρκέσθη τῷ Ἀδὰμ ἀπὸ χοὸς γενέσθαι ἄνθρωπον καὶ ἐν παραδείσῳ τῆς τρυφῆς ἀπολαύειν κελεύσας, ἀλλὰ καὶ βοηθὸν αὐτῷ ἐποίησε. Πόσην χαρὰν τότε ἦν εἰληφὼς ὁ Ἀδὰμ, ὅτε ἐθεάσατο ἀπὸ τοῦ ὕπνου παρακαθιζομένην | |
75 | αὐτῷ τὴν γυναῖκα; πόσης εὐφροσύνης αὐτοῦ ἡ ψυχὴ ἐνεπίμπλατο κοινωνὸν θεωρῶν τὴν γυναῖκα, καὶ ὁμότρο‐ πον καὶ ὁμόδοξον αὐτὴν καθεστῶσαν; πόσης θυμηδίας καὶ προφητείας ἠξιώθη, ἐν τῷ θεάσασθαι Ἀδὰμ Εὔαν, τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοῦ μορφὴν ἰδίαν καὶ χαρα‐ | |
80 | κτῆρα ἄντικρυς παρισταμένην; Ὅθεν ἐν ἀγαλλιάσει | 529 |
56.531 | ψυχῆς προεφήτευσεν ἀναφανδὸν τὴν ἀλήθειαν· φησὶ γὰρ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἰδίου ἀνδρὸς ἐλήφθη. Εἶδες προφήτην τηλαυγέ‐ | |
5 | στατα προλέγοντα τὰ μετέπειτα γενησόμενα; εἶδες Πνεύματος ἁγίου κοινωνίας μετέχοντα τὸν Ἀδὰμ, καὶ χάριτος, ἧς ἠξίωται; εἶδες ἐξαίρετον λόγον τὸν μετὰ πολλὰς γενεὰς ἕως ἐσχάτων βεβαιούμενον; δʹ. Ἀλλ’ οὐκ ἤνεγκε τὴν μεγίστην παῤῥησίαν καὶ τοῦ | |
10 | Πνεύματος τὴν χορηγίαν ὁ σκολιώτατος δράκων. Οὐκ ἔφερε τοῖς ὀφθαλμοῖς αὐτοῦ θεωρεῖν τὴν τιμὴν καὶ τὴν χάριν τοῦ πλάσματος, ἣν εἴληφε παρὰ τοῦ Δημιουργοῦ· ἀλλ’ ἅπερ ἐμελέτησε, ταῦτα καὶ κατειργάσατο. Εὑρὼν γὰρ ὄργανον τῆς ἑαυτοῦ σκαιωρίας καὶ κακοβουλίας | |
15 | τὸν ὄφιν, συνεργὸν ποιεῖται τῆς κακίας αὐτοῦ· καὶ οὐκ ἐτόλμησε πρὸς τὸν Ἀδὰμ εἰσελθεῖν, ἀλλὰ πρὸς τὸ σαθρότερον καὶ ἁπαλώτερον, καὶ τῷ φρονήματι καὶ τῇ πράξει. Καὶ μηδεὶς τοῦ Θεοῦ τὴν δημιουργίαν μέμψοιτο. Ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐποίησεν ὁ Θεὸς, οὕτως καὶ τὴν | |
20 | Εὔαν ᾠκοδόμησε, τοῦ αὐτοῦ κράματος, τοῦ αὐτοῦ φυρά‐ ματος, τῆς αὐτῆς τάξεως. Ἀλλ’ ἡ βουλὴ τοῦ ἀντικει‐ μένου ἐποίησε σαθρὸν καὶ τὸ σῶμα καὶ τὴν φρένα τῆς Εὔας. Ὁ γὰρ ἐκ γῆς χοϊκὸς γενόμενος ἀθάνατος, καὶ τὴν ἀξίαν τῆς διαπλάσεως εἰληφὼς χειρὶ τοῦ Παντοκρά‐ | |
25 | τορος, καὶ ὁ τῆς ἀνθρωπίνης ἐπωνυμίας διὰ δεσποτικῆς ἀξίας προσλαβὼν τὸ ὄνομα, καὶ ἧς οὐκ ἦν ἄξιος προσηγορίας ἀκούσας, ταύτης καὶ τὴν πρᾶξιν εἰληφὼς, εἰς θεότητος ἀξίαν τὸν νοῦν ἑαυτοῦ ἀνεπτέ‐ ρωσε, καὶ κατὰ τοῦ πλάστου αὐτοῦ πτέρναν ὁ ἄθλιος | |
30 | ἐπῆρε· καὶ ὅπως ἄκουε. Ὁ γὰρ κακόβουλος ὄφις προσ‐ ελθὼν, τί φησι τῇ γυναικί; Τί ὅτι ἐνετείλατο ὑμῖν ὁ Θεὸς ἐκ τοῦ καρποῦ τοῦ γινώσκειν καλὸν καὶ πο‐ νηρὸν μὴ φαγεῖν; ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς | |
35 | θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Βλέπεις, ἀκροατὰ, τοῦ ἐχθροῦ τὴν ἐπίνοιαν; βλέπεις τοῦ πλάνου τὰ σκάνδαλα; ὁρᾷς οἷος πολύπλοκος ὢν, διὰ ποίων ῥη‐ μάτων ἐδελέασε τὴν Εὔαν; ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, διανοιχθήσονται | |
40 | ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ τῆς κακοβουλίας τοῦ πλάνου! ὢ τῆς ἀτιμίας ἧς προσήγαγε διὰ δολίων ῥημάτων τῇ γυναικί! ὢ τῆς ἐνέδρας, δι’ ἧς καταβάλλει εἰς ᾅδου πυθμένα τὸν εἰς ὕψος ἀναχθέντα τῇ τοῦ Θεοῦ φιλανθρω‐ | |
45 | πίᾳ! Καὶ οὐ γυμνὸς προσέρχεται τῇ Εὔᾳ ὁ δόλιος, ὡς ἦν αὐτοῦ ἡ ἀξία, ἀλλ’ ἐν ἐνδύματι τοῦ ὄφεως προσομιλεῖ τῇ γυναικὶ πρὸς τὸ δελεάσαι αὐτὴν, καὶ ἀκουτισθῆναι τούτου τοῖς ῥήμασιν εὐπειθῶς. Εἰ γὰρ ἦλθεν ὡς ἦν μεμορφωμένος, εὐθέως ἡ Εὔα ἀπεπήδα, καὶ πρὸς τὸν | |
56.531(50) | ἴδιον ἄνδρα ἀπέτρεχεν. Ἀλλὰ τὴν τοῦ ὄφεως μορφὴν ἐνδυσάμενος ὁ πανοῦργος, τοιούτοις λόγοις πρὸς αὐτὴν ἐχρήσατο· Προσελθοῦσα ἅψαι τοῦ ξύλου, οὗ ὑμῖν ἐνετεί‐ λατο ὁ Θεὸς μὴ φαγεῖν· πρόσχες εἰς αὐτὸ, ὡραῖον εἰς ὅρασιν τοῖς ὀφθαλμοῖς σου πρόκειται, καὶ καλὸν εἰς βρῶ‐ | |
55 | σιν τῷ στόματί σου γενήσεται. Ἰδοὺ νῦν φοβερὰ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς καθέστηκας, φοβερωτέρα μετὰ τὴν γεῦσιν αὐτοῖς ὀφθήσῃ· ἀρτίως μορφὴν ἀνθρω‐ πίνην περικειμένην σε θεωροῦσι, νυνὶ δὲ γευσαμένη τοῦ ξύλου, θεότητος μόρφωσιν περιβαλήσῃ, καὶ γινώσκουσα | |
60 | γενήσῃ καλὸν καὶ πονηρόν. Οὐδὲν ἀπὸ τῶν ὀφθαλμῶν ὑμῶν ἀποκρυβήσεται, οὐδὲ ἐκ τῆς ἀκοῆς ὑμῶν τι λήθῃ παραδράμῃ, ἀλλὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα ἐν ὑμῖν γενήσεται εὔδηλα καὶ φανερά. Δελεάζεται τοίνυν τοῦ πλάνου τοῖς λόγοις ἡ γυνή· ἄρχεται τὴν ἐπαγγελίαν | |
65 | τοῦ ὄφεως ἐν τοῖς στέρνοις ἐγγράφειν, καὶ κατὰ τοῦ πλάστου ἐπαίρει πτέρναν. Εἶτα πρόσεισι τῷ ἀνδρὶ τοιαῦτα ἀπαγγέλλουσα τὰ πικρότερα χολῆς ῥήματα, καί φησι· Τί ὅτι ἡμῖν ἐνετείλατο ὁ Θεὸς τοῦ μὴ φαγεῖν τοῦ ξύλου τούτου; ᾟ δ’ ἂν ἡμέρᾳ φαγώμεθα, διανοιχθήσον‐ | |
70 | ται ἡμῶν οἱ ὀφθαλμοὶ, καὶ ἐσόμεθα γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ συμβουλίας κακίστης! ὢ λόγων πικρο‐ τέρων χολῆς! Οὐχ ἑώρακε τοῖς ὀφθαλμοῖς αὐτῆς τὸ φῶς τῆς ἀληθείας· οὐχ ὑπήκουσε τοῖς ὠσὶν αὐτῆς τῆς ζωῆς τὴν ἀκρόασιν· οὐκ ἐγεύσατο τῷ στόματι τὴν γλυκύτητα | |
75 | τοῦ φιλανθρώπου· οὐκ ἐψηλάφησε ταῖς χερσὶν αὐτῆς τοῦ φωτὸς τὴν πύλην. Πρὸ τῆς συναφείας ξένον τὸν ἄνδρα τοῦ Θεοῦ ἐποίησε· πρὸ τῆς ἐνοικήσεως πένητα τὸν βα‐ σιλέα καθίστησι· πρὸ τῆς τεκνογονίας τοῖς τέκνοις τὴν κατάραν ἐτεκτήνατο· πρὸ τοῦ τεκεῖν υἱοὺς καὶ θυγατέρας | |
80 | ἐξορίαν τοῖς ἐγγόνοις ἐπεισήγαγε· πρὸ τῆς συμβιώσεως | Column end |
56.532 | τοῦ ἀνδρὸς, ξένον αὐτὸν τοῦ παραδείσου ἐποίησεν. Ὢ τῆς κακίας! ὢ τῆς ἀφροσύνης! ὢ τῆς ἀπάτης! Πείθει τὸν ἄνδρα τοῖς λόγοις αὐτῆς, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ, φέρει πρὸς τὸν ἀπατηθέντα, καὶ κατάγει εἰς ᾅδου | |
5 | πυθμένα τὸν ὑψηλὸν τοῖς θηρίοις καὶ πετεινοῖς φαινό‐ μενον· καταβάλλει τὴν φρένα τὴν παντὸς τοῦ ὑπὸ τὸν οὐρανὸν ἀκεραιοτέραν σβεννύει τὸ φῶς τῶν ὀφθαλμῶν τῶν καθ’ ἑκάστην Θεὸν καθορώντων· ἐμβάλλει δειλίαν ταῖς φρεσὶ τοῦ συνεχῶς Θεῷ ἐντυγχάνοντος· παραλύει | |
10 | τὰς χεῖρας τὰς εὐλογησάσας τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς, καὶ τούτοις τὰς ἐπωνυμίας ἐπιθη‐ σάσας. Γίνεται ὁ βασιλεὺς πένης, ὁ πλούσιος προσδεὴς, ὁ φιλικῇ συντυχίᾳ τῷ Θεῷ διαλεγόμενος ὡς κλέπτης ὑπὸ δένδρον κρυπτόμενος· ὁ ἄρχων οἰκέτης, ὁ καθαρὸς | |
15 | τῇ καρδίᾳ ῥερυπωμένος ὅλως, ὁ τῇ ψυχῇ ὑπέρλαμπρος, σκοτεινὸς καθεστώς. Καὶ ἦν ἰδεῖν τὸν ὡς ἥλιον λάμποντα ἐζοφωμένον αἴφνης· τὸν φοβερὸν τοῖς δαίμοσιν, ὡς παίγνιον προκείμενον· τὸν ἐλεύθερον πλασθέντα, ὡς δοῦλον κρυπτόμενον· τὸν ἔνδοξον καὶ ἔντιμον, ὡς | |
20 | ἄδοξον καὶ ῥυποειδῆ κατακείμενον. Διὸ, φιλακροάμονες, ἀνακεφαλαιώσαντες τὴν ἱστορίαν ταύτην, ἴδωμεν τῆς Γραφῆς τὴν ἄβυσσον, τὸν εἱρμὸν τῆς διηγήσεως ἐμφαί‐ νοντες. Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ | |
25 | ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. Καὶ λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς. Ὁρᾷς τρυφὴν θάνατον προξενοῦσαν; ὁρᾷς τρυφὴν εἰς ᾅδην ἐκπέμπουσαν; ὁρᾷς γεῦσιν παραδείσου ποιοῦσαν ξένον τὸν μεταλαμβάνοντα; Καὶ μηδεὶς τῶν | |
30 | ἐχόντων ἀκεραιότερον νοῦν τῷ ξύλῳ τὴν μέμψιν προσα‐ γάγοιτο, ἀλλὰ τῷ μεταλαβόντι. Ὥσπερ γάρ τις βασιλεὺς στρατιώτῃ αὐτοῦ παραγγείλας μὴ εἰσελθεῖν τινα τῶν ἀρχόντων ἔνδοθεν τοῦ βασιλικοῦ κοιτῶνος, εἰ μὴ αὐτὸς προστάξει τούτῳ, ἢ μυστήριον αὐτοῦ ἀναγγείλας μηδένα | |
35 | τῶν ἔξωθεν καταμαθεῖν πλὴν αὐτοῦ μόνον, ἐκεῖνος δὲ ἐξελθὼν κατάδηλον ποιήσῃ τὸν λόγον οἷς ἂν θέλῃ καὶ βούληται, εἰπέ μοι, οὐκ ὑποστήσεται δίκην ὁ τοιοῦτος, ὅτι βασιλικοῦ κατεφρόνησε κράτους; Τοιοῦτον καὶ ἐπὶ τὸν Ἀδὰμ ἐκαινουργήθη. Πάντα δέδωκεν αὐτῷ ὁ Θεὸς | |
40 | εἰς βρῶσιν καὶ ἀπόλαυσιν, τὰ φυτὰ, τοὺς καρποὺς, τὰ ὕδατα, τοῦ παραδείσου τὴν τερπνότητα, τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας· ἑνὸς δὲ μόνον ξύλου δέδωκεν αὐτῷ φυλάσσειν, ὑπόδειγμα δεσποτικὸν εἰκονίζων καὶ ἐντολὴν πρὸς ὑπακοὴν τοῦ πλάστου. Αὐτὸς δὲ μήτε τού‐ | |
45 | των τῶν χαρισμάτων ἐντὸς γενόμενος, μήτε τῆς ἀξίας τὴν ὑπερβολὴν τιμήσας, μήτε τοῦ κράτους αὐτοῦ τὴν ἐλευθερίαν φυλάξας, τῷ παρανόμῳ καὶ ἐχθρῷ τῆς ἀλη‐ θείας ἐπηκροάσατο, καὶ ἥψατο τῆς παρακοῆς, καὶ γέγονεν ὁ ἀθάνατος θνητὸς, ὁ ἄρχων τοῦ παραδείσου γυμνὸς τῆς | |
56.532(50) | τούτου οἰκήσεως, ὁ τρίβους τῆς ἀληθείας ὁδεύων, τῶν δαιμόνων ἐπίχαρμα γενόμενος, ὁ Πνεύματος ἁγίου ἐμπεπλησμένος, πνευμάτων πονηρῶν πεπληρωμένος, ὁ προφητείᾳ ἠγλαϊσμένος, μηδὲ ἑαυτὸν γνωρίζων ὁποῖος ἦν. Ἀπαρτισθείσης τῆς παρακοῆς λοιπὸν τῆς θανατη‐ | |
55 | φόρου, θεασάμενοι Ἀδὰμ καὶ Εὔα, ὅτι γυμνοὶ ὑπῆρχον διὰ τῆς παραβάσεως αὐτῶν· ὅτε γὰρ θεοκόσμητον στο‐ λὴν τῆς ἀθανασίας ἦσαν περιβεβλημένοι, τὴν ἑαυτῶν γύμνωσιν οὐχ ἑώρων· ὅτε δὲ ἦλθεν ἡ παράβασις, καὶ ἀπηρτίσθη τὸ ἔργον τῆς παρακοῆς, τότε ἐθεάσαντο τὴν | |
60 | ἀσχημοσύνην αὐτῶν. Εἶτα Ἤκουσαν, φησὶ, τῆς φωνῆς τοῦ Κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ. Περιεκόπη τῆς παῤ‐ ῥησίας ἡ πρόφασις· ἦλθεν ἡ παράβασις, καὶ κρύπτονται | |
65 | ἀπὸ τοῦ Παντοκράτορος. Τοιοῦτοί εἰσιν οἱ ἐν ἁμαρτίαις περιβεβλημένοι. Ὅταν γάρ τις πορνεύσῃ ἢ μοιχεύσῃ, καὶ ἐξέλθῃ ἐκ τῆς θύρας τῆς πόρνης, καὶ ἀπαντήσῃ κἂν ἄνδρα κἂν γυναῖκα, συντυχίας ἰδίας ἑαυτῶν διηγουμέ‐ νους, ὁ ποιήσας τὴν ἁμαρτίαν νομίζει ὅτι ἡ συντυχία δι’ | |
70 | αὐτὸν καθίσταται, καὶ ἐρυθριᾷ καὶ ἐντρέπεται, τῆς ἁμαρτίας αὐτὸν ἔνδοθεν διελεγχούσης. Τοῦτο πέπονθεν ὁ Ἀδὰμ καὶ ἡ Εὔα. Πολλάκις γὰρ τοῦ Θεοῦ περιπα‐ τοῦντος ἐν τῷ παραδείσῳ, οὐδέποτε αὐτὸν ᾐδέσθησαν ἢ ἐνετράπησαν· ἀλλ’ ὅτε ἀπετελέσθη τὸ ἔργον τῆς ἁμαρ‐ | |
75 | τίας καὶ τῆς παρακοῆς, τότε κρύπτονται ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ πάντα ἐφορῶντος, κερδᾶναί τι προσδοκῶν‐ τες· ἀλλὰ μάτην αὐτοῖς καθέστηκε ἡ φρόνησις αὕτη. Διὸ ὡς μὴ ἔχοντες ἀπολογίαν ἢ παῤῥησίαν πρὸς τὸν κρυφιογνώστην, αὐτὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς | |
80 | φησι πρὸς τὸν Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; πρόφασιν ἀπο‐ | 531 |
56.533 | λογίας αὐτοῖς χαριζόμενος· Ποῦ εἶ; Ἰδοὺ καὶ τοῦ ξύλου ἔφαγες, καὶ τῆς ἐπιθυμίας οὐκ ἐπέτυχες· ἰδοὺ καὶ τὴν παράβασιν ἐποίησας, καὶ τῆς θεώσεως ἐξέπεσες. Ἀδὰμ, ποῦ εἶ; Ὁ δὲ, Τῆς φωνῆς σου ἤκουσα περιπατοῦν‐ | |
5 | τος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Ὁρᾷς τῆς ἁμαρτίας τὴν ἐντροπήν; ὁρᾷς τῆς παραβάσεως τὴν ἀσχημοσύνην; ὁρᾷς τὸ δικαστήριον τὸ ἔνδοθεν γεγενημένον τῷ Ἀδὰμ, καὶ κατηγοροῦν τὴν αὐτοῦ ἐκ τοῦ Θεοῦ ἀλλοτρίωσιν; Καὶ εἶπεν ὁ Θεός· Τίς | |
10 | ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Ἀφῆκας ἐμὲ τὸν πλάσαντα, καὶ τῷ ἐχθρῷ προσῆλθες; εἴασας ἐμὲ τὸν δημιουργήσαντα, καὶ τῷ πλάνῳ συγκατέθου; Ἐγώ σοι ἐνετειλάμην τούτου | |
15 | μόνου μὴ φαγεῖν, καὶ σὺ τῷ διαβόλῳ σύμβουλος γέγονας; Εἶπεν ὁ Ἀδάμ· Ἡ γυνὴ, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ὢ πρόφασις εὔλογον μὴ ἔχουσα! ὢ ἀπολογία μὴ ὠφελοῦσα τὸν λα‐ λοῦντα! ὢ λέξις πικρὰ, μὴ διασώζουσα τὸν λέγοντα! | |
20 | Τὴν γυναῖκά σοι δέδωκα βοηθὸν, οὐκ αὐθεντοῦσαν· συνήγορον, οὐ δέσποιναν· ὁμογνώμονα, οὐ διδάκτριαν· σύζυγον, οὐκ ἄρχουσαν· ὑποχείριον, οὐχ ὑψηλοτέραν· συγκύπτουσάν σοι, οὐ κατακρατοῦσάν σου. Ὅθεν ὡς τῷ ἐχθρῷ ἀκροασάμενος, κἀμοῦ παρακούσας, δέχου τελείαν | |
25 | τὴν ἐπιτίμησιν, ἣν οὐ παρασαλεύσουσι μακροὶ αἰῶνες, ἣν οὐδεὶς ὑπερβήσεται τούτου τοῖς ὅροις, ἣν ὁ σῶμα φο‐ ρῶν καὶ ἐλθὼν εἰς τὸν κόσμον, οὐ περάσει τοῦτο τὸ πέλαγος. Ὅρα, Ἀδὰμ, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνε‐ | |
30 | τειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν ἀπ’ αὐτοῦ, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάν‐ θας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου | |
35 | φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Ὢ τῆς κατάρας ταύτης, ἥτις τὰ ὁρατὰ καὶ τὰ ἀόρατα τρέμειν ἐποίησεν! ὢ τῆς λέξεως, ἣν οἱ ἄπειροι αἰῶνες οὐ παρεσάλευσαν! ὢ τῆς ἐπιτιμήσεως, δι’ ἧς ὁ πολυ‐ | |
40 | χρόνιος κόσμος αὐτὴν οὐκ ἐπαλαίωσεν! ὢ τοῦ ῥήματος, ὃ βασιλεῖς καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες φρίττουσι καὶ δεδοίκασι! Καὶ ἐξέβαλε Κύριος τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐρ‐ γάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη· καὶ προσέταξε | |
45 | Κύριος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὸν Ἐδὲμ παράδεισον, καὶ ἀδιάβατον τη‐ ρεῖν τὴν εἴσοδον, ἵνα μή τις τῶν σάρκα φορούντων καὶ τὴν παχύτητα τοῦ σώματος περικειμένων διέλθῃ ταύτης τὴν πύλην. Τὸ δὲ δεσποτικὸν ῥῆμα ἔργον γέγονε αἰώ‐ | |
56.533(50) | νιον, καὶ ἡ ἀπόφασις αὕτη θάνατον εἰς τὸν κόσμον εἰσή‐ γαγε· καὶ βασιλεῖς ταύτην τὴν φωνὴν δεδοίκασι, καὶ ἄρ‐ χοντες τρέμουσι τὸ ῥῆμα τοῦτο, πλούσιοι εἰς τὴν ἀπό‐ φασιν ταύτην ἔγκεινται, καὶ πτωχοὶ ὡς χρέος τοῦτο ἐκ‐ δέχονται, καὶ πάντες βροτοὶ ὡς τῆς φύσεως μέτοχοι τὸν | |
55 | θάνατον ἀναμένουσι. Τί γὰρ ἔπραττεν ὁ Ἀδὰμ ἔξω τοῦ παραδείσου καθήμενος; Ἦν σκάπτων, μετὰ κλαυθμοῦ ἐργαζόμενος, μετὰ στεναγμοῦ, ἱδρῶτι περιῤῥεόμενος, ἀχθοφορῶν, τοῦ ἡλίου τὸν καύσωνα μὴ φέρων, πηγνύ‐ μενος τῷ τῆς νυκτὸς παγετῷ, καὶ κλαίων οὐκ ἐπαύετο | |
60 | ἐννοῶν οἵας τρυφῆς ἐστερήθη, στεναγμοῖς ἐκέχρητο ἐκ κατωτάτου στήθους, λόγους ὀδυνηροὺς ἐξηρεύγετο τὸ στόμα αὐτοῦ· καὶ πρὸς τὴν Ἐδὲμ τοὺς ὀφθαλμοὺς ἀνα‐ πετάζων, τὴν κάραν τε κινῶν ἔνθεν κἀκεῖθεν, γοερῶς ἀπωδύρετο, καὶ ἐν κλαυθμῷ ἀπαραμυθήτῳ ἐκραύγαζε | |
65 | φωνῇ μεγάλῃ! ὢ πόσων ἀγαθῶν τῶν σῶν ἠλλοτρίωμαι, πανόλβιε παράδεισε! ὢ πόσης εὐφροσύνης ἐνεπίμπλατό μου ἡ ψυχὴ θεωροῦντος τὸ σὸν κάλλος! ὢ πόσης ἀγαλ‐ λιάσεως ἀπήλαυον ἔνδοθέν σου καθήμενος. Πῶς εὐφραι‐ νόμην ἐκ τῆς ὀσμῆς τῶν ἀνθέων σου! πῶς προέκειτό μοι | |
70 | ἡ ἄμοχθος τράπεζα! πῶς ἀνέβλυζέ μοι ὁ κρατὴρ ὁ ἀεί‐ ζωος! πῶς ἐνήδυνέ μου τὸ πνεῦμα ἡ τῶν ἀγγέλων πο‐ λιτεία! πῶς περιέλαμπέ μου τοὺς ὀφθαλμοὺς τὸ φῶς τὸ ὑπέρλαμπρον. Πάντα τὰ ποιήματα ὡς βασιλεῖ τὴν τιμήν μοι προσέφερον! Πᾶσι τοῖς θηρίοις φοβερὸς καθ‐ | |
75 | ιστάμην· πᾶσι τοῖς πετεινοῖς οἷς ἤθελον προσέταττον· | |
πᾶσα ἡ κτίσις ὡς δεσπότῃ μοι προσέβλεπεν. Ἀπηλλο‐ | Column end | |
56.534 | τρίωμαι τούτων ὡς παραβάτης· ἐξωρίσθην τῆς τρυφῆς ὡς ἀνδράποδον· ἐδιώχθην τῆς χαρᾶς σου ὡς παρά‐ νομος· ἀπηλάθην τῆς κατοικίας σου ὡς δραπέτης. Τί κλαύσω πρῶτον, τί δεύτερον; τὴν στέρησιν τοῦ κάλλους | |
5 | σου; τὴν χαρὰν τὴν ἄληκτον; τὴν ἀμέριμνον ζωήν; τὴν ἀκήρατον δόξαν; τῶν ἀγγέλων τὴν ἀλλοτρίωσιν; τὴν τῶν ἀρχαγγέλων στέρησιν; τῆς βασιλείας τὸ κλέος; τῶν δένδρων τὴν τερπνότητα; τοῦ φωτός σου τὴν λαμπα‐ δουχίαν; τὴν μαρμαρυγὴν τὴν ἀκήρατον; τὴν γύμνωσιν | |
10 | ἣν περίκειμαι; τῆς ἀσχημοσύνης τὰ λείψανα; τὸν ὀνει‐ δισμὸν τῶν ἀγγέλων· τῶν θηρίων τὸ ἀνυπότακτον; τῶν κτηνῶν τὸ ἄκαμπτον; τοῦ Θεοῦ τὴν φιλίαν; τοῦ Πνεύ‐ ματος τὴν ἀλλοτρίωσιν; τὸν μακαρισμὸν τὸν ἀΐδιον; Ποῖον κοπετὸν κόψομαι; ποῖον κλαυθμὸν θρηνήσω· | |
15 | ποίαν ταπείνωσιν ἀσπάσομαι; ποίαν τραγῳδίαν ἄρξομαι; ποῖον στεναγμὸν ἀναπέμψω; ποίαν ὀδύνην καταπαύσω; τὴν ἀρτίως παρεστῶσαν; τὴν μετὰ ταῦτα; τὴν ἐν τοῖς καταχθονίοις, τὴν ἐν ἱδρῶτι τοῦ προσώπου; τῶν ἀκανθῶν τὴν βλάστησιν; τῆς γῆς τὴν ἐπιτίμησιν; Οὐ φέρω τῆς | |
20 | λύπης τὰ λείψανα, οὐ φέρω τὸν στεναγμὸν, οὐ φέρω ἀπ‐ έναντι τῆς τρυφῆς σου καθήμενος βλέπειν σε. Ξένος γὰρ γέγονα τῆς σῆς διατριβῆς, ξένος τῆς σῆς κατοικίας, ἀλλό‐ τριος τῆς ἀϊδίου ἀπολαύσεως, ξένον ἐμαυτὸν κατέστησα τοῦ Θεοῦ οἰκείᾳ μου βουλῇ. Ξένος ἀπάρτι γενήσομαι τῆς | |
25 | σῆς θεωρίας καὶ ὁράσεως. Οὐκέτι σου τῆς τρυφῆς ἀπο‐ λαύσω, οὐκέτι τῆς μακαριότητός σου ἡδυνθῶ, οὐκέτι σου τῆς θέας ἀπολαύσω, οὐκέτι σου τῆς μαρμαρυγῆς ἐλ‐ λαμφθῶ, οὐκέτι ἐν σοὶ κατοικήσω. Πάντα κενά μοι γέ‐ γονε· πάντα παρῆλθον ὡς σκιά· πάντα διέβη ὡς ὄναρ· | |
30 | πάντα ἠφανίσθησαν ὡς ἀνύπαρκτα ἀπὸ τῶν ὀφθαλμῶν μου. Εἰ δύνασαι, κἂν σὺ παρακάλεσαι τὸν πλάστην, ὅπως μὴ χωρισθῶ τῆς συναυλίας σου. Κατάκαμψον τὰ δένδρα σου, καὶ πρόσπεσον τῷ εὐσπλάγχνῳ, καὶ τῷ ἤχῳ τῶν φύλλων σου ἀνάκραξον ἐν ἰσχΰι. Πανόλβιος γέγονας | |
35 | κελεύσματι τοῦ Δεσπότου, καὶ παῤῥησίαν ἔχεις ὡς οἶκος τοῦ Θεοῦ ἡμῶν. Ἆρον ὥσπερ ὀφθαλμοὺς τῶν καρπῶν σου τὰ εἴδη, καὶ ὥσπερ στόμα εὔλαλον τὴν τῶν φυτῶν εὐωδίαν, ἵνα μείνῃς ἀνεῳγμένος τῷ σὲ ἀγαπήσαντι. Ἰδοὺ νῦν τὸ στόμα μου κράζειν ἐκοπίασε· ἰδοὺ καὶ ἡ | |
40 | γλῶσσά μου λαλεῖν ἀπεπαύσατο· ἰδοὺ καὶ ὁ λάρυγξ μου σιγῇ καταδέδεται. Ὡς παράβουλος κατακέκριμαι, ὡς ἄθλιος γεγύμνωμαι, ὡς ἄνομος ἐκβέβλημαι, ὡς γήϊνος τῇ γῇ παρεδόθην, ὅθεν ἐξῆλθον· ὅθεν ἐπλάσθην, ἀναλύω, καὶ οὐκέτι σου θεωρῶ τοῦ κάλλους τὴν ὡραιότητα. Εἶτα | |
45 | στραφεὶς πρὸς τὴν γυναῖκα, ὀνειδισμοῖς ἐκέχρητο, καὶ ἐν πικρίᾳ ψυχῆς ἔλεγε· Τί μου τὴν ἀθανασίαν ἐθέρισας, γύναι; τί τὸν ὑψηλὸν ἐποίησας ταπεινόν; τί τὸν παντ‐ άρχην κατέστησας προσαίτην; τί τὸν βασιλέα τῆς κτί‐ σεως δοῦλον ἀνέδειξας; τί μου τοὺς φωτεινοὺς ἐτύφλω‐ | |
56.534(50) | σας ὀφθαλμούς; τί με τὴν στολὴν ἐξέδυσας, ἣν οὐκ ἐξ‐ ύφανας; τί τὴν τιμήν μου ἐφθόνησας; τί τὸ ἀρχέτυπόν μου κάλλος ἠμαύρωσας; τί ζωὴ προσαγορευθεῖσα, θάνα‐ τός μοι γέγονας; τί με τῶν ἀγγέλων ἀλλοτριώσασα, τοῖς δαίμοσι συγκατεσκήνωσας; τί με τῆς βασιλείας στερή‐ | |
55 | σασα εἰς ἄκραν πτωχείαν κατήγαγες; τί τὰ ὦτά μου τῆς φωνῆς τοῦ Θεοῦ διηνεκῶς ἀκούοντα ἀπέφραξας, ὡς ἀσπὶς βύουσα ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος; Οὐ φέρω τὴν ἐπιτίμησιν, πρὸ τῆς συναφείας τὴν λύσιν ἐπιζητῶ· πρὸ τῆς κατασκηνώσεως τὴν ἀναχώρησιν μελετῶ· πρὸ | |
60 | τῆς συμπλοκῆς τὸν χωρισμὸν μεριμνῶ· πρὸ τοῦ συζευ‐ χθῆναι ἀποστῆναι ἀπὸ σοῦ δυσωπῶ. Ἄπιθι ἀπ’ ἐμοῦ, γύναι. Πότε τὴν γῆν ἐργάσομαι; πότε τριβόλους ἀνα‐ σπάσω; πότε σῖτον ὥριμον θερίσω; πότε ποιήσας ἄλευρον, ἄρτον κατασκευάσω; πότε καθίσας ἀμέριμνος | |
65 | τοῦτον ἑστιάσομαι; πότε ἀνωδύνως ὑπνώσω; πότε τὰ φύλλα ἐκδύσομαι τῆς συκῆς; πότε τὴν ἀσχημοσύνην τῆς σαρκός μου σκεπάσω; πότε ὑποδύσομαι τοῖς ποσὶ πρὸς τὸ μὴ κατακεντᾶσθαι ὑπὸ τῆς θεόθεν ἀνατει‐ λάσης μοι ἀκάνθης; πότε σκέπασμα ποιήσω πρὸς | |
70 | τὸ σπογγίσαι τὸν τοῦ προσώπου μου ἱδρῶτα, ὅν μοι προ‐ εξένησας, γύναι, ἐξ ἀφροσύνης; Σὺ ἀέργως μένουσα οὐχ ὁρᾷς τὴν συμφοράν· ὅτε δὲ τέξεις τέκνον, τότε τῆς ἀπο‐ φάσεως ἡ δίκη ἐπὶ σοὶ ἀνατελεῖ. Ὅτε τὸ ἔκγονον ἀπὸ τῆς κοιλίας σου μέλλει ἐξέρχεσθαι, τότε μνησθήσῃ τῶν | |
75 | ῥημάτων μου· ὅτε ἐν ὀδύνῃ τοὺς πόνους ὑπομενεῖς, τότε τῆς ἀποφάσεως ὁ καιρός σοι ἐξανθήσει· ὅτε σε καταλα‐ βοῦσιν αἱ ὠδῖνες, τότε τοῦ Θεοῦ τῆς κατάρας μνημονεύ‐ σεις. Ταῦτα καὶ τὰ τούτοις ὅμοια ὁ Ἀδὰμ πρὸς τὴν ὁμόζυγον ἐν πικρίᾳ ψυχῆς προσεφώνει· τούτοις τοῖς λό‐ | |
80 | γοις καταπλήττων τὴν Εὔαν καθ’ ἑκάστην ἡμέραν, | 533 |
56.535 | ἀπαραμύθητον τὴν ᾠδὴν ἐτραγῴδει· τούτων τῶν θλίψεων ὁ πρωτόπλαστος τὸ πέλαγος κεκτημένος, τὴν θεήλατον πολυμόχθως ἐξεπλήρου ὀργήν. Ἠκούσατε, ὦ τέκνα, τοῦ Ἀδὰμ τὴν διάπλασιν· ἐγνώκατε αὐτοῦ τῆς τιμῆς τὴν | |
5 | ἀξίαν· ἐμάθετε τὰ ἐκ Θεοῦ δοθέντα αὐτῷ· ἐθεάσασθε αὐ‐ τοῦ καὶ τῆς παραβάσεως τὴν ἐξέωσιν· ἐκλαύσατε αὐτοῦ τὴν ἀπαραμύθητον τραγῳδίαν· ἐβλέψατε αὐτὸν ἀπέναντι τοῦ παραδείσου στυγνὸν καὶ κατηφῆ γεγονότα. Στήσομεν μέχρι τούτου τὸν λόγον, ἢ διηγησόμεθα ἅπερ | |
10 | ἡμῖν ἡ Εὔα κληρονομίαν ἐχθίστην κατέλιπε ταῖς μετ‐ έπειτα γενεαῖς; Ἀναγκαῖον μηκῦναι τὸν λόγον πρὸς τὸ ὑποδεῖξαι πᾶσι τὴν ἐκ τῆς κατάρας θεόθεν γενομένην πληγήν· πῶς εὔδηλος ἡμῖν ἡ δίκη γέγονε, καὶ τοὺς ὅρους αὐτῆς μέχρις αἰῶνος συντηρεῖ, καὶ τὸ τοῦ Θεοῦ | |
15 | ἀψευδὲς στόμα τὸ ἀποφηνάμενον αὐτῇ· Πληθύνων πλη‐ θυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· καὶ βεβαιοτέραν τὴν λέξιν φανεροῖ ταῖς γενεαῖς ταύταις. Ὥσπερ γὰρ μορφὴν μητρὸς εἰκονίζει θυγάτηρ, εἴτε δι’ ὀφθαλμοῦ, εἴτε διὰ προσώπου, εἴτε διὰ ἡλικίας· οὕτω | |
20 | καὶ νῦν μέχρις αἰῶνος εἰσῆλθε κοσμικὴ ἡ δίκη, καὶ ἕως τῆς συντελείας τὰ μέτρα αὐτῆς οὐ παρασαλευθήσονται. εʹ. Ἀλλὰ τὸν νοῦν ὑμῶν ἀναπετάσαντες πρὸς τὴν τῆς διηγήσεως ἐξέτασιν ἐμφιλοχωρήσατε, καὶ τὰ τῆς ἀλη‐ θείας διηγήματα ἐν ταῖς ὑμῶν διανοίαις περιθέντες, | |
25 | ἀσμένως ταῦτα ἀκούσατε. Οὐ γὰρ περὶ σωφρόνων καὶ δικαίων γυναικῶν τὸ θέατρον τοῦ λόγου ἀνεκαθήραμεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀκολάστων καὶ βεβήλων ὁ λόγος τῆς διηγήσεως ἀνιστορήσει. Ποίαν τάξιν αὐτῶν ὁ λόγος παραστήσει; τῶν παρθένων, τῶν ἀνδρῶν κοίτην μὴ | |
30 | ἀγνοούντων; τῶν ἐν γάμῳ περιελθόντων καὶ τεκνο‐ γονίαις μητέρων γενομένων; ἢ τῶν ἐγκαταλιμπανομέ‐ νων ἐν χηρείαις, καὶ τὸν τοῦ Θεοῦ φόβον μὴ κεκτημέ‐ νων; Ἀλλὰ πάντως τὴν πρώτην ἡλικίαν δίκαιον καὶ ὅσιόν ἐστι πρῶτον ἐξετάσαι, καὶ οὕτως εἰς τὰς μετέ‐ | |
35 | πειτα ἀξίας ἐπεισελθεῖν. Φέρε οὖν τῶν νεανίδων τὸ τάγμα εἰς μέσον παρεισάξωμεν, τῶν δοκούντων εἶναι παρθέ‐ νων, καὶ ἐγκαυχωμένων τῇ ἁγνείᾳ αὐτῶν, καὶ περὶ τού‐ των τὸν λόγον παραστήσωμεν. Τί αὐτῶν εἴπω; Τὰ σχή‐ ματα, τὸ ἦθος, τὴν σύνεσιν, πῶς ἀγρεύουσι τοὺς νέους | |
40 | τοῖς δικτύοις αὐτῶν καὶ τοῖς δελεάσμασι. Πολλάκις ἐν τοῖς κουβουκλείοις αὐτῶν διερχόμεναι, καὶ τόπον ἐκ τό‐ που διατρέχουσαι, διὰ τοῦ βαδίσματος τῶν ποδῶν κτύ‐ πον ἀποτελοῦσι, καὶ μειδιάμασιν ἀσχημοσύνης θορύβων καὶ κρότων τὰς ἀκοὰς τῶν νέων διηχοῦσι, καὶ ἐκ θυρί‐ | |
45 | δος εἰς θυρίδα ἀναπετῶσαι τὰς χεῖρας, μέχρι στέρνων ἀναισχύντως αὐτὰς ἐπιδιδόασι· νεύμασι σατανικοῖς το‐ ξεύουσαι τῶν ἀκολάστων τὰς ὄψεις, χρυσίον ἐπὶ τὸ στῆ‐ θος φέρουσαι, καὶ δακτυλίους ἐν ταῖς ἑαυτῶν χερσὶ πε‐ ριβεβλημέναι, καὶ ἐν ταῖς ἀκοαῖς αὐτῶν ἐκ μαργάρων | |
56.535(50) | καὶ ὑακίνθων τὴν τῆς εἰκόνος μορφὴν ἀλλοιοῦσαι, καὶ τοῦ προσώπου τὸ φυσικὸν κάλλος ψευδόμεναι, διὰ ψιμ‐ μιθίου καὶ ἑτέρου ἐρυθροῦ τὰς παρειὰς ἐπιχρώσασαι, καὶ τῷ τραχήλῳ στίλβουσαι, καθάπερ ἄψυχος στήλη, ὥραν καθ’ ὥραν καὶ ἡμέρας ἐξ ἡμέρας τὰς τρίχας περι‐ | |
55 | πλέκουσαι, καὶ μέχρι τοῦ μετώπου διαστίλβουσαι, καὶ τὰς ὀφρύας ἐν μέλανι χρίουσαι, ἴδια κακοήθους πράξεως. Οὐχὶ αὐτῶν πονηροὶ καθεστήκασιν οἱ τρόποι; οὐχὶ αὐτῶν τὰ ἔργα ἄτοπα, καὶ πράξεις αἱ ἀνωφελεῖς; οὐκ αὐτῶν αἱ ἀνόητοι ἐλπίδες; Καὶ ὅσους ἐν παῤῥησίᾳ οὐ δύνανται | |
60 | δελεάσαι, κρυφίως ἐν ἑαυταῖς τὰ τόξα καὶ τὰ βέλη ἐπι‐ τείνουσι· καθάπερ ἡ Εὔα τὸν Ἀδὰμ ἐν ἀποκρύφοις ἐδε‐ λέασε. Πολλὰς γὰρ αὐτῶν ἀκήκοα διὰ τρυμαλιᾶς σα‐ νίδος περιβλεπούσας, καὶ θεωρούσας τοὺς ἐπὶ τὰς πλα‐ τείας περιπατοῦντας, μικρούς τε καὶ μεγάλους, καὶ | |
65 | τοῦ μὲν τὴν ὁδὸν καταγελασάσας, τοῦ δὲ τὴν ἡλικίαν σμικρυνούσας, τοῦ δὲ τὰς τρίχας καὶ τὴν στολὴν ἐμπαι‐ ζούσας, καὶ μίμους καθεστώσας κακοήθων ἄλλων γυ‐ ναικῶν· ἐν ἀργίᾳ διαγούσας ἐν ἑορταῖς καὶ κυριακαῖς, καὶ οὐδέποτε αὐτὰς ἀνισταμένας, οὔτε ἐπὶ βρῶσιν, οὔτε ἐπὶ | |
70 | πόσιν, οὔτε ἐπὶ ὕπνον· ἀλλὰ τὸν καθημερινὸν κάματον καὶ τὴν μέριμναν ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀναλίσκουσι· καὶ οὔτε πατέρας αἰδοῦνται, οὔτε μητέρας ἐντρέπονται, οὔτε ἀδελφοὺς αἰσχύνονται, οὔτε δούλους εὐλαβοῦνται ἢ δου‐ λίδας, ἀλλὰ πᾶσιν ὁμοῦ γεγένηνται παίγνιον, καὶ πρὸς | |
75 | πάντα εἰσὶν ὥσπερ ναῦς κυμαινομένη. Ἐγκύψατε ἐν τοῖς τάφοις, θυγατέρες Σιὼν, καὶ τῆς ἁγίας κολυμβήθρας | |
τέκνα, καὶ θεάσασθε τὴν εἰκόνα, ἣν καλλωπίζετε, | Column end | |
56.536 | καὶ τὰς ἀνωφελεῖς καὶ ἀκαίρους φαντασίας ὑμῶν καὶ τὰ σχήματα, πῶς πάντα κόνις, πῶς πάντα ὁ πικρότατος θάνατος μαραίνει, πῶς πάντα τέφρα, πῶς δυσωδίας πεπλησμένα. Καὶ μή μου τὸ τῶν γυναικῶν σύστημα | |
5 | καταβοάτω ὡς αὐτὰς κατηγοροῦντος. Ἐγὼ γὰρ ἔμπρο‐ σθεν τοῦ λόγου εἶπον, ὅτι οὐ περὶ συνετῶν γυναικῶν ὁ λόγος οὗτος γέγονεν, ἀλλὰ περὶ πονηρῶν καὶ ἀσυνέτων καὶ ἀφρόνων. Πολλὰς γὰρ ἐγὼ οἶδα γυναῖκας σώφρονας καὶ ἀγαθὰς καὶ ἐν σωφροσύνῃ περιπατούσας, ἃς καὶ ὁ | |
10 | ἀπόστολος ἐμνημόνευσεν ἐν βίβλῳ ζωῆς. Ἀλλὰ φέρε καὶ τῶν ἄλλων ταγμάτων τὸν δῆμον ἀνιστορήσωμεν. Τριῶν γὰρ ταγμάτων εἰκόνας τῇ ὑμῶν μεγαλειότητι ἀπηγγει‐ λάμην φράσαι, παρθένων, καὶ τῶν ἐν συζυγίαις, καὶ τῶν ἐν χηρείαις καταγομένων. Ἐπειδὴ περὶ τῶν παρ‐ | |
15 | θένων ὀλίγα ἐκ τῶν πολλῶν τῇ ἀγάπῃ ὑμῶν ἐξηγησά‐ μην, ἀρξώμεθα καὶ περὶ τῶν ἐν γάμοις ἐγκαυχωμένων γυναικῶν, αἵτινες δίκην ἀσπίδος τοῖς ἑαυτῶν ἀνδράσι καθεστήκασι. Πόσας γὰρ γυναῖκας εἶδον τοῖς ἑαυτῶν συζύγοις θάνατον αἰφνίδιον προσενεγκούσας; πόσας ἐπί‐ | |
20 | σταμαι τοῖς ἑαυτῶν συνεύνοις μὴ δυναμένας ἐπαγαγεῖν θάνατον, στένοντας καὶ τρέμοντας διὰ κακοηθείας πε‐ ποιηκυίας αὐτοὺς, καὶ οὐδὲ ὡς τὰ ζῶα τὴν τιμὴν αὐτοῖς προσαγούσας; Ἀλλὰ κἂν πλουσία ὑπάρχῃ, ἐγκαυχω‐ μένη ἐν τῷ πλούτῳ αὐτῆς ἡμέρας καὶ νυκτὸς, ζῇν ἐν | |
25 | εἰρήνῃ τὸν ὁμόζυγον οὐκ ἐᾷ. Κἂν πένης ᾖ, διερχομένη ἀπὸ τόπου εἰς τόπον, καὶ εἰς οἰκίαν ἐξ οἰκίας, μάχας ἀνεγείρει, θυμοὺς ἀναῤῥιπίζει, ταραχὰς καθεκάστην προσφέρει, οὐκ ἐῶσα τὸν ἄνδρα αὐτῆς οὔτε μετὰ γείτονος, οὔτε μετὰ γνω‐ ρίμου εἰρήνην ἔχειν, ἀλλὰ πάντας ὑβρίζει, μετὰ πάντων | |
30 | δικάζεται, πάντας ἐπιτρέχει, πάντας θορυβεῖ, ἐν ἀρχαῖς αὐτομολοῦσα ἀναισχύντως, καὶ ἐν δικαστηρίοις εὑρισκομένη ὡς ἀδικηθεῖσα, καὶ ἐν βαλανείοις πολυλο‐ γοῦσα, καὶ ἐν ἐκκλησίαις συντυχίας ἀκαίρους προσφέ‐ ρουσα, καὶ ταῦτα φλυαροῦσα· Ἐγὼ τοῦ βίου μου ἡ αὔ‐ | |
35 | ξησις, ἐγὼ τῶν δούλων ἡ παιδαγωγία, ἐγὼ τῶν τροφῶν ἡ μεριμνήτρια· μάτην ὁ σύζυγός μου τὰ πρεσβεῖα φέρει, οὐδενὸς πράγματος φροντὶς αὐτῷ ὑπάρχει· οὐ γινώσκει τί ἐν τῷ οἴκῳ μου ἐκτελῶ, εἰ μὴ τὸν ἄρτον ὃν ἐσθίει ἀπὸ τῆς τραπέζης, καὶ τὸ πόμα ὅπερ πίνει μὴ γινώσκων. | |
40 | Ὢ ἀναισχυντίας προδήλου! Δικαίως ἡ σοφία βοᾷ· Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἐκ χει‐ λέων, ὃ πρόσκαιρον λιπαίνει σου φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Ἂν δὲ καὶ γράμματα ᾖ | |
45 | μεμαθηκυῖα, διπλοῦν τὸ εἶδος τῆς νόσου καὶ τῆς κακίας. Πόσαι γὰρ γυναῖκες διὰ γραμμάτων ἀπέκτειναν τοὺς ἑαυτῶν ἄνδρας, καὶ τὰ μυστήρια, ἅπερ μόνη ἐγίνωσκε καὶ αὐτὸς, εἰς ἐμφάνισιν καὶ πραγμάτων ἔκβασιν δι’ ἐπιστο‐ λῶν ἐγνωρίσθησαν; Πόσας γὰρ ἔγνωκα ἀποστειλάσας | |
56.536(50) | βεβουλλωμένους χάρτας πρὸς κακοηθεστάτους ἄνδρας καὶ μοιχοὺς αὐτῶν, καὶ διὰ μακρῶν χειρῶν τοὺς συζύ‐ γους αὐτῶν ἀπέκτειναν; Τοὺς μὲν διὰ δηλητηρίων, τοὺς δὲ ἐν νυκτὶ ἀθρόον περιπατοῦντας, πολλοὺς δὲ καὶ ἐν ἀγρῷ ἀπιόντας, ἢ μετὰ ξίφους, ἢ μετὰ λίθου, ἢ μετὰ | |
55 | ξύλου κρούσας τις κατὰ τοῦ μήνιγγος, ἢ κατὰ κεφα‐ λῆς, ἢ κατὰ τοῦ νώτου, αἰφνίδιον τέλος ἐπήγαγε. Προσ‐ έρχονται γὰρ ἀναιδῶς ταῖς ἐκκλησίαις, προφάσει προσευχῆς, καὶ ὀμνύουσι κατὰ τοῦ σώματος τοῦ ἀχράν‐ του καὶ τοῦ αἵματος τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ κατὰ τῆς | |
60 | αὐτοῦ μητρὸς, εἴτε κατά τινος ἁγίου· πολλαὶ γὰρ καὶ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου, τοῦ μὴ ἀθετῆσαι τὰς μυσαρὰς αὐτῶν πράξεις, ἀλλὰ τὰς συναλλαγὰς αὐτῶν βεβαίας ἔχειν καὶ ἀδιαλύτους. Ὦ παναθλία! τὸ φοβερὸν ὄνομα τοῦ Κυρίου συνεργὸν ποιεῖς τῆς σῆς μοιχείας; Ἄφρον | |
65 | καὶ ἀνόητε, τὴν παρθένον καὶ θεοτόκον Μαρίαν τὴν ἀμίαντον συνεργάτιν καθιστᾷς τοῦ πονηροῦ σου βου‐ λεύματος; Θηρίον ἀνήμερον, καὶ κόραξ τρώγων σάρκας, ἀθῴους τῶν ἁγίων τοὺς οἴκους λῃστήριον καὶ αἱμάτων ἐνό‐ χους ἀποτελεῖς; Ἀλλ’ ὁ ναὸς Κυρίου ὁ ἡγιασμένος καὶ | |
70 | καθαρὸς οὐ μολύνεται, σὺ δὲ τῆς ἀφροσύνης σου τοὺς καρ‐ ποὺς τρυγήσεις ἐν καιρῷ ἐπιτηδείῳ, κατὰ τὸν ἀπόστο‐ λον Παῦλον βοῶντα· Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθεί‐ ρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστι. Βούλεσθε καὶ ἕτερα λέξωμεν πρὸς τὴν αὐ‐ | |
75 | τῶν γνώμην; Αὕτη γὰρ κἂν γείτονας ἔχῃ σώφρο‐ νας, ἡμέραν ἐξ ἡμέρας αὐτὰς σκοπεύει, ταύτας ἐπιτρέ‐ χει, κἄν τινας τῶν γνωρίμων καὶ τῶν συγγενῶν θεάσηται εἰσερχομένους εἰς τὰς οἰκίας αὐτῶν, αὐταῖς τὰ ἑαυτῆς κακὰ προαναφωνοῦσα, μοιχαλίδας καὶ μαινάδας ἀποκαλεῖ, | |
80 | τὰς ἐλευθέρας καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Κἂν | 535 |
56.537 | τέκνα ἔχῃ, ὡς θηρία ταῦτα βλέπει· κἂν οἰκέτας κέκτη‐ ται, κἂν δούλας, πραότης ἐν αὐτῇ οὐκ ἔστιν, ἀλλὰ καὶ τὴν ἡμέραν προφάσει δουλείας αὐτὰς μαστιγοῖ, καὶ ἐν νυκτὶ ἐπὶ τῇ ἐργασίᾳ αὐτὰς θορυβεῖ. Οὐκ ἔστι φόβος | |
5 | Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῆς. Εἶτα ὅταν ἐπὶ κλίνης τῷ ἀνδρὶ αὐτῆς προσέλθῃ, οὐκ ἐᾷ αὐτὸν ὑπνῶσαι, ἀλλὰ θυμοῖ αὐτὸν κατὰ τῶν οἰκετῶν, ἐγείρει αὐτὸν πρὸς μάχας κατὰ τῶν πλησίον. Οὗτος ὁ δοῦλος καταφρονεῖ μου, αὕτη ἡ οἰκέτις ἐμπαίζει μοι, οὗτος ὁ πλησίον οὐ | |
10 | παύεται λοιδορῶν με καὶ ἐν ἐκκλησίαις, καὶ ἐπὶ φίλων, καὶ ἐν ταῖς ἀγοραῖς· ποίησον τὴν ἐκδίκησίν μου· οὐ καθίσω ἔτι μετὰ σοῦ ἐπὶ τραπέζης, οὐκ ἐσθίω ἄρτον ἐπὶ σοῦ· οὐ καθευδήσω τοῦ λοιποῦ μετὰ σοῦ· ὅτι ἐμοὶ τῇ γυναικί σου οὐκ ἐρυθριᾷ ὁ δεῖνα καὶ ἡ δεῖνα, ἀλλ’ ὡς | |
15 | πηλόν με λογίζονται. Καὶ εἰ στοχαζόμενος ταῦτα ὑμῖν λέγω, βλέπε μοι τὴν Αἰγυπτίαν, τὴν καταπλέξασαν τὸν Ἰωσὴφ, καὶ τὸν ἄνδρα αὐτῆς εἰς θυμὸν καὶ μάχην ἐγεί‐ ρασαν· τελευταῖον δὲ καὶ θανατῶσαι ἠπείλει τὸν δίκαιον, εἰ μὴ ὁ ἀκοίμητος ὀφθαλμὸς προέφθασε, καὶ ἐξείλετο | |
20 | αὐτὸν ἐκ τοῦ πικροῦ θανάτου. Ἴδε μοι καὶ τὴν Ἡρω‐ διάδα τὴν τὸν Βαπτιστὴν ἀποκτείνασαν. Φησὶ γὰρ ὁ Πρόδρομος, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίπ‐ που τοῦ ἀδελφοῦ σου, πρὸς τὸν Ἡρώδην· καὶ αὕτη δεσμεύσασα τὸν ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐν τῷ | |
25 | συμποσίῳ μέσον τῶν ἀνακειμένων φίλων, τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμε· καὶ ὃ μὴ ἴσχυσεν ἡ Ἡρωδιὰς ποιῆσαι ζῶντος τοῦ ἀνδρὸς αὐτῆς, ταύτην τὴν παρανομίαν ἐτέλεσε μετὰ θάνατον. Τί δὲ καὶ ἡ Δαλιδάς; οὐχὶ τὸν ὡραιότατον καὶ δυνατώτατον Σαμψὼν διὰ μοιχείας ξυρίσασα καὶ | |
30 | δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε καὶ ἐθανάτωσεν; Ἰδοὺ τρεῖς μάρτυρας ἀξιοπίστους παρήγαγον· οὐχὶ τούτους μόνον ἐν τῇ Γραφῇ ἐγκειμένους. Ἀλλ’ Ἐπὶ δύο καὶ τριῶν μαρτύρων πᾶν ῥῆμα σταθήσεται, ἵνα μὴ μα‐ κρὸν τὸν λόγον τῆς διηγήσεως ἐφαπλώσωμεν. Διὸ ἡμᾶς | |
35 | Κύριος ὁ Θεὸς ἐκσπάσας ἐκ τῆς πλάνης ταύτης καὶ τῆς αἰσχύνης καὶ τοῦ ὀνειδισμοῦ, καὶ ἐν σωφροσύνῃ διάγειν οἰκονομήσει· καὶ ὑμᾶς ἐν καθαρῷ συνειδότι πρὸς τοὺς συζύγους εἶναι, καὶ τὰ τέκνα καὶ τοὺς δούλους, καὶ τοὺς πλησίον προσηνεῖς καὶ ἱλαροὺς ἀπεργάσαιτο, ὅπως καὶ | |
40 | τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθήσησθε συμμέτοχοι γενέσθαι. Ἀλλ’ ἐπειδὴ καὶ τρίτον τάγμα ἐπηγγειλάμην τὸ τῆς χηρείας εἰπεῖν, τοῦτο καὶ ποιήσομαι, μικροῖς καὶ περὶ αὐτῶν χρησάμενος ῥήμασι. Χήραν γυναῖκα κατὰ τὸν ἀπόστολον Παῦλον τοιαύτην εἶναι χρή· τεκνοτρόφον, τῶν | |
45 | ἁγίων ταῖς μνείαις κοινωνοῦσαν, ξένοις τὴν διακονίαν ἐκτελεῖν, καὶ μὴ ἐπιτρέχειν ἐν ἐπιτηδεύμασι τῶν ἑαυτῆς λογισμῶν. Φησὶ γὰρ, περιβεβλημένη, μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, χιτῶνα χηροσύνης, καὶ κατανενυγμένη, πᾶσι δεικνυομένη τοῖς ἤθεσιν. Ἄτακτος δὲ χήρα ἄγριον | |
56.537(50) | θηρίον ὑπάρχει, καὶ κατ’ οἴκους διερχομένη, ῥήματα | |
ἀπρεπῆ προβάλλεται· Πτωχὴ ὑπάρχω, χήρα ἀπερί‐ | Column end | |
56.538 | στατος· πλοῦτος πολὺς ὑπῆρχέ μοι ἔν τε ἀγροῖς, ἐν οἴκοις, καὶ τετραπόδοις καὶ ἱματισμοῖς, καὶ ὁ σύζυγός μου ἀμύητος ὢν τέχνης κοσμικῆς, αὐτὰ κατηνάλωσε· προὶξ ὑπῆρχέ μοι πολυτελής· ὅσα αὐτῷ ἐλάλουν οὐχ ὑπ‐ | |
5 | ήκουεν· ἀλλὰ τῷ ἰδίῳ φρονήματι αὐτοῦ καὶ μὴ θέλουσα συν‐ ήγορος ὑπῆρχον· οὐδέν μοι κατέλιπεν. Ὃν δὲ ζῶντα ἠσπά‐ ζετο καὶ ἠγκαλίζετο, τοῦτον μετὰ θάνατον θρίαμβον τοῖς φίλοις καὶ τοῖς συγγενέσιν ἐποίησεν. Ἡ τοιαύτη μετὰ θάνατον τοῦ ἀνδρὸς αὐτῆς, περιβλέπεται ἔνθεν κἀκεῖθεν, | |
10 | ποῦ παράκοιτον εὕρῃ κρύφιον, καὶ προφάσει προσευχῆς ἢ ἐπιμελείας τοῦ οἴκου αὐτῆς θρίαμβος τοῖς πολλοῖς καθίσταται· καὶ πράξεις ἀθεμίτους ἐκτελοῦσα, καὶ κατὰ γαστρὸς συλλαμβάνουσα, κρύφιον αὐτὸ κατέχει, μυρία τεχνάσματα πρὸς ἑαυτὴν περιποιοῦσα, πρὸς τὸ ἐκτρῶ‐ | |
15 | σαι τὸ βρέφος ἐκ τῆς κοιλίας αὐτῆς, εἴτε διὰ δηλητη‐ ρίου, εἴτε δι’ ἑτέρων παρανόμων γυναικῶν. Καὶ τὸν φό‐ βον τοῦ Θεοῦ τοῦ ἐφορῶντος τὰ πάντα οὐ κατέχει ἐν τῇ ἑαυτῆς καρδίᾳ· ἀλλὰ τὴν ἁμαρτίαν πράττουσα οὐκ ἐρυθριᾷ, καὶ τὸν καρπὸν τὸν γινόμενον ἐξ αὐτῆς αἰσχύ‐ | |
20 | νεται καὶ ἐντρέπεται. Πόσους γὰρ ἑώρακα δούλους δεσπό‐ τας διὰ φιληδονίαν κακοήθων τοιούτων γυναικῶν; τοὺς ἐλευθέρους παῖδας μετὰ φόβου, καὶ τρόμου παρεστῶτας αὐτοῖς, τὰς χεῖρας ἐν τοῖς στέρνοις αὐτῶν δεδεμένας ἔχοντας, κἂν μὴ θέλωσι, καὶ τούτους χρυσοζώνους καὶ | |
25 | σηρικοφόρους περιπατοῦντας; Ἠκούσατε, φιλόχριστοι, τοῦ λόγου τὴν ἐξήγησιν; ἐγνωρίσατε τὴν ὑπόθεσιν τῆς ἱστορίας; Ἐδιηγησάμην τῶν γυναικῶν τῶν ἀκολάστων καὶ ἀφρόνων τὰ τρόπαια. Τούτους τοὺς τρόπους ἡ Εὔα ἐδίδαξε, καὶ ἡ ταύτης ἐπιτίμησις, καὶ τῆς παρακοῆς ἡ | |
30 | γεῦσις. Ἀλλὰ τῶν σωφρόνων καὶ ἐνδόξων γυναικῶν μνημονεύσαντες ὀλίγον, καταπαύσομεν τὸν λόγον. Ἴδε μοι σώφρονα γυναῖκα τὴν Σαραφθίαν, τὴν τὸν προφήτην Ἠλίαν θρέψασαν ἐν καιρῷ λιμοῦ. Ἴδε μοι τὴν Σωμανῖ‐ τιν, ἥτις ἐφιλοξένισε τὸν Ἐλισσαῖον ἐν τῷ οἴκῳ αὐτῆς, | |
35 | ἐφ’ ᾧ καὶ τὸν παῖδα αὐτῆς ἀνέστησεν. Ἴδε μοι τὴν Ἄν‐ ναν, τὴν τῆς στειρώσεως δεσμὰ διαλύσασαν, καὶ τέξα‐ σαν τὸν Σαμουὴλ, καὶ διὰ προσευχῆς καὶ δεήσεως μη‐ τέρα ἀναδειχθεῖσαν. Ἴδε μοι τὴν Σάῤῥαν καὶ τὴν Ῥε‐ βέκκαν, τὴν καθαρὰν καὶ ἀμίαντον αὐτῶν συνοίκησιν, | |
40 | ἣν ἐπεδείξαντο τοῖς πατριάρχαις. Ἴδε μοι τὴν Σωσάνναν, τὴν διὰ σωφροσύνης κατακρίνασαν θανάτῳ πρεσβυτέρους ἀδίκους. Ταύτας τὰς γυναῖκας ζηλώσατε, τῆς μὲν τὸ ἀμίαντον, τῆς δὲ τὴν προσευχήν· ἄλλης τὸ φιλόξενον, ἑτέρας τὴν σωφροσύνην, ἄλλης τὸ θεάρεστον, ἵνα τῆς | |
45 | βασιλείας τῶν οὐρανῶν ἐπιτύχητε· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ τιμὴ καὶ δόξα, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 537 |