TLG 2062 214 :: JOANNES CHRYSOSTOMUS :: In natalem Christi diem [Dub.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In natalem Christi diem [Dub.] Citation: Vol — pg — (ln) | ||
56.385(22t) | Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος. | |
23 | Μυστήριον ξένον καὶ παράδοξον βλέπω· ποιμένες μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον (sic) συρίζοντες | |
---|---|---|
25 | μέλος, ἀλλ’ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδου‐ σιν, ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβὶμ, δοξο‐ λογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες, καὶ ἄνθρωπον ἐν οὐρανοῖς· τὸν ἄνω κάτω δι’ οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν. | |
30 | Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύ‐ σεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, | |
35 | ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν | Column end |
56.386(22) | τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὐδὲ γὰρ κατ’ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, | |
25 | οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμετα‐ βλήτου μενούσης τῆς φύσεως. Ἀλλ’ ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον, καὶ Φαρισαῖοι παρηρμήνευον τὰς θείας Βίβλους, καὶ γραμματεῖς | |
30 | ὑπεναντία τοῦ νόμου ἐλάλουν. Ἡρώδης τὸν τεχθέντα ἐζήτει, οὐχ ἵνα αὐτὸν τιμήσῃ, ἀλλ’ ἵνα αὐτὸν ἀπολέσῃ. Σήμερον γὰρ πάντα ὑπεναντία εἶδον. Οὐκ ἐκρύβη γὰρ, κατὰ τὸν ψαλμῳδὸν, ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Βασιλεῖς μὲν γὰρ ἦλθον, | |
35 | τὸν ἐπουράνιον βασιλέα θαυμάζοντες, ὅτι πῶς ἐπὶ | |
γῆς ἦλθεν οὐκ ἀγγέλους ἔχων, οὐκ ἀρχαγγέλους, οὐ | 385 | |
56.387 | θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπὼν, οὔτε τῇ πρὸς ἡμᾶς | |
5 | ἐνανθρωπήσει τῆς οἰκείας θεότητος ἐκστάς· ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα τῆς δόξης ἦλθον προσκυνήσοντες, στρατιῶται δὲ τὸν ἀρχιστράτηγον τῆς δυνάμεως θεραπεύσοντες· αἱ γυναῖκες τὸν ἐκ γυναικὸς τεχθέντα, ἵνα τὰς λύπας τῆς γυναικὸς εἰς | |
10 | χαρὰν μεταβάλλῃ· αἱ παρθένοι τὸ τῆς παρθένου παι‐ δίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ῥεῖθρα φέρεσθαι ποιῶν, παρὰ μητρὸς παρθένου παιδίου τροφὴν ἔλαβε· τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίων καὶ | |
15 | θηλαζόντων καταρτίσῃ αἶνον· οἱ παῖδες τὸν παῖδα μάρτυρας διὰ τὴν Ἡρώδου μανίαν εἰργασάμενον· οἱ ἄνδρες τὸν ἐνανθρωπήσαντα καὶ τὰ τῶν δούλων θερα‐ πεύσαντα κακά· οἱ ποιμένες τὸν ποιμένα τὸν καλὸν, τὸν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων προθέμενον· οἱ | |
20 | ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενό‐ μενον· οἱ δοῦλοι τὸν μορφὴν δούλου λαβόντα, ἵνα ἡμῶν τὴν δουλείαν ἐλευθερίᾳ τιμήσῃ· οἱ ἁλιεῖς τὸν ἀπὸ ἁλιέων θηρευτὰς ἀνθρώπων ἐργαζόμενον· οἱ τε‐ λῶναι τὸν ἀπὸ τελωνῶν εὐαγγελιστὴν ἀναδείξαντα· | |
25 | αἱ πόρναι τὸν τοῖς πορνικοῖς δάκρυσι τοὺς πόδας προϊέμενον· καὶ ἵνα συντόμως εἴπω, πάντες οἱ ἁμαρ‐ τωλοὶ ἦλθον ἰδεῖν τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, μάγοι δορυφοροῦντες, ποιμέ‐ νες εὐλογοῦντες, τελῶναι εὐαγγελιζόμενοι, πόρναι | |
30 | μυροφοροῦσαι, Σαμαρεῖτις πηγὴν διψῶσα ζωῆς, Χαναναία πίστιν ἀνενδοίαστον ἔχουσα. Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ, χορεῦσαι βούλο‐ μαι, πανηγυρίσαι θέλω· χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷ‐ | |
35 | δας ἅπτων, ἀλλ’ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χρι‐ στοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλὸς, αὐτά μοι κιθάρα. Διὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ’ ἀγγέλων εἴπω· | |
40 | Δόξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρὸς, ἐκ παρθένου τίκτεται, ἀφράστως δι’ ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε· | |
45 | σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ ἁγίου Πνεύματος ἐπίσταται χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου | |
56.387(50) | Μονογενὴς, κάτω μόνος ἐκ παρθένου μόνης Μονογε‐ νὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσε‐ βὲς ἐννοῆσαι μητέρα· οὕτω βλάσφημόν ἐστιν ὑπο‐ λαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πα‐ τὴρ ἀῤῥεύστως ἐγέννησε, καὶ ἡ παρθένος ἀφθόρως | |
55 | ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὅθεν | |
οὔτε ἡ ἄνω αὐτοῦ γέννησις ἐξήγησιν ἔχει, οὔτε ἡ ἐν | Column end | |
56.388 | ὑστέροις καιροῖς πρόοδος πολυπραγμονεῖσθαι ἀνέχε‐ ται. Ὅτι μὲν γὰρ ἔτεκεν ἡ παρθένος, σήμερον οἶδα, καὶ ὅτι ἐγέννησεν ὁ Θεὸς ἀχρόνως, πιστεύω· τὸν δὲ τρόπον τῆς γεννήσεως σιωπῇ τιμᾷν μεμάθηκα, | |
5 | καὶ οὐ διὰ λόγων πολυπραγμονεῖν παρέλαβον. Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν. Φύσεως γάρ ἐστι νόμος, ὅταν γυνὴ προσομιλήσασα γάμοις τέκῃ· ὅταν δὲ παρθένος ἀπειρόγαμος τεκοῦσα πάλιν | |
10 | παρθένος φανείη, ὑπὲρ φύσιν τὸ πρᾶγμα. Τὸ οὖν κατὰ φύσιν ζητείσθω, τὸ δὲ ὑπὲρ φύσιν σιγῇ τιμάσθω, οὐχ ὡς φευκτὸν, ἀλλ’ ὡς ἀπόῤῥητον, καὶ σιωπῇ τιμᾶσθαι ἄξιον. Ἀλλ’ ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βου‐ | |
15 | λομένῳ. Δειλὸς γὰρ ὢν πρὸς τὴν τῶν κρειττόνων ἔρευναν, πῶς ἢ ποῦ τρέψω τῶν λόγων τὰ πηδάλια οὐχ ἔχω. Τί γὰρ εἴπω, ἢ τί λαλήσω; Τὴν τεκοῦσαν ὁρῶ, τὸν τεχθέντα βλέπω, τὸν δὲ τρόπον τῆς γεννή‐ σεως οὐ συνορῶ· νικᾶται γὰρ φύσις, νικᾶται καὶ | |
20 | τάξεως ὅρος, ὅπου Θεὸς βούλεται. Οὐ γὰρ κατὰ φύσιν γέγονε τὸ πρᾶγμα· ἀλλ’ ὑπὲρ φύσιν τὸ θαῦμα· ἤργησε γὰρ ἡ φύσις, καὶ ἐνήργησε τοῦ Δεσπότου τὸ βούλημα. Ὢ χάριτος ἀφράστου! Ὁ πρὸ αἰώνων Μο‐ νογενὴς, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσώματος, ὑπεισ‐ | |
25 | ῆλθέ μου τὸ φθαρτὸν καὶ ὁρατὸν σῶμα. Διὰ τί; Ἵνα βλεπόμενος διδάξῃ, διδάξας δὲ πρὸς τὸ μὴ βλε‐ πόμενον χειραγωγήσῃ. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέ‐ πουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλ‐ | |
30 | μοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν. Καὶ τίκτεται ἐκ παρ‐ θένου ἀγνοούσης τὸ πρᾶγμα· οὔτε γὰρ συνήργησε πρὸς τὸ γινόμενον, οὔτε συνεβάλλετο πρὸς τὸ πραττό‐ μενον, ἀλλ’ ἦν ψιλὸν ὄργανον τῆς ἀποῤῥήτου αὐτοῦ | |
35 | δυνάμεως, μόνον εἰδυῖα, ὃ παρὰ τοῦ Γαβριὴλ ἐρομένη ἔμαθεν, ὅτι Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γι‐ νώσκω; Καί φησι· Τοῦτο βούλει μαθεῖν; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πῶς ἦν μετ’ αὐτῆς, καὶ μικρὸν | |
40 | ὕστερον ἐξ αὐτῆς; Ὥσπερ τεχνίτης εὑρὼν ὕλην χρη‐ σιμωτάτην, κάλλιστον ἀπεργάζεται σκεῦος· οὕτω καὶ ὁ Χριστὸς εὑρὼν τῆς παρθένου ἅγιον καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔμψυχον ἑαυτῷ κατεκόσμησε ναὸν, ὃν ἐβουλήθη τρόπον πλάσας τὸν ἄνθρωπον ἐν τῇ | |
45 | παρθένῳ, καὶ ἐνδυσάμενος αὐτὸν, σήμερον προῆλθεν, οὐκ αἰδεσθεὶς τὸ δυσειδὲς τῆς φύσεως. Οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ, φορέσαι τὸ ἴδιον ἔργον· καὶ τὸ πλάσμα δὲ μεγίστην ἐκαρποῦτο δόξαν, ἔνδυμα τοῦ τεχνίτου γινόμενον. Ὥσπερ γὰρ παρὰ τὴν πρώτην | |
56.388(50) | πλάσιν ἀδύνατον ἦν συνεστάναι τὸν ἄνθρωπον, πρὶν ἢ τὸν πηλὸν εἰς τὰς χεῖρας αὐτοῦ ἐλθεῖν· οὕτω καὶ τὸ φθαρὲν σκεῦος ἀδύνατον μεταποιηθῆναι, εἰ μὴ γέ‐ | |
γονεν ἔνδυμα τοῦ ποιήσαντος. | 387 | |
56.389 | Ἀλλὰ τί εἴπω, ἢ τί λαλήσω; Ἐκπλήττει γάρ με τὸ θαῦμα. Ὁ Παλαιὸς ἡμερῶν παιδίον γέγονεν, ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος ἐν φάτνῃ τίθεται, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσύνθετος, καὶ | |
5 | ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται, ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται, ἐπειδὴ τοῦτο θέλει. Θέλει γὰρ τὴν ἀτιμίαν ποιῆσαι τιμὴν, τὴν ἀδοξίαν ἐνδῦσαι δόξαν, τὸν τῆς ὕβρεως ὅρον, ἀρετῆς δεῖξαι τρόπον. Ὅθεν ὑπέρχεται τὸ ἐμὸν | |
10 | σῶμα, ἵνα ἐγὼ χωρήσω τὸν αὐτοῦ Λόγον· καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύση‐ ται. Λαμβάνει μου τὴν σάρκα, ἵνα με ἁγιάσῃ· δίδωσί μοι τὸ Πνεῦμα αὐτοῦ, ἵνα με διασώσῃ. Ἀλλὰ τί εἴπω, | |
15 | καὶ τί λαλήσω; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Οὐκέτι λέγεται ὡς γενησόμενον, ἀλλὰ θαυμάζεται ὡς πεπραγμένον. Παρὰ Ἰουδαίοις ἐπέπρακτο, παρ’ οἷς καὶ ἐλέγετο, ὑφ’ ἡμῶν δὲ πιστεύεται, παρ’ οἷς οὐδὲ ὠνομάζετο. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Τὸ | |
20 | μὲν γράμμα τῆς συναγωγῆς, τὸ δὲ κτῆμα τῆς Ἐκκλη‐ σίας. Ἐκείνη τὸ δίπτυχον εὗρεν, αὕτη τὸν μαργαρί‐ την ἐφεῦρεν· ἐκείνη τὸ ἔριον ἔβαψεν, αὕτη τὴν ἁλουργίδα ἐνεδύσατο. Ἡ Ἰουδαία γὰρ αὐτὸν ἔτεκε, καὶ ἡ οἰκουμένη αὐτὸν ὑπεδέξατο. Ἡ συναγωγὴ | |
25 | αὐτὸν ἔθρεψε, καὶ ἐτιθηνήσατο, καὶ ἡ Ἐκκλησία κατέσχε καὶ ἐκαρπώσατο. Παρ’ ἐκείνῃ τὸ κλῆμα τῆς ἀμπέλου, καὶ παρ’ ἐμοὶ ὁ βότρυς τῆς ἀληθείας. Ἐκείνη τὸν βότρυν ἐτρύγησε, καὶ τὰ ἔθνη τὸ μυστι‐ κὸν πίνει πόμα. Ἐκείνη τὸν κόκκον τοῦ σίτου ἐν τῇ | |
30 | Ἰουδαίᾳ ἔσπειρε, καὶ τὰ ἔθνη τῇ δρεπάνῃ τῆς πί‐ στεως τὸν ἄσταχυν ἐθέρισε. Τὰ ἔθνη τὸ ῥόδον εὐσε‐ βῶς ἀπέκειρε, καὶ Ἰουδαίοις ἡ ἄκανθα τῆς ἀπιστίας ἀπέμεινεν· ὁ νεοττὸς ἀπέπτη, καὶ παρακάθηνται οἱ ἄφρονες τῇ καλιᾷ· τὴν φυλλάδα τοῦ γράμματος οἱ | |
35 | Ἰουδαῖοι ἑρμηνεύουσι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος τὰ ἔθνη δρέπονται· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται. Εἰπέ μοι, ὦ Ἰουδαῖε, εἰπέ μοι λοιπὸν, τίνα ἔτεκε; Θάῤῥησόν μοι, κἂν ὡς τῷ Ἡρώδῃ. Ἀλλ’ οὐ θαῤῥεῖς. Οἶδα διὰ τί· διὰ τὴν ἐπιβουλήν. | |
40 | Ἐκείνῳ γὰρ εἶπας, ἵνα αὐτὸν ἀνέλῃ· ἐμοὶ δὲ οὐ λέγεις, ἵνα μὴ αὐτὸν προσκυνήσω. Τίνα δὲ ἔτεκε; Τίνα; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ· ἔτεκε γὰρ, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέ‐ λησεν. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ’ ὡς | |
45 | Δεσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ’ ὡς Θεὸς γεννᾶται. Ἐκ παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον. Ἔπρεπε γὰρ τῷ τῆς ἁγιοσύνης | |
56.389(50) | πρυτάνει ἐκ καθαρῶν καὶ ἁγίων προελθεῖν τόκων. Αὐτὸς γάρ ἐστιν ὁ πάλαι ἐκ παρθένου γῆς τὸν Ἀδὰμ πλάσας, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα μορφώσας. Ὥσπερ γὰρ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα ἤνεγκεν, οὕτω καὶ σήμερον ἡ παρθένος ἄνευ | |
55 | ἀνδρὸς ἄνδρα ἔτεκεν. Ἄνθρωπος γάρ ἐστι, φησὶ, καὶ τίς γνώσεται αὐτόν; Ἐπειδὴ γὰρ ἐχρεώστει τὸ γυναικεῖον γένος τοῖς ἀνθρώποις τὴν χάριν, ὡς τοῦ | |
Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσαντος, διὰ | Column end | |
56.390 | τοῦτο σήμερον ἔτεκεν ἡ παρθένος ἄνευ ἀνδρὸς, ὑπὲρ τῆς Εὔας ἐκτιννύουσα τοῖς ἀνδράσι τὸ χρέος. Ἵνα γὰρ μὴ μέγα φρονήσῃ ὁ Ἀδὰμ, ἄνευ γυναικὸς γυναῖκα βλαστήσας, διὰ τοῦτο καὶ ἡ παρθένος ἄνευ ἀνδρὸς | |
5 | ἄνδρα ἔτεκεν, ἵνα τῷ κοινῷ τοῦ θαύματος τὸ ὁμό‐ τιμον δείξῃ τῆς φύσεως. Ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἀφεῖλε, καὶ τὸν Ἀδὰμ οὐκ ἐμείωσεν οὐδέν· οὕτω καὶ ἐν τῇ παρθένῳ καὶ τὸν ἔμψυχον ἔπλασε ναὸν, καὶ τὴν παρθενίαν οὐκ ἔλυσεν. Σῶος | |
10 | ἔμεινεν ὁ Ἀδὰμ καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευ‐ ρᾶς· ἄφθορος ἔμεινε καὶ ἡ παρθένος μετὰ τὴν πρόοδον τοῦ βρέφους. Διὰ τοῦτο δὲ οὐκ ἀλλαχόθεν ἑαυτῷ ναὸν κατεσκευάσατο, οὐδὲ ἄλλο σῶμα πλάσας ἐνεδύσατο, ἵνα μὴ δόξῃ τὸ τοῦ Ἀδὰμ ἐνυβρίζειν φύ‐ | |
15 | ραμα. Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελι‐ σθέντα ἔμψυχον ἀνελάμβανε ναὸν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος | |
20 | γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ’ ὡς Θεὸς γεννᾶται. Εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν, ὥσπερ ἐγὼ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυ‐ | |
25 | λάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρ‐ τυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα | |
30 | καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν· οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναὸν, ὃν ἠβουλήθη τρόπον. Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, | |
35 | ἔτεκεν ἡ παρθένος, ἢ οὔ; Εἰ μὲν γὰρ ἔτεκεν, ὁμολό‐ γησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διὰ τί τὸν Ἡρώδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Μὴ οὖν ἐγὼ ᾔδειν τὴν κώμην, ἢ τὸν τόπον; | |
40 | μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε; Τέξεται γὰρ, φησὶν, υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμ‐ μανουήλ. Οὐχ ὑμεῖς ἀγνώμονες ἐχθροὶ τὴν ἀλήθειαν εἰσηγήσασθε; οὐχ ὑμεῖς οἱ γραμματεῖς καὶ Φαρισαῖοι | |
45 | οἱ ἀκριβεῖς τοῦ νόμου φύλακες πάντα τὰ κατ’ αὐτὸν ἡμᾶς ἐδιδάξατε; μὴ τὴν τῶν Ἑβραίων γλῶσσαν εἴδο‐ μεν; οὐχ ὑμεῖς τὰς Γραφὰς ἡρμηνεύσατε; Μετὰ τὸ τεκεῖν τὴν παρθένον, καὶ πρὸ τοῦ τεκεῖν, ἵνα μὴ δόξῃ πρὸς χάριν τοῦ Θεοῦ ἑρμηνεύεσθαι τὸ λεγόμενον, οὐχ | |
56.390(50) | ὑμεῖς ἐρωτώμενοι παρ’ Ἡρώδου, μάρτυρα παρηγά‐ γετε Μιχαίαν τὸν προφήτην, ἵνα ὑμῶν τὸν λόγον κυρώσηται; Καὶ σὺ γὰρ, φησὶ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις | |
55 | ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καλῶς εἶπεν ὁ προφήτης, Ἐκ σοῦ. Ἐξ ὑμῶν γὰρ ἐξῆλθε, καὶ εἰς τὴν οἰκουμένην ἦλθεν. Ὁ γὰρ ὢν, προέρχεται· ὁ δὲ μὴ ὢν, κτίζεται, ἢ γίνεται. Αὐτὸς δὲ καὶ ἦν, καὶ | |
προῆν, καὶ ἀεὶ ἦν ἀλλ’ ἦν μὲν ἀεὶ ὡς Θεὸς, διέπων | 389 | |
56.391 | τὸν κόσμον· σήμερον δὲ προῆλθεν, ὡς ἄνθρωπος μὲν τὸν λαὸν ποιμαίνων, ὡς Θεὸς δὲ τὴν οἰκουμένην διασώζων. Ὢ πολεμίων χρηστῶν! ὢ κατηγόρων φιλαν‐ θρώπων! οἳ τὸν ἐν Βηθλεὲμ τεχθέντα λανθάνοντες | |
5 | Θεὸν ἔδειξαν, οἳ τὸν ἐν φάτνῃ κρυπτόμενον Δεσπό‐ την ἐγνώρισαν, οἳ τὸν ἐν σπηλαίῳ καθήμενον ἐμή‐ νυσαν ἄκοντες, καὶ εὐηργέτησαν μὴ θέλοντες, ἀπ‐ εκάλυψαν καλύψαι βουλόμενοι. Εἶδες ἀμαθεῖς διδασκά‐ λους; Ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες | |
10 | τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτί‐ ζουσι. Δεῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδο‐ ξος ὁ τῆς γεννήσεως λόγος. Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμὸς, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδρα‐ | |
15 | πέτευσαν, ὁ θάνατος ἐλύθη, παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσε‐ βείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ | |
20 | ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται. Διὰ τί; Ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε, καὶ ἄνθρωπος ἐν οὐρανῷ· πάντα ἀναμὶξ γέγονε. Ἦλθε γὰρ ἐπὶ τῆς γῆς, ὅλος ὢν ἐν οὐρανοῖς· ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς | |
25 | ὢν, γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός· λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, διὰ τὸ ἐνοι‐ κῆσαι ἡμῖν σὰρξ ἐγένετο. Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. Διὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανὸς, δέξηται φάτνη. Διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, | |
30 | ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ Διὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένη‐ ται. Σήμερον γὰρ καὶ μάγοι προσῆλθον, ἀρχὴν | |
35 | λαβόντες ἀρνεῖσθαι τὸν τύραννον, καὶ ὁ οὐρανὸς καυ‐ χᾶται ἀστέρι τὸν ἴδιον Δεσπότην μηνύων, καὶ ὁ Κύ‐ ριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει, τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρώδου ἐπιβουλὴν, τῇ δὲ ἀληθείᾳ ἀποπληρῶν τὸ | |
40 | παρὰ τοῦ Ἡσαΐου εἰρημένον· Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυ‐ ρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἔσται ὁ λαός μου ἐν τῇ γῇ, ἣν εὐλόγησε Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύ‐ | |
45 | πτῳ καὶ ὁ ἐν τοῖς Ἀσσυρίοις καὶ ὁ ἐν Ἰσραήλ. Τί λέγεις, ὦ Ἰουδαῖε; ὁ πρῶτος τρίτος γέγονας; Αἰγύπτιοι καὶ Ἀσσύριοι προετάχθησαν, καὶ ὁ πρωτό‐ τοκος Ἰσραὴλ ὑπαριθμεῖται; Ναί· εἰκότως Ἀσσύ‐ ριοι πρῶτοι ἔσονται, ἐπειδὴ καὶ αὐτοὶ αὐτὸν πρῶ‐ | |
56.391(50) | τοι διὰ τῶν μάγων προσεκύνησαν· Αἰγύπτιοι δὲ μετὰ τοὺς Ἀσσυρίους, ἐπειδὴ καὶ αὐτοὶ φεύγοντα αὐτὸν τὴν Ἡρώδου ἐπιβουλὴν ἐδέξαντο· τελευταῖος δὲ Ἰσραὴλ ὑπαριθμεῖται, ἐπειδὴ μετὰ τὴν ἄνοδον τὴν ἐκ τοῦ Ἰορδάνου διὰ τῶν ἀποστόλων αὐτὸν ἔγνωσαν. | |
55 | Εἰσῆλθε δὲ εἰς Αἴγυπτον, σείων τὰ χειροποίητα τῆς Αἰγύπτου οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ἀπέκλεισε τῆς Αἰγύπτου τὰ πρόθυρα τῇ τῶν πρωτοτόκων ἀπωλείᾳ· | |
Διὰ τοῦτο σήμερον εἰσῆλθεν ὡς πρωτότοκος, ἵνα τῆς | Column end | |
56.392 | παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος. Καὶ ὅτι πρωτότοκος λέγεται ὁ Χριστὸς, μαρτυρεῖ σήμερον ὁ Λουκᾶς ὁ εὐαγγελιστὴς, λέγων· Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, | |
5 | καὶ ἀνέκλινεν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλὼν, ἀντὶ νυκτὸς καὶ σκότους σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον | |
10 | ἦν τότε τοῦ ποταμοῦ τὸ ὕδωρ τῇ τῶν ἀώρων νηπίων σφαγῇ. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον ὁ πάλαι τὸ ὕδωρ φοινίξας, καὶ ἐποίησε τὰ ῥεῖθρα τοῦ ποταμοῦ σωτηρίας γεννητικὰ, τὸ ἐναγὲς αὐτῶν καὶ βέβηλον δυνάμει καθαρίσας τοῦ Πνεύματος. Ἐκακώθησαν | |
15 | οἱ Αἰγύπτιοι, καὶ μανέντες ἠρνοῦντο τὸν Θεόν. Εἰσῆλ‐ θεν οὖν εἰς τὴν Αἴγυπτον, καὶ γνώσεως Θεοῦ ψυχὰς θεοφιλεῖς ἐπλήρωσε· τῷ ποταμῷ δὲ παρέσχε μάρτυρας τρέφειν σταχύων εὐφορωτέρους. Ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ ἐνταῦθα βούλομαι καταπαῦσαι τὸν λόγον· | |
20 | ὧδε δὲ καταπαύσω, τὸν λόγον πληρώσας, ὅτι πῶς Λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Τί δὲ εἴπω, ἢ τί λαλήσω; Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας | |
25 | ἐχόμενα, ὅλα πενίας γέμοντα. Εἶδες πλοῦτον ἐν πενίᾳ πολλῇ; πῶς πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσε; πῶς οὔτε κλίνην, οὔτε στρωμνὴν εἶχεν, ἀλλ’ ἐπὶ ξηρᾶς ἔῤῥιπτο φάτνης; Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, | |
30 | καὶ τὴν οἰκουμένην σαλεύει· ἐν σπαργάνοις ἐμπλέ‐ κεται, καὶ τὰ τῆς ἁμαρτίας διαῤῥήσσει δεσμά· οὔπω ἔναρθρον ἔῤῥηξε φωνὴν, καὶ τοὺς μάγους ἐδίδαξε, καὶ ἐκίνησε πρὸς ἐπιστροφήν. Τί εἴπω, ἢ τί λαλήσω; Ἰδοὺ βρέφος σπαργάνοις ἐμπλέκεται, καὶ ἐν φάτνῃ | |
35 | κεῖται· πάρεστι δὲ καὶ Μαρία παρθένος οὖσα καὶ μήτηρ· παρῆν δὲ καὶ Ἰωσὴφ ὀνομαζόμενος πατήρ. Οὗτος ἀνὴρ λέγεται, ἐκείνη γυνὴ προσαγορεύεται· ὀνόματα ἔννομα συζυγίας ἔρημα. Μέχρι ῥημάτων νόησαί μοι, ἀλλ’ οὐ μέχρι πραγμάτων. Μόνον οὗτος | |
40 | ἐμνηστεύσατο, καὶ Πνεῦμα ἅγιον αὐτῇ ἐπεσκίασεν. Ὅθεν ἀπορῶν ὁ Ἰωσὴφ οὐκ ᾔδει τί καλέσει τὸ βρέφος. Ἐκ μοιχείας αὐτὸς εἰπεῖν οὐκ ἐτόλμα, κατὰ τῆς παρ‐ θένου βλάσφημον καταχέειν λόγον οὐκ ἠδύνατο, τέκνον αὐτὸ εἰπεῖν ἴδιον οὐκ ἠνείχετο· ᾔδει γὰρ κα‐ | |
45 | λῶς, ὅτι οὐκ ἔγνω πῶς ἢ πόθεν ἐτέχθη τὸ βρέφος· ὅθεν ἀποροῦντι αὐτῷ πρὸς τὸ πρᾶγμα χρησμὸς οὐρα‐ νόθεν διὰ τῆς τοῦ ἀγγέλου φωνῆς ἐπεφέρετο, ὅτι Μὴ φοβοῦ, Ἰωσήφ· τὸ γὰρ γεννώμενον ἐξ αὐτῆς ἐκ Πνεύματός ἐστιν ἁγίου. Πνεῦμα γὰρ ἅγιον | |
56.392(50) | ἐπεσκίασεν τῇ παρθένῳ. Διὰ τί δὲ ἐκ παρθένου τίκτε‐ ται, καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ; Ὅτι πάλαι παρθένον οὖσαν τὴν Εὔαν ἠπάτησεν ὁ διάβολος, διὰ τοῦτο παρθένον οὖσαν τὴν Μαριὰμ ὁ Γαβριὴλ εὐηγ‐ γελίσατο. Ἀλλ’ ἀπατηθεῖσα μὲν ἡ Εὔα ῥῆμα ἔτεκε | |
55 | θανάτου αἴτιον· εὐαγγελισθεῖσα δὲ ἡ Μαρία Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. Τὸ | |
ῥῆμα τῆς Εὔας ξύλον ἔδειξε, δι’ οὖ τὸν Ἀδὰμ ἐκ τοῦ | 391 | |
56.393 | παραδείσου ἐξέωσεν· ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν σταυρὸν ἔδειξε, δι’ οὗ τὸν λῃστὴν εἰς πρόσωπον τοῦ Ἀδὰμ εἰς τὸν παράδεισον εἰσήγαγεν. Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ | |
5 | αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρ‐ | |
θενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ | Column end | |
56.394 | ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν. Ἐπειδὴ γὰρ κατα‐ λιπόντες αὐτὸν οἱ ἄνθρωποι ἀνθρωπόμορφα ἔγλυφον ξόανα, οἷς καὶ ἐλάτρευον ἐφ’ ὕβρει τοῦ κτίσαντος, διὰ | |
5 | τοῦτο σήμερον ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν, ἐν μορφῇ ἀνθρώπου ὤφθη, ἵνα καὶ τὸ ψεῦδος λύσῃ, καὶ λανθανόντως εἰς ἑαυτὸν τὴν λατρείαν ἀπενέγκηται. Τούτῳ οὖν τῷ ἐξ ἀπόρων πόρον ἐργασαμένῳ Χριστῷ δόξαν ἀναπέμψωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ | |
10 | Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 393 |