TLG 2062 213 :: JOANNES CHRYSOSTOMUS :: Synopsis scripturae sacrae [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Synopsis scripturae sacrae [Sp.]

Citation: Vol — pg — (ln)

56

.

313

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
3tΣΥΝΟΨΙΣ
4tΤῆς Παλαιᾶς τε καὶ Καινῆς, ὡς ἐν τάξει ὑπομνηστικοῦ.
5tΠΡΟΘΕΩΡΙΑ.
6 Καινὴ λέγεται ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως τῶν ἐν αὐτῇ γενομένων, ὅτι πάντα ἀνεκαινίσθη, καὶ πρῶτον ἄνθρωπος, δι’ ὃν τὰ πάντα. Ἵνα δὲ μή τις λέγῃ· Ὁ οὐρανὸς ὁ αὐτὸς, ἡ γῆ, καὶ τὸ κυριώτατον
10ἁπάντων ἄνθρωπος· καὶ (l. καινὸς) νόμος ἐδόθη, καιναὶ ἐντολαὶ, καινὴ ἡ χάρις διὰ τοῦ λουτροῦ, και‐ νὸς ἄνθρωπος, καιναὶ ἐπαγγελίαι. Οὐκέτι γὰρ γῆ καὶ τὰ ἀπὸ τῆς γῆς· ἀλλ’ οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς. Καινὰ τὰ μυστήρια. Οὐκέτι γὰρ ἐκεῖνα τὰ σωματικὰ,
15πρόβατον καὶ αἷμα, καὶ κνίσσα, καὶ κόπρος, ἀλλ’ ἡ λογικὴ καὶ ἐνάρετος λατρεία, τὰ παραγγέλματα και‐ νὰ, ξύλον εἰς οὐρανοὺς ἀνάγον καὶ ὑψηλοὺς ἐργαζό‐ μενον. Σκοπὸς δὴ ἑκατέρωθεν τῶν Διαθηκῶν εἷς, τῶν ἀνθρώπων ἡ διόρθωσις. Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς
20Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον; Καὶ γὰρ οὐρανὸν μέγαν δι’ αὐτὸν ἐποίησε, καὶ γῆν εὐθεῖαν, καὶ θάλασσαν ὑπὲρ τὴν χρείαν, ἵνα ἀπὸ τοῦ μεγέθους τῶν γενομένων θαυμάσαντες τὸν Δημιουργὸν, εἰς θεογνωσίαν ἔλθωσι. Καὶ ταῦτα
25οὖν διὰ τοῦτον γέγονεν. Ἐπεὶ οὖν σκοπὸς εἷς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ἀναγκαῖον εἶναι ἐνόμισεν ὁ Μωϋσῆς καὶ ἱστορίας ἀναγράψαι παλαιάς· οὐ κατὰ τὴν ἔξωθεν ἀκολουθίαν· ἐκεῖνοι μὲν γὰρ ἱστορίας γράφου‐ σιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι,
30καὶ πολέμους καὶ μάχας εἰς μέσον ἀγαγεῖν, καὶ καρ‐ πώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων. Ὁ δὲ νομοθέ‐ της οὐχ οὕτως· ἀλλὰ πάντοτε ἱστορίας ἀναγράφει ἀνδρῶν μεγάλων κατωρθωκότων, ὥστε τοῖς μετὰ ταῦτα τῶν ἐκείνοις βεβιωμένων τὴν διήγησιν γενέ‐
35σθαι διδασκαλίας ἀγαθῆς ὑπόθεσιν. Διὰ δὴ τοῦτο οὐColumn end

56

.

314

μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ καὶ τοὺς ἡμαρτηκότας, ἵνα τοὺς μὲν ζηλώσωμεν, τοὺς δὲ ἐκφύγωμεν, καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας. Μὴ τοίνυν νομιζέτω τις ξένον
5εἶναι νομοθέτου τὸ παλαιὰς ἱστορίας διηγεῖσθαι καὶ νόμους ἀναγράφειν. Ὅπερ γὰρ ἰσχύει νόμος, τοῦτο καὶ ἡ διήγησις τοῦ βίου τῶν ἁγίων. Ἔστι τοίνυν τῆς Παλαιᾶς τὸ μὲν ἱστορικὸν, ὡς ἡ Ὀκτά‐ τευχος· ἡ μὲν Γένεσις τὰ περὶ τῆς δημιουργίας δι‐
10ηγουμένη, καὶ τὰ περὶ τοῦ βίου τῶν εὐηρεστηκότων Θεῷ· ἡ δὲ Ἔξοδος τὴν ἀπαλλαγὴν τῶν Ἰουδαίων τὴν ἐξ Αἰγύπτου, τὴν παράδοξον ἐκείνην, καὶ τὴν τῆς ἐρήμου διατριβὴν, καὶ τὴν τοῦ νόμου δόσιν· τὸ δὲ Λευιτικὸν τὰ περὶ θυσιῶν καὶ ἱερουργίας· ἡ γὰρ τοῦ
15Λευὶ φυλὴ αὕτη ἦν ἡ τὴν ἱερωσύνην κεκληρωμένη, καὶ ἀπὸ τοῦ ὀνόματος τῆς φυλῆς τὴν προσηγορίαν ἔλαχε τὸ βιβλίον. Μετ’ ἐκεῖνο οἱ Ἀριθμοί· μετὰ γὰρ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκέλευσεν ὁ Θεὸς ἀριθμη‐ θῆναι τὸν δῆμον τῶν Ἰουδαίων, καὶ ἦσαν ἑξακόσιαι
20χιλιάδες, ἀφ’ ἑνὸς ἀνθρώπου τοῦ Ἀβραὰμ γενόμεναι. Εἶτα μετ’ ἐκεῖνο τὸ Δευτερονόμιον· τὸν γὰρ νόμον ἐκ δευτέρου ἡρμήνευσεν αὐτοῖς ὁ Μωϋσῆς. Εἶτα μετ’ ἐκεῖνο Ἰησοῦς ὁ τοῦ Ναυῆ· οὗτος γὰρ μετὰ τὸν Μωϋσέα γενόμενος αὐτῶν δημαγωγὸς, εἴς τε τὴν γῆν
25τῆς ἐπαγγελίας εἰσήγαγε, καὶ τὴν γῆν διένειμε κατὰ κλήρους ταῖς δώδεκα φυλαῖς. Μετ’ ἐκεῖνον οἱ Κριταί· τοῦ γὰρ Ἰησοῦ τελευτήσαντος, εἰς ἀριστοκράτειαν μετέπεσε τὰ πράγματα τῶν Ἰουδαίων, καὶ αἱ φυλαὶ ἐκράτουν. Εἶτα Ῥοὺθ, βιβλίον βραχὺ, ἱστορίαν ἔχον
30γυναικὸς ἀλλοφύλου, γαμηθείσης Ἰουδαίῳ τινί. Μετ’313

56

.

315

ἐκεῖνο αἱ Βασιλεῖαι αἱ τέσσαρες, ἐν αἷς τὰ εἰς τὸν Σαοὺλ, τὰ εἰς τὸν Δαυῒδ, τὰ εἰς Σολομῶντα καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον, καὶ τὰ μέχρι τῆς αἰχμα‐ λωσίας τῆς εἰς Βαβυλῶνα. Μετὰ δὲ τὰς βασιλείας
5Ἔσδρας. Ἐπειδὴ γὰρ ἀπηνέχθησαν εἰς Βαβυλῶνα ἁμαρτόντες, καὶ ἑβδομήκοντα ἔτη διετέλεσαν αὐτόθι δουλεύοντες, ὁ Θεὸς ὕστερον ἵλεως αὐτοῖς γενόμενος, παρεσκεύασε τὸν Κῦρον τὸν τότε Περσῶν βασιλεύ‐ οντα, Κῦρον, οὗ τὰς παιδείας ἀνέγραψε Ξενοφῶν,
10ἀφεῖναι τοὺς αἰχμαλώτους. Καὶ ἀφέντος, ἐπανῆλθον ἡγουμένου τοῦ Ἔσδρα, τοῦ Νεεμίου, τοῦ Ζορο‐ βάβελ. Καὶ τὴν ἐπάνοδον ταύτην γράφει ὁ Ἔσδρας· ὡς ἐπανελθόντες ἐκ δευτέρου τὸν ναὸν ᾠκοδόμησαν, καὶ τὴν πόλιν ἀνέστησαν. Καὶ ἑκατὸν διαγενομένων
15ἐτῶν, πάλιν πόλεμος αὐτοὺς κατέλαβεν ὁ Μακε‐ δονικός. Εἶτα τὰ ἐπὶ Ἀντιόχου συνέβη τοῦ Ἐπι‐ φανοῦς, ὅτε καὶ τρία ἔτη πολιορκηθέντες καὶ ἥμισυ, κακῶς παθόντες, πάλιν ἀπηλλάγησαν τῶν ἐπιγενο‐ μένων κακῶν. Καὶ μετ’ ἐκεῖνο ὀλίγου διαγενομένου
20χρόνου, ἔρχεται ὁ Χριστὸς, καὶ τέλος λαμβάνει ἡ Παλαιά. Ὥστε δὲ μαθεῖν πόθεν συνέστη τὸ Ἰουδαίων γένος, ἀναγκαῖον ὀλίγα εἰπεῖν. Μετὰ τὸν Ἀδὰμ γέ‐ γονεν ὁ Σὴθ, εἶτα Ἐνὼχ, εἶτα ἕτεροι μέχρι πλειό‐
25νων γενεῶν· καὶ τότε ὁ Νῶε, ἐφ’ οὗ, τῶν ἀνθρώπων διαφθαρέντων ὑπὸ κακίας, γίνεται ὁ κατακλυσμός. Εἶτα τοῦ κατακλυσμοῦ παυθέντος, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ μόνος μετὰ παίδων τριῶν, ἐνέπλησε τὴν γῆν ἐκ τῆς αὐτοῦ γενεᾶς, κατὰ διαδοχὴν πολλῶν ὄν‐
30των τῶν τικτομένων. Ὡς οὖν ἐγένοντο πολλοὶ, ἐβου‐ λεύσαντο πύργον οἰκοδομῆσαι, φθάνοντα ἕως τοῦ οὐρανοῦ. Καταγνοὺς δὲ αὐτῶν τὴν γνώμην ὁ Θεὸς, συνέχεεν αὐτῶν τὰς γλώσσας, καὶ τὴν μίαν εἰς πολλὰς διέτεμεν. Ὅθεν ἀνάγκη γέγονεν αὐτοῖς οὐκ ἀκού‐
35ουσιν ἀλλήλων, μηδὲ συνοικῆσαι ἀλλήλοις· καὶ αὕτη γέγονε πρόφασις τοῦ πανταχοῦ διασπαρῆναι αὐτοὺς τῆς οἰκουμένης. Λέγεται δὲ ἐν ταύτῃ τῇ συγχύσει τῶν γλωσσῶν ὁ Ἕβερ ὁ τῶν Ἰουδαίων πρόγονος μὴ βου‐ ληθῆναι κοινωνῆσαι τῆς ἐπιχειρήσεως αὐτοῖς, καὶ
40μόνος μεῖναι διατηρῶν τὴν οἰκείαν γλῶσσαν, τῆς καλλίστης γνώμης τοῦτο τιμηθείς. Τούτου ἔγγονος ἐγένετο, Ἀβραάμ· διὸ καὶ Ἰουδαίων γλῶσσα Ἑβραϊκὴ κέκληται, ἀπὸ τοῦ Ἕβερ. Τούτου τοίνυν ἐγένετο ἔγγονος [Ἀβραὰμ], τοῦ Ἀβραὰμ, Ἰσαὰκ, οὗ
45Ἰακώβ. Οὗτος ἐγέννησε τοὺς δώδεκα πατριάρχας, τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευὶ, τὸν Ἰούδαν, τὸν Ἰσαχὰρ, τὸν Ζαβουλὼν, τὸν Νεφθαλεὶμ, τὸν Γὰδ, τὸν Δὰν, τὸν Ἀσὴρ, τὸν Ἰωσὴφ, τὸν Βενιαμίν. Τού‐ των τῶν ἕνδεκα πατριαρχῶν ἐπώνυμοι γεγόνασιν αἱ

56

.

315

(50)

μετὰ ταῦτα φυλαί. Ἕκαστος γὰρ φυλὴν ἀπεγέννησε, καὶ οἱ τεχθέντες, ἀπ’ ἐκείνων ἐκαλοῦντο. Ἀντὶ μέντοι τοῦ Ἰωσὴφ μία φυλὴ οὐκέτι γίνεται, ἀλλὰ δύο. Οὐ γὰρ ἠβουλήθη ὁ πατὴρ ὁ τοῦ Ἰωσὴφ μιᾷ φυλῇ ἐπ‐ ώνυμον αὐτὸν γενέσθαι. Τί οὖν γίνεται; Ἐπειδὴ εἷς
55ἦν ὁ αὐτὸς, ἵνα διπλοῦς γένηται πατριάρχης, τὸν
Ἐφραῒμ καὶ τὸν Μανασσῆ τοὺς υἱοὺς αὐτοῦ τοὺς δύο,Column end

56

.

316

τούτους ἐποίησε δύο φυλῶν γενέσθαι ἐπωνύμους, καὶ αἱ δύο φυλαὶ τῷ Ἰωσὴφ ἐλογίζοντο. Ὥστε συνέβη ἐκ τούτου ἕνδεκα (l. τρισκαίδεκα) εἶναι τὰς φυλὰς, ἕνδεκα τὰς τῶν ἄλλων, δύο τὰς τοῦ Ἰωσὴφ τὰς διὰ τῶν
5παίδων. Ὑπεξαιρεῖται ἡ τοῦ Λευὶ, καὶ ἀφορίζεται τῇ τάξει τῆς ἱερωσύνης· οὐδὲ γὰρ ἦν ἀναγκαῖον ἄλλο τι μεταχειρίσαι· καὶ μένει τῶν δώδεκα ὁ ἀριθμὸς μὴ ἀκρωτηριασθείς. Αἱ μὲν οὖν δώδεκα τὰ ἄλλα πάντα ἔπραττον· ἡ δὲ τοῦ Λευὶ τὰ ἱερατικὰ ἦν ἐπιτεταγμένη
10μόνη. Ἐκ ταύτης ἦν ὁ Μωϋσῆς. Οὗτοι τοίνυν οἱ δώδεκα πατριάρχαι ἀπελθόντες εἰς Αἴγυπτον, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ πληρουμένης τῆς λεγούσης, Ποιήσω τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, ἑξακοσίων χιλιάδων ἐγένοντο πρόγονοι.
15Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων συνέστη γένος ἀπὸ τῆς Ἰούδα φυλῆς ὀνομασθὲν τῆς βασιλικωτάτης, ὅθεν οἱ βασιλεῖς ἂν ἐγένοντο. Τῆς οὖν Παλαιᾶς ἐστι τὸ μὲν ἱστορικὸν, τοῦτο δὴ ὃ προειρήκαμεν· τὸ δὲ συμβου‐ λευτικὸν, ὡς αἵ τε Παροιμίαι, καὶ ἡ τοῦ Σειρὰχ
20Σοφία, καὶ ὁ Ἐκκλησιαστὴς, καὶ τὰ ᾌσματα τῶν ᾀσμάτων· τὸ δὲ προφητικὸν, ὡς οἱ δεκαὲξ λέγω Προφῆται, καὶ Ῥοὺθ, καὶ Δαυΐδ. Εὕροι δ’ ἄν τις τὰ εἴδη ταῦτα διῃρημένα ἁδρομερῆ ἐν ἀλλήλοις ὄντα. Οἷόν τι λέγω, ἐν ταῖς ἱστορίαις εὕροι τις ἂν προφη‐
25τείαν· καὶ τῶν προφητῶν ἀκούσειεν ἂν πολλὰ ἱστο‐ ρικὰ διαλεγομένων. Καὶ τὸ τῆς συμβουλῆς δὲ εἶδος καὶ τὸ τῆς παραινέσεως, ἐν ἑκατέρῳ τούτων, ἔν τε τῇ προφητείᾳ, ἔν τε τῇ ἱστορίᾳ. Πάντα δὲ ταῦτα, ὥσπερ ἔφθην εἰπὼν, εἰς ἓν βλέπει, τὴν τῶν ἀκουόντων διόρ‐
30θωσιν, ὥστε καὶ ἀπὸ τῆς τῶν προτέρων διηγήσεως, καὶ ἀπὸ τῆς συμβουλῆς καὶ τῆς παραινέσεως, καὶ ἀπὸ τῆς προφητείας ῥυθμίζεσθαι πρὸς τὸ δέον. Προ‐ φητείας δὲ τοῦτο ἔργον μᾶλλον ἦν, τὸ τὰ μέλλοντα προαναφωνεῖν, εἴτε χρηστὰ, εἴτε λυπηρὰ, ἵνα τοὺς μὲν
35ἀποσπάσωνται, τοὺς δὲ τῷ φόβῳ τῆς κακίας ἀπείρξω‐ σιν. Ἔστι δὲ καὶ ἕτερον προφητείας εἶδος, τὸ τὰ περὶ τοῦ Χριστοῦ προαναφωνῆσαι· ἔνθα μετ’ ἀκριβείας οὐ περὶ τῆς παρουσίας μόνον, ἀλλὰ καὶ περὶ ὧν ἔμελλε παραγενόμενος πράττειν, καὶ περὶ τοῦ τόκου, καὶ
40περὶ τῆς γεννήσεως, καὶ περὶ τοῦ σταυροῦ, καὶ περὶ τῶν θαυμάτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐκλογῆς, περὶ τῆς Καινῆς Διαθήκης, περὶ τῆς παύσεως τῶν Ἰουδαϊκῶν, καὶ περὶ τοῦ ἀφανισμοῦ τῶν Ἑλληνικῶν, καὶ περὶ τῆς εὐγενείας τῆς κατὰ τὴν Ἐκκλησίαν, καὶ
45περὶ τῶν ἄλλων ἁπάντων τῶν καθεξῆς ὄντων πρα‐ γμάτων. Ταῦτα πάντα μετὰ σαφηνείας ἁπάσης πρὸ πολλοῦ τοῦ χρόνου προανεφώνησαν οἱ προφῆται, τὰ μὲν διὰ τύπων, τὰ δὲ διὰ ῥημάτων. Καὶ γὰρ δύο προφητείας εἴδη, καὶ διὰ ἔργων καὶ

56

.

316

(50)

διὰ λόγων προαναφωνεῖν τὰ μέλλοντα· διὰ λόγων μὲν, ὡς ὅταν τὸν σταυρὸν βουλόμενοι εἰπεῖν, λέγωσιν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναν‐
τίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Τοῦτο μὲν οὖν315

56

.

317

διὰ λόγων εἷλον προφητεῦσαι· δι’ ἔργων δὲ, ὅταν Ἀβραὰμ φαίνηται τὸν υἱὸν ἀναφέρων, καὶ τὸν κριὸν κατασφάττων. Διὰ γὰρ τῶν πραγμάτων προανα‐ τυποῖ τοῦ σταυροῦ τὴν εἰκόνα, καὶ τὴν ὑπὲρ τῆς
5οἰκουμένης ἐσομένην σφαγήν. Καὶ πολλοὺς ἄν τις εὕροι τοιούτους τύπους ἐν τῇ Παλαιᾷ, καὶ προφητείας διὰ πραγμάτων. Οὐ μόνον δὲ τὰ μέλλοντα προ‐ φητείας ἐστιν εἰπεῖν, ἀλλὰ καὶ τὰ παρελθόντα, ὅπερ μᾶλλόν ἐστι παρὰ Μωϋσῇ. Ὅταν γὰρ περὶ οὐρανοῦ
10καὶ γῆς διαλέγηται, παρελθόντα μὲν λέγει πράγματα καὶ κεκρυμμένα τῷ χρόνῳ, προφητεία δὲ αὐτὰ φθέγ‐ γεται. Ὥσπερ γὰρ τὰ μηδέπω γενόμενα, καὶ ἀφανῆ ἔτι τυγχάνοντα, προφητείας ἐστὶν εἰπεῖν, οὕτω τὰ γενόμενα μὲν, κεκρυμμένα δὲ τῷ χρόνῳ, ταῦτα
15ἀνακαλύψαι καὶ εἰς μέσον ἀγαγεῖν τῆς ἴσης χάριτός ἐστιν. Ἔστι δὲ καὶ τὰ παρόντα προφητείας εἰπεῖν, ὅταν τι γίνηται μὲν, κρύπτηται δὲ, οἷον ἐπὶ τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρης. Ἐκεῖ γὰρ οὔτε παρ‐ ελθὸν, οὔτε μέλλον ἦν, ἀλλὰ παρὸν μὲν, ἄδηλον δέ.
20Ὁ τοίνυν Πέτρος προφητείᾳ αὐτὰ ἐκκαλύψας, εἰς μέσον ἄγει. Καὶ τὰ μὲν τῆς Παλαιᾶς, ὡς ἄν τις ἁδρομερῶς εἴποι, ταῦτα. Ἐπὶ δὲ τῆς Καινῆς τὰ ἐν τῇ Παλαιᾷ αἰνιγματωδῶς εἰρημένα, ταῦτα δείκνυ‐ ται, τὰς προφητείας λέγω τὰς διὰ τῶν ἔργων μαρ‐
25τυρουμένας, τὴν τῶν οὐρανῶν ἁπτομένην πολιτείαν, τὰ ἀπόῤῥητα τῶν μελλόντων ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Παραλαβοῦσα γὰρ τὸν ἄνθρωπον διὰ τῆς Παλαιᾶς ἡ Καινὴ, συμμέτρως πως καὶ τῆς κακίας
30ἠρέμα ἀπαλλαγέντα, πρὸς τὴν τῶν ἀγγέλων ἀνάγει πολιτείαν. Ὥστε τῆς μὲν Παλαιᾶς ἔργον ἦν ποιῆσαι ἄνθρωπον, τῆς δὲ Καινῆς τὸν ἄνθρωπον ἐργάσασθαι ἄγγελον. Ἐπειδὴ γὰρ ἡ κακία καὶ τὸ ἀνθρώπους εἶ‐ ναι ἐποίησεν ἀπολέσαι, εἰς ἀλόγων δυσγένειαν κατα‐
35γαγοῦσα, καὶ θηριώδεις ἐργασαμένη· ὁ μὲν νόμος ἐκείνης μὲν ἀπήλλαττε τῆς κακίας· ἡ δὲ χάρις καὶ ταύτην τὴν ἀγγελικὴν προστίθησιν ἀρετήν. Ἔστι δὲ καὶ τῆς Καινῆς βιβλία, αἱ Ἐπιστολαὶ αἱ δεκατέσ‐ σαρες Παύλου, τὰ Εὐαγγέλια τὰ τέσσαρα, δύο μὲν τῶν
40μαθητῶν τοῦ Χριστοῦ, Ἰωάννου καὶ Ματθαίου, δύο δὲ Λουκᾶ καὶ Μάρκου· ὧν ὁ μὲν τοῦ Πέτρου, ὁ δὲ τοῦ Παύλου γεγόνασι μαθηταί. Οἱ μὲν γὰρ αὐτόπται ἦσαν γεγενημένοι, καὶ συγγενόμενοι τῷ Χριστῷ· οἱ δὲ παρ’ ἐκείνων τὰ ἐκείνων διαδεξάμενοι, εἰς ἑτέρους
45ἐξήνεγκαν· καὶ τὸ τῶν Πράξεων δὲ βιβλίον, καὶ αὐτὸ Λουκᾶ, ἱστορήσαντος τὰ γενόμενα, καὶ τῶν καθολικῶν Ἐπιστολαὶ τρεῖς. Σύνοψις τῆς Γενέσεως. Τὰ κατὰ τὴν κοσμοποιίαν, καὶ τὴν τοῦ ἀνθρώπου·

56

.

317

(50)

πλάσιν. Ἐντολὴν λαμβάνει ὁ Ἀδὰμ, καὶ πλάττεται
ἡ γυνὴ ἐκ τῆς πλευρᾶς αὐτοῦ, ἣ ἀπατηθεῖσα ὑπὸ τοῦColumn end

56

.

318

ὄφεως, ἀπατᾷ τὸν ἄνδρα, καὶ γενομένη μετ’ αὐτοῦ ἐπικατάρατος, ἐκβάλλεται τοῦ παραδείσου· καὶ ὁ ὄφις δέχεται κατάραν ἐπὶ τοῦ στήθους περιπατεῖν. Ἀναιρεῖ τὸν ἀδελφὸν ὁ Κάϊν διὰ τὸ ὑπερευδοκιμηθῆ‐
5ναι, καὶ δίδωσι δίκην· καὶ μετὰ ταῦτα παιδοποιεῖ. Τίκτει δὲ καὶ Εὔα τὸν Σήθ. Κατάλογος τῶν ἀπὸ τοῦ Ἀδὰμ, καὶ τῶν ἀπὸ τοῦ Σὴθ, ἕως τοῦ Νῶε, καὶ κατ‐ ηγορία τῶν ἀνδρῶν διὰ τὰς οὐ προσηκούσας ἐπιγα‐ μίας καὶ τὰς λοιπὰς ἀνομίας· Υἱοὺς δὲ Θεοῦ ἐν‐
10ταῦθα καλεῖ τοὺς ἀπὸ τοῦ Σὴθ κατάγοντας τὸ γένος· καὶ γὰρ εἴρηται· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Θυγατέρας δὲ ἀνθρώπων τὰς ἀπὸ τοῦ Κάϊν. Προλέγει ὁ Θεὸς τῷ Νῶε τὴν μέλλουσαν τῶν ἀνθρώπων ἀπώλειαν διὰ τοῦ κατακλυσμοῦ, καὶ
15παραινεῖ ποιῆσαι τὴν κιβωτὸν, τριακοσίων πήχεων τὸ μῆκος, πεντήκοντα πήχεων τὸ πλάτος, τριάκοντα πήχεων τὸ ὕψος. Ὡς δὲ εἰσῆλθεν εἰς τὴν κιβωτὸν, ἐφέρετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐνεδίδου δὲ τὸ ὕδωρ μετὰ ἑκα‐
20τὸν πεντήκοντα ἡμέρας. Ὤφθησαν δὲ αἱ κορυφαὶ τῶν ὀρέων πρώτῃ τοῦ δεκάτου μηνός. Καὶ μετὰ τεσσα‐ ράκοντα ἡμέρας ἀπέστειλε τὸν κόρακα, καὶ οὐχ ὑπ‐ έστρεψε· καὶ μετὰ ἑπτὰ ἡμέρας ἀπέστειλε τὴν περι‐ στερὰν, καὶ ὑπέστρεψε θαλλὸν ἐλαίας κομίζουσα.
25Κελεύεται ὑπὸ τοῦ Θεοῦ ὁ Νῶε ἐξελθεῖν ἐκ τῆς κι‐ βωτοῦ· καὶ ἐξελθὼν ἔθυσε τῷ Θεῷ, καὶ εὐλογήθη μετὰ τῶν υἱῶν αὐτοῦ. Καὶ ἔλαβεν ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ, ὥστε μηκέτι γενέσθαι τοιαύτην ἀπώλειαν ἀνθρώπων διὰ τοῦ κατακλυσμοῦ. Καὶ μετὰ ταῦτα εὐ‐
30λογεῖ μὲν τὸν Σὴμ καὶ τὸν Ἰάφεθ, καταρᾶται δὲ τὸν Χαναὰν, ἐπειδὴ ὁ πατὴρ αὐτοῦ Χὰμ ἐξεῖπε τὴν γύμνωσιν τοῦ πατρός. Ἐκβαίνει δὲ ἡ κατάρα ἐπὶ τῶν Γαβαονιτῶν· μᾶλλον δὲ πρόσχημα μὲν κατάρας ἦν, τὸ δὲ ἀληθὲς προφητεία. Οἱ ἀπὸ τοῦ Νῶε ἕως τοῦ
35Φαλὲκ, ὃς ἀπὸ τοῦ μερισθῆναι ἐπ’ αὐτοῦ τὴν γῆν τὴν προσηγορίαν ἔλαβε ταύτην. Τότε γὰρ τὸν πύργον ᾠκοδόμησαν, ὅθεν καὶ ὁ τόπος Βαβυλὼν προσηγο‐ ρεύθη, ὅ ἐστι Σύγχυσις, ἐπειδὴ ἐκεῖ συνεχύθησαν αὐτῶν αἱ γλῶσσαι. Τὸν δὲ πατέρα τοῦ Φαλὲκ τὸν
40Ἕβερ λόγος ἔχει μὴ ὁμονοῆσαι τοῖς λοιποῖς εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ διὰ τοῦτο αὐτῷ τὴν λαλιὰν μὴ ἀμειφθῆναι, ἀλλὰ μεῖναι αὐτὸν ἀκέραιον ἔχοντα τὴν διάλεκτον, καὶ ἀπ’ αὐτοῦ τὴν ἐπωνυμίαν αὐτὴν λαβεῖν. Ἕβερ γὰρ ἐκείνου καλουμένου, Ἑβραῒς αὕτη
45κέκληται, ὃ καὶ σημεῖόν ἐστι μέγιστον τοῦ πασῶν τῶν λαλιῶν πρεσβυτέραν εἶναι τὴν Ἑβραΐδα· πρὶν γὰρ συγχυθῆναι τὰς γλώσσας, ταύτῃ πάντες ἐκέχρην‐ το. Ἔστι δὲ ὁ Ἕβερ οὗτος πρόγονος Ἀβραάμ. Γε‐ νεαλογοῦνται δὲ ἀπὸ τοῦ Σὴθ ἕως τοῦ Ἀβραάμ. Λαμ‐

56

.

318

(50)

βάνει ὁ πατὴρ τοῦ Ἀβραὰμ ὁ Θαρᾶ τοὺς υἱοὺς αὐτοῦ,
τόν τε Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν ἔγγονον317

56

.

319

αὐτοῦ Λὼτ, καὶ ἔρχεται εἰς Χαῤῥᾶν, προθέμενος εἰς τὴν Χαναναίων ἐλθεῖν, καὶ ἀποθανόντος αὐτοῦ ἐν Χαῤῥᾷ, προστάττεται ὑπὸ τοῦ Θεοῦ Ἀβραὰμ μετοι‐ κῆσαι ἀπὸ Χαῤῥᾶν, καὶ ἦλθεν εἰς Συχὲμ τῆς γῆς Χα‐
5ναάν. Καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν. Καὶ ᾠκοδόμησεν Ἀβραὰμ θυσιαστή‐ ριον τῷ Θεῷ, καὶ ἔπηξε τὴν σκηνὴν αὐτοῦ κατὰ θά‐ λασσαν. Γενομένου δὲ λιμοῦ, κατελθὼν εἰς Αἴγυπτον παραγγέλλει τῇ γυναικὶ αὐτοῦ εἰπεῖν, ὅτι ἀδελφὴ αὐ‐
10τοῦ εἴη. Καὶ λαβὼν αὐτὴν Φαραὼ, καὶ ἐτασθεὶς ὑπὸ τοῦ Θεοῦ, δίδωσι τῷ Ἀβραάμ. Μαχεσθέντων τῶν ποι‐ μένων τοῦ Ἀβραὰμ καὶ τοῦ Λὼτ πρὸς ἀλλήλους, διείλοντο τὰς οἰκήσεις. Καὶ ὁ μὲν Λὼτ ἔλαβε τὴν Σο‐ δομηνῶν, ὁ δὲ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρὶ
15κατῴκησεν, ἐπαγγελίας τε ἔλαβε πάλιν παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει αὐτοῦ τὸ σπέρμα, καὶ ὅτι κληρονομήσει τὴν γῆν. Ὁ Χοδολαγομὸρ, ἐπειδὴ ἀπέστησαν αὐτοῦ οἱ πέντε βασιλεῖς οἱ τῆς Σοδομηνῆς, δουλεύοντες αὐτῷ πρότερον, παραλαβὼν
20ἑτέρους βασιλεῖς τρεῖς, ἐπεστράτευσεν αὐτοῖς, καὶ τροπωσάμενος ἔλαβεν αἰχμαλώτους· ἐν οἷς ἦν καὶ ὁ Λώτ. Ὁ δὲ Ἀβραὰμ ἀκούσας, καὶ σὺν τοῖς οἰκογε‐ νέσιν αὐτοῦ τριακοσίοις δεκαοκτὼ καταδιώξας, ἐξεί‐ λετο τὸν ἀδελφιδοῦν μετὰ τῆς ἵππου καὶ τῶν γυναι‐
25κῶν· καὶ τῷ μὲν Μελχισεδὲκ εὐλογήσαντι αὐτὸν, ἐξενεγκόντι ἄρτους τε καὶ οἶνον, δεκάτην ἔδωκε. Διό φησιν ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους, ὅτι Καὶ ὁ Λευὶς ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ὑπὸ τοῦ βασιλέως Σοδόμων παρακληθεὶς τὴν ἵππον λαβεῖν,
30οὐκ ἐπένευσεν· Ἵνα μὴ εἴπῃς, φησὶν, Ἐγὼ πεπλού‐ τηκα τὸν Ἀβραάμ. Τότε τοῦ Θεοῦ πρὸς αὐτὸν εἰπόν‐ τος, ὅτι Ὁ μισθός σου πολὺς ἔσται, ἀποδύρεται τὴν ἀπαιδίαν· καὶ ἀκούει πάλιν, ὅτι ὁ ἐξ αὐτοῦ ἐξελευ‐ σόμενος κληρονομήσει αὐτὸν, καὶ τὸ σπέρμα αὐτοῦ
35ἔσται ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. Ἐνταῦθα κεῖται τὸ, Ἐπίστευσεν Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τὰ διχοτομήματα ποιεῖ, καὶ μαν‐ θάνει ὅτι πάροικον ἔσται τὸ σπέρμα αὐτοῦ, καὶ ὅτι μετὰ ταῦτα ἀπαλλαγήσεται, μετὰ τὸ ταπεινωθῆναι
40ἔτη τετρακόσια. Σάῤῥα δὲ ἐπεὶ στεῖρα ἦν, δίδωσι τὴν Ἄγαρ τῷ Ἀβραὰμ, ἵνα παιδοποιήσηται ἐξ αὐτῆς. Ὡς δὲ ἐκύει, ἐπήρθη κατὰ τῆς κυρίας αὐτῆς· καὶ δίδωσιν αὐτὴν τῇ Σάῤῥᾳ ὁ Ἀβραὰμ, ὥστε ἀμῦναι τῇ ὕβρει τῇ ἑαυτῆς. Ἡ δὲ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης,
45ἀπέδρα ἀπὸ τῆς οἰκίας, καὶ κελεύεται ὑπὸ ἀγγέλου ἀποστραφῆναι πρὸς τὴν κυρίαν αὐτῆς· λαμβάνει τε ἐπαγγελίαν, ὅτι τὸ σπέρμα αὐτῆς ἐπιδώσει εἰς πλῆ‐ θος, καὶ ὄνομα τῷ παιδίῳ πρὶν ἢ τεχθῆναι ἐπιτίθησιν ὁ ἄγγελος, Ἰσμαὴλ αὐτὸν καλῶν. Ἔτεκεν ἡ Ἄγαρ τὸν

56

.

319

(50)

Ἰσμαὴλ, καὶ Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα μετ‐ ωνομάζετο. Οὐκέτι γὰρ Ἄβραμ, ἀλλὰ Ἀβραὰμ ἐ‐ κλήθη. Κελεύεται ὑπὸ τοῦ Θεοῦ περιτμηθῆναι αὐτὸς πανοικεσίᾳ. Καὶ τὸ τῆς Σάρας ὄνομα ἀμείβεται, καὶ καλεῖται Σάῤῥα. Καὶ λαμβάνει περὶ τοῦ Ἰσαὰκ ἐπαγ‐
55γελίαν ὁ Ἀβραάμ. Ἐπιφαίνεται τῷ Ἀβραὰμ ὁ ΥἱὸςColumn end

56

.

320

τοῦ Θεοῦ μετὰ δύο ἀγγέλων, καὶ λέγει πρὸς αὐτόν· Ἐπανήξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Ἀβραὰμ δεῖ‐ ται τοῦ Θεοῦ ὑπὲρ Σοδόμων. Οἱ δύο ἄγγελοι ἔρχονται
5πρὸς τὸν Λώτ. Ἐπιστάντες οἱ Σοδομῖται ἐπεζήτουν αὐτοὺς, καὶ πλήττονται ἀορασίᾳ. Τὸν δὲ Λὼτ λαβόντες οἱ ἄγγελοι ἐξῆλθον τῆς οἰκίας· καὶ αὐτὸς μὲν ἅμα ταῖς θυγατράσι διασώζεται εἰς Σηγώρ· ἡ δὲ γυνὴ γέγονε στήλη ἁλὸς, ἐπειδὴ ἀπέβλεψεν εἰς τὰ ὀπίσω.
10Ὡς δὲ ἐνεπρήσθη ἡ Σοδομηνὴ, καὶ ἀπῆλθεν εἰς τὸ ὄρος Λὼτ, καὶ συνέλαβον ἐξ αὐτοῦ αἱ θυγατέρες αὐ‐ τοῦ, καὶ ἡ μὲν πρεσβυτέρα ἔτεκε τὸν Μωὰβ, ἡ δὲ νεωτέρα τὸν Ἀμμών· τὴν δὲ μετὰ τοῦ πατρὸς μίξιν ἔκλεψαν τῇ μέθῃ· ᾤοντο γὰρ τὸ ἀνθρώπινον ἐκλελοι‐
15πέναι γένος. Παρῴκησεν ἐν Γεράροις ὁ Ἀβραὰμ, καὶ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ ἔλαβε τὴν Σάῤῥαν· ἀπειλήσαντος δὲ αὐτῷ τοῦ Θεοῦ, ἀπελογεῖτο λέγων, ἀδελφὴν αὐτοῦ νενομικέναι τὴν γυναῖκα εἶναι· οὕτω γὰρ αὐτὴ εἶπεν. Ἀπέδωκε δὲ αὐτὴν τῷ Ἀβραὰμ μετὰ
20δώρων. Τότε ἀποδοθεῖσα τίκτει τὸν Ἰσαάκ. Ἐκβάλ‐ λει δὲ τὴν παιδίσκην τῆς οἰκίας μετὰ τοῦ παιδίου Ἰσμαήλ. Ὁ δὲ Ἀβιμέλεχ τίθεται πρὸς τὸν Ἀβραὰμ διαθήκην, ὥστε μὴ ἀδικῆσαι ἀλλήλους, καὶ λαμβά‐ νει ἑπτὰ ἀμνάδας παρὰ τοῦ Ἀβραὰμ, εἰς μαρτύριον
25τοῦ φρέατος τοῦ ὁρκισμοῦ, ἵνα ᾖ δῆλον ὅτι τοῦ Ἀβραάμ ἐστι. Κελεύεται ἀνενέγκαι τὸν υἱὸν εἰς ὁλο‐ κάρπωσιν, καὶ ἀναφέρεται, καὶ σφάζεται κριὸς ἀντ’ αὐτοῦ. Ταῦτα δὲ τύποι ἦσαν τῆς μελλούσης οἰκονομίας ὑπὸ Χριστοῦ τελεῖσθαι ὑπὲρ ἡμῶν. Ἀπο‐
30θνήσκει Σάῤῥα, καὶ ἀγοράσας τόπον ὁ Ἀβραὰμ παρὰ Ἐφρὼν τοῦ Χετταίου, θάπτει ἐκεῖ τὴν γυναῖκα, καὶ πέμπει τὸν παῖδα αὐτοῦ, ὥστε μνηστεύσασθαι τῷ Ἰσαὰκ γυναῖκα ἀπὸ Μεσοποταμίας, παραγγείλας μὴ ἀποστρέψαι τὸν υἱὸν αὐτοῦ ἐκεῖ, εἰ μὴ βούλοιτο ἐλθεῖν
35ἡ γυνή. Ὡς δὲ ἦλθεν ὁ παῖς εἰς τὴν πόλιν Ναχὼρ, καὶ τὸ σημεῖον ᾔτησε, καθ’ ὃ ἤμελλε γνωρίζειν τὴν παρθένον· ἦν δὲ τὸ σημεῖον, παρασχεῖν ἐκείνην αὐτῷ τε καὶ ταῖς καμήλοις αὐτοῦ πιεῖν· ἐξέρχεται Ῥεβέκκα ἡ θυγάτηρ Βαθουὴλ τοῦ υἱοῦ Ναχώρ· ὁ δὲ Ναχὼρ
40ἀδελφὸς ἦν τοῦ Ἀβραάμ· δοῦσά τε αὐτῷ πιεῖν καὶ ταῖς καμήλοις, εἰποῦσά τε, τίνος εἴη θυγάτηρ, εἰσ‐ άγει τὸν ἄνδρα καὶ ξενίζει. Ἐπειδὴ δὲ εἶπεν ἐκεῖνος, τίνος ἕνεκεν ἦλθε, καὶ ᾔτει τὴν παῖδα λαβεῖν, τῇ παρ‐ θένῳ τὴν αἵρεσιν ἐπέτρεψαν οἱ γονεῖς. Ὡς δὲ ἐπ‐
45ένευσεν ἐκείνη, λαβὼν αὐτὴν ἀπῆλθε· καὶ ἐγένετο τῷ Ἰσαὰκ γυνή. Λαμβάνει ὁ Ἀβραὰμ γυναῖκα τὴν Χετ‐ τούραν, ἀποθανούσης Σάῤῥας, καὶ τοὺς ἐξ αὐτῆς γενομένους παῖδας ἐξαπέστειλεν ἀπὸ Ἰσαὰκ, δόματα δοὺς αὐτοῖς· τῆς δὲ οὐσίας Ἰσαὰκ κληρονόμον ἐποίη‐

56

.

320

(50)

σε, καὶ ἀπέθανε. Τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ ἔγκειται ἐνταῦθα· κατῴκησε δὲ ἀπὸ Εὐιλὰτ ἕως Σούρ. Τῆς Ῥεβέκκας ἐστειρωμένης, ἐδεῖτο Ἰσαὰκ τοῦ Θεοῦ, ὥστε κυεῖν αὐτήν· καὶ ἐπειδὴ ἐκύει, φησὶν αὐτῇ ὁ Θεός· Δύο ἔθνη ἐν τῇ κοιλίᾳ σου, καὶ λαὸς λαοῦ
55ὑπερέξει· προλέγων τὰ περὶ Ἰουδαίων καὶ ἡμῶν τῶν
Χριστιανῶν. Ὡς δὲ ἐτέχθη τὰ παιδία καὶ ηὐξήθη,319

56

.

321

ἀποδίδοται καὶ πιπράσκει ἑψήματος φακῆς τὰ πρω‐ τοτόκια ἑαυτοῦ ὁ Ἡσαῦ τῷ Ἰακώβ. Βουλόμενον δὲ τὸν Ἰσαὰκ εἰς Αἴγυπτον κατελθεῖν, ἐπειδὴ λιμὸς κατ‐ ίσχυε, κωλύει ὁ Θεὸς, παραινῶν ἔνθα ᾤκει, ἐκεῖ
5μένειν, καὶ ὑπισχνούμενος ἔσεσθαι μετ’ αὐτοῦ, καὶ εὐλογήσειν τὸ σπέρμα αὐτοῦ καὶ πληθυνεῖν. Μαθὼν δὲ ὁ βασιλεὺς Γεράρων Ἀβιμέλεχ, ὅτι ἡ Ῥεβέκκα γυνή ἐστι τοῦ Ἰσαὰκ (ὑπώπτευσε γὰρ ἀδελφὴν αὐτοῦ εἶναι αὐτὴν), θάνατον ὥρισε εἴ τις ἐξυβρίσει εἰς αὐ‐
10τήν. Τότε ἔσπειρεν ὁ Ἰσαὰκ, καὶ εὗρεν ἑκατοστεύου‐ σαν κριθήν. Ὡς δὲ ἦλθεν εἰς πλοῦτον μέγαν ἐκ τῆς εὐλογίας τοῦ Θεοῦ, διεφθονοῦντο αὐτῷ οἱ Φυλιστιεὶμ, καὶ ὁ Ἀβιμέλεχ ἀπήλαυνεν αὐτὸν ἐκεῖθεν. Ὁ δὲ οὐκ ἠμύνατο, ἀλλ’ ἀνεχώρησε, καὶ ὤρυξε φρέατα, καὶ
15ἐμάχοντο περὶ αὐτῶν. Ὁ δὲ οὐκ ἀνθίστατο, ἀλλ’ ἕτερα ὤρυσσεν, ἕως οὗ ἐπαύσαντο. Καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός. Καὶ ὁ Ἰσαὰκ ἐλθόντα πρὸς αὐτὸν τὸν Ἀβιμέλεχ ἐδέξατο ἀσμένως καὶ εἱστίασεν, οὐ μνη‐ σθεὶς ὧν ἠδικήθη. Ἔλαβεν ὁ Ἡσαῦ Χαναναίας γυ‐
20ναῖκας, καὶ ἤριζον τῇ Ῥεβέκκᾳ. Ἐγήρασεν ὁ Ἰσαὰκ καὶ ἠμβλυώπησε, καὶ προστάσσει τῷ υἱῷ Ἡσαῦ θη‐ ρεῦσαι καὶ ποιῆσαι αὐτῷ ἔδεσμα, ἵνα εὐλογήσῃ αὐ‐ τόν. Ὁ δὲ Ἰακὼβ, συμπραττούσης αὐτῷ τῆς μητρὸς, ἔφθασε τὸν Ἡσαῦ· ἑψήσασα γὰρ ἐρίφους δύο, καὶ τὰ
25δέρματα αὐτῶν περιθεῖσα αὐτῷ, ἵνα ἐπικρύψῃ τὴν λειότητα τοῦ παιδὸς, ἔδωκε τὰ ἐδέσματα εἰς τὰς χεῖρας αὐτοῦ, καὶ εἰσέπεμψεν. Ὁ δὲ εἰσελθὼν ἔλαβε τὰς εὐλογίας. Ἐλθὼν δὲ ὁ Ἡσαῦ, καὶ μαθὼν τὸ γε‐ γονὸς, ἀπωδύρετο καὶ ἐθρήνει, καὶ ᾔτει εὐλογηθῆναι
30καὶ αὐτὸς, καὶ ἤνυσε τῇ ἐπιμονῇ, οὐδὲν μὲν τοσοῦτον ὅσον ἤλπισεν· ἤνυσε δὲ ὅμως. Μικρὰ τοίνυν εὐλογη‐ θεὶς ἀντὶ μεγάλων, ὠργίζετο πρὸς τὸν ἀδελφὸν, ἐμνη‐ σικάκει, περιέμενε τοῦ πατρὸς τὴν τελευτὴν, ὡς τότε ἀδεέστερον ἐπιβουλεύσων αὐτῷ. Μηνύει τῷ Ἰακὼβ
35ταῦτα ἡ μήτηρ, καὶ παραινεῖ φυγῇ τὴν σωτηρίαν εὑ‐ ρηκέναι· εἰποῦσά τε πρὸς τὸν Ἰσαὰκ, ὅτι ἀβίωτος αὐτῇ ἔσται ὁ βίος, εἰ καὶ Ἰακὼβ ἀπὸ τῶν Χαναναίων λάβοι γυναῖκα, παρασκευάζει τὸν Ἰσαὰκ ἐκπέμψαι τὸν Ἰακὼβ εἰς Μεσοποταμίαν πρὸς τὸν ἀδελφὸν αὐ‐
40τῆς τὸν Λάβαν, καὶ ἐκ τῶν θυγατέρων αὐτοῦ γυναῖκα λαβεῖν. Ἀπελθόντος δὲ τοῦ Ἰακὼβ, λαμβάνει τὴν θυ‐ γατέρα Ἰσμαὴλ ἑαυτῷ γυναῖκα ὁ Ἡσαῦ. Ὁ δὲ Ἰσμαὴλ υἱὸς ἦν τοῦ Ἀβραὰμ, ἀπὸ τῆς Ἄγαρ γενόμενος αὐτῷ. Βλέπει τὴν κλίμακα ὁ Ἰακὼβ, ἵστησι στήλην, καὶ
45ἐπαγγέλλεται τὰ ὑπάρχοντα αὐτῷ ἀποδεκατώσειν τῷ Θεῷ, εἰ ὑγιαίνων ἐπανέλθοι. Ἔρχεται εἰς τὴν Με‐ σοποταμίαν, εἶδε τὴν Ῥαχὴλ, ἐφίλησεν αὐτήν· ἀπελ‐ θοῦσα ἡ κόρη ἀπήγγειλε τῷ πατρὶ Λάβαν. Ἐλθὼν αὐτὸς ἐπέγνω τὸν Ἰακὼβ, εἰσήγαγεν αὐτὸν πρὸς ἑαυ‐

56

.

321

(50)

τόν. Ἐδούλευσεν αὐτῷ ἐπὶ μισθῷ θυγατρός· ὁ δὲ τὴν πρεσβυτέραν ἔδωκε· δυσχεραίνοντι δὲ τῷ Ἰακὼβ ἐπὶ τῇ ἀπάτῃ, προτείνει ἑπτὰ ἔτη ἕτερα δουλεῦσαι, εἰ βούλοιτο καὶ τὴν νεωτέραν λαβεῖν. Ὁ δὲ καὶ τοῦτο ὑπέμεινε, καὶ λαμβάνει καὶ τὴν νεωτέραν. Ἦν δὲ ἡ
55μὲν πρεσβυτέρα ἀσθενὴς τοῖς ὀφθαλμοῖς, Λεία· ἡ δὲ
νεωτέρα ὡραία, ἡ Ῥαχήλ. Εἰσὶ δὲ τύποι αὐταὶ, ἡColumn end

56

.

322

μὲν πρεσβυτέρα τῆς συναγωγῆς τῶν Ἰουδαίων, ἡ δὲ νεωτέρα τῆς Ἐκκλησίας τοῦ Χριστοῦ. Συνέλαβε Λεία, καὶ ἔτεκε τὸν Ῥουβεὶμ, τὸν Συμεὼν, τὸν Λευῒ, τὸν Ἰούδαν. Ἡ δὲ Ῥαχὴλ, ἐπεὶ μὴ ἔτικτε, δίδωσι
5τῷ Ἰακὼβ γυναῖκα δευτέραν, τὴν παιδίσκην αὐτῆς Βάλαν, καὶ ἔτεκεν ἐκείνη τὸν Δὰν καὶ τὸν Νεφθαλείμ. Ἔδωκε δὲ καὶ ἡ Λεία Ζελφὰν τὴν παιδίσκην αὐτῆς τῷ Ἰακὼβ γυναῖκα· ἡ δὲ ἔτεκε τὸν Γὰδ καὶ τὸν Ἀσήρ. Ἔτεκε δὲ ἑξῆς Λεία μετὰ ταῦτα τὸν Ἰσάχαρ καὶ τὸν
10Ζαβουλών. Τότε ἔτεκε καὶ ἡ Ῥαχὴλ τὸν Ἰωσήφ. Ὡς δὲ ἤθελεν ὁ Ἰακὼβ ἀπελθεῖν εἰς τὴν οἰκείαν γῆν, δί‐ δωσιν αὐτῷ τὸν μισθὸν ὁ Λάβαν, ὃν αὐτὸς ὁ Ἰακὼβ ὥρισε, πᾶν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν λευκὸν ἐν ταῖς αἰξίν· ὡς δὲ πολλὰ τὰ τοιαῦτα γέγονεν· ἐτίθει
15γὰρ ῥάβδους ἐν τοῖς ποτιστηρίοις, καὶ ἐνεκίσσα τὰ πρόβατα, καὶ ἔτικτε λευκὰ καὶ ποικίλα, καὶ σποδοειδῆ ῥαντά. Τὸ δὲ πᾶν τοῦ Θεοῦ ἔργον ἦν, ὡς αὐτός φησιν ὁ Ἰακώβ. Διεφθονοῦντο αὐτῷ υἱοὶ Λάβαν, καὶ λαβὼν λάθρα τὰς ἑαυτοῦ γυναῖκας μετὰ τῶν ὑπαρχόντων
20ἀπῆλθεν. Ὁ δὲ Λάβαν κατεδίωξε, καὶ πρὶν αὐτῷ συμβαλεῖν, ἠπείλησεν ὁ Θεὸς αὐτῷ, εἰ τραχέως προσ‐ ενεχθείη τῷ Ἰακώβ. Ὁ δὲ ἐλθὼν, τὸ μὲν πρῶτον ἐν‐ εκάλει, καὶ τὴν αἰτίαν ἐζήτει τῆς λαθραίας ἀνα‐ χωρήσεως. Ὡς δὲ εἶπεν ὁ Ἰακὼβ, διὰ τὸ πεφθονῆσθαι
25μήποτε τὰς θυγατέρας αὐτοῦ λάβοι, τοῦτο πεποιηκέ‐ ναι, ἐζήτει τοὺς θεοὺς αὐτοῦ Λάβαν, οὓς ἔκλεψεν ἡ Ῥαχήλ. Ὡς δὲ οὐχ εὗρεν, ἐπιτίθεται σφοδρῶς ὁ Ἰακὼβ ἐγκαλῶν. Καὶ τέλος, φαγόντες καὶ πιόντες, διεχωρίσθησαν ἀλλήλων, βουνὸν λίθων στήσαντες ἐκεῖ,
30ὃν καὶ Βουνὸν μαρτυρίου ἐκάλεσαν. Τότε συνήντησαν τῷ Ἰακὼβ ἄγγελοι Θεοῦ. Ἀποστέλλει ὁ Ἰακὼβ πρὸς τὸν Ἡσαῦ, ἀπαγγέλλων αὐτοῦ τὴν ἐπιδημίαν. Ὡς δὲ ἦλθον οἱ ἀποσταλέντες, καὶ εἶπον ἔρχεσθαι τὸν Ἡσαῦ μετὰ τετρακοσίων ἀνδρῶν, περίφοβος γενόμενος δεῖ‐
35ται τοῦ Θεοῦ, ὥστε αὐτὸν ἀπαλλάξαι τοῦ ἐπικειμένου κινδύνου, καὶ πέμπει δῶρα τῷ Ἡσαῦ. Ὡς δὲ εἰσῆλθε τὸν χειμάῤῥουν ὁ Ἰακὼβ, καὶ εὐλογήθη, καὶ μετωνο‐ μάσθη τὸ ὄνομα αὐτοῦ, ὁρᾷ τὸν Ἡσαῦ ἐρχόμενον, καὶ διελὼν τὸ πλῆθος, τὰς μὲν παιδίσκας μετὰ τῶν παί‐
40δων αὐτῶν πρώτας ἔταξε, τὴν δὲ Λείαν δευτέραν μετὰ τῶν παιδίων, καὶ τὴν Ῥαχὴλ μετὰ Ἰωσὴφ ἐσχάτην ἔρχεσθαι κελεύσας, αὐτὸς πρῶτος ἀπῄει. Ὡς δὲ εἶδεν αὐτὸν ἀσμένως ὁ Ἡσαῦ, καὶ τὰ δῶρα ἔλαβε παρ’ αὐτοῦ, ἠξίου συμπορεύεσθαι αὐτῷ· ὁ δὲ παρῃτεῖτο.
45Καὶ ἐλθὼν κατέλυσεν εἰς πόλιν Σικίμων Σαλὴμ, ἔνθα Συχὲμ ὁ υἱὸς Ἐμμὼρ τοῦ βασιλέως, ἐρασθεὶς Δίνας τῆς θυγατρὸς Ἰακὼβ, καὶ φθείρας τὴν παρθένον, ἠξίου νόμῳ γάμου λαβεῖν αὐτὴν γυναῖκα. Εἶπε δὲ Συμεὼν καὶ Λευῒ δώσειν ἑτοίμως, εἰ περιτμηθεῖεν

56

.

322

(50)

ἐκεῖνοι μετὰ τοῦ λαοῦ αὐτῶν. Ὡς δὲ περιετμήθησαν, ἔτι ὄντας ἐν τῷ πόνῳ ἀνεῖλον αὐτοὺς Συμεὼν καὶ Λευΐ. Ἐφοβεῖτο λοιπὸν ὁ Ἰακὼβ, μὴ συνεπιθῶνται αὐτῷ οἱ πλησίον Χαναναῖοι· καὶ τοῦ Θεοῦ κελεύσαντος ἀνῆλθεν εἰς Βαιθήλ. Καὶ ἀπέθανεν ἡ τροφὸς Ῥεβέκ‐
55κας. Ὡς δὲ ηὐλόγησεν αὐτῷ ὁ Θεὸς, ἀπάρας ἐκ Βαιθὴλ κατῴκησεν ἐπέκεινα πύργου Γαδέρ. Τότε ἐδυστόκησεν
ἡ Ῥαχὴλ, καὶ ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ·321

56

.

323

αὕτη ἐστὶ Βηθλεέμ. Ὁ δὲ τεχθεὶς ἦν Βενιαμείν. Τότε ἐκοιμήθη Ῥουβὶμ μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ. Τότε ἀπέθανεν Ἰσαάκ· καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακώβ. Γενεαλογοῦνται οἱ ἀπὸ τοῦ
5Ἡσαῦ, ἔνθα εὑρίσκεται Ἰὼβ ἀπὸ τούτων ὢν, Ἰωβὰβ δὲ ἐνταῦθα καλεῖται. Διαφθονοῦνται τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ τῶν ἐνυπνίων ἕνεκα, καὶ ὅτι μᾶλλον αὐτὸν ὁ πατὴρ ἐφίλει. Καὶ λαβόντες μόνον ἐβούλοντο ἀνελεῖν· συμβουλεύσαντος δὲ τοῦ Ῥουβὶμ εἰς λάκκον ἐμβα‐
10λεῖν (ἐβούλετο γὰρ αὐτὸν τέως ἐξελέσθαι τοῦ θανά‐ του), ἐπεὶ ἐνέβαλον, ἀπέδοντο ὕστερον τοῖς Μαδια‐ ναίοις, τοῦ Ἰούδα τοῦτο εἰσηγησαμένου. Τὸν δὲ χιτῶνα αὐτοῦ βάψαντες αἵματι, ἐπεδείκνυον τῷ πατρί. Ὁ δὲ νομίσας θηριάλωτον γεγονέναι, ἐθρήνει χαλεπῶς. Τῷ
15δὲ Ἰούδα ἐτέχθησαν Ἢρ, Αὐνᾶν, καὶ Σηλών. Ἀπο‐ θανόντος δὲ τοῦ Ἢρ, τὴν γυναῖκα αὐτοῦ τὴν Θάμαρ ἔλαβεν ὁ ἀδελφὸς αὐτοῦ Αὐνᾶν· καὶ οὐκ ἐβούλετο ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Ὡς δὲ καὶ οὗ‐ τος ἀπέθανεν, οὐκέτι ἤθελε τῷ τρίτῳ Σηλὼν δοῦναι
20γυναῖκα τὴν Θάμαρ ὁ Ἰούδας. Ἡ δὲ Θάμαρ κοσμησαμένη ἐκάθισεν ὡς πόρνη παρὰ τὴν ὁδόν. Καὶ νομίσας αὐτὴν ἀληθῶς πόρνην εἶναι Ἰούδας (ἐκεκά‐ λυπτο γὰρ τὸ πρόσωπον), εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἔδωκεν αὐτῇ ἀῤῥαβῶνα, ὁρμίσκον καὶ δακτύ‐
25λιον καὶ ῥάβδον. Ὡς δὲ ἀπηγγέλθη μετὰ ταῦτα, ὅτι κύει Θάμαρ, ἐκέλευσεν αὐτὴν κατακαυθῆναι ὁ πενθερὸς Ἰούδας. Ἡ δὲ ἀπέστειλε λέγουσα, ἐκ τοῦ ἀνδρὸς συνειληφέναι, οὗ ὁ δάκτυλός ἐστι. Τότε φησὶν Ἰούδας· Δεδικαίωται Θάμαρ ἢ ἐγώ. Ὡς
30δὲ ἔτικτε, προεξήνεγκε τὴν χεῖρα ὁ Ζαρὰ, εἶτα συν‐ έστειλε, καὶ ἐξῆλθεν ὁ Φαρὲς, καὶ τότε ὁ Ζαρά. Ταῦτα δὲ οὕτως ἀλληγορεῖται. Προεξήνεγκε, φησὶν, ὁ πρῶ‐ τος λαὸς, οἱ πρὸ τοῦ νόμου δίκαιοι, τὴν χεῖρα, τουτ‐ έστι, τὴν ἐνάρετον πολιτείαν καὶ ἀγγελικήν. Εἶτα ἐν
35μέσῳ παρενεβλήθη νόμος· μετὰ δὲ ταῦτα πάλιν ἀν‐ εκλήθη ἐκεῖνος ὁ πρότερος βίος, διὰ τῆς κατὰ Χριστὸν πολιτείας ἐπὶ τὸ τελειότερον παραχθείς. Ἠγόρασε τὸν Ἰωσὴφ ὁ ἀρχιμάγειρος Φαραὼ ὁ Πεντεφρής· ἐνεχείρισε τὰ κατὰ τὴν οἰκίαν. Οὐκ εἶξε τῇ δεσποίνῃ
40παρανομεῖν κελευούσῃ ἐκεῖνος. Ἐσυκοφαντήθη, ἐν‐ εβλήθη εἰς τὸ δεσμωτήριον· ἦν ἄρχων κἀκεῖ, διέκρινε τῷ ἀρχιοινοχόῳ καὶ τῷ ἀρχισιτοποιῷ τὰ ἐνύπνια. Ἐξέβη καθὼς εἶπε· καὶ ὁ μὲν ἀνῃρέθη, ὁ δὲ εἰς τὴν προτέραν ἐπανῆλθε τιμήν. Εἶδε Φαραὼ τὰ ἐνύπνια
45τῶν βοῶν, τῶν σταχύων· δι’ ὧν ἐδηλοῦτο ἡ εὐθηνία, καὶ ὁ διαδεξάμενος αὐτὴν λιμός. Ἐξηνέχθη Ἰωσὴφ τοῦ δεσμωτηρίου, ἵνα ἐπιλύσῃ· ἐμήνυσε γὰρ ὁ ἀρχιοι‐ νοχόος. Ἐπέλυσεν, ἔδωκε καὶ γνώμην τὴν τὸν λιμὸν παραμυθησομένην. Γίνεται μετὰ τὸν Φαραὼ, καὶ συν‐

56

.

323

(50)

αγαγὼν σῖτον πολὺν ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας, ὅτε ὁ λιμὸς ἐπέστη, ἐπώλει τοῖς βουλομένοις. Ἦλθον καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρίασθαι. Ὡς δὲ οὐκ εἶδε μετ’ αὐτῶν τὸν Βενιαμὶν, δεδοικὼς μὴ καὶ αὐτὸν ἀπ‐ ώλεσαν, αἰτιᾶται ὡς κατασκόπους τῆς γῆς, καὶ τοῦ
55ἐγκλήματος οὐκ εἶναι ἑτέραν λύσιν, πλὴν εἰ μὴ τὸν ἀδελφὸν τὸν νεώτερον τὸν Βενιαμὶν καταγαγόντες εἰς
Αἴγυπτον ἐπιδεῖξαι δυνηθεῖεν. Λαβὼν δὲ τὸν ΣυμεὼνColumn end

56

.

324

ἀπ’ αὐτῶν καὶ δήσας, τοὺς λοιποὺς ἐξέπεμψε, τόν τε σῖτον δοὺς καὶ τὸ ἀργύριον. Ὡς δὲ εἶδον τὸ ἀργύριον ἐν τῷ κενοῦν τοὺς μαρσίππους, ἐταράχθησαν τῷ πα‐ ραδόξῳ, καὶ τὸν Βενιαμὶν ᾔτουν παρὰ τοῦ πατρὸς
5λαβεῖν, τὰ γεγονότα ἀπαγγέλλοντες ἅπαντα. Ὁ δὲ ἀντείχετο τοῦ παιδίου. Ὡς δὲ ἐπεκράτησεν ὁ λιμὸς, καὶ Ἰούδας ἐπέκειτο βουλόμενος λαβεῖν τὸν Βενιαμὶν, ὑγιῆ καὶ σῶον ἐπαγγειλάμενος ἐπανήξειν, ἔδωκεν ὁ Ἰακὼβ τό τε ἀργύριον διπλοῦν, κελεύσας ἐπιφέρε‐
10σθαι καὶ δῶρα ἕτερα. Ὡς δὲ ἦλθον πρὸς τὸν Ἰωσὴφ, ἐδέξατο αὐτοὺς εὐμενῶς, καὶ περὶ τοῦ πατρὸς ἠρώ‐ τησε, καὶ εἱστίασε λαμπρῶς. Ἡνίκα δὲ ἔδει ἀπιέναι, τὸ ποτήριον τὸ ἀργυροῦν κελεύει ἐμβληθῆναι τῷ μαρσίππῳ τοῦ Βενιαμὶν, οὐκ εἰδότων ἐκείνων.
15Ὡς δὲ ἐνεβλήθη καὶ λαβόντες ἀπῆλθον, προστάσσει τῷ ἐπὶ τῆς οἰκίας ὁ Ἰωσὴφ καταδιῶξαι τοὺς ἄνδρας. Ὁ δὲ καταδιώξας ἐνεκάλει, ὅτι κακοῖς τὸν εὐεργέτην ἠμείψαντο. Ταραττομένων δὲ αὐτῶν, καὶ τῷ μὲν ἁλόντι ἐπὶ τῇ κλοπῇ, εἰ εὑρεθείη, θάνατον ὁριζόντων,
20ἑαυτοῖς δὲ δουλείαν, εὑρίσκεται παρὰ τῷ Βενιαμίν. Τότε εἰσελθὼν ὁ Ἰούδας, καὶ μακρὸν ἀποτείνας λόγον περί τε τοῦ πατρὸς καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τοῦ Βενια‐ μὶν, ὃς ἦν ἑλόμενος ἀντὶ τοῦ μειρακίου δουλεύειν αὐτὸς, εἰς τοσοῦτον ἐνέβαλεν οἶκτον τὸν Ἰωσὴφ, ὡς
25ἐλεγχθῆναι τὴν σκηνὴν ἅπασαν. Πάντας γὰρ ἐκβα‐ λὼν, ἵνα αὐτῷ μετ’ ἐξουσίας δακρύειν ἐξῇ, γνωρίζει τε αὑτὸν τοῖς ἀδελφοῖς, καὶ ἀποστέλλει ἐπὶ τὸν πα‐ τέρα μετὰ δώρων καὶ ἁμαξῶν· ἦν δὲ καὶ τῷ Φαραὼ τοῦτο συνευδοκοῦν. Ὡς δὲ ἤκουσεν ὁ Ἰακὼβ τὰ κατὰ
30τὸν Ἰωσὴφ, περιχαρής τε ἦν, καὶ τοῦ Θεοῦ κελεύσαν‐ τος κατέβη εἰς Αἴγυπτον. Ὁρᾷ τὸν Ἰωσὴφ ὁ πατὴρ, ἀπηγγέλθη ταῦτα τῷ Φαραὼ, καὶ κατῴκησεν ἐν Ῥα‐ μεσσῆ. Ὡς δὲ ἀνάλωτο τὸ ἀργύριον τῆς γῆς, κτήνη διδόντες οἱ ἄνθρωποι, ἐλάμβανον σῖτον· ἐπειδὴ δὲ
35καὶ ταῦτα ἐπέλιπε, καὶ ὁ λιμὸς οὐκ ἐπαύετο, ἑαυτοὺς ἔδωκαν μετὰ τῆς γῆς· καὶ γενόμενοι τῷ Φαραὼ δοῦ‐ λοι, ἔσπειρον, καὶ τὸ πέμπτον μέρος ἐδίδοσαν αὐτῷ, τὰ τέσσαρα αὐτοὶ καρπούμενοι. Μέλλων δὲ τελευτᾷν ὁ Ἰακὼβ, ὅρκον ἀπαιτεῖ τὸν Ἰωσὴφ, ὥστε μὴ θάψαι
40αὐτὸν ἐν Αἰγύπτῳ, ἀλλ’ ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ. Καὶ τοὺς υἱοὺς Ἰωσὴφ, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ, οὐκ εἰς ἐγγόνων, ἀλλ’ εἰς υἱῶν καταλέγει τάξιν. Καὶ ἠμβλυώπει Ἰακώβ· ὡς δὲ κατεφίλησεν αὐτοὺς, καὶ ἔδει εὐλογεῖν, ἐξ ἀριστερῶν τοῦ Ἰακὼβ
45ἔστησε τὸν Ἐφραῒμ ὁ Ἰωσὴφ, τὸν δὲ Μανασσῆ ἐκ δεξιῶν. Ὁ δὲ Ἰακὼβ τὴν δεξιὰν χεῖρα ἐπέθηκεν ἐπὶ τὸν ἐξ ἀριστερῶν ἑστῶτα τὸν νεώτερον, τὴν δὲ ἀρι‐ στερὰν ἐπὶ τὸν ἐκ δεξιῶν, καὶ εὐλόγησε, τοῦ δὲ Ἰωσὴφ οἰομένου κατὰ ἄγνοιαν τοῦτο ποιεῖν τὸν πα‐

56

.

324

(50)

τέρα, καὶ διορθουμένου, οὐκ ἠνέσχετο ὁ Ἰακώβ· εἰδὼς γὰρ ἔφη τοῦτο ποιεῖν, οὐκ ἀγνοῶν. Τότε δίδωσι τῷ Ἰωσὴφ ὁ Ἰακὼβ τὴν Σίκιμαν ἐξαίρετον, ἢν ὁ Συμεὼν καὶ Λευῒ εἷλον. Καὶ εὐλογεῖ τοὺς υἱοὺς αὐτοῦ. Ἐνταῦθα περὶ τοῦ Χριστοῦ προφητεύει. Οὐκ ἐκλεί‐
55ψει ἄρχων, φησὶν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Ὡς δὲ ἀπέθανεν ὁ Ἰακὼβ, ἐπένθησεν αὐτὸν ὁ Ἰωσὴφ, καὶ
ἀναγαγὼν ἔθαψεν ἐν τῷ σπηλαίῳ Ἀβραάμ. Εἶπον οὖν323

56

.

325

οἱ ἀδελφοὶ αὐτοῦ· Μήποτε μνησικακήσῃ, καὶ ἀντ‐ αποδώσει ἡμῖν κακὰ, ἃ ἐνεδειξάμεθα αὐτῷ. καὶ παρεκάλουν αὐτὸν λέγοντες· Ἰδοὺ ἡμεῖς οἰκέται σου. Καὶ ἔκλαυσεν ὁ Ἰωσὴφ, καὶ εἶπεν αὐτοῖς· Μὴ
5φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύ‐ σασθε πονηρὰ, ὁ δὲ Θεὸς ἀνταπέδωκέ μοι ἀγαθά. Ἐγὼ διαθρέψω ὑμᾶς καὶ τοὺς οἴκους ὑμῶν. Ἔζησεν οὖν Ἰωσὴφ ἔτη ἑκατὸν, καὶ εἶδεν Ἐφραῒμ παιδία ἕως τρίτης γενεᾶς. Λέγει οὖν τοῖς ἀδελφοῖς αὐτοῦ·
10Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ εἰσάξει ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς. Καὶ συνανοίσετε τὰ ὀστᾶ μου μεθ’ ὑμῶν. Καὶ τελευτήσας ἐτῶν ἑκα‐ τὸν, ἐτάφη ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.
15Σύνοψις τῆς Ἐξόδου. Ἀναστὰς βασιλεὺς ἐν Αἰγύπτῳ, ὃς οὐκ ᾔδει τὸν Ἰωσὴφ, ἐκάκου τοὺς Ἰσραηλίτας τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἐκέλευσε δὲ καὶ ταῖς μαίαις ἀναιρεῖν τὰ ἄῤῥενα τῶν Ἰσραηλιτῶν· ὡς δὲ οὐκ εἶξαν, τῷ λαῷ τὸ
20τόλμημα ἐπέτρεψε. Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ. Κατελθοῦσα δὲ ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνελομένη τὸ παιδίον, ἔδωκε τρέφεσθαι. Μέγας οὖν γενόμενος Μωϋ‐ σῆς, ἐξῆλθε πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας
25δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· πατάξας δὲ τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμ‐ μῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο Ἑβραίους διαπληκτιζομένους, καὶ λέγει τῷ ἑνί· Διὰ
30τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατ‐ έστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς· μὴ ἀνελεῖν με θέλεις ὡς χθὲς Αἰγύπτιον; Ἐφοβήθη οὖν Μωϋσῆς· ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα, καὶ ἐζήτει ἀνελεῖν Μωϋσῆν. Φοβηθεὶς δὲ Μωϋσῆς, ἀνεχώρησεν
35εἰς Μαδιάμ· ἐβοήθησε ταῖς θυγατράσιν Ἰοθὸρ πρὸς τὸ ποτίσαι. Αἱ δὲ ἀνήγγειλαν τῷ πατρὶ τὸ γεγονὸς, καὶ εἰσήγαγον πρὸς αὐτὸν τὸν Μωϋσῆν. Καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα αὐτοῦ γυναῖκα· καὶ ἔτεκε τῷ Μωϋσῇ τὸν Γερσὲμ καὶ τὸν Ἐλιέζερ. Ποιμαίνοντι δὲ
40αὐτῷ λαλεῖ ὁ Θεός· ὅτε ἦλθεν, εἶδε τὸ ἐπὶ τῆς βάτου θαῦμα, ὅτε ἐκαίετο, καὶ οὐ κατεκαίετο. Καὶ ἀποστέλ‐ λει αὐτὸν εἰς Αἴγυπτον λέγων· Εἰπὲ, Ἐγώ εἰμι ὁ ὤν. Κελεύεται δὲ συναγαγεῖν τὴν γερουσίαν, καὶ οὕτως εἰσελθεῖν πρὸς Φαραὼ, καὶ παραγγεῖλαι τῷ λαῷ, ἡνίκα
45ἀποτρέχουσι χρήσασθαι σκεύη ἀργυρᾶ καὶ χρυσᾶ παρὰ τῶν γειτόνων. Καὶ δίδωσιν αὐτῷ σημεῖα τοῖα πρὸς τὸ πιστευθῆναι, τὴν ῥάβδον, ἢ γέγονεν ὄφις, τὴν ἀλλοίωσιν τῆς χειρὸς αὐτοῦ· γέγονε γὰρ ὡς χιὼν, καὶ πάλιν ἀποκατεστάθη εἰς τὴν οἰκείαν χροιὰν,

56

.

325

(50)

τὸ ὕδωρ τοῦ ποταμοῦ. Ἐκχεεῖς γὰρ ἀπ’ αὐτοῦ, φησὶν, ἐπὶ τὴν ξηρὰν, καὶ ἔσται αἷμα. Ὁ δὲ Μωϋ‐ σῆς παρῃτεῖτο· τότε ὀργισθεὶς ὁ Θεὸς, συνέζευξεν αὐτῷ τὸν Ἀαρών. Ἀπήγγειλε Μωϋσῆς τῷ πενθερῷ αὐτοῦ τῷ Ἰοθὸρ, ὅτι μέλλει εἰς Αἴγυπτον ἀπιέναι.
55Καὶ τελευτήσαντος τοῦ βασιλέως τοῦ ζητοῦντος αὐτοῦ τὴν ψυχὴν, φησὶν αὐτῷ ὁ Θεὸς, ὅτι Εἴσελθε εἰς Αἴγυπτον. Ὁ δὲ τὰ παιδία καὶ τὴν γυναῖκα λαβὼν,
οὕτως εἰσῄει. Διὸ καὶ ἄγγελος φαίνεται φοβῶνColumn end

56

.

326

αὐτόν. Οὐ γὰρ διὰ τὴν περιτομὴν (εἰ γὰρ τῆς περι‐ τομῆς ἕνεκεν, ἐχρῆν μὴ πρότερον ἀναστῆναι τὸν ἄγγελον, ἕως οὗ καὶ τὸν ἕτερον περιέτεμεν ἡ μήτηρ), ἀλλ’ ὑπὲρ τοῦ μὴ τὴν γυναῖκα λαβεῖν εἰς Αἴγυπτον.
5Οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ’ ἐξαγαγεῖν τὸν Ἰσραήλ· ὅπερ καὶ αὐτὸς συνιδὼν, ἀφίησι τὴν γυ‐ ναῖκα. Καὶ πόθεν δῆλον ὅτι ἀφῆκεν; Ἀπελθόντι αὐτῷ ἐξ Αἰγύπτου ἀπαντᾷ μετὰ τῆς γυναικὸς ὁ πενθερὸς Ἰοθόρ. Ἔρχεται Ἀαρὼν πρὸς Μωϋσῆν, καὶ ἀμφό‐
10τεροι συνήγαγον τὴν γερουσίαν Ἰσραὴλ, καὶ ἀπήγ‐ γειλαν αὐτοῖς τὰ παρὰ τοῦ Θεοῦ· οἱ δὲ ἐχάρησαν. Ὡς δὲ καὶ πρὸς τὸν Φαραὼ εἰσῆλθον, καὶ ἐκέλευον ἐξαποστέλλειν τὸν λαὸν, οὐ μόνον οὐκ εἶξεν ὁ βασι‐ λεὺς, ἀλλὰ καὶ πλέον ἐκάκωσε τοὺς Ἰσραηλίτας, κε‐
15λεύσας μὴ δίδοσθαι αὐτοῖς ἄχυρον, ἀλλ’ αὐτοὺς ἀφ’ ἑαυτῶν πορίζειν. Ὡς δὲ ἐμαστίχθησαν οἱ γραμματεῖς διὰ τὸ μὴ πληροῦσθαι τὸ ἔργον, ἐνέτυχον τῷ Φαραὼ, καὶ οὐδὲν ὤνησαν. Κατεβόων λοιπὸν τοῦ Μωϋσέως· καὶ πάλιν ἀποστέλλεται πρὸς τοὺς Ἰσραηλίτας, εὐ‐
20αγγελιζόμενος αὐτῶν τὴν ἔξοδον. Οἱ δὲ οὐκ ἤκουσαν Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας αὐτῶν. Ἐνταῦθα γε‐ νεαλογεῖται Μωϋσῆς, καί φησιν αὐτῷ ὁ Θεός· Δέδω‐ κά σε θεὸν τῷ Φαραώ· καὶ ἀποστέλλει αὐτὸν πρὸς Φαραὼ, κελεύσας ἐπιδεῖξαι σημεῖον, εἰ αἰτήσειεν ὁ
25βασιλεὺς, τὸ τῆς ῥάβδου τῆς εἰς ὄφιν στραφείσης. Ὡς δὲ ἐγένετο ἡ ῥάβδος ὄφις, καὶ οὐκ εἶξε, τρέπεται τὸ ὕδωρ τοῦ ποταμοῦ εἰς αἷμα, πληροῦται ἡ γῆ βατρά‐ χων· εἶτα σκνῖπες ἐπῆλθον, εἶτα ἡ κυνόμυια, εἶτα ὁ θάνατος τῶν κτηνῶν, εἶτα αἱ φλυκτίδες, εἶτα ἡ χά‐
30λαζα καὶ τὸ πῦρ, εἶτα ἡ ἀκρὶς, καὶ τὸ σκότος τὸ ψη‐ λαφητόν. Ὡς δὲ ἤμελλεν ὁ τῶν πρωτοτόκων ἐπάγε‐ σθαι θάνατος, κελεύονται θῦσαι πρόβατον ἄρσεν, ἄμωμον, καὶ χρῖσαι τὰς φλιὰς τῷ αἵματι· οὐ γὰρ ἀπολεῖσθαι τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, ἐν ᾗ ἂν τὸ αἷμα
35ἦν [l. ᾖ] τοῦ ἀμνοῦ. Τότε καὶ τῶν ἑπτὰ ἡμερῶν τῶν ἀζύμων αὐτοῖς νομοθετεῖ· κἂν εἰσέλθωσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, φυλάττειν κελεύει τὴν λατρείαν. Κἂν ἐρωτήσωσιν ὑμᾶς υἱοὶ ὑμῶν, φησὶ, ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦτο Κυρίῳ. Ὡς δὲ κατὰ τὸ μέσον τῆς
40νυκτὸς ἀπώλετο τὰ πρωτότοκα τῶν Αἰγυπτίων, ἀπ‐ ήλασαν τοὺς Ἰσραηλίτας τῆς Αἰγύπτου. Οἱ δὲ ἐξῆλθον, λαβόντες τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χρυσᾶ, καὶ πολὺν λαὸν μετ’ αὐτῶν ἐπίμικτον, καὶ πρόβατα, καὶ βόας, καὶ κτήνη. Ἡ δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ, ἣν
45κατῴκησαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἐν γῇ Αἰγύ‐ πτῳ, καὶ ἐν γῇ Χαναὰν, ἔτη τετρακόσια τριάκοντα. Καὶ εἶπεν ὁ Θεός· Ἀνάθες καὶ ἁγίασόν μοι πᾶν πρωτότοκον ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀπ‐ έκτεινε τὰ πρωτόκοκα Αἰγυπτίων. Οὐκ ἤγαγε δὲ

56

.

326

(50)

αὐτοὺς διὰ Φυλιστιεὶμ, ἵνα μὴ μετανοήσωσιν ἰδόντες πόλεμον, καὶ ἀποστρέψωσιν εἰς Αἴγυπτον, ἀλλὰ διὰ τῆς Ἐρυθρᾶς. Πέμπτῃ δὲ γενεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου· καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσήφ. Ὡδήγει δὲ ὁ Θεὸς τὸν Ἰσραὴλ στόλῳ
55πυρὸς τὴν νύκτα, καὶ στόλῳ νεφέλης τὴν ἡμέραν. Ὡς δὲ κατεδίωξεν ὁ Φαραὼ μεταμεληθεὶς, ἐπάταξε τὴν θάλασσαν Μωϋσῆς τῇ ῥάβδῳ, καὶ διῃρέθη· παρελθόντων δὲ τῶν Ἰσραηλιτῶν, συνῆλθε κατὰ τῶν Αἰγυπτίων, καὶ κατεπόντισεν αὐτούς. Καὶ ᾖσε Μωϋ‐
60σῆς τὴν ᾠδὴν, ᾖσε δὲ καὶ Μαριὰμ μετὰ τῶν γυ‐ ναικῶν. Ἦλθον εἰς Μαῤῥὰς, ἔνθα πικρὸν ἦν τὸ ὕδωρ, καὶ ἐγλύκανεν αὐτὸ Μωϋσῆς διὰ τοῦ ξύλου. Ἦλθον ἔνθα δώδεκα πηγαὶ καὶ φοίνικες οἱ ἑβδομήκοντα· ὁ δὲ τόπος Ἐλεὶμ ἐλέγετο. Ἦλθον ἐκεῖθεν εἰς τὴν
65ἔρημον ἀνὰ μέσον Ἐλεὶμ καὶ Σινά. Τότε ἐγόγγυ‐325

56

.

327

σαν οἱ Ἰσραηλῖται ἐν τῇ ἐρήμῳ, κρέα ζητοῦντες. Τότε ἔβρεξεν αὐτοῖς μάννα. Εἶτα ἤνεγκε τὴν ὀρτυ‐ γομήτραν. Ἐνταῦθα ἐπὶ τοῦ μάννα, ὃ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὃ τὸ ὀλίγον οὐκ ἠλαττόνησε, παρήγ‐
5γειλε μὴ ὑπολείπεσθαι εἰς τὴν αὔριον. Οἱ δὲ παρήκου‐ σαν, καὶ γέγονε τὸ καταλειφθὲν σκωλήκων πλῆρες. Εἶπε· Μὴ ἐξέλθητε συλλέξαι τῷ σαββάτῳ· οἱ δὲ καὶ ἐν τούτῳ παρήκουσαν, καὶ ἐξελθόντες οὐχ εὗρον. Κελεύει Μωϋσῆς ἐν στάμνῳ χρυσῇ ἀποθέσθαι ἀπὸ
10τοῦ μάννα εἰς τὰς μετὰ ταῦτα γενεάς. Τὸ δὲ μάννα ἔφαγον τεσσαράκοντα ἔτη. Τότε ἐγόγγυζον διὰ τὸ δίψος. Καὶ ἐπάταξε Μωϋσῆς τὴν πέτραν, καὶ ἐξῆλθεν τὸ ὕδωρ. Ἔρχεται Ἀμαλὴκ πολεμῶσαι τὸν Ἰσραήλ· καὶ ἐτρέψατο αὐτὸν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ ἕως ἦσαν
15αἱ χεῖρες Μωϋσῆ μετέωροι, ἴσχυσεν ὁ Ἰσραὴλ, ὅτε δὲ καθῆκεν αὐτὰς, ἡττῶντο. Τοῦτο δὲ τύπος ἦν τοῦ σταυροῦ. Εἱστήκεισαν γὰρ Ἀαρὼν καὶ Ὢρ, στηρί‐ ζοντες τὰς χεῖρας Μωϋσῇ. Εἶπε δὲ Κύριος πρὸς Μωϋ‐ σῆν· Κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βι‐
20βλίῳ. Ἀπαντᾷ Ἰοθὸρ ὁ πενθερὸς Μωϋσῆ μετὰ τῆς γυναικὸς (γαμβρὸν δὲ αὐτὸν καλεῖ καταχρηστικῶς ἡ Γραφὴ) τῷ τε Μωϋσῇ καὶ τῷ λαῷ. Διηγεῖται τὰ θαυμάσια Μωϋσῆς τῷ πενθερῷ· ὁ δὲ ἐθαύμασεν. Ὡς δὲ εἶδε πάντα τὸν λαὸν παρεστηκότα Μωϋσῇ, τὸν δὲ
25οὐκ ἀρκοῦντα πᾶσι κρίνειν, φησὶν αὐτῷ ὁ πενθερός· Ἐπίλεξαι ἄνδρας δυνατοὺς, θεοσεβεῖς, δικαίους, μι‐ σοῦντας ὑπερηφανίαν, καὶ κατάστησον αὐτοὺς χιλι‐ άρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρ‐ χους. Ἐποίησε Μωϋσῆς οὕτως, καὶ ἀνῆλθεν εἰς τὸ
30ὅρος. Καὶ προσέταξεν αὐτῷ ὁ Θεὸς εἰπεῖν τῷ λαῷ, ὅτι ἔσονται τοῦ Θεοῦ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, ἐὰν ὑπακούσωσι. Οἱ δὲ εἶπον· Ἅπαντα, ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα. Τότε προστάσσει τῷ λαῷ ἁγνισθῆναι ἕως τρίτης ἡμέρας, πλῦναι τὰ
35ἱμάτια αὐτῶν. Ἐνταῦθα εἴρηται καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ ἐν τῇ πρὸς Ἑβραίους· Κἂν θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται. Τότε ἐκαπνίζετο τὸ ὅρος, φωναὶ σαλπίγγων ἤχουν. Τότε τὰς ἐντολὰς τοῦ νόμου λαμβάνει Μωϋσῆς, τὴν Δεκάλογον, καὶ τὰ λοιπὰ
40δικαιώματα. Τὸ δὲ, Θεοὺς οὐ κακολογήσεις, οὐ περὶ εἰδώλων εἴρηται, ἀλλὰ περὶ τῶν ἀρχόντων· ἐπάγει γὰρ, Ἄρχοντι τοῦ λαοῦ σου οὐκ ἐρεῖς κα‐ κῶς. Ἐπαγγέλλεται, εἰ ὑπακούσειαν, πολλὰ αὐτοῖς ἀγαθά· κρατήσειν τῶν ἐθνῶν, τῆς γῆς κληρονομίαν,
45τὸ ὕδωρ αὐτῶν εὐλογήσειν καὶ τὸν ἄρτον, πάσης μα‐ λακίας αὐτοὺς ἀπαλλάξειν, μὴ ἔσεσθαι στεῖραν ἐν αὐτοῖς, μηδὲ ἄγονον, μηδὲ θάνατον ἄωρον, τὰ ὅρια αὐτῶν θήσειν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἕως τῆς Φυλιστιεὶμ, ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Εὐφράτου. Τότε

56

.

327

(50)

θύει Μωϋσῆς, καὶ τὸ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον· καὶ λαβὼν τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ. Μέμνηται τούτων ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους
λέγων, ὅτι Οὐδὲ ἡ πρώτη διαθήκη χωρὶς αἵματος ἐγ‐Column end

56

.

328

κεκαίνισται. Κελεύεται Μωϋσῆς ἀνελθὼν λαβεῖν τὰ πυξία. Καὶ ἦν ἐκεῖ τεσσαράκοντα ἡμέρας καὶ τεσσαρά‐ κοντα νύκτας. Ἤκουσε δὲ τὴν διάταξιν τῆς σκηνῆς καὶ τῶν ἐν αὐτῇ, καὶ τῆς ἱερατικῆς στολῆς, καὶ τῆς χρίσεως
5τῶν ἱερέων, καὶ τῶν λύτρων. Ταῦτα δὲ ἦν τὸ ἥμισυ τοῦ διδράχμου ἕκαστον διδόναι, τουτέστιν, ὀβολοὺς δέκα. Καὶ περὶ τῆς συνθέσεως τοῦ ἐλαίου παραινεῖ, καὶ ὑπὲρ τῆς φυλακῆς τοῦ σαββάτου. Ἐκκλησιάζου‐ σιν οἱ Ἰσραηλῖται κατὰ Ἀαρὼν καὶ εἰδωλολατροῦσι.
10Τότε φησὶν ὁ Θεὸς τῷ Μωϋσῇ· Ἔασόν με, καὶ ἐξ‐ αλείψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Ὡς δὲ κατελθὼν ὁ Μωϋσῆς εἶδε τὸν μόσχον καὶ τὸν λαὸν παίζοντας, ἔῤῥιψε τὰς πλάκας, καὶ συνέτριψεν, ἐπ‐ ετίμησε τῷ Ἀαρὼν, ἐκέλευσε τοῖς υἱοῖς Λευῒ ἐλθοῦ‐
15σιν, εἶπε· Εἴ τις πρὸς Κύριον, ἴτω πρός με, σφάξειν ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν πλησίον αὐτοῦ. Καὶ ἔπεσον τρισχίλιοι ἄνδρες. Τότε δὲ ἀνελθὼν Μωϋσῆς λέγει τῷ Θεῷ· Εἰ μὲν ἀφιεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ,
20ἐξάλειψόν με ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Τότε ἐπένθησεν ὁ λαὸς, καὶ ἐκελεύσθη περιελεῖν τὸν κόσμον αὐτοῦ. Ἐνταῦθα εἴρηται· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ οὐκ ἐξεπορεύετο τῆς
25σκηνῆς. Τότε παρακαλεῖ Μωϋσῆς τὸν Θεὸν, ὥστε μὴ καταλιπεῖν τὸν λαόν· καὶ λαξεύσας δύο πλάκας, λαμβάνει τὴν Δεκάλογον, ποιήσας πάλιν τεσσαρά‐ κοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἐντέλλεται δὲ αὐτῷ πάλιν περὶ τοῦ πάσχα, περὶ τοῦ σαββάτου,
30περὶ τοῦ ἐξολοθρεῦσαι τοὺς θεοὺς τῶν ἐθνῶν, ὑπὲρ τοῦ ἁγιάσαι αὐτῷ τὰ πρωτότοκα. Ἐνταῦθα κεῖται, ὅτι μετὰ καλύμματος ἐλάλει Μωϋσῆς τῷ λαῷ· ὃ ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους φησὶν ὁ Παῦλος. Τότε αὐ‐ τοῖς παραγγέλλεται περὶ τοῦ σαββάτου, καὶ περὶ τῆς
35ὕλης τῆς ὀφειλούσης προχωρῆσαι εἰς τὴν τῆς σκηνῆς ἐργασίαν, τουτέστι, περὶ τοῦ χρυσοῦ, τοῦ χαλκοῦ, τῶν τριχῶν, καὶ τῆς λοιπῆς ὕλης. Καὶ οἱ μὲν ἔφερον πολλῇ τῇ προθυμίᾳ, ὡς καὶ περισσεύειν· ἐργάζεται δὲ Βεσελεὴλ ἐκ τῆς φυλῆς Ἰούδα, καὶ Ἐλιὰβ
40ἐκ τῆς φυλῆς Δὰν ἅπαντα τὰ πρὸς τὴν κατασκευὴν, καὶ ἔστη ἡ σκηνὴ, καὶ ἐκάλυψεν αὐτὴν ἡ νεφέλη. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα χρυσίου μὲν τάλαντα κθʹ καὶ σίκλοι ψʹ, ἀργυρίου δὲ τάλαντα ρʹ, σίκλοι ψοβʹ, καὶ χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι, βφʹ.
45Λευϊτικὸν, βιβλίον γʹ. Λευϊτικὸν καλεῖται τοῦτο τὸ βιβλίον, ἐπειδὴ ἰδικῶς πᾶσαν τῆς τε Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγον‐ ται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας, πᾶ‐

56

.

328

(50)

σάν τε τὴν διαφορὰν τῶν θυσιῶν· καὶ τὴν ποιότητα πᾶσαν τῆς ἐν τῷ ἱερῷ λατρείας καὶ ἱερατικῆς λει‐ τουργίας. Διηγεῖται καὶ τὸν νόμον ἑκάστης θυσίας, περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἑκάστῳ τῶν προσφερομέ‐
55νων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει διηγεῖται. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ ἡ χρῖσις τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ ἡ γνῶσις τῶν σημείων, περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων καὶ
τοίχου οἰκίας, καὶ ὁ νόμος ὁ περὶ καθαρισμοῦ αὐτῶν.327

56

.

329

Νόμος τε καὶ διαστολὴ περὶ νομικῶν γάμων, καὶ τίνες εἰσὶ παράνομοι. Καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν καὶ πετεινῶν καὶ ἰχθύων καὶ ἑρπετῶν, καὶ τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὀφεί‐
5λουσιν Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι προσετάχθησαν. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τῇ ἑβδόμῃ μηνὸς δηλοῖ· τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας, ἵν’ ἐν αὐτῷ τῷ ἑβδόμῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα Σάββατα σαββάτων καὶ
10ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι. Καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ περὶ ἀναπαύσεως τῆς γῆς κατὰ ζʹ ἔτη ὀφειλού‐
15σης γίνεσθαι. Ἐξηγεῖται πάλιν τε ὑπόμνησιν νομί‐ μων καὶ προσταγμάτων καὶ μαρτυριῶν. Περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὴν, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμά‐
20των οὕτω ποιεῖται. Καὶ τὰ μὲν ἀπὸ κτηνῶν καθαρὰ τὰ τοιαῦτα λέγει, τὰ διχηλοῦντα ὁπλὴν καὶ ὀνυχιστῆ‐ ρας, ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκι‐ σμόν· οἷά ἐστι μόσχος, πρόβατον, αἲξ, ἔλαφος, βού‐ βαλος, δορκὰς, ὄρυξ, πύγαργος, τραγέλαφος, καμηλο‐
25πάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινα ἀπὸ τούτων ἐνέλιπε, ἀκάθαρτόν ἐστιν· οἷά ἐστιν ὁ κάμηλος καὶ ὁ δασύπους καὶ ὁ χοιρόγρυλλος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος διχη‐ λεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν
30πετεινῶν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· τὸν ἀετὸν, τὸν γρῦπα, τὸν ἁλιέα [l. ἁλιαίετον], τὸν γῦπα, τὸν ἰκτῖνον, τὸν κόρακα, καὶ τὰ ὅμοια αὐτῶν, καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῶν, καὶ τὸν νυκτικόρακα, καὶ καταράκτην, καὶ ἶβιν, καὶ πορφυρίωνα, καὶ πελε‐
35κᾶνα, καὶ κύκνον, καὶ ἐρωδιὸν, καὶ χαράδριον, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποπα καὶ νυκτερίδα. Τῶν δὲ ἑρπε‐ τῶν πετεινῶν ἀκάθαρτα ἅπαντα εἶναι λέγει, τὰ πο‐ ρευόμενα ἐπὶ τεσσάρων, ἔχοντα δὲ ἀνωτέρω τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς,
40οἷά ἐστιν ὁ βροῦχος, ὁ πίττακος, ὁ ἀτταγὸς, καὶ ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιοῦχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς καὶ χειμάῤῥοις γινόμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας, οἷά ἐστι τρίγλα, σκάρος,
45γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λειπό‐ μενα ἔν τινι τούτων, ἀκάθαρτα καὶ οὐ βρωτέα, οἷόν ἐστι σηπία· πτερύγια μὲν γὰρ ἔχει, λεπίδας δὲ οὔ. Τῶν δὲ ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς ἀκάθαρτα ταῦτα λέγει εἶναι, τὴν γαλῆν, τὸν μῦν, τὸν χερσαῖον κρο‐

56

.

329

(50)

κόδειλον, τὴν μυγαλῆν, καὶ τὸν χαμαιλέοντα. τὸν ἀσκαλαβώτην, τὴν σαῦραν καὶ ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ περιττὸν ἐν αὐτῷ μνημονεῦσαι· φανερὸν μὲν γὰρ ἦν πᾶσι ταῦτα βδε‐ λυκτὰ εἶναι καὶ μισητά. Ὁμοίως δὲ καὶ περὶ αὐτῶν
55ἐμνημόνευσεν ἐν τῷ Δευτερονομίῳ. Ἔτι δὲ περιέχει περί τε τῶν θνησιμαίων ὡς ἀπηγορευμένων, καὶ τοῦ αἵματος ὁμοίως, καὶ περὶ γυναικῶν τικτουσῶν. Καὶ εἰ σπερτικὸς [l. σπερματικὸς] ᾖ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. Καὶ [περὶ] τῆς ὀκτοημέρου περιτομῆς
60τοῦ βρέφους. Καὶ περὶ τῆς ἀφέδρου, καὶ περὶ δια‐ φορᾶς τικτουσῶν ἄῤῥεν ἢ θῆλυ καθαρισμοῦ. Καὶ
νόμος περὶ λέπρας καὶ καθαρισμοῦ αὐτῆς, καὶ περὶColumn end

56

.

330

γονοῤῥέων [f. γονοῤῥυέων] καὶ σπερμογονείας. Περί τε εὐλαβείας, καὶ περὶ ἀποπομπαίου καὶ περὶ νη‐ στείας· καὶ περὶ τοῦ μὴ δεῖν ἀτάκτους ποιεῖσθαι συζυγίας, καὶ περὶ γάμων νομίμων καὶ ἀθέσμων,
5καὶ ὅτι οὐ χρὴ χήραν ἢ ἐκβεβλημένην τὸν ἱερέα λαμ‐ βάνειν, ἀλλὰ παρθένου καὶ ἐκ πάντων ἀκολήτων (sic; fort. ἀκηλίδωτον). Καὶ περὶ ἐκπορνευούσης θυγατρὸς ἱερέως. Καὶ περὶ τοῦ ἄμωμον εἶναι τὸν ἱερέα. Καὶ περὶ τῶν προσφερομένων δώρων. Περί τε
10σαββάτων, καὶ ἑορτῶν, καὶ τῆς ἑορτῆς τοῦ πάσχα, καὶ τῶν σκηνοπηγιῶν καὶ τῶν σαλπίγγων. Καὶ περὶ τοῦ ἐλαίου, τοῦ φωτὸς, καὶ τῶν ἄρτων τῆς προθέ‐ σεως, καὶ περὶ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως. Εἶτα περὶ δούλων Ἰουδαίων καὶ ἐθνικῶν. Καὶ περὶ ἀπαγορεύ‐
15σεως εἰδώλων οὕτω διαλαμβάνων· Ἐγὼ γὰρ ὁ Θεὸς ὑμῶν· οὐ ποιήσετε ὑμῖν αὐτοῖς χειροποίητα, οὐδὲ γλυπτὰ, οὐ στήλην ἀναστήσετε ὑμῖν, οὐδὲ λίθον σκοπὸν θήσετε ἐν τῇ γῇ ὑμῶν προσκυνῆ‐ σαι αὐτῷ. Πρὸς τούτοις ἀπειλὰς τῶν παραβαινόντων
20οὕτως· Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ἐκ γῆς Αἰγύπτου ὑμᾶς, ὄντων ὑμῶν δούλων, καὶ συνέτριψα τὸν δεσμὸν τοῦ ζυγοῦ ὑμῶν, καὶ ἤγαγον ὑμᾶς μετὰ παῤῥησίας. Ἐὰν δὲ μὴ ὑπα‐ κούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά
25μου ταῦτα, ἀλλ’ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν, ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν, καὶ ἐπιστήσω ἐφ’ ὑμᾶς τὴν ἀπορίαν,
30τήν τε ψώραν, καὶ τὸν ἴκτερον σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν· καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται ταῦτα οἱ ὑπεναντίοι ὑμῶν. Καὶ οὕτω περιέχον τὸ βιβλίον ταῦτα μετὰ τῶν λοιπῶν προσταγμάτων καὶ ἐντολῶν τελειοῦται ἐν τού‐
35τοις. Σύνοψις τῶν Ἀριθμῶν. Κελεύεται Μωϋσῆς ἀριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκο‐ σαέτους καὶ ἐπάνω, καὶ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι, καὶ ἑξακόσιοι καὶ πεντήκοντα χωρὶς τῶν
40Λευϊτῶν. Γενεαλογοῦνται οἱ Λευῖται, καὶ ἀριθμοῦν‐ ται, καὶ ἦσαν εἴκοσι δύο χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Ἐπειδὴ δὲ οἱ πρωτότοκοι Ἰσραὴλ εἰκοσιδύο χιλιάδες ἦσαν καὶ τρεῖς καὶ διακόσιοι καὶ ἑβδομήκον‐ τα, ἀντὶ τῶν περισσῶν ἔλαβε λύτρα Μωϋσῆς, καὶ
45δίδωσιν Ἀαρών. Τὰ δὲ λύτρα ἦν χίλιοι τριακόσιοι ἑξήκοντα πέντε σίκλοι κατὰ κεφαλήν. Διατάσσει τίνα λειτουργεῖν δεῖ, τίνες Λευῖται ὀφείλουσιν εἶναι· οὐ γὰρ πάντες τῆς αὐτῆς ἠξίωντο τιμῆς. Ἄλλοι μὲν τὰ τιμιώτερα τῶν σκευῶν τῆς σκηνῆς, οἱ δὲ τὰ ἐλάττω

56

.

330

(50)

ἐνεχειρίζοντο. Ἐγενήθησαν δὲ οἱ Λευῖται οἱ ἀπ’ εἰκο‐ σαέτους καὶ ἐπάνω, οἳ καὶ ἐλειτούργουν, ἕως πεντη‐ κονταέτους, ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα τρεῖς. Τότε κελεύει πάντα ἀκάθαρτον ἐξαποστεῖλαι τῆς παρεμβολῆς, καὶ περὶ θυσίας τῆς ὑπὲρ πλημμε‐
55λείας διαλέγεται, καὶ τὸν τῆς ζηλοτυπίας διατάττει
νόμον, ὥστε μὴ συκοφαντεῖσθαι γυναῖκα ἐπὶ μοιχείᾳ,329

56

.

331

μήτε μοιχευθεῖσαν δύνασθαι λαβεῖν. Περὶ τῆς εὐχῆς τοῦ ἁγιασμοῦ διατάττεται, καὶ πῶς δεῖ τὸν ἱερέα εὐλογεῖν τοὺς υἱοὺς Ἰσραήλ. Ὡς δὲ ἔστη ἡ σκηνὴ, περιῆγον οἱ ἄρχοντες δῶρα πολλά τε καὶ μεγάλα. Κε‐
5λεύεται Μωϋσῆς ἁγνίσαι τοὺς Λευΐτας, καὶ ἀκούει ὅτι ἀπὸ εἰκοσαέτους δεῖ αὐτοὺς λειτουργεῖν καὶ ἐπάνω, ἀπὸ δὲ πεντηκονταέτους ἀφίστασθαι τῆς λειτουργίας. Κελεύει αὐτοῖς ὁ Θεὸς διὰ Μωϋσέως ποιῆσαι τὸ πά‐ σχα. Εἰπὲ γὰρ, φησὶ, καὶ ποιείτωσαν υἱοὶ Ἰσραὴλ
10τὸ πάσχα. Ἦν γὰρ πρῶτος μὴν τοῦ δευτέρου ἔτους. Προσῆλθον δὲ οἱ ἀκάθαρτοι Μωϋσεῖ, καὶ ἀνήνεγκε περὶ αὐτῶν τῷ Θεῷ. Καὶ προσέταξεν ὁ Θεὸς τὸν μὴ δυνάμενον ἐν τῷ πρώτῳ μηνὶ θύειν τὸ πάσχα, ἢ διὰ τὸ ἀκάθαρτον εἶναι, ἢ διὰ τὸ ἐν ὁδῷ μακρᾷ τυγχάνειν,
15τῷ δευτέρῳ μηνὶ ποιεῖν, τῇ τεσσαρεσκαιδεκάτῃ. Εἰ δέ τις καὶ καθαρὸς ὢν, καὶ οὐκ ὢν ἐν μακρᾷ ὁδῷ, μὴ βούλοιτο ποιεῖν τὸ πάσχα ἐν τῷ πρώτῳ μηνὶ, ὑπὸ ἁμαρτίαν ἔσται. Νόμος, φησὶν, εἷς ἔστω τῷ προσ‐ ηλύτῳ καὶ τῷ αὐτόχθονι. Ἡνίκα ἀνέβαινεν ἡ νεφέλη,
20ἀπῆρον οἱ υἱοὶ Ἰσραὴλ, καὶ οὗ ἂν ἔστη, ἐκεῖ παρεν‐ έβαλλον. Κελεύεται Μωϋσῆς ποιῆσαι σάλπιγγας ἀργυρᾶς, ὥστε δι’ αὐτῶν σημαίνειν τῷ λαῷ, ἡνίκα ἀπᾶραι δέοι, ἡνίκα συναγαγεῖν τὸν λαὸν ἐν πολέμοις, ἐν θυσίαις, χρήσασθαι ταῖς σάλπιγξι ταύταις ἐν ἑορ‐
25ταῖς, ἐν νεομηνίαις, ἐν ὁλοκαυτώμασιν. Ὡς δὲ ἐξῆραν οἱ υἱοὶ Ἰσραὴλ, παρεκάλει τὸν Ἰωβὰρ Μωϋσῆς υἱὸν Ῥαγουὴλ τὸν καὶ Ἰοθὸρ, ὥστε αὐτῷ καὶ τῆς ὁδοῦ κοινωνῆσαι, καὶ τῶν ἐπαγγελθέντων ἀγαθῶν αὐτοῖς· καὶ ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, εἶπε Μωϋσῆς· Ἐξ‐
30εγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. Καὶ ἐγόγγυ‐ ζεν ὁ λαὸς, καὶ κατεκάη μέρος τῆς παρεμβολῆς, καὶ ἐκλήθη ὁ τόπος ἐμπυρισμός. Καὶ ηὔξατο Μωϋσῆς, καὶ ἐπαύσατο ἡ τιμωρία. Καὶ ἐζήτουν κρέα, καὶ ἔλεγον·
35Ἐμνήσθημεν τοὺς ἰχθῦς, οὓς ἠσθίομεν ἐν Αἰγύ‐ πτῳ, τοὺς σικύους, καὶ τοὺς πέπονας, τὰ πράσα, τὰ κρόμμυα, τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλ‐ μοὶ ἡμῶν. Ὡς δὲ ἐβαρύνετο τὴν ἀντιστασίαν αὐτῶν,
40καὶ ἐνετύγχανε τῷ Θεῷ, προστίθησιν αὐτῷ ἑβδομή‐ κοντα πρεσβυτέρους, ὥστε συλλαμβάνεσθαι αὐτῷ ἐν τῇ ἀρχῇ. Τότε τοῦ Ἰησοῦ τοῦ Ναυῆ εἰπόντος· Κώ‐ λυσον τὸν υἱὸν Ἐλδὰδ καὶ Μωδὰδ τοῦ προφητεύειν, φησὶν ὁ Μωϋσῆς· Ζηλοῖς σύ μοι; Καὶ τίς δῷ ἅπαν‐
45τα τὸν λαὸν Κυρίου προφήτας; Τότε ἀνέβη ὀρτυ‐ γομήτρα παρὰ Κυρίου, καὶ ἔφαγον. Καὶ τὰ κρέα ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλιπεῖν. Τοῦτο τὸ ἐν ψαλμῷ εἰρημένον· Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐ‐

56

.

331

(50)

τούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν. Ἐκλήθη δὲ ὁ τόπος οὗτος μνήματα ἐπιθυμίας. Τότε κατελάλησε τῷ Μωϋσεῖ Μαρία, λέγουσα· Μὴ αὐτῷ μόνῳ ἐλάλησεν ὁ Θεός; Εἰπὼν δὲ ὁ Θεὸς, ὅτι αὐτῷ μόνῳ προφητῶν ἐλάλησεν οὕτως, ἐπέβαλεν ἐπὶ τὴν
55Μαριὰμ λέπραν, καὶ Μωϋσέως δεηθέντος ὑπὲρ αὐτῆς, οὐ πρότερον αὐτὴν ἀφῆκε καθαρισθῆναι, ἕως ἐποίησεν ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς. Πέμπει γοῦν τινας ἐκ τοῦ λαοῦ κατασκέψασθαι τὴν γῆν Χαναάν. Καὶ
κατασκεψάμενοι, βότρυν ἤνεγκαν ἐκεῖθεν, καὶ τὴνColumn end

56

.

332

γῆν ἐθαύμαζον. Ἐφοβοῦντο γὰρ τὸν λαὸν, ὡς μα‐ χίμων ὄντων τῶν ἐκεῖ ἀνδρῶν. Χαλὲβ δὲ ὁ τοῦ Ἰεφο‐ νεὶ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ αὐτοὶ ἐκ τῶν κατα‐ σκόπων ὄντες, παρεθάῤῥυνον τὸν λαόν. Οἱ δὲ ἦλθον
5λιθοβολῆσαι αὐτούς· ὁ δὲ Θεὸς ὀργισθεὶς εἶπε μὴ ἀνελθεῖν τοὺς γογγύσαντας εἰς τὴν γῆν τῆς ἐπαγγε‐ λίας, εἰ μὴ τὰ τέκνα αὐτῶν, καὶ Χαλὲβ υἱὸν Ἰεφονεὶ, καὶ Ἰησοῦν. Τεσσαράκοντα δὲ ἔτη, φησὶν, ἔσονται ἐν τῇ ἐρήμῳ, ἕως ἂν αὐξηθῇ τὰ παιδία, κατὰ ἀριθμὸν
10τῶν ἡμερῶν, ὧν ἐπεσκέψαντο τὴν γῆν. Τότε οἱ κατά‐ σκοποι πάντες ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπένθησεν ὁ λαός. Ἀνῆλθον ἐπὶ τὸν Ἀμα‐ λὴκ παρὰ τὸ δοκοῦν τῷ Θεῷ, καὶ ἡ κιβωτὸς ἀνέμει‐ νεν ἐν τῇ παρεμβολῇ μετὰ Μωϋσέως. Καὶ ἐξῆλθεν
15Ἀμαλὴκ, καὶ κατέκοψεν αὐτούς. Ἐντέλλεται περὶ ὁλοκαυτωμάτων, περὶ ἀπαρχῶν, περὶ θυσιῶν τῶν ὑπὲρ πλημμελείας. Ἑάλω τις ξύλα συλλέξας ἐν σαββάτῳ, καὶ ἐλιθοβολήθη. Προστάσσονται κρά‐ σπεδα ἐπὶ τὰ πτερύγια ποιῆσαι. Τὰ περὶ Κορὲ καὶ
20Δαθὰν καὶ Ἀβηρών· ἡ ἐπανάστασις αὐτῶν, ἡ τι‐ μωρία ἢν ἔδοσαν. Οἱ δὲ λοιποὶ τοῦ λαοῦ, τούτων γενομένων, οὐκ ἐσωφρονίσθησαν, ἀλλὰ πάλιν ἐπαν‐ έστησαν τῷ Μωϋσῇ, καὶ ἀποθνήσκουσι τεσσαρεσκαί‐ δεκα χιλιάδες καὶ ἑπτακόσιοι. Τότε ἤνθησεν ἡ ῥάβδος
25Ἀαρών. Λέγει καὶ διατάσσεται ὃ λαμβάνειν δεῖ τοὺς Λευΐτας καὶ τὸν ἱερέα τὸν μέγαν. Καὶ νομοθετεῖ περὶ τῆς σποδοῦ τῆς δαμάλεως, ἐξ ἧς τὸ ὕδωρ τοῦ ῥαντι‐ σμοῦ ἐγίνετο. Τὴν δὲ δάμαλιν αὐτὴν ἔδοξέ τισι τύπον εἶναι τοῦ πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
30Ἀπὸ δὲ τῆς σποδοῦ τῆς δαμάλεως ἐκαθαίρετο ὁ ὢν ἐπὶ νεκροῦ ἀκάθαρτος. Ἦλθε δὲ ὁ λαὸς εἰς Καδὴς, καὶ ἐκεῖ ἀπέθανε Μαρία, καὶ ἐτάφη. Οὐκ ὄντος ὕδατος πάλιν γογγύζουσιν οἱ Ἰουδαῖοι· ὁ δὲ Μωϋσῆς καὶ Ἀαρὼν κελεύονται ἐκ τῆς πέτρας ἐξαγαγεῖν ὕδωρ.
35Ἐπάταξεν αὐτὴν ὁ Μωϋσῆς λέγων· Μὴ ἐκ τῆς πέ‐ τρας ταύτης ἐξάξομεν ὕδωρ ὑμῖν; Καὶ ἐξῆλθεν ὕδωρ. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατέ μοι ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς
40τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασιλέα Ἐδὼμ, ἵνα ἀφῇ αὐτούς· ὁ δὲ οὐ συνεχώρησε· καὶ ἐξέκλιναν ἀπ’ αὐτοῦ υἱοὶ Ἰσραήλ. Ὡς δὲ ἦλθον εἰς Ὢρ τὸ ὄρος, κελεύσαντος τοῦ Θεοῦ, λαβὼν Μωϋσῆς
45τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, ἀνήγαγεν εἰς τὸ ὄρος· καὶ ἐνέδυσε τὸν Ἐλεάζαρ τὰ ἱμάτια αὐτοῦ. Ὁ δὲ Ἀαρὼν ἀπέθανεν ἐν τῷ ὄρει. Καὶ ἔκλαυσεν ὁ λαὸς τριάκοντα ἡμέρας. Εἷλον τὸν Χα‐ ναναῖον, καὶ ἀνεθεμάτισαν αὐτόν. Ἐλθόντες δὲ ἐπὶ

56

.

332

(50)

θάλασσαν Ἐρυθρὰν, ἐκύκλουν τὴν γῆν Ἐδὼμ, καὶ ὠλιγοψύχουν, καὶ κατεγόγγυζον Μωϋσῇ· καὶ ἀπ‐ έστειλεν ὁ Θεὸς ἐπ’ αὐτοὺς ὄφεις θανατοῦντας. Καὶ ηὔξατο Μωϋσῆς· καὶ ἐποίησε χαλκοῦν ὄφιν, προστα‐ χθεὶς ὑπὸ τοῦ Θεοῦ. Καὶ ὁ δακνόμενος, ἡνίκα ἀν‐
55έβλεψεν εἰς τὸν ὄφιν, ἔζη Περὶ τούτου τοῦ ὄφεως εἴ‐ ρηται ἐν τῷ Εὐαγγελίῳ· Καθὼς ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου. Πρεσβεύεται Μωϋσῆς πρὸς τὸν βασι‐
λέα τῶν Ἀμοῤῥαίων τὸν Σηών. Οὗτος δὲ ὁ Σηὼν πολε‐331

56

.

333

μήσας πρότερον τὸν βασιλέα Μωὰβ, ἔλαβε τὴν γῆν αὐτοῦ. Ὡς δὲ καὶ τοῖς Ἰσραηλίταις συνέμιξεν εἰς πόλεμον, ἡττήθη κατὰ κράτος, καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον οἱ Ἰσραηλῖται. Συμβαλόντες δὲ καὶ τῷ
5Ὢγ βασιλεῖ τῆς Βασὰν, τοῖς αὐτοῖς περιέβαλον αὐ‐ τὸν κακοῖς, οἷς καὶ τὸν Σηὼν, καὶ τὴν γῆν καὶ τὰς πόλεις αὐτοῦ πάσας ἔλαβον. Πέμπει βασιλεὺς Βαλὰκ πρὸς Βαλαὰμ τὸν μάντιν, ἵνα ἀράσηται τὸν λαόν. Ὁ δὲ Θεὸς τὸ μὲν πρῶτον ἐκώλυσεν. Ὡς δὲ ἐνέκειτο τῷ
10μάντει, συνεχώρησεν ἀπελθεῖν μὲν, οὐ μὴν ἀράσα‐ σθαι ἀλλ’ ἔτρεψε τὰς κατάρας εἰς εὐλογίας. Οὐκ ἐπειδὴ ἴσχυόν τι αἱ ἀραὶ τοῦ μάντεως, ἀλλ’ ἐπειδὴ ταλαίπωρος ἦν ὁ λαὸς, ἤμελλεν αὐτοῦ πιστεύειν ταῖς κατάραις, καὶ κατακρίνεσθαι ἐκεῖ διὰ τὴν ἰδίαν
15ἀσθένειαν. Οὗτος προφητεύει περὶ τοῦ Χριστοῦ λέγων· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄν‐ θρωπος ἐξ Ἰσραήλ. Πνεῦμα γὰρ Θεοῦ ἐγενήθη ἐπὶ τῷ μάντει. Ὡς δὲ ἀπῆλθεν ὁ Βαλαὰμ, ἐκπορεύουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς τὰς θυγατέρας Μωὰβ, καὶ τελοῦν‐
20ται τῷ Βεελφεγώρ. Τότε κελεύει Μωϋσῆς ἕκαστον, ἀποκτεῖναι τὸν ἀδελφὸν εἰδωλολατρήσαντα. Τότε καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ ἐξεκέντησε τὸν Ζαμβρὶν τὸν Ἰσραηλίτην, καὶ τὴν Χασβὶ τὴν Μαδιανῖτιν μετ’ αὐτοῦ· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τότε
25ἀριθμοῦνται οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ εἰκοσαέτους καὶ ἐπά‐ νω, καὶ εὑρέθησαν ἑξακόσιαι χιλιάδες, καὶ τρισχίλιοι ἄνδρες καὶ τριάκοντα· οἱ δὲ Λευῗται τρεῖς καὶ εἴκοσι χιλιάδες ἀπὸ μηνιαίου καὶ ἐπάνω. Αὕτη ἡ ἐπίσκεψις ἐν Ἀραβὼθ Μωὰβ ἐγένετο, πέραν τοῦ Ἰορδάνου.
30Καὶ οὐκ ἦν ἐν αὐτοῖς ἄνθρωπος, ἐξ ὧν ἐπεσκέψατο Μωϋσῆς πρότερον ἐν τῇ ἐρήμῳ Σινᾶ, πλὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ Χαλὲβ ὁ τοῦ Ἰεφονεί. Προσέρχονταί τινες θυγατέρες Σαλπαὰδ τῆς φυλῆς Μανασσῆ, ἀξιοῦ‐ σαι, ἐπειδὴ ἄπαις ἀῤῥένων παίδων ἀπέθανεν ὁ πατὴρ
35αὐτῶν, εἰς αὐτὰς ἐλθεῖν τὴν κληρονομίαν, καὶ τὴν κατάσχεσιν. Προσέταξεν ὁ Θεὸς λαβεῖν αὐτάς. Κἄν τις ἀποθάνῃ μὴ ἔχων υἱὸν, ἡ θυγάτηρ κληρονομείτω· θυγατρὸς δὲ οὐκ οὔσης, ἀδελφός· ἀδελφοῦ δὲ οὐκ ὄντος, ἀδελφὸς τοῦ πατρός. Δείκνυσιν ὁ Θεὸς Μωϋσῇ
40ἀπὸ τοῦ ὄρους τοῦ Ναυὼ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ χειροτονεῖται Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς τὴν αὐτοῦ τάξιν. Τότε ἐντέλλεται τοῖς υἱοῖς Ἰσραὴλ περὶ ὁλο‐ καυτωμάτων, θυσιῶν τῶν καθ’ ἡμέραν, τῶν ἐν σαβ‐ βάτοις, τῶν ἐν νεομηνίαις, τῶν ἐν τῷ πάσχα, τῶν ἐν
45τῇ ἡμέρᾳ τῶν ἑβδομάδων, τῶν ἐν τῷ ἑβδόμῳ μηνί. Διατάσσει καὶ περὶ εὐχῶν, τουτέστιν, ὧν ἄν τις τά‐ ξηται. Τότε ἐξοπλίζονται δώδεκα χιλιάδες ἐκ τῶν Ἰσραηλιτῶν κατὰ Μαδιανιτῶν, καὶ Φινεὲς μετ’ αὐ‐ τῶν, καὶ ἀναιροῦσιν αὐτοὺς, καὶ πέντε βασιλεῖς Μα‐

56

.

333

(50)

διὰμ, καὶ τὸν Βαλαὰμ τὸν μάντιν. Καὶ ἀπήρξαντο τῷ Θεῷ τῶν σκύλων, καὶ τὰ λοιπὰ διένειμαν ἑαυτοῖς. Προσελθόντες ἡ φυλὴ Ῥουβὶμ καὶ Γὰδ, καὶ τὸ ἥμισυ τῆς φυλῆς Μανασσῆ, ᾔτουν παρὰ Μωϋσέως τὴν πέραν τοῦ Ἰορδάνου χώραν. Ὁ δὲ ἔδωκε, πρότερον
55συνομολογησάντων ἐκείνων συμμαχήσειν τοῖς λοιποῖς Ἰσραηλίταις, καὶ διαβήσεσθαι τὸν Ἰορδάνην μεθ’ ὅπλων, ὥστε πολεμῆσαι ὑπὲρ τῶν ἀδελφῶν αὐτῶν. Ἐνταῦθα διηγεῖται Μωϋσῆς ἀπὸ Αἰγύπτου ἕως ἦλθον ἀντικρὺ Ἱεριχώ. Ἐντέλλεται αὐτοῖς ὥστε ἐξολοθρεῦ‐
60σαι πάντα τὰ εἴδωλα τῶν ἐθνῶν. Λέγει αὐτοῖς καὶ περὶ τῶν ὁρίων τῆς γῆς, πόθεν ἄρχονται, καὶ ποῦ πληροῦνται. Παραγγέλλει δὲ καὶ περὶ τῆς γῆς, ἧς ἔδει τοὺς Λευΐτας λαβεῖν, καὶ περὶ τῶν ἓξ πόλεων
τῶν φυγαδευτηρίων, ὥστε τὸν ἀκουσίως ἀνελόντα ἐκεῖColumn end

56

.

334

καταφεύγειν, καὶ ἀπαλλάσσεσθαι κινδύνου, μένοντι ἐκεῖ, ἕως ἂν ἀποθάνῃ ὁ ἱερεὺς ὁ μέγας. Ἐὰν δὲ ἁλῷ ἔξω τῶν ὅρων τῆς πόλεως, καὶ φονεύσῃ αὐτὸν ὁ συγγενὴς τοῦ πεφονευμένου, οὐ δώσει δίκην. Καὶ
5διαλέγεται βραχέα περὶ τῶν νόμων τῶν περὶ φόνων κειμένων. Προσέρχονται οἱ ἄρχοντες τῆς φυλῆς Μα‐ νασσῆ λέγοντες τῷ Μωϋσῇ· Ἐπειδὴ ἔδοξε τὰς θυγα‐ τέρας Σαλπαὰδ λαβεῖν κλῆρον, εἰ συμβαίη αὐτὰς γαμηθῆναι ἀνδρὶ ἐξ ἑτέρας φυλῆς, τί ἵνα γίνηται;
10ἀπελεύσεται γὰρ ὁ κλῆρος τῆς ἡμετέρας φυλῆς εἰς ἐκείνην τὴν φυλήν. Τότε προσέταξε Μωϋσῆς, ἐκ τῆς ἰδίας φυλῆς γυναῖκα λαμβάνειν ἄνδρα, ἵνα μὴ μεταφέρωνται αἱ κληρονομίαι ἀπὸ φυλῆς εἰς φυλήν.
15Σύνοψις τοῦ Δευτερονομίου. Ὡς ἐν κεφαλαίῳ διηγεῖται πάντα τὰ πρῶτα Μωϋ‐ σῆς, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τῆς τε τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῆς αὐτῶν κακίας. Περὶ τοῦ μὴ εἰδω‐ λολατρεῖν παραίνεσις. Ἐνταῦθα κεῖται καὶ τὸ, Μὴ
20προσκυνήσῃς τοῖς ἄστροις, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐ‐ ρανοῦ. Τὸ δὲ, Ἀπένειμε, οὐχ ὅτι αὐτὸς προσέταξεν· ἄπαγε· ἀλλὰ καθώς φησιν ὁ μακάριος Παῦλος· Παρ‐ έδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, οὐχ
25ὅτι παρέδωκεν, ἀλλ’ ὅτι ἑλομένους αὐτοὺς καὶ ἀν‐ επιστρόφως ἔχοντας ἀφῆκεν. Οὕτως ἐνταῦθα τὸ, Ἀπ‐ ένειμεν αὐτοῖς, τουτέστιν, ἑλομένους τὴν πλάνην, καὶ μὴ βουλομένους ἐπιστρέψαι, ἀφῆκεν. Ἐνταῦθα μι‐ κρὸν προελθὼν λέγει· Διαμαρτύρομαι ὑμῖν τὸν οὐ‐
30ρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλείᾳ ἀπολεῖσθε, ἐὰν ἀποστῆτε ἀπὸ τοῦ Θεοῦ. Εἶτα δείκνυσιν ὅτι οὐδενὶ ταῦτα παρέσχεν ὁ Θεὸς ἅπερ ἐκείνοις. Καὶ ἀφορίζει τρεῖς πόλεις τοῦ Ἰορδάνου εἰς φυγαδευτήριον. Ἔτι τῶν προτέρων αὐτοὺς ὑπομιμνήσκει, καὶ, Ἔφαψαι
35αὐτὰ ἐπὶ τῶν χειρῶν σου, φησὶ, καὶ ἐπὶ τῶν φλιῶν σου γράψεις, καὶ διδάξεις τὸν υἱόν σου. Εἰπὼν δὲ ἃ συμβήσεται κακὰ ἐὰν παρακούσωσι, πα‐ ραθαῤῥύνει πρὸς τὸ μὴ δεδοικέναι τοὺς πολεμίους Πάλιν ἀναμιμνήσκει τῶν προτέρων. Ἐνταῦθα κεῖται
40τὸ, Πρόσεχε σεαυτῷ, ὃ πολλάκις αὐτοῖς καὶ προϊὼν ἐπιλέγει, καὶ παραινεῖ τὰς νίκας μὴ τῇ οἰκείᾳ δυνά‐ μει ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Ἐνταῦθα κεῖται, ὅτι Ὁ Θεὸς πῦρ καταναλίσκον ἐστὶν ὅπερ ὁ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους ἔθηκε. Παραι‐
45νεῖ δὲ ἐν ταὐτῷ Μωϋσῆς μὴ ἐπαίρεσθαι αὐτούς. Οὐ γὰρ διὰ τὴν δικαιοσύνην σου, φησὶν, Ἰσραὴλ, ἐξολοθρευθήσεται τὰ ἔθνη, ἀλλὰ διὰ τὴν ἀσέβειαν αὐτῶν. Ὑπομιμνήσκει δὲ αὐτοὺς καὶ τῆς μοσχοποιίας. Ἐνταῦθα δὲ κεῖται· Περιτέμνεσθε τὴν σκληροκαρ‐

56

.

334

(50)

δίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε. Ἐγκωμιάζει τὴν γῆν τῆς ἐπαγγελίας. Ἐνταῦθα κεῖται· Φαγὼν καὶ πιὼν καὶ ἐμπλησθεὶς πρόσεχε σεαυτῷ· καὶ προλέγει τὰ κακὰ παρακούουσι, καὶ τὰ ἀγαθὰ εἰ ὑπακούσειαν. Καὶ κελεύει ἐπ’ ὄρος Γαριζὶν δοῦναι
55τὴν εὐλογίαν, καὶ τὴν κατάραν ἐπ’ ὄρος Γεβάλ· ἀπο‐ λέσαι τὰ εἴδωλα καὶ τοὺς τόπους αὐτῶν. Κελεύει μὴ πανταχοῦ θυσίας ἀναφέρειν τῷ Θεῷ, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται. Περὶ τοῦ μὴ ζηλοῦν τὰ ἔθνη, μηδέ τινι πείθεσθαι συμβουλεύοντι εἰδωλολατρεῖν,
60κἂν σημεῖα ποιῇ, μήτε φίλῳ, μήτε ἄλλῳ τινὶ, ἀλλὰ λιθοβολεῖν τὸν παραινοῦντα, κἂν ἀδελφὸς ἦ, κἂν πόλις εἰδωλολατρεύσῃ, πανώλεθρον αὐτὴν ποιεῖν. Τίνα δεῖ ἐσθίειν, καὶ τίνα παραιτεῖσθαι παραινεῖ.
Περὶ ἀφέσεως χρεῶν νομοθετεῖ, περὶ ἀφέσεως καὶ333

56

.

335

ἐλευθερίας τῶν δουλευόντων, περὶ πρωτοτόκων, περὶ τοῦ πάσχα. Ἐνταῦθα κεῖται τὸ, Οὐ δυνήσῃ τὸ πά‐ σχα ποιεῖν ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν
5ἐκλέξηται Κύριος ὁ Θεός σου. Περὶ τῆς τῶν ἑβδο‐ μάδων, περὶ τῆς τῶν σκηνοπηγιῶν, περὶ κριτῶν, περὶ βασιλέων, εἴ ποτε ἔλθοιεν εἰς ἐπιθυμίαν τοῦ βα‐ σιλεῦσαί τινα. Περὶ Λευϊτῶν, καὶ ὧν ὀφείλουσι λαμ‐ βάνειν. Περὶ τοῦ μὴ δεῖν τοῖς λεγομένοις καθαρισταῖς
10κεχρῆσθαι, ἢ ἐπαοιδοῖς, ἢ μαντείαις ἢ κληδόσιν, ἢ τοῖς τοιούτοις. Ἐνταῦθα κεῖται τὸ, Προφήτην ὑμῖν ἀνα‐ στήσει ὁ Θεὸς ὡς ἐμέ. Καὶ περὶ τῶν φυγαδευτη‐ ρίων πόλεων διατάττεται. Ἐνταῦθα κεῖται, Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται
15πᾶν ῥῆμα. Καὶ περὶ τῶν ψευδομαρτυρούντων, τί δεῖ πάσχειν αὐτούς. Ἐπιστάντος πολέμου, λέγει τίνα δεῖ ἐκπέμπειν, καὶ μὴ ἀφιέναι συμπολεμεῖν αὐτοῖς. Παραινεῖ μὴ ἀναιρεῖσθαι τοὺς πολεμίους ὑποπίπτον‐ τας, πλὴν τῶν ἑπτὰ ἐθνῶν. Καὶ τὰς μὲν πόλεις ἁπά‐
20σας, ἐπειδὰν ἕλητε, φησὶ, σκυλεύετε, τὰ ἄῤῥενα μόνα ἀναιροῦντες. Ἐκ δὲ τούτων, ὧν τὴν γῆν κληρονομεῖ‐ τε, μηδένα ζωγρήσητε ἐμπνέοντα. Καρποφόρα ξύλα μὴ τέμνετε, φησὶν, εἰς τὸ πῆξαι χάρακα ἐν πολιορκίᾳ. Εἴ τις εὑρεθῇ πεφονευμένος, ὁ δὲ φονεύσας μὴ φαί‐
25νοιτο, νομοθετεῖ τί δεῖ γίνεσθαι. Ἐὰν δέ τις δύο ἔχων γυναῖκας, τὴν μὲν μισήσῃ, ἀγαπήσῃ δὲ τὴν ἑτέραν, καὶ συμβῇ τὸν τῆς μισουμένης εἶναι πρωτό‐ τοκον, μὴ προτιμείσθω αὐτοῦ ὁ τῆς ἠγαπημένης. Περὶ υἱοῦ ἀπειθοῦς. Ἐνταῦθα κεῖται, Ἐπικατάρα‐
30τος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Ἐπεὶ οὖν ἔκειτο κατάρα τοῖς μὴ φυλάσσουσι τὸν νόμον, Ἐπικατάρα‐ τος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ· περὶ τοῦ νόμου λέγων Μωϋ‐ σῆς· καὶ τὴν κατάραν ἐκείνην οὐκ ἐνῆν λαβεῖν τὸν
35Χριστόν· ἐπλήρωσε γὰρ τὸν νόμον, κατάραν κατάρας ἀντηλλάξατο κρεμασθεὶς ἐπὶ ξύλου. Περὶ τοῦ μὴ δεῖν μηδὲ τῶν ἐχθρῶν τὰ ἄλογα παρορᾷν, καὶ ἕτερα νομοθετεῖ, καὶ περὶ γαμικῶν διαλέγεται νόμων, καὶ τιμωρίας τίθησι κατὰ τῶν ὑβριζόντων εἰς παρθένους.
40Τίνας κωλύει μὴ εἰσιέναι εἰς ἐκκλησίαν, καὶ περὶ ἑτέρων νομοθετεῖ, καὶ περὶ τοῦ μὴ λαβεῖν τόκον. Περὶ τοῦ μὴ χρονίζειν ἐν ταῖς τῶν εὐχῶν ἀποδόσεσι, ἀλλ’ ὅπερ ἄν τις εὔξηται, εὐθέως ἀποτελεῖν. Περὶ τῆς γυναικὸς τῆς λαμβανούσης βιβλίον ἀποστασίου, περὶ
45ἐνεχύρων, περὶ κλοπῆς, περὶ μισθοῦ μισθωτοῦ, περὶ ὀρφανοῦ, περὶ χήρας, περὶ τοῦ καταλιμπάνειν σταχυολογεῖν καὶ ῥαγολογεῖν τοῖς πένησιν. Ἐνταῦθα κεῖται περὶ τοῦ μὴ δεῖν πλέον τεσσαράκοντα λαμβάνειν τὸν ἐγκαλούμενον περὶ ἀδικίας τινός. Καὶ

56

.

335

(50)

περὶ τοῦ μὴ φιμοῦν βοῦν ἀλοῶντα, καὶ περὶ τοῦ ἐγείρειν σπέρμα τῷ τεθνεῶτι ἀδελφῷ τὸν ὑπολειπό‐ μενον, καὶ τί πείσεται εἰ μὴ βούλοιτο ἐγεῖραι. Περὶ σταθμῶν, περὶ μέτρων. Περὶ τοῦ ἐξολοθρεῦσαι τὸν
Ἀμαλήκ. Περὶ ἀπαρχῶν, περὶ φιλανθρωπίας τῆς εἰςColumn end

56

.

336

χήρας καὶ ὀρφανούς. Ἐντεῦθεν λοιπὸν αἱ κατάραι καὶ εὐλογίαι, αἱ μὲν παρακούουσιν, αἱ δὲ πειθομένοις. Καὶ μακρὸν ἀποτείνει λόγον περὶ τῶν μελλόντων αὐ‐ τοὺς διαδέχεσθαι κακῶν. Τοῦτο συνέβη ἐπὶ Ἀσσυρίων
5καὶ Βαβυλωνίων. Τὸ δὲ τοὺς υἱοὺς φαγεῖν, ἐν πολι‐ ορκίαις ἐξέβη. Καὶ αὐτοῦ μέμνηται ἐνταῦθα περὶ τοῦ Χριστοῦ. Ἔσται, φησὶν, ἡ ζωή σου κρεμαμένη πρὸ ὀφθαλμῶν σου. Ἐνταῦθα κεῖται, Μή τις ῥίζα πικρίας, οὗ καὶ ὁ Παῦλος ἐμνημόνευσεν ἐν τῇ πρὸς
10Ἑβραίους. Ἐνταῦθα κεῖται, Τὰ κρυπτὰ Κυρίῳ τῷ Θεῷ, τὰ δὲ φανερὰ ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν. Ὅτι ἡ ἐντολὴ αὐτοῦ, φησὶν, οὐκ ἔσται ὑπέρογκος. Οὐκ ἐν τῷ οὐρανῷ, ἵνα εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; οὐδὲ πέραν τῆς θαλάσσης, ἀλλ’
15ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου. Ταῦτα περὶ τῆς νομικῆς ἐντολῆς εἰρημένα εἵλκυσεν εἰς τὴν πίστιν τὴν εἰς Χριστὸν ὁ Παῦλος· Διαμαρτύ‐ ρομαι ὑμῖν, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὥστε ἀγαπᾷν τὸν Θεόν. Τότε καλεῖ τὸν Ἰησοῦν τὸν Ναυῆ,
20καὶ ἐντέλλεται ἡγεῖσθαι τοῦ λαοῦ, καὶ μὴ φοβεῖσθαι τοὺς πολεμίους, Θεὸν ἔχοντας βοηθόν. Καὶ παραινεῖ, ὥστε ἐν ταῖς σκηνοπηγίαις παντὶ τῷ λαῷ τὸν νόμον ἀναγινώσκεσθαι. Προλέγει τῷ Μωϋσῇ ὁ Θεὸς, ὅτι μετὰ θάνατον αὐτοῦ ὁ λαὸς εἰδωλολατρήσει, καὶ
25κολασθήσεται. Ἔστω οὖν, φησὶν, ἡ ᾠδὴ αὕτη κατα‐ μαρτυροῦσα αὐτῶν. Οὐ γάρ ποτε λήσονται αὐτῆς. Καὶ ἔγραψε Μωϋσῆς τὴν ᾠδὴν, καὶ προεῖπεν αὐτοῖς, ὅτι ἀνομήσουσιν. Ἐνταῦθα κεῖται· Αὐτοὶ παρεζήλω‐ σάν με ἐπ’ οὐ Θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’
30οὐκ ἔθνει. Κελεύεται Μωϋσῆς ἀνελθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, ὃ καὶ Ναβαὶ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν ἐπαγγελίας· καὶ εὐλογήσας ἑκάστην φυλὴν, ἐτελεύ‐ τησε· καὶ οὐκ εἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης. Ἐνταῦθα ἐτελειώθησαν τὰ πέντε βι‐
35βλία Μωϋσέως, ἃ μόνα ἐδέξαντο οἱ Σαμαρῖται. Σύνοψις τοῦ Ἰησοῦ τοῦ Ναυῆ. Κελεύεται Ἰησοῦς διατάττειν τῷ λαῷ, τῷ τε νό‐ μῳ τοῦ Θεοῦ προσέχειν. Πέμπει κατασκόπους· εἰσ‐ ῆλθον εἰς τὴν Ἱεριχώ. Ἀκούσας ὁ βασιλεὺς τῆς πό‐
40λεως, ἔπεμψε, ζητῶν τοὺς ἄνδρας παρὰ Ῥαὰβ τῇ πόρνῃ τῇ ὑποδεξαμένῃ. Ἡ δὲ ἔκρυψε τοὺς κατασκό‐ πους. Καὶ ἀντὶ ταύτης τῆς χάριτος ᾔτησε τὴν σωτη‐ ρίαν τῆς οἰκίας αὐτῆς, ὅταν ἡ πόλις ληφθῇ· οἱ δὲ ἐπένευσαν. Καὶ ἀπελθόντες ἀπήγγειλαν τὰ γενόμενα.
45Παραγγέλλει τῷ λαῷ, ὥστε διαβῆναι τὸν Ἰορδάνην, καὶ διέβησαν ἐπὶ ξηρᾶς, καὶ λίθους ἔστησαν ἐν τῇ στρατοπεδείᾳ δώδεκα. Ἀκούσαντες οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων οἱ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ βα‐ σιλεῖς τῆς Φοινίκης, ὅτι διὰ ξηρᾶς διέβησαν τὸν Ἰορ‐

56

.

336

(50)

δάνην, κατετάκησαν, καὶ κατεπλάγησαν. Τότε Ἰησοῦς προσταχθεὶς μαχαίραις πετρίναις περιτέμνει τοὺς Ἰουδαίους. Ἐπεὶ τεσσαράκοντα ἔτη ἀνέστραπτο
Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, καὶ διὰ τοῦτο ἀπερίτμητοι335

56

.

337

ἦσαν αὐτῶν οἱ πλεῖστοι τῶν μαχίμων, οἳ καὶ ἀπ‐ ώλοντο· ἀντὶ δὲ τούτων ἀντικατέστησε τοὺς υἱοὺς αὐ‐ τῶν, οὓς ὁ Ἰησοῦς περιέτεμε, διὰ τὸ γενέσθαι αὐτοὺς ἀπεριτμήτους ἐν τῇ ὁδῷ. Τότε ἐποίησε τὸ πάσχα.
5Καὶ ἐν τῇ ἡμέρᾳ ᾗ ἔφαγον ἄζυμα ἀπὸ τοῦ σίτου τῆς γῆς ἐκείνης, ἐξέλιπε τὸ μάννα. Κελεύεται ὁ Ἰησοῦς λῦσαι τὸ ὑπόδημα αὐτοῦ, καὶ κυκλῶσαι τὴν Ἱεριχῶ μετὰ σαλπίγγων καὶ τῆς κιβωτοῦ ἡμέρας ἑπτά. Οὗ γενομένου αὐτόματα ἔπεσον τὰ τείχη. Δῆλον οὖν ὅτι
10ἔκτοτε ἀρχὴν ἔλαβε λύεσθαι τὸ σάββατον· ὅθεν γὰρ ἂν ἄρξηταί τις, ἀνάγκη τὸ σάββατον ἐμπεσεῖν ἐν ταῖς ἓξ ἡμέραις. Τότε σώζεται μὲν ἡ Ῥαὰβ μετὰ τῆς συγ‐ γενείας αὐτῆς, καὶ οἰκεῖ ἐν τῷ Ἰσραὴλ, ἐμπιπρᾶται δὲ ἡ πόλις καὶ ἀναθεματίζεται, καὶ κατηράσατο Ἰη‐
15σοῦς τῷ οἰκοδομοῦντι αὐτήν. Ἔκλεψεν ἐκ τοῦ ἀνα‐ θέματος Ἄχαρ, καὶ ἡττᾶται ὁ λαὸς προσβαλὼν ἑτέρᾳ πόλει. Δεῖται τοῦ Θεοῦ Ἰησοῦς, κελεύει ὁ Θεὸς ἐξ‐ αρθῆναι τὸ ἀνάθεμα. Ἀνεδείχθη ὁ Ἄχαρ, ἠλέγχθη τὸ κλέμμα, ἐλιθοβολήθη μετὰ τῶν υἱῶν καὶ θυγατέρων
20ὁ Ἄχαρ. Ἀνεμαχέσατο Ἰησοῦς τὴν μάχην, καὶ εἷλε τὴν Γάζαν, καὶ ἐνεπύρισε· καὶ ἔπεσον ἐν αὐτῇ δώδεκα χιλιάδες· καὶ τὸν βασιλέα τῆς πόλεως ἐκρέμασαν ἐπὶ ξύλου. Συνέρχονται πολεμῆσαι τὸν Ἰσραὴλ οἱ βασιλεῖς τῶν Ἀμοῤῥαίων καὶ Χαναναίων, καὶ οἱ λοιποί. Οἰ‐
25κοδομεῖ Ἰησοῦς θυσιαστήριον ἐκ λίθων ὁλοκλήρων καὶ γράφει τὸ Δευτερονόμιον ἐκεῖ. Καὶ οἱ ἡμίσεις ἵσταν‐ ται πλησίον τοῦ ὄρους Γεβὰλ, καὶ οἱ ἡμίσεις πλησίον τοῦ ὄρους Γαριζίν. Ἐντεῦθεν τὰ κατὰ τοὺς Γαβαω‐ νίτας. Οὗτοι γὰρ ἀκούσαντες περὶ τῶν Ἰσραηλιτῶν,
30καὶ φοβηθέντες αὐτοὺς ἐξ ὧν ἤδη κατώρθωσαν ἐν τοῖς πολεμίοις, ἔρχονται πρὸς αὐτοὺς, παλαιὰ περιθέμενοι ἱμάτια, ἄρτους ἐπιφερόμενοι ξηροὺς, σανδάλια πεπα‐ λαιωμένα, καί φασι πρὸς τὸν λαὸν, ὅτι ἐκ γῆς πόῤῥω‐ θεν ἥκουσι, καὶ σημεῖον τοῦ πόῤῥω οἰκεῖν, τὰ ἱμά‐
35τια, καὶ τοὺς ἄρτους, καὶ τὰ σανδάλια ἐποιοῦντο. Ἐν γὰρ τῇ ὁδῷ αὐτὰ πεπαλαιῶσθαι ἔλεγον· ἥκειν δὲ ἐπὶ τῷ συνθήκας ποιήσασθαι πρὸς αὐτοὺς εἰρήνης. Οἱ δὲ μὴ ἐρόμενοι τὸν Θεὸν, ἐποιήσαντο συνθήκας. Ὡς δὲ ἔγνωσαν ἠπατημένοι, καὶ ὅτι οὐ πόῤῥω, ἀλλὰ
40πλησίον οἰκοῦσι, μὴ δυνάμενοι αὐτοὺς καταπολεμῆ‐ σαι διὰ τοὺς ὅρκους, δούλους ἐποιήσαντο ξυλοκόπους τε καὶ ὑδροφόρους. Ἐνταῦθα ἐκβαίνει ἡ πρόῤῥησις τοῦ Νῶε, ἣν εἶπε· Χαναὰν παῖς οἰκέτης· ἐξ ἐκείνου γάρ εἰσιν οὗτοι. Ἤκουσεν Ἀδωνιβεζὲκ βασιλεὺς
45Ἱερουσαλὴμ, ὅτι ἑάλω Ἱεριχὼ καὶ Γάζα, καὶ ὅτι ηὐτομόλησαν οἱ Γαβαωνῖται, καὶ ἐπιστρατεύει ἐπ’ αὐτοὺς μετὰ καὶ ἑτέρων βασιλέων. Οἱ δὲ ἐκάλουν εἰς συμμαχίαν τὸν Ἰησοῦν. Ἦλθε δὲ καὶ συνέβαλε, καὶ ἐτρέψατο αὐτούς· καὶ ἄνωθεν ἐπ’ αὐτοὺς χάλαζα

56

.

337

(50)

κατηνέχθη· καὶ πλείους ἀνεῖλεν ἡ χάλαζα, ἢ οἱ υἱοὶ Ἰσραὴλ ἐν μαχαίρᾳ. Τότε ἔστη ὁ ἥλιος κατὰ Γα‐ βαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ· καὶ πάντα τῶν ἐχθρῶν τὸν λαὸν ἀπέκτεινεν Ἰησοῦς, καὶ πέντε βασιλεῖς. Εἷλε δὲ καὶ τὴν Μακηλὰ, καὶ τὴν Λοβνὰ,
55καὶ τὴν Λαχὶς, καὶ τὴν Ὀδολὰν, καὶ τὴν Χεβρὼν, καὶ τὴν Δαβὴρ, καὶ τὴν ὀρεινὴν, καὶ τὴν πεδινήν. Συνῆλθον ἕτεροι βασιλεῖς πολλοὶ μετὰ στρατοπέδων μεγάλων, καὶ τούτους εἷλεν Ἰησοῦς. Ἔγκειται δὲ
αὐτῶν ἐνταῦθα καὶ τὰ ὀνόματα καὶ αἱ πόλεις, καὶ ὁColumn end

56

.

338

ἀριθμός. Προστάσσεται δὲ Ἰησοῦς διαδοῦναι τὴν γῆν τοῖς Ἰσραηλίταις. Καὶ διαγράφει τίς φυλὴ τίνας κλή‐ ρους ἔλαβε, καὶ τοῖς Λευΐταις τί δοθῇ. Ἐκπέμπεται Ἰησοῦς τὴν φυλὴν Ῥουβὶμ καὶ τὴν Γὰδ καὶ τὸ ἥμισυ
5φυλῆς Μανασσῆ εἰς τοὺς κλήρους αὐτῶν, οὓς ἔλαβον ἔτι ζῶντος Μωϋσέως. Οἱ δὲ ἀπελθόντες, παρὰ τὸν Ἰορδάνην ᾠκοδόμησαν βωμόν. Ἐτάραξε τοῦτο τὰς ἄλλας φυλάς. ᾬοντο γὰρ ἀποστασίας ἕνεκεν τοῦτο πεποιηκέναι αὐτούς. Πέμπουσι πρὸς αὐτοὺς ἐγκα‐
10λοῦντες· οἱ δὲ ἀπελογοῦντο λέγοντες, οὐκ ἀποστασίας ἕνεκεν οἰκοδομῆσαι τὸν βωμόν· ἀλλ’ ἵνα μὴ ἔχωσιν οἱ μεθ’ ὑμᾶς γενόμενοι τοὺς ἡμετέρους υἱοὺς ὡς ἀλλο‐ τρίους τῆς ἑαυτῶν συγγενείας, διὰ τὸ τὸν Ἰορδάνην μέσον ἑκατέρων ῥεῖν· ἀλλ’ ἵνα ᾖ ὁ βωμὸς εἰς μαρτύ‐
15ριον, καὶ μὴ ἔχωσι λέγειν τὰ τέκνα ὑμῶν τοῖς ἐγγό‐ νοις ἡμῶν, Οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου. Ἐπείσθη‐ σαν μηκέτι πολεμῆσαι αὐτοὺς αἱ λοιπαὶ φυλαί. Τότε συγκαλεῖ τοὺς Ἰσραηλίτας Ἰησοῦς, καὶ ὑπομιμνήσκει αὐτοὺς τῶν τοῦ Θεοῦ εὐεργεσιῶν, καὶ παραινεῖ φυ‐
20λάττειν τὸν νόμον, καὶ προλέγει τὰ διαδεξόμενα αὐ‐ τοὺς κακὰ, εἰ μὴ φυλάξειεν, καὶ τελευτᾷ. Τελευτᾷ δὲ καὶ Ἐλεάζαρ ὁ ἱερεὺς, καὶ ἱεράτευσε Φινεὲς ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. Καὶ εἰδωλολάτρησαν οἱ Ἰσραηλῖ‐ ται, καὶ παρεδόθησαν τῷ Αἰγλὼμ βασιλεῖ Μωὰβ, καὶ
25κατεκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ. Σύνοψις τῶν Κριτῶν. Ἐνταῦθα κεῖται ποίας μὲν πόλεις εἷλον, ποίας δὲ ἀφῆκαν φόρου ἐπιτελεῖς αὐτοῖς εἶναι οἱ Ἰσραηλῖται. Καταμαλακισθέντες γὰρ πρὸς τοὺς τοῦ πολέμου πό‐
30νους, παρέβησαν τὸ πρόσταγμα τοῦ Θεοῦ, κελεῦσαν πάντας παντελῶς ἄρδην ἀφανισθῆναι. Ἦλθεν ἄγγε‐ λος παρὰ Κυρίου πρὸς τοὺς Ἰσραηλίτας, καὶ ἤλεγξεν αὐτῶν τὴν παρανομίαν. Δέον γὰρ, φησὶ, πάντας ἀφανισθῆναι, ὑμεῖς δὲ καὶ συνθήκας ἔθεσθε πρὸς αὐ‐
35τούς· διὰ τοῦτο οὐκ ἐξολοθρεύσει ὁ Θεὸς τὰ ὑπολειπό‐ μενα ἔθνη. Ταῦτα ἀκούσαντες ἔκλαυσαν ὁμοθυμαδὸν, καὶ Κλαυθμὸς ὁ τόπος ἐκλήθη. Καὶ παρηνόμουν καὶ εἰδωλολάτρουν συνεχῶς, καὶ παρεδίδοντο τοῖς ἐχθροῖς, καὶ ἀπηλλάσσοντο τῆς δουλείας, καὶ πάλιν τοῖς αὐτοῖς
40ἐπέμενον κακοῖς. Παρεδόθησαν Χουσὰρ Σαθὼν βα‐ σιλεῖ Συρίας ἔτη ηʹ, καὶ ἔσωσεν αὐτοὺς Κύριος διὰ Γοθονοὴλ τοῦ κριτοῦ. Καὶ παρεδόθησαν τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ, καὶ ἔκραξαν πρὸς τὸν Θεὸν, καὶ ἤγειρεν αὐτοῖς Ἀὼδ, ὅστις δόλῳ ἀνεῖλε τὸν
45Ἐγλὼμ καὶ τὸν Μωάβ. Μετὰ τοῦτον ἔκρινε Σομεγὰρ, Δεβώρα, γυνὴ προφῆτις. Δουλευόντων δὲ τῷ βασι‐ λεῖ Χαναὰν τῶν Ἰσραηλιτῶν, κελεύει τῷ Βαρὰκ ἡ Δεβώρα στρατηγῆσαι τὸν πόλεμον. Ὁ δὲ οὐκ ἠνείχε‐ το, εἰ μὴ καὶ αὐτὴ συνεξέλθοι αὐτῷ· καὶ συνεξῆλθεν

56

.

338

(50)

ἡ γυνή. Γενομένου δὲ τοῦ πολέμου, φεύγουσιν οἱ
πολέμιοι, καὶ ὁ στρατηγὸς Ἰαβὶς Σισάρα ἐλθὼν πρός337

56

.

339

τινα γυναῖκα Ἰαὴλ λεγομένην, ᾔτει πιεῖν· ἡ δὲ γάλα ἔδωκεν αὐτῷ ἀντὶ ὕδατος. Ὡς δὲ ἐκοιμήθη πιὼν, πάσσαλον λαβοῦσα ἡ γυνὴ, διήλασεν διὰ τοῦ κροτάφου αὐτοῦ. Καὶ οὕτως ἀπέθανε Σισάρα· καὶ ἐπελθὼν Βα‐
5ρὰκ εἶδεν αὐτὸν τεθνηκότα. Τότε ᾖσεν ᾠδὴν Δεβώρα ἐπινίκιον. Πάλιν παραδίδονται εἰς χεῖρας Μαδιὰμ οἱ Ἰσραηλῖται· συνεχῶς γὰρ παρώργιζον τὸν Θεόν. Τότε τῷ Γεδεὼν ὤφθη ἄγγελος, καὶ παρώρμησεν εἰς πόλεμον. Εἶτα ὁ Κύριος κελεύει αὐτὸν θῦσαι τὸν μό‐
10σχον τὸν σιτευτὸν τοῦ πατρὸς αὐτοῦ, καὶ ἀνενεγκεῖν ὁλοκαύτωμα, καὶ τὸ θυσιαστήριον κατασκάψαι τοῦ Βάαλ. Ἐποίησεν οὕτως, καὶ ἀνήνεγκεν ὁλοκαύτωμα τῷ Θεῷ. Καὶ αἰτεῖ σημεῖον ὁ Γεδεὼν ὁ καὶ Ἱεροβαὰλ τὸ ἐπὶ τοῦ πόκου γενόμενον. Καὶ κελεύεται ἅπαν
15ἀποπέμψαι τὸ στρατόπεδον, τριακοσίους δὲ μόνον κατασχεῖν. Καὶ ἐποίησεν οὕτω, καὶ συμβαλὼν μετὰ λαμπάδων καὶ σαλπίγγων, εἷλε τοὺς πολεμίους. Τότε ἀνῃρήθησαν Ὠρὴβ καὶ Ζὴβ οἱ ἄρχοντες Μαδιὰμ, καὶ Ζεβεὲ καὶ Σαλμανὰ οἱ βασιλεῖς. Ἀποθανὼν Γεδεὼν
20κατέλιπεν υἱοὺς ἑβδομήκοντα, καὶ ἀπὸ παλλακίδος ἕνα τὸν Ἀβιμέλεκ. Οὗτος τοὺς ἑβδομήκοντα ἀνελὼν, ἐκράτησε τὴν βασιλείαν· καὶ μετ’ οὐ πολὺ δίκην ἔδωκε τῆς ἀδελφοκτονίας. Προσελθὼν γὰρ ἐν πολέμῳ τινὶ πόλει, κλάσματι μύλου ἐθλάσθη τὴν κεφαλὴν ὑπὸ
25γυναικὸς, καὶ ἀπέθανε. Μετὰ τὸν Ἀβιμέλεκ ἔκρινε Θωλὰ, μετὰ τὸν Θωλὰ Ἰαείρ. Καὶ παρώργισαν τὸν Θεὸν υἱοὶ Ἰσραὴλ, καὶ παρεδόθησαν εἰς χεῖρας Ἀμ‐ μών. Τότε τὸν Ἰεφθάε, υἱὸν ὄντα γυναικὸς πόρνης, καὶ ὑπὸ τῶν ἀδελφῶν ἀπελαθέντα τῆς πατέρων οἰ‐
30κίας, οἱ ἄρχοντες τοῦ λαοῦ ἀξιοῦσι στρατηγῆσαι τοῦ πολέμου τοῦ πρὸς τοὺς υἱοὺς Ἀμμὼν, καὶ διδόασιν αὐ‐ τῷ τὴν ἀρχήν. Ὁ δὲ πεισθεὶς, καὶ πρῶτον πρεσβευ‐ σάμενος πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν, ὡς οὐκ ἔπειθεν, εὐξάμενος τῷ Θεῷ θύσειν τὸν πρῶτον ἀπαν‐
35τήσαντα αὐτῷ, εἰ ἐπανέλθοι ἐκ τοῦ πολέμου, συμ‐ βαλὼν τοῖς ἐχθροῖς καὶ νικήσας, θύει τὴν θυγατέρα αὐτοῦ· πρώτη γὰρ αὐτῷ ἀπήντησεν αὕτη. Πάλιν παρ‐ ώργισαν τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ παρεδόθησαν εἰς χεῖρας ἀλλοφύλων. Τότε τίκτεται ὁ Σαμψὼν, καὶ
40ἰδὼν γυναῖκα ἐν Θαμναθᾶ, ἠράσθη αὐτῆς, καὶ λαβεῖν ἠθέλησε νόμῳ γάμου. Οἱ δὲ γονεῖς τὸ μὲν πρῶτον δι‐ εκώλυον διὰ τὸ ἀλλόφυλον εἶναι· ὡς δὲ εἶδον ἐπικείμε‐ νον, οὐκ ἠναντιώθησαν. Ἡνίκα δὲ ἀπῄει διαλεχθῆναι περὶ αὐτῆς, συνήντησεν αὐτῷ λέων, καὶ ἀνεῖλεν
45αὐτὸν ταῖς χερσὶν αὐτοῦ. Ἐπεὶ δὲ ἔδει γενέσθαι τοὺς γάμους, πάλιν ἀπιὼν, ὁρᾷ κηρίον μέλιτος ἐν τῷ στό‐ ματι τοῦ λέοντος τοῦ ἀνῃρημένου ὑπ’ αὐτοῦ, καὶ λα‐ βὼν ἔφαγε, καὶ ἔδωκε καὶ τοῖς γονεῦσι καὶ τοῖς συμ‐ πολίταις αὐτοῦ· καὶ προέτεινεν αὐτοῖς πρόβλημα

56

.

339

(50)

λέγων· Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, τουτέστιν, ἐκ τοῦ στόματος τοῦ λέοντος, καὶ ἐκ σκληροῦ ἀντὶ τοῦ πικροῦ γλυκύ. Καὶ ὑπέσχετο, εἰ ἐπιλύσειε, δώσειν αὐτοῖς τριάκοντα σινδόνας, καὶ τριάκοντα στολάς· εἰ δὲ μὴ δυνηθεῖεν, ἀπαιτήσειν αὐ‐
55τοὺς τοσαῦτα. Ὡς δὲ διηπόρουν, καὶ οὐχ εὕρισκον, ἠπείλησαν τῇ γυναικὶ αὐτοῦ θάνατον, εἰ μὴ μάθοι
παρ’ αὐτοῦ τὸ αἴνιγμα· ἡ δὲ μαθοῦσα, ἀπήγγειλενColumn end

56

.

340

αὐτοῖς, καὶ εἰπόντες ἔλαβον. Ὠργίσθη δὲ ὁ Σαμψών. Ὁ δὲ πατὴρ τῆς νύμφης δείσας, λαβὼν αὐτὴν ἔδωκε τῷ νυμφαγωγῷ αὐτοῦ· τοῦτο δὲ μᾶλλον αὐτὸν ἐλύπη‐ σεν, καὶ λαβὼν τριακοσίους ἀλώπεκας, καὶ λαμπά‐
5δας ὄπισθεν αὐτῶν ἐξάψας, ἀφῆκεν εἰς τὰ πεδία τῶν ἀλλοφύλων· ὡς δὲ ἐνεπύρισεν αὐτῶν τὰ σταχυοφόρα πεδία, ἐνέπρησαν ἐκεῖνοι τὴν οἰκίαν τῆς νύμφης μετ’ αὐτῆς καὶ τοῦ πατρὸς αὐτῆς. Οὐδὲ τούτου γενομένου ἐχάλασε τὴν ὀργὴν ὁ Σαμψὼν, ἀλλ’ ἔτι ἐπολέμει αὐ‐
10τοῖς. Οἱ δὲ παραταξάμενοι κατὰ τοῦ Ἰσραὴλ, τὸν Σαμψὼν ἐζήτουν· δήσαντες αὐτὸν οἱ Ἰσραηλῖται παρ‐ έδωκαν τοῖς ἐχθροῖς. Ὁ δὲ τὰ δεσμὰ διαῤῥήξας, καὶ εὑρὼν σιαγόνα ὄνου, χιλίους ἀπέκτεινεν ἐν αὐτῇ. Καὶ διψήσας ηὔξατο τῷ Θεῷ, καὶ ἐξῆλθεν ὕδωρ ἐκ τῆς
15σιαγόνος, καὶ ἔπιεν. Ἦλθεν ἐκεῖθεν εἰς γυναῖκα πόρ‐ νην εἰς Γάζαν, καὶ περιεκύκλωσαν αὐτὸν οἱ ἐχθροί· ὁ δὲ κατὰ τὸ μεσονύκτιον λαβὼν τὰς πύλας τῆς πόλεως, καὶ θεὶς ἐπὶ τῶν ὤμων ἐξῆλθεν. Ἠράσθη μετὰ ταῦτα γυναικός τινος ὁ Σαμψὼν ὀνόματι Δαλιδᾶς, καὶ ἔλα‐
20βεν αὐτὴν εἰς γυναῖκα. Ταύτῃ δὲ ὑπέσχοντο οἱ σα‐ τράπαι τῶν ἀλλοφύλων χιλίους καὶ ἑκατὸν ἀργυρίους, εἰ μάθοι παρ’ αὐτοῦ, πῶς ἂν εὐκαταγώνιστος γένοιτο. Ὡς δὲ ἐπειρᾶτο μαθεῖν, τὸ μὲν πρῶτον αὐτὴν ἠπάτα· τέλος δὲ, ὡς κατειργάσατο αὐτὸν, εἶπεν αὐτῇ τὴν
25ἀλήθειαν, ὅτι ἐάν τις αὐτοῦ περιέλοι τοὺς βοστρύ‐ χους, ἀσθενήσει. Ἡ δὲ καλέσασα τοὺς σατράπας, καὶ κοιμήσασα αὐτὸν, ἐποίησε ξυρισθῆναι, καὶ ἠσθένησε. Καὶ λαβόντες αὐτὸν οἱ ἀλλόφυλοι, ἐτύφλωσαν καὶ ἐνέβαλον εἰς τὸ δεσμωτήριον. Οἱ δὲ ηὐφραίνοντο, καὶ
30ἐξήγαγον αὐτὸν ἐκ τοῦ δεσμωτηρίου, εἰς τὸ ἐμπαῖξαι αὐτῷ· ὁ δὲ πικρὸν στενάξας, καὶ τοῦ Κυρίου δεηθεὶς ὥστε ἐνισχῦσαι αὐτὸν, τῶν κιόνων λαβόμενος τοῦ οἴκου, καὶ διασαλεύσας, κατήνεγκε τὸν οἶκον ἐπὶ τοὺς σατράπας καὶ ἑαυτὸν καὶ ἕτερον λαὸν πολὺν, καὶ ἀπ‐
35έθανον πλείους, ἢ ὅσοι ἀπέθανον ὑπ’ αὐτοῦ ζῶντος. Μετὰ ταῦτα ἐπιστρατεύουσιν οἱ ἐκ τῆς φυλῆς Δὰν, καὶ ἔλαβον τὴν Λαϊσὰν, καὶ ἐπωνόμασαν αὐτὴν, καὶ ἔστησαν ἐκεῖ γλυπτὸν λατρείαν. Ἀνὴρ Λευΐτης, ὀργισθείσης αὐτῷ τῆς παλλακῆς αὐτοῦ, καὶ ἀπ‐
40ελθούσης εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς, ἀπῄει καταλέξων αὐτὴν ἑαυτῷ· καὶ λαβὼν αὐτὴν ἐπ‐ ανῆλθεν· ἐν δὲ τῇ ὁδῷ κατέλυσεν εἰς Γαβαὰ τὴν Βενιαμὶν παρά τινι πρεσβύτῃ. Οἱ δὲ ἐν τῇ Γαβαὰ περιστάντες τὴν οἰκίαν ἐκείνην, ἐζήτουν τὸν ξένον,
45ἵνα ἐξυβρίσωσιν εἰς αὐτόν. Ὁ πρεσβύτης ἕτοιμος ἦν τὴν θυγατέρα αὐτοῦ δοῦναι αὐτοῖς τὴν παρθένον. Οἱ δὲ λαβόντες τὴν παλλακὴν, ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα. Ὡς δὲ πρωῒ γέγονεν, ἀφέντες αὐτὴν ἀπῆλθον. Ἡ δὲ ὑπὸ τῆς ἐπηρείας, ἐλθοῦσα παρὰ τὴν οἰκίαν,

56

.

340

(50)

ἔνθα κατήγετο ὁ ἀνὴρ αὐτῆς, ἐξέψυξεν. Ἐξελθὼν δὲ ἐκεῖνος, καὶ εὑρὼν αὐτὴν νεκρὰν, διεῖλεν εἰς δεκαδύο μέρη, καὶ ἔπεμψε ταῖς δώδεκα φυλαῖς. Χαλεπῶς δὲ ἤνεγκαν τὸ γεγονὸς, καὶ ἐξοπλισάμενοι ᾔτουν τοὺς ἐνυβρίσαντας τὸ γύναιον. Ὡς δὲ οὐκ ἐδίδοσαν ἐκεῖνοι,
55συνεκρότησαν πόλεμον. Καὶ τὸ μὲν πρῶτον ἡττήθη‐ σαν, καὶ δεύτερον, ἐν δὲ τῇ τρίτῃ συμβολῇ πᾶσαν τὴν φυλὴν Βενιαμὶν κατέκοψαν, πλὴν ἑξακοσίων τῶν διαφυγόντων. Ὡς δὲ ἐκινδύνευσεν ἡ φυλὴ τελέως ἀπ‐ ολέσθαι (οὔτε γὰρ εἶχον οὗτοι γυναῖκας, καὶ οἱ υἱοὶ
60Ἰσραὴλ ὤμοσαν ἐξ αὐτῶν μὴ δώσειν αὐτοῖς), ἑλόντες τοὺς μὴ συστρατεύσαντας αὐτοῖς κατὰ τῶν Βενιαμι‐ τῶν, τὰς ἐκείνων παρθένους ἔδωκαν αὐτοῖς τετρακο‐
σίας· ὡς δὲ ἐνέλιπον ἔτι, ἑορτῆς τελουμένης, συν‐339

56

.

341

εχώρησαν αὐτοῖς ἐξελθοῦσιν ἀφαρπάσαι παρθένους, οὐκ εἰδότων τῶν γονέων. Σύνοψις τῆς Ῥούθ. Ἡ Νοεμμὴν, ἀποθανόντος αὐτῇ τοῦ ἀνδρὸς, καὶ
5τῶν υἱῶν, καὶ τοῦ λιμοῦ παυθέντος, δι’ ὃν καὶ εἰς τὴν Μωαβῖτιν κατῴκησεν, ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἡ μὲν μία αὐτῆς νύμφη ἐπείσθη μεῖναι ἐν τῇ Μωαβίτιδι· ἡ δὲ ἄλλη, ᾗ ὄνομα Ῥοὺθ, πολλὰ παρα‐ καλούσῃ, ὥστε μεῖναι, οὐκ εἶξεν, ἀλλὰ συνηκολούθη‐
10σε. Καὶ γαμεῖται τῷ Βοὼζ, ἀγχιστεύοντι τὴν Νοεμ‐ μὴν, καὶ τίκτει τὸν Ὀβὴδ, ὁ δὲ Ὀβὴδ τὸν Ἰεσσαὶ, ὁ δὲ Ἰεσσαὶ Δαυῒδ τὸν βασιλέα. Σύνοψις τοῦ Τετραβασιλείου. Ἑλκανᾶ γυναῖκας ἔχων δύο, ἀπὸ τῆς μιᾶς οὐκ εἶχε
15παῖδας. Ὡς δὲ ἀνῆλθε θῦσαι ἐν Σηλὼμ, προσεύχεται ἡ γυνὴ, καὶ τίκτει τὸν Σαμουὴλ, καὶ δίδωσιν αὐτὸν εἰς τὸν οἶκον Κυρίου διηνεκῶς, καθὼς ηὔξατο πρὶν ἢ συλλαβεῖν αὐτόν. Ἦν δὲ ἱερεὺς τότε ὁ Ἠλεί. Οἱ δὲ υἱοὶ Ἠλεὶ Ὀφνὶ καὶ Φινεὲς, λοιμοὶ καὶ μοχθηροὶ
20νέοι, μεταλαμβάνοντες ἐκ τῶν θυσιῶν, πρὶν ἢ προσ‐ ενεχθῆναι Θεῷ. Ὁ δὲ Ἠλεὶ εὐλόγησε τὴν Ἄνναν, καὶ ἔσχεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας, καὶ Σα‐ μουὴλ ἐπεδίδου πρὸς ἀρετήν. Ὁ δὲ Ἠλεὶ ἀκούσας τῶν παίδων τὰ τολμήματα (καὶ γὰρ καὶ ἐμοιχῶντο),
25ἐπετίμησε λόγῳ· οἱ δὲ οὐκ εἶξαν. Προφητεύεται τῷ Ἠλεὶ ὁ ὄλεθρος τῆς οἰκίας αὐτοῦ καὶ τῶν υἱῶν διὰ τὴν ἁμαρτίαν τῶν νέων. Δηλοῦται δὲ καὶ τῷ Σα‐ μουὴλ ἡ ἀπαραίτητος ὀργὴ τοῦ Θεοῦ, καὶ ἀπαγγέλλει καὶ αὐτὸς τῷ Ἠλεί. Συμβάλλουσιν οἱ ἀλλόφυλοι τῷ
30Ἰσραὴλ, καὶ τρέπουσιν αὐτὸν εἰς φυγὴν μετὰ τοῦ πα‐ τάξαι. Ὡς δὲ καὶ τὴν κιβωτὸν ἐξήγαγον υἱοὶ Ἠλεὶ, οὗτοι μὲν πίπτουσιν ἐν τῷ πολέμῳ μετὰ καὶ ἑτέρων πολλῶν, τὴν δὲ κιβωτὸν λαμβάνουσιν οἱ πολέμιοι. Ἦλθέ τις ταῦτα ἀπαγγέλλων τῷ Ἠλεί· ὁ δὲ καταπε‐
35σὼν ἐκ τοῦ δίφρου αὐτοῦ συνετρίβη καὶ ἀπέθανεν· ἀπέθανε δὲ καὶ ἡ τούτου νύμφη, ἡνίκα ταῦτα ἤκουσεν. Εἰσήνεγκαν οἱ ἀλλόφυλοι τὴν κιβωτὸν εἰς τὸν οἶκον Δαγών· ὁ δὲ κατέπεσε δεύτερον, καὶ συνετρίβη. Ἐπα‐ τάχθησαν δὲ καὶ οἱ ἄνδρες εἰς τὰς ἕδρας αὐτῶν.
40Ἦσαν δὲ οἱ Ἀζώτιοι οὗτοι, καὶ μῦς ἀνέδωκεν ἡ χώρα αὐτῶν. Ἀποστέλλουσι τὴν κιβωτὸν εἰς Γέθ· οἱ δὲ καὶ αὐτοὶ ἐπλήγησαν. Πέμπουσιν αὐτὴν εἰς Ἀσκαλῶνα, κἀκεῖ γέγονε θάνατος. Συμβουλευθέντες δὲ ὑπὸ τῶν μάντεων αὐτῶν, ποιοῦσιν ἕδρας χρυσᾶς, καὶ μῦς
45χρυσοῦς, καὶ ἐπιθέντες αὐτοὺς ἁμάξῃ μετὰ τῆς κι‐ βωτοῦ ὑπέζευξαν βόας, ὧν τὰ τέκνα ἀπέκλεισαν εἰς οἰκίσκον. Αἱ δὲ ὀρθὴν ἐπορεύθησαν εἰς Βεθσαμῦς. Δέχονται αὐτὴν οἱ ἄνδρες ἐκεῖνοι, καὶ θύουσι τῷ Θεῷ, ὁρώντων τῶν σατραπῶν τῶν ἀλλοφύλων. Ὡς δὲ οὐκ

56

.

341

(50)

ἠσμένισαν, τουτέστιν, οὐ συνεχάρησαν οἱ υἱοὶ Ἰεχο‐ νίου, γίνεται πληγὴ μεγάλη ἐν τῷ λαῷ· καὶ φοβη‐ θέντες οἱ ἀπὸ Βεθσαμῦς, ἀποστέλλουσιν ἐξ αὐτῶν τὴν κιβωτὸν εἰς τὸν οἶκον Ἀμιναδάβ. Τότε ἐπέστρεψαν πρὸς τὸν Θεὸν οἱ Ἰσραηλῖται, καὶ ἐπολέμησαν αὐτοὺς
55οἱ ἀλλόφυλοι, καὶ ἡττήθησαν, τοῦ Σαμουὴλ εὐξαμένου
ὑπὲρ αὐτῶν, καὶ ἔλαβον παρ’ αὐτῶν τὰς πόλεις, ἃςColumn end

56

.

342

εἶχον αὐτῶν. Ὡς δὲ ἐγήρασε Σαμουὴλ, οἱ δὲ υἱοὶ αὐ‐ τοῦ οὐκ ἐπορεύοντο ἐν τῇ ὁδῷ αὐτοῦ, συναχθέντες οἱ Ἰουδαῖοι αἰτοῦσι βασιλέα. Ἤλγησεν ἐπὶ τούτῳ ὁ Σα‐ μουὴλ, καί φησιν αὐτῷ ὁ Θεός· Οὐ σὲ ἐξουδενήκα‐
5σιν, ἀλλ’ ἐμέ. Τοῦτο οὖν διαμαρτύρομαι αὐτοῖς, τὸ δικαίωμα τοῦ βασιλέως· τουτέστιν, ὅσης ὀφείλει παρ’ αὐτῶν τυγχάνειν θεραπείας διεμαρτύρατο ὁ Σαμουήλ· οἱ δὲ ἐπέκειντο αἰτοῦντες. Ἀπώλοντο αἱ ὄνοι Κεὶς τοῦ πατρὸς Σαούλ· ἔπεμψεν αὐτὸν ὁ πα‐
10τὴρ ἐπιζητήσοντα ταύτας. Ὡς δὲ οὐχ εὕρισκε, τοῦ ἀκολούθου αὐτῷ συμβουλεύσαντος, εἰσέρχεται πρὸς τὸν Σαμουὴλ ἐρωτήσων περὶ αὐτοῦ. Γνωρίζει αὐτὸν ὁ Θεὸς τῷ Σαμουὴλ λέγων, ὅτι Τοῦτον χρῖσον βασι‐ λέα. Προσῆλθεν ὁ Σαοὺλ ἐρωτῶν τὸν Σαμουὴλ, ποῦ
15εἴη ὁ βλέπων· οὕτω γὰρ ἐκάλουν τοὺς προφήτας. Ὁ δὲ ἔφη, αὐτὸν εἶναι, καὶ ἀναγαγὼν αὐτὸν εἰς Βαμᾶ (θυσία γὰρ ἦν τῷ λαῷ), καὶ ἑστιάσας, ὑπὸ τὴν ἕω κατελθὼν μετ’ αὐτοῦ κατέχεεν αὐτοῦ τὸν φακὸν τοῦ ἐλαίου, καὶ καταφιλήσας αὐτὸν εἶπεν αὐτῷ, ὅτι Ἄρ‐
20ξεις τοῦ λαοῦ, καὶ σημεῖά τινα δοὺς ἐξέπεμψεν αὐτὸν, καὶ προεφήτευσεν ὁ Σαούλ. Ἐρωτᾷ τὸν Σαοὺλ ὁ οἰκεῖος αὐτοῦ, ποῦ ἀπῆλθεν· ὁ δὲ εἶπεν· Εἰς ἐπιζή‐ τησιν τῶν ὄνων. Συνάγεται ὁ λαὸς εἰς Μασσηφᾶ· χει‐ ροτονεῖται Σαούλ. Ἐπανίσταται ὁ Ἀμμανιτῶν βασι‐
25λεὺς τοῖς Γαλααδίταις· πρεσβεύονται πρὸς τὸν Σαούλ· ἐλθὼν συνεμάχησεν αὐτοῖς, καὶ εἷλε τοὺς πολεμίους κατὰ κράτος. Εὐωχοῦνται ἐν Γαλγάλοις. Καὶ δημ‐ ηγορεῖ πρὸς τὸν λαὸν ὁ Σαμουήλ. Τότε λέγει· Μόσχον τινὸς εἴληφα, ἢ ὄνον τινὸς εἴληφα; Παραγγείλας
30δὲ αὐτοῖς ὑπακούειν τῷ Θεῷ, εὔχεται, καὶ ὑετὸς ἐν ἡμέρᾳ θερισμοῦ γίνεται. Ἐφοβήθη ὁ λαὸς, καὶ ὡμο‐ λόγησαν ἡμαρτηκέναι αἰτήσαντες βασιλέα. Ὁ δὲ Σα‐ μουὴλ πάλιν παραινεῖ, ὥστε ἀκολουθεῖν τοῖς τοῦ Θεοῦ προστάγμασιν. Κόπτει τοὺς ἀλλοφύλους ὁ Σαούλ. Οἱ
35δὲ παροξυνθέντες ἐπιστρατεύουσι μετὰ πλείονος δυνά‐ μεως. Φεύγουσιν οἱ Ἰσραηλῖται, καταλιμπάνεται μό‐ νος ὁ Σαούλ. Ἀναφέρει ὁλοκαύτωσιν τῷ Θεῷ, μὴ πε‐ ριμείνας τὸν Σαμουὴλ, περιμεῖναι δὲ αὐτῷ παρηγ‐ γέλκει. Ἔρχεται ὁ Σαμουὴλ, δυσχεραίνει πρὸς τὸ
40γεγονὸς, ἀπειλεῖ αὐτῷ κατάλυσιν τῆς βασιλείας αὐ‐ τοῦ· εἰς γὰρ ἕτερον αὐτὴν μετατίθεσθαι· τὸν Δαυῒδ ἔφη. Καθημένου τοῦ Σαοὺλ ἐν τῷ βουνῷ, καὶ ἑξακο‐ σίων μετ’ αὐτοῦ, λάθρα Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ μετὰ τοῦ ἰδίου παιδὸς ἐπελθὼν τοῖς ἐχθροῖς, ἀναιρεῖ τινας.
45Ἰδὼν δὲ ἀντικρὺ ὁ Σαοὺλ, καὶ τεταραγμένοις ἐπιπε‐ σὼν, νικᾷ κατὰ κράτος, καὶ ὥρκισε μηδένα τινὸς γεύσασθαι ἕως ἑσπέρας. Ὁ Ἰωνάθαν οὐκ ἐπακούσας ἐγεύσατο μέλιτος. Προσέρχεται ὁ Σαοὺλ ἐρωτῆσαι τὸν Θεὸν, εἰ δέοι ἐπιδιῶξαι ὀπίσω τῶν ἐχθρῶν. Οὐκ ἀπο‐

56

.

342

(50)

κρίνεται αὐτῷ ὁ Θεός. Συνῆκεν ἁμάρτημα γεγενῆ‐ σθαι ἐν τῷ λαῷ. Ὡς δὲ ἀνεδείχθη Ἰωνάθαν, ἕτοιμος ἦν αὐτὸν ἀνελεῖν. Ὁ δὲ λαὸς ἐξείλετο αὐτὸν τῶν χει‐ ρῶν αὐτοῦ. Παραγγέλλει ὁ Σαμουὴλ τῷ Σαοὺλ, ὥστε καταπολεμῆσαι τὸν Ἀμαλὴκ, καὶ ἀναθεματίσαι
55πάντα, καὶ μηδενὸς φείσασθαι. Ὁ δὲ παρήκουσε, καὶ περιεποιήσατο τὸν Ἀγὰγ τὸν βασιλέα αὐτῶν, καὶ ποίμνια, καὶ βουκόλια. Ἐλθὼν εἶδεν ὁ Σαμουὴλ, ὠρ‐ γίσθη, καί φησιν· Οὐ θέλει Κύριος ὁλοκαυτώσεις
καὶ θυσίας, ὡς τὸ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ·341

56

.

343

ἰδοὺ γὰρ ἀκοὴ ἀγαθὸν ὑπὲρ θυσίαν. Ἀπειλεῖ καὶ τότε αὐτῷ τὴν ἐξαίρεσιν τῆς βασιλείας. Ὁ δὲ Σαοὺλ παρεβιάζετο αὐτὸν συναπελθεῖν αὐτῷ. Ὁ δὲ οὐκ ἐθέ‐ λησεν. Ὕστερον δὲ βιασθεὶς ἀνῆλθε. Καὶ μετὰ ταῦτα
5αὐτὸς ὁ Σαμουὴλ κελεύσας προσενεχθῆναι αὐτῷ τὸν Ἀγὰγ, ἀνεῖλεν αὐτὸν ταῖς ἑαυτοῦ χερσί. Καὶ ἔκτοτε οὐκ εἶδε τὸν Σαοὺλ ἕως τῆς ἡμέρας τοῦ θανάτου αὐ‐ τοῦ, ἀλλ’ ἐπένθει αὐτόν. Εἶτα ἀποστέλλεται Σαμουὴλ ὑπὸ τοῦ Θεοῦ χρῖσαι τὸν Δαυῒδ, καὶ ἐλθὼν ἔχρισε.
10Τότε συνέσχε πνεῦμα πονηρὸν τὸν Σαοὺλ, καὶ εἰσ‐ άγουσιν αὐτῷ τὸν Δαυῒδ, ὥστε ψάλλειν, καὶ κατα‐ παύειν τὸ πνεῦμα τὸ πονηρόν. Ὡς δὲ ἐπεστράτευσεν ὁ Γολιὰθ, καὶ πάντες ἐξέστησαν, πέμπεται Δαυῒδ ἐπι‐ σκεψόμενος τοὺς ἀδελφοὺς αὐτοῦ. Καὶ ἐπειδὴ ἦλθεν
15εἰς τὸ στρατόπεδον, ἐρωτᾷ τί ἔσται τῷ ἀποκτείνοντι τὸν ἀλλόφυλον τοῦτον. Οἱ δὲ εἶπον· Ἡ θυγάτηρ τοῦ βασιλέως δοθήσεται αὐτῷ γυνή. Εἰσῆλθε πρὸς τὸν Σαοὺλ, ὑπέσχετο ἀναιρήσειν. Ὁ δὲ διηπίστει. Τέλος ἐξέπεμψε γυμνὸν ὅπλων, διὰ τὸ μὴ δύνασθαι
20βαστάζειν τὰ ὅπλα. Ὁ δὲ λίθον ἀκοντίσας κατὰ τοῦ μετώπου, κατήνεγκεν αὐτὸν, καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν τῇ ἐκείνου ῥομφαίᾳ, ἐπανῆλθε λαμπρῶς ἀπὸ τοῦ πολέμου. Ἰδὼν δὲ αὐτὸν ὁ Ἰωνάθαν, συνεδέθη τῇ ψυχῇ αὐτοῦ, καὶ λίαν αὐτὸν ἠγάπησε, καὶ δῶρα
25ἔδωκεν. Ὁ δὲ Σαοὺλ διεφθονεῖτο αὐτῷ, ἐπειδὴ αἱ χο‐ ρεύουσαι εἶπον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν. Ἐπῆρε τὸ δόρυ Σαοὺλ κατὰ τοῦ Δαυῒδ, ὥστε ἀνελεῖν αὐτόν· ὁ δὲ ἐξέφυγεν. Ὡς δὲ ηὐδοκίμει παρὰ πᾶσιν ὁ Δαυῒδ, μᾶλλον ἐδάκνετο ὁ
30Σαούλ· καὶ βουλόμενος αὐτὸν ἀπολέσαι, ὑπισχνεῖτο τὴν θυγατέρα αὐτοῦ δώσειν αὐτῷ, εἰ ἀνέλοι ἄνδρας ἑκατὸν τῶν ἐχθρῶν· ὡς δὲ ἀνεῖλε, γίνεται γαμβρὸς τοῦ βασιλέως. Καὶ πολέμου συστάντος ἑτέρου, πάλιν εὐδοκιμεῖ· ὁ δὲ μᾶλλον ἠγριαίνετο κατ’ αὐτοῦ, καὶ
35ἐκλαλεῖ τῷ υἱῷ αὐτοῦ Ἰωνάθαν, ὅτι ἀνελεῖν αὐτὸν βούλοιτο. Ὁ δὲ ἀπήγγειλε τῷ Δαυῒδ, καὶ κελεύει κρύ‐ πτεσθαι. Ὡς δὲ ἐξηυμενίσατο τὸν πατέρα, εἰσάγει τὸν Δαυῒδ πρὸς αὐτόν. Πολέμου τε πάλιν ἐπιστάντος, ἀριστεύει ὁ Δαυῒδ, καὶ πάλιν ἐκφεύγει τὸν Σαοὺλ βου‐
40λόμενον αὐτὸν πατάξαι τῷ δόρατι. Συμβουλευσάσης αὐτῷ τῆς γυναικὸς, ἀπέδρα ἐκεῖθεν. Πέμπει ὁ Σαοὺλ λαβεῖν αὐτὸν, ἡ δὲ ἔφη αὐτὸν ἀῤῥωστεῖν. Ὡς δὲ ἔγνω ὁ Σαοὺλ ὅτι ἔφυγεν, ἐγκαλέσας τῇ θυγατρὶ, καὶ μα‐ θὼν ὅπου ἦν ὁ Δαυῒδ, ἀποστέλλει ληψόμενος αὐτὸν
45ἐκεῖθεν. Ὡς δὲ οἱ πεμπόμενοι οὐχ ὑπέστρεφον, ἀλλὰ μένοντες προεφήτευον, ἀπῆλθεν αὐτός. Ἔρχεται πρὸς τὸν Ἰωνάθαν ὁ Δαυΐδ· ἀπαγγέλλει αὐτῷ, ὅτι φονᾷ κατ’ αὐτοῦ ὁ Σαούλ. Καὶ εἰ βούλει σαφέστερον αὔριον μαθεῖν, κατὰ τὸν τοῦ ἀρίστου καιρὸν ἀπολειφθήσο‐

56

.

343

(50)

μαι. Εἶτα ἐὰν ἔρηται ὁ πατήρ σου τὴν αἰτίαν, εἰπὲ, ὅτι θυσίας οὔσης ἐν τῇ πόλει, ᾔτησεν ἀπελθεῖν. Ἐὰν μὲν οὖν πράως ἐνέγκῃ, οὐδὲν ὑποπτεύω δεινόν· ἐὰν δὲ δυσχεράνῃ, πρόδηλος ἡ κατ’ ἐμοῦ δίκη καὶ ἐπι‐ βουλή. Ποιεῖ ταῦτα ὁ Ἰωνάθαν· ὁ δὲ Σαοὺλ οὕτως
55ὠργίσθη, ὥστε καὶ ἐπιχειρῆσαι τὸν υἱὸν αὐτοῦ ἀν‐ ελεῖν. Ὁ δὲ ἀναπηδήσας ἐκ τῆς τραπέζης, ἐξῆλθε εἰς
τὸ πεδίον, καὶ ῥίπτει τὰς σχίζας· ἦν γὰρ καὶ τοῦτοColumn end

56

.

344

σύνθημα· καὶ ἐπιδραμὼν ὄπισθεν τῷ παιδὶ αὐτοῦ, κρυπτομένου ἐκεῖ που τοῦ Δαυῒδ, φησί· Ταχύνας πο‐ ρεύου, καὶ μὴ στῇς, ὅτι ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα. Συνῆκεν ὁ Δαυῒδ τί ἐβούλετο τὰ ῥήματα
5ταῦτα, καὶ τοῦ παιδὸς ἀναχωρήσαντος, ἐπιπίπτει τῷ Ἰωνάθαν καὶ κλαίει· ὁ δὲ κελεύει φυγεῖν καὶ μεμνῆ‐ σθαι τῶν συνθηκῶν. Αὗται δὲ ἦσαν, μηδέποτε ἐξᾶραι ἔλεον ἐκ τοῦ οἴκου Ἰωνάθαν, μήτε ζῶντος, μήτε θα‐ νόντος αὐτοῦ. Ἔρχεται πρὸς τὸν ἱερέα τὸν Ἀβιμέλεκ
10ὁ Δαυΐδ. Τότε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε· ἔλαβε δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ, φήσας ὑπὸ τοῦ βασιλέως ἀπεστάλθαι που κατὰ σπουδήν. Καὶ ἔρχε‐ ται ἐκεῖθεν πρὸς Ἀγχοῦς, εἶτα εἰς Ὀδολὰμ, καὶ παρατίθεται τῷ βασιλεῖ Μωὰβ τὴν οἰκίαν αὐτοῦ.
15Ὡς δὲ ἐδυσχέραινεν ὁ Σαοὺλ πρὸς τοὺς αὐτοῦ παῖδας, ὅτι μηδεὶς αὐτῷ συμπονεῖ, μηδὲ παραδίδωσι τὸν Δαυῒδ, Δωὴκ Ἰδουμαῖος (ἔτυχε γὰρ τότε ἐκεῖ, ὅτε Δαυῒδ πρὸς τὸν ἱερέα ἦλθεν), ἀπήγγειλεν αὐτῷ τὸ γεγονός. Ὁ δὲ μεταπεμψάμενος τοὺς ἱερεῖς, καὶ τῶν
20παρεστηκότων οὐ βουλομένων αὐτοὺς ἀνελεῖν, κελεύει τῷ Δωήκ. Ὁ δὲ ἀνεῖλε τριακοσίους πεντήκοντα ἄνδρας αἴροντας ἐφοὺδ, καὶ τὴν Νοβὰ τὴν πόλιν αὐτῶν ἐξ‐ ωλόθρευσεν. Ἀπαγγέλλει ταῦτα τῷ Δαυῒδ εἷς τῶν τοῦ ἱερέως υἱῶν διασωθείς. Ὁ δὲ ἀλγήσας εἶχε μεθ’ ἑαυ‐
25τοῦ τὸν διασωθέντα, καὶ τὴν Κῖλα πολεμουμένην ἔσω‐ σεν. Ἀκούσας τε, ὅτι ὁ Σαοὺλ ἔρχεται ἐπ’ αὐτὸν, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν ἔρημον Ζίφ. Ὡς δὲ ἤκουσεν ὁ Σαοὺλ, ἔρχεται ἐπ’ αὐτόν. Ἀπαγγελθείσης δὲ ἐφ‐ όδου πολεμίων μεταξὺ διώκειν αὐτὸν, ἀναχωρεῖ. Εἶτα
30ἐπανελθὼν ἐκ τῶν πολεμίων, πάλιν αὐτὸν ἐπεζήτει, καὶ εἰσέρχεται εἰς τὸ σπήλαιον, ἔνθα Δαυῒδ ἐκάθητο, καὶ μετ’ αὐτοῦ ἄνδρες ἐσώτεροι. Καὶ πάντων παρα‐ κελευομένων ἀνελεῖν τὸν Σαοὺλ, οὐκ ἐπείσθη, οὔτε τοῖς βουλομένοις συνεχώρησεν. Ὡς δὲ ἐξῆλθεν ἐκεῖ‐
35νος ἐκ τοῦ σπηλαίου, ἐπηκολούθησε καὶ οὗτος, καὶ βοήσας πρὸς αὐτὸν, τήν τε ἐκείνου κακίαν καὶ τὴν αὑτοῦ δικαιοσύνην ἐδίδασκε τὸν Σαούλ. Ὁ δὲ ἐδάκρυσε. Τότε ἀπέθανε Σαμουήλ. Πέμπει, δῶρα τὸν Νάβαλ αἰτῶν, ἀντὶ τῆς φυλακῆς ἧς ἐφύλαξεν αὐτοῦ τὰ ποί‐
40μνια. Ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὕβρισεν αὐτὸν διὰ τῶν ἀπεσταλμένων. Ἐξοπλισάμενος δὲ ἀνῄει ὥστε ἀπολέσαι αὐτόν. Ἔμαθε ταῦτα ἡ Ἀβιγαία ἡ τούτου γυνὴ, καὶ λαβοῦσα δῶρα ἀπήντησε τῷ Δαυῒδ, καὶ πολλὰ δεηθεῖσα, ἐπέσχεν αὐτὸν τῆς ὁρμῆς. Καὶ
45ἀποθανόντος τοῦ Νάβαλ, γίνεται αὐτῷ γυνή. Ἀκού‐ σας ὁ Σαοὺλ, ἔνθα ἦν ὁ Δαυῒδ, ἔρχεται πάλιν ἐπ’ αὐ‐ τόν. Ὡς δὲ καὶ ἐκαθεύδησε μετὰ τῆς στρατιᾶς ἁπά‐ σης, ἐφίσταται ὁ Δαυῒδ μετὰ Ἀβεσσᾶ· καὶ κελεύον‐ τος ἐκείνου παίειν τὸν ἐχθρὸν, οὐκ εἶξεν, ἀλλὰ τὸν

56

.

344

(50)

πρὸς κεφαλῆς κείμενον φακὸν λαβὼν καὶ δόρυ, ἀπῆλ‐ θεν ἕως ποῤῥωτάτω, καὶ βοήσας διήγειρέ τε αὐτοῦ τὸν στρατηγὸν, καὶ ἐνεκάλει ῥᾳθυμίαν, ὅτι μὴ φυ‐ λάττει τὸν βασιλέα. Ἐπιδεικνύει τό τε δόρυ καὶ τὸν φακὸν, καὶ ἐγκαλεῖ τῷ Σαοὺλ, ὅτι τὸν οὐδὲν ἠδικη‐
55κότα καταδιώκει. Τότε φεύγει πρὸς Ἀγχοῦς ὁ Δαυΐδ· οὐ γὰρ ἀσφαλὲς ἡγεῖτο εἶναι πλησίον διατρίβειν τοῦ Σαούλ. Λαμβάνει ὁ Δαυῒδ παρὰ τοῦ Ἀγχοῦς τὴν Σε‐ κελάκ· καὶ ἐπετίθετο τοῖς πολεμίοις, καὶ ἐλάμβανε χρήματα καὶ πρόβατα πολλά. Τότε συναθροίζονται οἱ
60ἀλλόφυλοι κατὰ τοῦ Ἰσραὴλ, καὶ Σαοὺλ ἐρωτᾷ τὴν ἐγγαστρίμυθον. Ἀποστραφεὶς ὁ Δαυῒδ ἀπὸ τοῦ στρα‐
τοπέδου (οὐ γὰρ εἴασαν αὐτὸν οἱ σατράπαι τῶν ἀλλο‐343

56

.

345

φύλων συνεξελθεῖν, ὑποπτεύοντες αὐτὸν προδιδόναι τὸ στρατόπεδον), εὑρίσκει τὴν Σεκελὰκ ἐμπεπρησμένην, καὶ τὰς γυναῖκας οὐδαμοῦ· ἀπήχθησαν γὰρ αἰχμ‐ άλωτοι. Ἐρόμενος δὲ τὸν Θεὸν, εἰ δέοι καταδιῶξαι,
5εἰπόντος ὅτι δέοι, κατεδίωξε. Καὶ μαθὼν παρὰ παι‐ δίου Αἰγυπτίου, ποῦ στρατοπεδεύονται, ἐπιπε‐ σὼν ῥᾳθυμοῦσιν, ἐπάταξεν αὐτοὺς, καὶ τὰ σκῦλα ἔλαβε, καὶ διένειμεν ἐξ ἴσης τοῖς τε πολεμήσασι καὶ τοῖς ἀπομείνασιν ἐπὶ τῶν σκευῶν. Ὡς δὲ ὁ πρὸς τὸν
10Ἰσραὴλ γέγονε πόλεμος τῶν ἀλλοφύλων, πίπτει Σαοὺλ καὶ Ἰωνάθαν, καὶ οἱ δύο ἄλλοι υἱοὶ αὐτοῦ· καὶ λα‐ βόντες αὐτὸν οἱ πολέμιοι, προσέπηξαν τῷ τείχει Βιθ‐ σὰν, ἥ ἐστι Σκυθόπολις. Ἐλθόντες δὲ οἱ ἀπὸ Ἰά‐ βης, ἔλαβόν τε αὐτὸν καὶ τὸν Ἰωνάθαν, καὶ ἔθαψαν.
15Βασιλειῶν βʹ. Ἔρχεταί τις ἀπαγγέλλων τῷ Δαυῒδ, ὅτι ἀνεῖλεν αὐτὸς τὸν Σαούλ· καὶ ἀνεῖλεν αὐτὸν ὁ Δαυΐδ· καὶ ἐθρήνησε τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα. Καὶ ἀποστέλλει πρὸς τοὺς Ἰαβὲς
20Γαλαὰδ, ἐπαινῶν αὐτοὺς ὅτι ἔθαψαν τὸν Σαούλ. Καὶ Ἀβεννὴρ ὁ στρατηγὸς τοῦ Σαοὺλ ἐβασίλευσε τοῦ Ἰσραὴλ υἱὸν Σαοὺλ τὸν Μεμφιβοσθέ. Τοῦ δὲ Ἰούδα ἐβασίλευσε Δαυΐδ. Ὡς δὲ συνέτυχον ἀλλήλοις Ἰωὰβ ὁ τοῦ Δαυῒδ, καὶ Ἀβεννὴρ ὁ τοῦ Σαοὺλ, καὶ συνεκρο‐
25τήθη πόλεμος ἀπὸ παιδίας, κατεδίωκεν Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ τὸν Ἀβεννήρ· καὶ πολλάκις κελεύον‐ τος ἀναχωρεῖν, οὐκ ἠνέσχετο. Τότε ἀναιρεῖ αὐτὸν Ἀβεννὴρ, καὶ καλέσας τὸν Ἰωὰβ παραινεῖ καταπαῦ‐ σαι τὸν πόλεμον. Καὶ ἦν πόλεμος ἀναμέσον τοῦ οἴκου
30Σαοὺλ καὶ τοῦ οἴκου Δαυΐδ· καὶ ὁ μὲν ἠσθένει, ὁ δὲ ἐκραταιοῦτο. Λαμβάνει τὴν παλλακὴν τοῦ Σαοὺλ ὁ Ἀβεννήρ· ἐνεκάλεσεν ὁ Μεμφιβοσθέ. Θυμωθεὶς ὁ Ἀβεννὴρ πέμπει πρὸς τὸν Δαυῒδ, ἐπαγγελλόμενος ἅπαντα τὸν λαὸν αὐτῷ παραδώσειν. Καὶ ἐλθόντα αὐ‐
35τὸν πρὸς αὐτὸν, εἱστίασεν ὁ Δαυΐδ. Ὡς δὲ ἤκουσεν πόθεν ἐκ πολέμου ἐπανῆλθεν ὁ Ἰωὰβ, μεταπεμψάμε‐ νος τὸν Ἀβεννὴρ ἐδολοφόνησεν, ἐκδικῶν τὸ τοῦ ἀδελ‐ φοῦ αἷμα. Μαθὼν ὁ Δαυῒδ καταρᾶται τὸν Ἰωὰβ, καὶ θρηνεῖ τὸν Ἀβεννὴρ, καὶ μετὰ πολλῆς θάπτει τῆς τι‐
40μῆς. Ῥιχὰν καὶ Βανέας λάθρα τὸν Μεμφιβοσθὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαυῒδ, ὡς εὐδοκιμήσαντες διὰ τὸν φόνον. Ὁ δὲ αὐτοὺς ἀνεῖλε. Τότε γίνεται παντὸς τοῦ λαοῦ βασιλεὺς ὁ Δαυῒδ, καὶ ἔρχεται εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον, καὶ κωλύουσιν αὐ‐
45τὸν οἱ χωλοὶ εἰσελθεῖν, καὶ λαμβάνει τὴν ἄκραν, καὶ ᾠκοδόμησεν ἑαυτῷ οἶκον. Συνέπραξε δὲ αὐτῷ καὶ Χυ‐ ρὰμ ὁ βασιλεὺς Τύρου. Ἐπανέστησαν οἱ ἀλλόφυλοι, καὶ ἐξελθὼν κατέκοψεν αὐτοὺς ὁ Δαυΐδ. Ὡς δὲ πάλιν ἐπέθεντο, κωλύεται παρὰ τοῦ Θεοῦ εἰς συνάντησιν

56

.

345

(50)

αὐτοῖς ἀνελθεῖν. Ἀλλ’ Ἐν τῷ ἀκοῦσαί σε, φησὶν ὁ Θεὸς, τὴν φωνὴν τοῦ σεισμοῦ τοῦ κλαυθμῶ‐ νος, τότε πολέμει. Τότε γὰρ παραδίδονταί σοι. Ἀνά‐ γει τὴν κιβωτὸν ὁ Δαυῒδ, καὶ ἀποθνήσκει Ὀζᾶ, ὅτι ἐξ‐ έτεινε τὴν χεῖρα αὐτοῦ πρὸς τὴν κιβωτόν. Ὡς δὲ ἀν‐
55ήγετο ἡ κιβωτὸς, ὠρχεῖτο ὁ Δαυῒδ, καὶ ἐξουθένησεν ἡ
Μελχώλ. Τότε βουλόμενος ὁ Δαυῒδ οἰκοδομῆσαι ναὸν,Column end

56

.

346

κωλύεται ὑπὸ τοῦ Νάθαν τοῦ προφήτου, καὶ εὔχεται εὐχαριστῶν πρὸς τὸν Θεὸν, εὐχαριστῶν ὑπὲρ τῶν ἐπαγγελιῶν ὧν ἤκουσεν. Ἐπάταξε Δαυῒδ τοὺς ἀλλο‐ φύλους καὶ τὸν Μωὰβ καὶ τοὺς Σύρους, καὶ τὰ ὅπλα
5τὰ χρυσᾶ, ἃ ἔλαβεν, ἤνεγκεν εἰς Ἱερουσαλὴμ, ἅπερ ὕστερον ἔλαβε Σουσακεὶμ βασιλεὺς Αἰγύπτου. Καὶ πολλὰ ἀναθέματα ἀνέθηκεν ὁ Δαυΐδ. Ἀξιοῖ τὸν Μεμ‐ φιβαὰλ υἱὸν Ἰωνάθαν τραπέζης βασιλικῆς, καὶ πάντα τὰ τοῦ Σαοὺλ δίδωσιν αὐτῷ. Καὶ κελεύει τῷ
10Σίβᾳ, ὃς ἦν αὐτῷ δοῦλος πατρικὸς, δουλεύειν τῷ Μεμφιβαὰλ μετὰ τῶν τέκνων αὐτοῦ. Πέμπει δὲ καὶ πρὸς τὸν βασιλέα υἱῶν Ἀμμὼν παρακαλέσων, ἐπει‐ δὴ τεθνήκει αὐτοῦ ὁ πατήρ. Ὁ δὲ ὑπὸ τῶν ἀρχόντων αὐτοῦ ἀναπεισθεὶς, ἀτιμάζει τοὺς ἀποσταλέντας ὑπὸ
15τοῦ Δαυῒδ εἰς παράκλησιν. Ἐντεῦθεν γίνεται πόλε‐ μος· καὶ τὸ μὲν πρῶτον ἔπεμψε τὸν Ἰωὰβ, εἶτα ἦλ‐ θεν αὐτὸς ὁ Δαυῒδ, καὶ τρέπεται τοὺς ἐχθρούς. Τὰ κατὰ τὸν Οὐρίαν ἐντεῦθεν καὶ τὴν Βηρσαβεὲ, καὶ τὸ παιδίον τὸ τελευτῆσαν. Μεθ’ ὃ τίκτεται Σολομών.
20Πολεμεῖ ὁ Ἰωὰβ τὴν Ῥαυὰθ, καὶ μετὰ τὸ κρατῆσαι τῆς πόλεως, πέμπει ἐπὶ τὸν Δαυῒδ, βουλόμενος τὴν νίκην ἐκείνῳ ἐπιγραφῆναι. Ἐρᾷ ὁ υἱὸς Δαυῒδ Ἀμνῶν τῆς ἀδελφῆς αὐτοῦ τῆς Θάμαρ, καὶ προσποιηθεὶς νόσον, ἐλθοῦσαν αὐτὴν εἰς ἐπίσκεψιν ἐξύβρισεν.
25Ἀκούσας δὲ ὁ ἀδελφὸς αὐτῆς Ἀβεσσαλὼμ, καλεῖ μετὰ ταῦτα τὸν βασιλέα εἰς ἑστίασιν· ὡς δὲ οὐκ ἦλ‐ θεν ἐκεῖνος, ἠξίου τοὺς γοῦν ἀδελφοὺς ἐλθεῖν. Ἐπεὶ δὲ ἦλθον, παρήγγειλε τοῖς ἑαυτοῦ παισὶν, καὶ ἀνεῖλον ἐν αὐτῷ τῷ ἀρίστῳ τὸν Ἀμνῶν. Ὡς δὲ ἤκουσεν ὁ
30Δαυῒδ, ἐπένθησεν ἱκανῶς, καὶ ὠργίζετο τῷ Ἀβεσσα‐ λώμ. Ὁ δὲ ἀπέδρα· καὶ μετὰ ἔτη τρία, ὅτε καθ‐ υφῆκε τῆς ὀργῆς ὁ βασιλεὺς, σοφίζεται Ἰωὰβ διὰ γυναικὸς Θεκωΐτιδος, καὶ πείθει ἐπαναγαγεῖν τὸν Ἀβεσσαλώμ. Ἐπανελθόντα δὲ οὐκ ἠθέλησεν εὐθέως
35ἰδεῖν ὁ πατὴρ, ἀλλ’ ἦν δύο ἔτη ἐν Ἱερουσαλὴμ ἐξ ὄψεως τοῦ βασιλέως. Τότε καλεῖ τὸν Ἰωάβ· ὁ δὲ οὐχ ὑπήκουσεν. Εἶτα ἐνέπρησεν αὐτοῦ τὸν ἀγρὸν, καὶ οὕτως ἀναγκασθεὶς ἦλθε πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ ἀποσταλεὶς ὑπ’ αὐτοῦ πρὸς τὸν βασιλέα, κατ‐
40ήλλαξεν αὐτὸν, καὶ εἰσήγαγε τὸν Ἀβεσσαλώμ. Ἐποίησε δὲ αὐτῷ ἅρματα καὶ ἵππους Ἀβεσσαλὼμ, καὶ τοὺς ἐρχομένους κρίνεσθαι μετὰ πολλῆς ἀπο‐ δεχόμενος τιμῆς, ἐπῄνει μὲν ὡς δίκαια λέγειν ἔχον‐ τας, ἐλέει δὲ ὡς οὐδενὸς ὄντος τοῦ ἀμῦναι δυναμέ‐
45νου, καὶ ἔλεγε· Τίς καταστήσει με κριτὴν ἐπὶ τῆς γῆς; καὶ οὕτως ᾠκειοῦτο τὸν λαόν. Ἐπανίσταται δὲ Ἀβεσσαλὼμ τῷ Δαυΐδ· ὁ δὲ ἀκούσας ἔφυγεν ἐκ τῆς Ἱερουσαλὴμ, ἀφεὶς τὰς παλλακὰς αὐτοῦ ἐν τῇ πό‐ λει. Βουλομένου τοῦ Ἔθι συμπορεύεσθαι αὐτῷ,

56

.

346

(50)

τὸ μὲν πρῶτον ἐκώλυεν, ἐπεὶ δὲ εἶδεν ἐπικείμενον, εἴασεν. Ὡς δὲ διέβησαν τὸν χειμάῤῥουν, προσέταξε τοῖς ἱερεῦσιν ἀποστρέψαι τὴν κιβωτὸν εἰς τὴν πόλιν. Αὐτὸς δὲ περιμένειν αὐτοὺς ἔφη πρὸς τῇ ἐλαίᾳ, εἴ τι ἔχοιεν τῶν τοῦ βασιλέως ἀποῤῥήτων ἐξειπεῖν.
55Ἀπαντᾷ τῷ Δαυῒδ ὁ Χουσί. Ὁ δὲ ἀπέστειλεν αὐτὸν τῷ Ἀχιτόφελ ἐναντιωθησόμενον, ὃς ἦν σύμβουλος τῷ Ἀβεσσαλώμ. Ὡς δὲ ἀπῆλθεν αὐτὸς, ἔρχεται ὁ Σιβᾶ, καὶ κατηγορήσας τοῦ δεσπότου αὐτοῦ Μεμφι‐
βαὰλ, ὡς βουλομένου αὐτοῦ βασιλεῦσαι, λαμβάνει345

56

.

347

πᾶν παρὰ τοῦ Δαυΐδ. Τότε Σεμεεὶ κατηράσατο τὸν Δαυΐδ· ὁ δὲ Δαυῒδ βουλόμενον αὐτὸν ἀνελεῖν τὸν Ἀβεσσᾶ διεκώλυσεν. Ἔρχεται ὁ Χουσὶ πρὸς τὸν Ἀβεσσαλὼμ, καὶ πείθει αὐτὸν ὡς εὐνοϊκῶς διακεί‐
5μενος αὐτῷ προσέχειν. Καὶ προκειμένης βουλῆς τίνα δέοι πράττειν, συγγενέσθαι ταῖς παλλακαῖς τοῦ πα‐ τρὸς παραινεῖ τὸν Ἀβεσσαλὼμ Ἀχιτόφελ. Καὶ ἐποίησε τοῦτο ἐπὶ τοῦ δώματος, ὥστε πάντας ὁρᾷν. Καὶ προσ‐ τίθησιν ἑτέραν γνώμην, ὥστε λαβεῖν χιλίους μεθ’
10ἑαυτοῦ, καὶ ἐπιθέσθαι τῷ Δαυῒδ, καὶ ἀνελεῖν αὐτόν. Ὡς δὲ ἐκλήθη καὶ ὁ Χουσὶ πρὸς τὸ εἰσηγήσασθαι συμβουλὴν, ἀνατρέπει τὴν τοῦ Ἀχιτόφελ γνώμην, τέως μὲν ὑπερθέσθαι παραινῶν, ὕστερον δὲ μετὰ παρασκευῆς ἐπιθέσθαι τῷ Δαυΐδ. Καὶ ἤρεσε μᾶλλον
15αὕτη ἡ γνώμη· Θεοῦ γὰρ ἦν ἡ οἰκονομία. Τότε πέμπει διὰ τῶν υἱῶν τῶν ἱερέων, καὶ ἀπαγγέλλει ταῦτα τῷ Δαυῒδ ὁ Χουσί. Ὁ δὲ Ἀχιτόφελ διαμαρτὼν τῆς γνώμης, ἀπήγξατο. Φέρεται πολλὰ δῶρα τῷ Δαυΐδ. Διατάξας δὲ τὸ στρατόπεδον, ἐξέπεμψε λέγων·
20Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Αὐτὸν γὰρ οὐ συνεχώρησαν ἐξελθεῖν. Γίνεται πόλεμος, καὶ πολλῶν πεσόντων ἀναιρεῖται καὶ ὁ Ἀβεσσαλὼμ, προσδεθείς τινι δένδρῳ ἀπὸ τῆς κόμης. Ἀναιρεθέντος δὲ, ἐπαύσατο ὁ πόλεμος. Πέμπει τὸν Χουσὶ ὁ Ἰωὰβ
25ἀπαγγέλλειν τῷ Δαυῒδ τὴν νίκην. Ὁ δὲ ἀκούσας ἐθρήνει διὰ τὸν υἱόν· ἕως οὗ εἰσελθὼν ὁ Ἰωὰβ μετ‐ έβαλέ τε αὐτὸν, καὶ ἔπεισε δέξασθαι τὸ στρατόπεδον φαιδρῷ τῷ προσώπῳ. Φυγόντα τὸν Ἰσραὴλ ὅ τε βα‐ σιλεὺς προσεκαλεῖτο, ὅ τε Ἀβεσσᾶ προῃρημένους
30αὐτοὺς ἤδη ἔπεισεν ὑποταγῆναι τῷ Δαυΐδ. Ὡς διέβαινε τὸν Ἰορδάνην ἦλθεν ὁ Σεμεεὶ, ὁμολογῶν αὑτοῦ τὴν ἁμαρτίαν. Ἐβούλετο δὲ αὐτὸν θανατῶσαι ὁ Ἀβεσσᾶ, καὶ διεκώλυσεν ὁ Δαυΐδ. Ἦλθε δὲ καὶ ὁ Μεμφιβαὰλ αὐχμῶν, ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, κομῶν τὸν
35μύστακα, ὄνυχας μεγάλους ἐπιδεικνὺς, πάντα ἅπερ ἦν λύπης σημεῖα τῆς γενομένης αὐτῷ διὰ τὸν πόλε‐ μον τὸν κατὰ τοῦ Δαυΐδ. Εἶτα ὁ μὲν ἠρώτα, διὰ τί μὴ ἐπορεύθη μετ’ αὐτοῦ. Ὁ δὲ ἔφη ἠξιωκέναι τὸν Σιβὰ τὸν οἰκέτην αὐτοῦ ὥστε ἐπιβιβάσαι αὐτὸν ὑποζυγίῳ
40(καὶ γὰρ ἦν χωλὸς ὁ Μεμφιβαὰλ), μὴ ἀνασχέσθαι δὲ ἐκεῖνον. Τότε κελεύει αὐτὸν καὶ τὸν Σιβὰ διελέσθαι τὸν ἀγρόν. Καὶ τὸν Βερζελλὶ, ὃς ἐχορήγησεν αὐτῷ πολλὰ τοῦ πολέμου συνεστῶτος, ὃν ἐβούλετο μεθ’ ἑαυτοῦ λαβεῖν. Ὁ δὲ παρῃτήσατο διὰ τὸ γῆρας. Καὶ
45λαμβάνει τὸν υἱὸν αὐτοῦ ἀντ’ αὐτοῦ. Τότε σχίζεται τὸ στρατόπεδον, καὶ προστίθενται τῷ Σαβεέ. Καὶ ἐκπέμπει Δαυῒδ τὸν Ἀμεσσᾶ πολεμῆσαι αὐτῷ· ὁ δὲ Ἰωὰβ ἀναιρεῖ μὲν τὸν Ἀμεσσᾶ δόλῳ, πολιορκεῖ
δὲ τὴν πόλιν εἰς ἣν κατέφυγεν ὁ Σαβεέ. Οἱ δὲ ἐν τῇColumn end

56

.

348

πόλει, γυναικὸς συμβουλευσάσης, ἀποτεμόντες τοῦ Σαβεὲ τὴν κεφαλὴν, ἔῤῥιψαν ἀπὸ τοῦ τείχους τῷ Ἰωὰβ, καὶ οὕτως ἀπηλλάγησαν τοῦ πολέμου. Λιμὸς καταλαμβάνει τὴν γῆν· λύσις δὲ ἦν τοῦ λιμοῦ τὸ τι‐
5νὰς τῶν τοῦ Σαοὺλ ἐκδοθῆναι τοῖς Γαβαωνίταις. Καὶ τὸν Μεμφιβαὰλ περιποιεῖται ὁ Δαυῒδ, διὰ τοῦ ὅρκου τοῦ πρὸς Ἰωνάθαν. Ἐκδίδωσι δὲ τοὺς τοῦ Σαοὺλ υἱοὺς καὶ ἐκγόνους, καὶ θάπτει τὸν Σαοὺλ καὶ τὸν Ἰωνά‐ θαν ἐν τῷ τάφῳ Κείς. Γίνονται ἐνταῦθα πόλεμοι.
10Καὶ κωλύουσι τὸν Δαυῒδ ἐξελθεῖν, μήποτε κινδυνεύσῃ. Τότε λέγει τὸν ἑπτακαιδέκατον ψαλμόν. Καταλέγει τὰς ἀριστείας καὶ τὰ ἀνδραγαθήματα τῶν ἀρχόντων τοῦ Δαυΐδ. Κελεύεται Ἰωὰβ ἀριθμῆσαι τὸν λαὸν, καὶ ἀριθμεῖ· καὶ ἦν Ἰσραὴλ ἐννακόσιαι χιλιάδες, καὶ
15Ἰούδα τετρακόσιαι χιλιάδες, πάντες πολεμισταί. Τότε ἔρχεται Γὰδ ὁ προφήτης, αἵρεσιν αὐτῷ διδοὺς τριῶν τιμωριῶν, ἣν βούλοιτο ὑποστῆναι, ἢ τρία ἔτη λιμὸν, ἢ τρεῖς ἡμέρας φυγεῖν ἐπικειμένων ἐχθρῶν, ἢ τρεῖς ἡμέρας θάνατον. Ὁ δὲ τὰς τρεῖς ἡμέρας τοῦ θανάτου
20εἵλετο, καὶ ἀπέθανον ἀπὸ πρωῒ ἕως ἀρίστου ἑβδομή‐ κοντα χιλιάδες. Τότε λέγει Δαυΐδ· Ἰδοὺ ἐγὼ ἥμαρ‐ τον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χεὶρ ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐπαύσατο ἡ τι‐
25μωρία. Καὶ κελεύεται ὁ Δαυῒδ θῦσαι [l. στῆσαι] θυ‐ σιαστήριον ἐν τῇ ἅλῳ Ὀρνία, καὶ θῦσαι· καὶ ἐποίησεν οὕτως. Ὀρνίας υἱὸς Δαυῒδ ἑστιᾷ τοὺς περὶ Ἰωὰβ καὶ Ἀβιάθαρ, ὡς βασιλεύσων. Εἰσέρχεται ἡ Βηρσαβεὲ κατὰ συμβουλὴν Νάθαν τοῦ προφήτου, καὶ
30ἀπαγγέλλει τῷ Δαυΐδ· μεταξὺ δὲ λαλούσης ἐκείνης εἰσῆλθε καὶ ὁ Νάθαν, κατασκευάσαντες ὥστε βα‐ σιλεῦσαι τὸν Σολομῶνα. Ἐξῆλθον ἐπιβιβάσαντες τὸν Σολομῶνα τῇ ἡμιόνῳ τῇ βασιλικῇ. Τότε ὁ προφήτης Νάθαν καὶ ὁ ἱερεὺς Σαδδοὺκ ἀπῆλθον εἰς τὴν Γιὼν,
35καὶ ἔχρισαν αὐτὸν καὶ εἶπον· Ζήτω ὁ βασιλεύς. Ἐλ‐ θὼν ὁ υἱὸς Ἰωνάθαν ἀπήγγειλε τῷ Ὀρνίᾳ ταῦτα ἑστιωμένῳ. Καὶ οἱ μὲν ἄλλοι ἔφυγον, ὁ δὲ Ὀρνίας κατέφυγεν εἰς τὸ θυσιαστήριον, δεδοικὼς τὸν Σο‐ λομῶνα. Τότε ἐξάγει αὐτὸν ἐκεῖθεν, καὶ ἐλθὼν προσ‐
40εκύνησε τῷ βασιλεῖ. Μέλλων τελευτᾷν ὁ Δαυῒδ, παρ‐ αινεῖ τῷ Σολομῶντι, ὥστε φυλάττειν τοῦ Θεοῦ τὸν νόμον· οὕτω γὰρ τεύξεσθαι αὐτῷ τῶν ἐπαγγελιῶν τῶν ἐπηγγελμένων αὐτῷ. Παραγγέλλει τε περὶ Ἰωὰβ καὶ Σεμεεὶ, ὥστε τιμωρηθῆναι αὐτοὺς, καὶ περὶ
45τῶν υἱῶν Βερζελλὶ, ὥστε αὐτοὺς τιμῆς τυγχάνειν,347

56

.

349

καὶ τῆς τραπέζης ἀπολαύειν τῆς βασιλικῆς. Καὶ ἀποθνήσκει τεσσαράκοντα ἔτη βασιλεύσας. Βασιλειῶν γʹ. Ἀναιρεῖ τὸν Ὀρνίαν ὁ Σολομῶν, ὅτι τὴν Ἀβισὰκ
5ᾔτησε, καὶ τὸν Ἀβιάθαρ ἐξέβαλε τῆς ἱερωσύνης. Καὶ ἐπληρώθη ἡ κατὰ τοῦ Ἡλεὶ ἀπειλή· ἐξ ἐκείνου γὰρ κατῆγε τὸ γένος. Ἀνεῖλε δὲ καὶ τὸν Ἰωάβ· τὸν δὲ Σαδδοὺκ τὸν ἱερέα ἀντὶ τοῦ Ἀβιάθαρ κατέστησεν ἱερέα. Δίδωσι δὲ ὁ Σολομῶν πρόσταγμα τῷ Σεμεεὶ,
10ὥστε ἐν τῇ πόλει μένειν διόλου· εἰ δέ ποτε ἐξέλθοι, οὐκ ἀτιμωρητὶ τοῦτο ποιήσειν, ἀλλὰ θανάτου ὑπο‐ στήσεσθαι ζημίαν. Ἀπώλοντο αὐτῷ δοῦλοι· ὁ δὲ ἐπι‐ λαθόμενος τοῦ προστάγματος, ἐξῆλθε ζητήσειν, καὶ μαθὼν ὁ Σολομῶν ἀνεῖλεν αὐτόν. Περὶ τῆς σοφίας
15Σολομῶντος διήγησις, περὶ τῆς εἰρήνης τῆς ἐπ’ αὐ‐ τοῦ, περὶ τῆς πολυτελείας τῆς τοῦ ἀρίστου, καὶ περὶ ἁρμάτων, περὶ τῶν ἵππων, περὶ παντὸς τοῦ πλού‐ του. Αἰτεῖ Σολομῶν σοφίαν παρὰ τοῦ Θεοῦ. Τότε κρίνει ταῖς γυναιξὶ ταῖς ὑπὲρ τοῦ παιδίου προσελ‐
20θούσαις αὐτῷ. Πάλιν περὶ τῆς σοφίας Σολομῶντος λόγος, περὶ τῆς πολυτελείας τῆς τραπέζης αὐτοῦ, καὶ τίνες ἐλειτούργουν ταύτην αὐτῷ τὴν λειτουργίαν. Ἀποστέλλει πρὸς Χειρὰμ τὸν βασιλέα Τύρου, τοὺς δρυοτόμους αἰτῶν ἐπὶ μισθῷ· ὃ δὴ παρέσχεν. Ἐν‐
25ταῦθα ἔγκειται τῶν ἐργαζομένων ὁ ἀριθμὸς, καὶ τῆς ἑτοιμασθείσης εἰς τὸν ναὸν ὕλης τὸ πλῆθος. Εἶτα ἡ οἰκοδομὴ τοῦ ναοῦ. Εὔχεται ὁ Σολομῶν ἐν τῷ ναῷ, καὶ θύει, καὶ ἐγκαινίζει τὸν οἶκον. Ἐπαγγέλλεται ἀγαθὰ αὐτῷ ὁ Θεὸς, ἐὰν φυλάξῃ τὰ προστάγματα
30αὐτοῦ, καὶ ἀπειλεῖ τἀναντία, ἐὰν παραβῇ. Ἦν δὲ αὐ‐ τῷ ναῦς χρυσίον φέρουσα. Τὰ κατὰ τὴν βασίλισσαν Νότου, τὴν ἐλθοῦσαν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ. Τὰ κατὰ τὸν πλοῦτον αὐτοῦ τὸν μέγαν, τὰ περὶ τῶν ὅπλων τῶν χρυσῶν ὧν ἐποίησε, τὰ περὶ τῆς βα‐
35σιλείας αὐτοῦ, πόθεν καὶ μέχρι ποῦ παρέτεινεν. Ἐν‐ τεῦθεν περὶ τῆς εἰδωλολατρείας αὐτοῦ, καὶ τῆς προσ‐ κρούσεως ἧς προσέκρουσε τῷ Θεῷ. Ἐντεῦθεν ἀπει‐ λὴ πρὸς αὐτὸν, καὶ τῆς βασιλείας παράλυσις, εἰρήνης ἀφανισμός. Ἐπανίσταται γὰρ αὐτῷ Ἀδὲρ ὁ Ἰδου‐
40μαῖος, καὶ ὁ Ἐσδρώμ. Ἐπανίσταται αὐτῷ καὶ ὁ δοῦ‐ λος αὐτοῦ Ἱεροβοάμ. Ἔρχεται πρὸς τὸν Ἱεροβοὰμ Ἀχιᾶ ὁ προφήτης, καὶ δίδωσιν αὐτῷ διαῤῥῆξαι ἱμά‐ τιον τελαμῶνας δέκα, προμηνύων αὐτῷ, ὅτι καθ‐ έξει τὰ δέκα σκῆπτρα. Ὡς δὲ ἤθελεν αὐτὸν ἀνελεῖν
45ὁ Σολομῶν, ἔφυγεν εἰς Αἴγυπτον. Ἐπανῆλθεν ἀπ’ Αἰγύπτου Ἱεροβοὰμ, ἀποθανόντος Σολομῶντος. Ὁ δὲ λαὸς προσελθὼν τῷ Ῥοβοὰμ υἱῷ Σολομῶντος, ἠξίου ἐλαφροτέραν αὐτοῖς γενέσθαι τὴν ἀρχὴν τῆς τοῦ Σο‐ λομῶντος. Ὁ δὲ ὑπὸ τῶν συντρόφων αὐτοῦ νέων τι‐

56

.

349

(50)

νῶν ἀναπεισθεὶς, ἠπείλησε καὶ βαρυτέραν αὐτοῖς ποιήσειν. Ἔνθεν ἀπεσχίσθησαν αἱ δέκα φυλαὶ, καὶ ἐβασίλευσαν ἐφ’ ἑαυτῶν τὸν Ἱεροβοάμ. Καὶ βουλό‐ μενον ἐπιστρατεῦσαι αὐτῷ τὸν Ῥοβοὰμ ἐκώλυσεν ὁ Θεός. Ὡς δὲ ἠῤῥώστησε τὸ παιδίον Ἱεροβοὰμ,
55πέμπει τὴν γυναῖκα αὐτοῦ πρὸς Ἀχιὰ τὸν προφήτην πευσομένην περὶ τῆς νόσου. Ὁ δὲ εἶπεν, ὅτι ἀποθα‐ νεῖται, καὶ ἀπέθανεν. Ἵστησι δαμάλεις χρυσᾶς ὁ Ἱεροβοὰμ, μίαν ἐν Βαιθὴλ, καὶ μίαν ἐν Δὰν, ἵνα μὴ
ἀναβαίνωσιν εἰς Ἱερουσαλὴμ ὁ λαός. Θύοντος δὲ αὐ‐Column end

56

.

350

τοῦ ἐκεῖ, ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐλθὼν, προφητεύει τὰ κατὰ τὸν Ἰωσίαν. Καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασι‐ λέως, καὶ ἐῤῥάγη τὸ θυσιαστήριον. Δεηθέντος δὲ τοῦ προφήτου τοῦ Θεοῦ, ὑγίανεν ὁ βασιλεύς. Καὶ παρ‐
5εκάλει τὸν προφήτην ἑστιαθῆναι παρ’ αὐτῷ. Ὁ δὲ οὐκ ἠνέσχετο, πρόσταγμα φυλάττων τοῦ Θεοῦ, ὅπερ ὕστερον παραβὰς, ἀνῃρέθη ὑπὸ τοῦ λέοντος. Ὁ δὲ Ἱεροβοὰμ ἔτι ἐπέμενε τῇ κακίᾳ αὐτοῦ, καὶ ὁ Ῥο‐ βοὰμ εἰδωλολάτρησεν ἔτη πάντα τῆς βασιλείας αὐτοῦ.
10Ἐλθὼν Σουσακεὶμ ἔλαβε τοὺς θησαυρούς. Μετὰ τοῦ‐ τον βασιλεύει Ἀβιᾶς ὁ υἱὸς αὐτοῦ, καὶ μετὰ τοῦτον ὁ υἱὸς τοῦ Ἀβιᾶ ὁ Ἀσᾶ. Μετὰ δὲ τὸν Ἱεροβοὰμ βασιλεύει ὁ υἱὸς αὐτοῦ Ἀδάβ· ὃν ἀνελὼν Βασᾶ ἐβασί‐ λευσε, καὶ ἐπολέμει τὸν Ἀσᾶ. Ὁ δὲ τῇ συμμαχίᾳ τοῦ
15Σύρου Ἄδερ χρησάμενος, ἐπικρατέστερος γέγονεν. Ὡς δὲ πονηρὸς ἦν ὁ Βασᾶ, ἀπειλεῖ αὐτῷ ὁ Θεὸς κακὰ μεγάλα. Ἀποθανόντος δὲ αὐτοῦ ἐβασίλευσεν Ἐλᾶ ὁ υἱὸς αὐτοῦ, ὃν ἀνελὼν Ζαμβρὶ εἷς τῶν ἀρχόντων, ἐβασίλευσε, καὶ ὠλόθρευσε τὸν οἶκον Βασᾶ. Ὡς δὲ
20καὶ Ζαμβρὶ ἀπέθανεν ἑαυτὸν ἐμπρήσας, βασιλεύει Ἀμβρί. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ. Βασιλεύει ὁ υἱὸς Ἀσᾶ Ἰωσαφάτ. Ἀπειλεῖ Ἠλίας ὁ προφήτης τῷ Ἀχαὰβ τὴν γενομέ‐ νην ἀνομβρίαν ἐπὶ τρία ἔτη καὶ μῆνας ἕξ. Τότε δια‐
25τρέφεται διὰ τῶν κοράκων ὁ προφήτης. Ἐνταῦθα τὰ κατὰ τὴν χήραν τὴν ἐν Σαρέφθοις, τὰ κατὰ τὸν καμ‐ ψάκην τοῦ ἐλαίου, καὶ τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν θάνατον τοῦ παιδίου, καὶ τὴν ἐκ τοῦ θανάτου ἔγερσιν. Ἀποστέλλεται πρὸς τὸν Ἀχαὰβ ὁ Ἠλίας,
30καὶ ποιεῖ τὴν θυσίαν, καὶ καταφέρει τὸ πῦρ ἐξ οὐ‐ ρανοῦ, καὶ ἀναλίσκει αὐτήν. Τότε λαβὼν τοὺς ἱερεῖς τοῦ Βαὰλ ἀπέσφαξε. Τότε εὐαγγελίζεται τῷ Ἀχαὰβ τὸν ὑετόν. Καὶ ἀνελθὼν εἰς τὸν Κάρμηλον ηὔξατο Ἠλίας, καὶ ποιεῖ τὴν θυσίαν· ἰδοὺ ὑετός. Ἀπειλεῖ
35τῷ Ἠλίᾳ θάνατον Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ, ὁ δὲ ἔρχεται εἰς τὴν ἔρημον, καὶ κοιμηθεὶς, καὶ διεγερθεὶς ὑπὸ ἀγγέλου Θεοῦ, εὗρεν ἐγκρυφίαν ὀλυρίτην, καὶ φαγὼν αὐτὸν, ἐνίσχυσεν. Ἐν ἐκείνῃ τῇ βρώσει τεσ‐ σαράκοντα ἡμέρας ἦλθεν εἰς Χωρήβ. Τότε λέγει· Κύ‐
40ριε, τὰ θυσιαστήριά σου κατέσκαψαν. Τὰ ζεύγη τῶν βοῶν ἀφεὶς ὁ Ἑλισσαῖος ἀκολουθεῖ τῷ Ἠλίᾳ. Ἐντεῦ‐ θεν τὸ διήγημα τὸ κατὰ τὸν ἀμπελῶνα τοῦ Ναβουθαί· καὶ ἡ ἀπειλὴ κατὰ Ἰεζάβελ καὶ Ἀχαὰβ, καὶ ἡ κατά‐ νυξις τοῦ Ἀχαάβ. Ἐπῆλθε τῷ Ἰσραὴλ ὁ Σύρος
45Ἄδερ μετὰ τριακονταδύο βασιλέων· ὁ δὲ ἐχειρώ‐ σατο αὐτούς. Καὶ δεύτερον ἐπιστρατεύσας περιέπεσε πληγῇ μεγάλῃ. Ὡς δὲ ἑώρα ἑαυτὸν ἐν κινδύνῳ, σχῆ‐ μα περιθέμενος ἐλεεινὸν, ἔρχεται πρὸς τὸν Ἀχαὰβ, δοῦλον ἑαυτὸν ἀποκαλῶν, καὶ ἀγαπητῶς ἔχων

56

.

350

(50)

σωτηρίας τυχεῖν. Ὁ δὲ ἀνεβίβασέ τε αὐτὸν ἐπὶ τὸ ἅρμα, καὶ τιμῆς ἀξιώσας, ἐξέπεμψεν εἰς τὴν οἰκείαν γῆν. Ἔρχεται ὁ προφήτης ἐγκαλῶν ὑπὲρ τούτων τῷ βασιλεῖ, καὶ θάνατον ἀπειλῶν. Βουλεύεται ὁ Ἀχαὰβ, εἰ δέοι ἐπιστρατεῦσαι τοῖς Σύροις· καὶ συμβουλεύ‐
55σαντος τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, μετάπεμπτος γίνεται Μιχαίας ὁ προφήτης, καὶ ἐρωτηθεὶς προλέγει συμφορὰς, εἰ πολεμήσειεν. Ὀργίζεται ὁ Ἀχαάβ· τύ‐ πτει τὸν Μιχαίαν Σεδεκίας ὁ ψευδοπροφήτης. Κε‐ λεύεται Ἀχαὰβ τηρεῖσθαι Μιχαίαν τὸν ψευδοπροφήτην,
60ἕως ἂν ὁ πόλεμος λάβῃ τέλος. Ἐξῆλθε μαχεσόμενος, καί φησι τῷ Ἰωσαφάτ· Ἀμείψωμεν τὸ σχῆμα καὶ τὸν
ἱματισμόν· λαβὼν ἐγὼ τὸν σὸν, ἀντιδίδωμί σοι τὸν349

56

.

351

ἐμόν. Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ στρατιῶται ἐντολὴν εἰλήφεισαν παρὰ τοῦ βασιλέως τοῦ ἑαυτῶν, πάντας ἀφέντες, μόνῳ τῷ βασιλεῖ τοῦ Ἰσραὴλ συνάπτειν εἰς πόλεμον, ἰδόντες τὸν Ἰωσαφὰτ τὸν βασιλέα τοῦ Ἰού‐
5δα, καὶ νομίσαντες αὐτὸν τοῦ Ἰσραὴλ εἶναι (τὸ γὰρ σχῆμα αὐτοὺς ἠπάτησεν), ἐκύκλουν αὐτὸν, ἀνελεῖν θέλοντες. Ὁ δὲ ἀναβοήσας, ἀπηλλάγη τοῦ κινδύνου. Ἕτερος δέ τις τοξότης ἔβαλε τὸν Ἀχαὰβ, καὶ κατέῤ‐ ῥει τὸ αἷμα. Ὅπερ ἀπέπλυναν ἐν τῇ κυρήνῃ (l. κρή‐
10νῃ), καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι αὐτοῦ, καὶ οἱ κύνες ἔλειξαν αὐτό. Ἐβασίλευσε μετὰ τὸν Ἀχαὰβ Ὀχοζίας ὁ υἱὸς αὐτοῦ. Ὡς δὲ φίλος αὐτοῦ γέγονεν Ἰωσαφὰτ, ἔδωκε δίκην, τὸ διακοπῆναι τὰ ἔργα αὐτοῦ.
15Βασιλειῶν δʹ. Ἀῤῥωστήσας Ὀχοζίας ἔπεμψεν ἐρωτῆσαι ἐν τῷ Βάαλ, εἰ ἀναστήσεται, καὶ ἀπαντήσας Ἠλίας ὁ προ‐ φήτης τοῖς ἀποσταλεῖσι, ἐκέλευσεν ἀπελθόντας εἰπεῖν, ὅτι οὐκ ἀναστήσεται. Μαθὼν δὲ Ὀχοζίας, ὅτι Ἠλίας
20ἐστὶν, ἔπεμψε τὸν πεντηκόνταρχον πρῶτον καὶ δεύτε‐ ρον· ὡς δὲ ἀνηλώθησαν ὑπὸ τοῦ πυρὸς ἕκαστος μετὰ τῶν πεντήκοντα, μετὰ τοῦ τρίτου κελεύεται κατελ‐ θεῖν ὁ Ἠλίας, καὶ ἐλθὼν πρὸς τὸν βασιλέα εἶπεν, ὅτι ἀποθανεῖται. Μετὰ τοῦτον βασιλεύει ὁ ἀδελφὸς αὐτοῦ
25Ἰωράμ· οὐ γὰρ ἦν αὐτῷ υἱός. Ἐντεῦθεν ἡ ἀνάληψις τοῦ Ἠλίου εἰς τὸν οὐρανόν. Ἰδόντες υἱοὶ τῶν προφη‐ τῶν τὸν Ἑλισσαῖον διὰ ξηρᾶς ἐν τῷ Ἰορδάνῃ βαδί‐ σαντα, εἶπον· Ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλίου ἐπ’ αὐτὸν, καὶ ἀξιοῦσιν ὥστε ἐπιπέμψαι εἰς ἐπιζήτησιν
30τοῦ Ἠλίου· ὁ δὲ διεκώλυσεν· ὕστερον δὲ συνεχώρη‐ σεν· οἱ δὲ ἀπελθόντες οὐχ εὗρον. Ἰᾶται τὰ ἐν Ἱερι‐ χὼ ὕδατα· ἀπερχόμενος εἰς Βαιθὴλ, τὰ διασύροντα αὐτὸν παιδία καταρᾶται, καὶ ἀναιρεῖται ὑπὸ τῶν ἄρκτων. Ὁ Μωὰβ βασιλεὺς ἀπέστη τοῦ τελεῖν τὸν
35εἰωθότα φόρον. Ἐπιστρατεύει ἐπ’ αὐτὸν Ἰωρὰμ ὁ βα‐ σιλεὺς Ἰσραὴλ, προσλαβὼν καὶ τὸν Ἰωσαφὰτ βασιλέα Ἰούδα, καὶ τὸν Ἐδὼμ βασιλέα. Ὡς δὲ οὐχ εὕρισκον ὕδωρ ἐν τῇ ἐρήμῳ, ἀλλ’ ἐκινδύνευον διαφθαρῆναι, συμβουλεύσαντος Ὀχοζίου ἔρχονται πρὸς Ἑλισσαῖον.
40Ὁ δὲ ὀργίζεται πρὸς τὸν βασιλέα Ἰσραὴλ, καὶ οὐδ’ ἂν ἰδεῖν αὐτὸν ἔφη, εἰ μὴ διὰ τὸν βασιλέα Ἰούδα. Οὐ μόνον δὲ ὕδατος ἀφθονίαν προεῖπεν αὐτοῖς ἥξειν, ἀλλὰ καὶ τὴν κράτησιν τῆς Μωαβίτιδος, ὥσπερ καὶ γέγονε· καὶ εἰς τοσαύτην συμφορὰν ἦλθεν ὁ Μωαβιτῶν βα‐
45σιλεὺς, ὥστε τὸν υἱὸν αὐτοῦ σφάξαι ἄνωθεν ἀπὸ τοῦ τείχους. Ἐνταῦθα ἡ γυνὴ, ᾗ τὸ ἔλαιον ἐπερίσσευσε, καὶ ἡ Σουμανῖτις, ᾗ τὸν υἱὸν ἐχαρίσατο εὐξάμενος, καὶ ἀποθανόντα ἀνέστησε. Λιμοῦ γενομένου τήν τε πικρίαν ἀφεῖλε τὴν ἐν τῷ λέβητι γενομένην, καὶ ἑκα‐

56

.

351

(50)

τὸν ἄνδρας ἔθρεψεν ἐν ὀνόματι Θεοῦ ἀπὸ κριθίνων ἄρτων εἴκοσιν. Ἐλεπρώθη Νεεμὰν ὁ στρατηγὸς τοῦ βασιλέως Σύρων· καὶ ἐλθὼν πρὸς τὸν βασιλέα Ἰσραὴλ ἐζήτει θεραπείαν· ὁ δὲ διηπόρει, καὶ διέῤῥηξε τὰ ἱμά‐ τια αὐτοῦ. Μεταπέμπεται αὐτὸν ὁ Ἑλισσαῖος, καὶ
55κελεύει βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ ἕβδομον. Ὁ δὲ τὸ μὲν πρῶτον ὤκνησε, καὶ ἠπίστει θεραπευθῆναι· ὕστε‐ ρον δὲ ὑπὸ τῶν παίδων αὐτοῦ παρακληθεὶς, βαπτί‐ ζεται καὶ θεραπεύεται, καὶ ἐδίδου δῶρα τῷ Ἑλισσαίῳ.
Ὁ δὲ οὐκ ἤθελεν. Ὡς δὲ ἀπῆλθεν ὁ ἄνθρωπος, κατα‐Column end

56

.

352

διώξας ὁ Γιεζὶ ὁ παῖς τοῦ Ἑλισσαίου, ὡς παρὰ τοῦ Ἑλισσαίου πεμφθεὶς, λαμβάνει παρὰ τοῦ Νεεμὰν δι‐ τάλαντον ἀργυρίου, καὶ δύο στολάς. Ἐλθὼν δὲ πρὸς Ἑλισσαῖον ἐπειρᾶτο κρύπτειν. Ὁ δὲ διήλεγξεν αὐτὸν,
5καὶ τιμωρίαν ἔλαβε τὴν λέπραν. Ἔρχονται οἱ υἱοὶ τῶν προφητῶν κόψαι ξύλα πρὸς οἰκοδομήν. Ὡς δὲ ἐξέπεσεν ἑνὸς τὸ σιδήριον ἐκ τοῦ στελεοῦ, ῥίπτει ξύ‐ λον ἀποκλάσας ὁ Ἑλισσαῖος, καὶ ἐμετεωρίζετο τὸ σι‐ δήριον ἐπὶ τοῦ ὕδατος. Βασιλεὺς Συρίας ἐπολέμει τὸν
10Ἰσραὴλ, προλέγοντος αὐτῷ τοῦ Ἑλισσαίου. Μαθὼν ὁ πολέμιος, πέμπει στράτευμα ἐπὶ τὸν Ἑλισσαῖον. Εὐξαμένου δὲ τοῦ προφήτου, πλήττονται ἀορασίᾳ οἱ ἐλθόντες, καὶ εἰσάγει αὐτοὺς εἰς μέσους τοὺς ἐχθροὺς αὐτῶν, καὶ βουλόμενον τὸν βασιλέα ἀνελεῖν αὐτοὺς,
15διεκώλυσεν ὁ Ἑλισσαῖος· ἑστιάσαντας δὲ αὐτοὺς ἐκέλευσεν ἐκπέμψαι. Λιμοῦ καταλαβόντος ἰσχυροῦ, ὡς κεφαλὴν ὄνου πεντήκοντα σίκλων, καὶ τέταρτον κάβου κόπρου περιστερῶν πέντε σίκλων εἶναι, προσ‐ έρχεται γυνὴ τῷ βασιλεῖ ἐγκαλοῦσα ἑτέρᾳ γυνῇ, ὅτι
20τὸν υἱὸν αὐτῆς καταφαγοῦσα μετ’ αὐτῆς, καὶ τὸν ἴδιον ὑποσχομένη παρέξειν, ἠγνωμόνησε περὶ τὴν ἀντίδοσιν. Τότε διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ ὁ βασιλεὺς, καὶ πέμ‐ πει ἐπὶ τὸν Ἑλισσαῖον ἀφελεῖν αὐτοῦ τὴν κεφαλήν. Λέ‐ γει ὁ προφήτης τῷ ἐλθόντι ἐπ’ αὐτὸν, ὅτι αὔριον ἔσται
25τοῦ λιμοῦ ἡ λύσις. Ὡς δὲ διηπίστει, προλέγει αὐτῷ θάνατον. Λεπροὶ τέσσαρες ἀπειρηκότες τῷ λιμῷ, βου‐ λεύονται παραδοῦναι ἑαυτοὺς τοῖς πολεμίοις, καὶ ἐλ‐ θόντες εἰς τὴν παρεμβολὴν, ἀνθρώπων μὲν κενὸν τὸ χωρίον εὗρον, τὰς δὲ σκηνὰς αὐτῶν πλήρεις πλούτου
30πολλοῦ. Καὶ διαρπάσαντες ἅπερ ἠδύναντο φέρειν, ἐλθόντες ἀπήγγειλαν τῷ βασιλεῖ. Καὶ τὸ μὲν πρῶτον δόλον ὑπώπτευσεν εἶναι τὸ πρᾶγμα ὁ βασιλεύς· ἀπο‐ στείλας δὲ ἱππεῖς καὶ μαθὼν τὸ σαφὲς, ἐπαφῆκε τὸν λαὸν τῇ τῆς παρεμβολῆς διαρπαγῇ· καὶ ἐλύθη ὁ λι‐
35μός. Καὶ ὁ διαπιστήσας τῷ Ἑλισσαίῳ ὑπὸ τοῦ ὄχλου συμπατηθεὶς ἀπέθανε. Προλέγει τῇ γυναικὶ ὁ Ἑλισ‐ σαῖος, ἧς ἐζωοποίησε τὸν υἱὸν, ἑπταετῆ λιμὸν, καὶ παραινεῖ μετοικίζεσθαι ἐκ τῆς χώρας ἐκείνην. Ὡς δὲ μετῴκησε, καὶ ἐπαύσατο ὁ λιμὸς, πάλιν ἐπαν‐
40ῆλθε, καὶ προσελθοῦσα τῷ βασιλεῖ τὴν τῶν κτημάτων ᾔτει δεσποτείαν. Ὁ βασιλεὺς Συρίας ἀποστέλλει πρὸς τὸν Ἑλισσαῖον πευσόμενος εἰ φεύξεται τὴν νόσον, ἐν ᾗ κατείχετο. Ὁ δὲ τῷ ἐλθόντι εἶπεν, ὅτι οὐ διαφεύξε‐ ται, καὶ προεφήτευσεν αὐτῷ καὶ τὴν τῶν Ἰσραηλιτῶν
45ἀπώλειαν. Ὡς δὲ ἀπέθανεν ἐκεῖνος, ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ἀζαήλ. Ὡς δὲ καὶ Ἰωρὰμ ἐτελεύτησεν ὁ βα‐ σιλεὺς Ἰούδα, διαδέχεται αὐτὸν ὁ υἱὸς αὐτοῦ Ὀχο‐ ζίας. Πέμψας ὁ Ἑλισσαῖος ἕνα τῶν υἱῶν τῶν προφη‐ τῶν, ἐκέλευσε χρῖσαι Ἰοῦ, καὶ βασιλεύσας ὁ Ἰοῦ

56

.

352

(50)

ἀναιρεῖ τὸν Ἰωρὰμ, καὶ ῥίπτει αὐτὸν εἰς τὸν ἀμπε‐ λῶνα Ναβουθαὶ, ὃν ἥρπασεν ὁ πατὴρ τοῦ Ἰωράμ. Ὡς δὲ ἀνεῖλε καὶ τὸν Ὀχοζίαν, εἰσῆλθεν εἰς τὴν πόλιν Ἰσραήλ. Ἡ δὲ Ἰεζάβελ κοσμηθεῖσα παρέκυπτεν ἄνω‐ θεν. Ὁ δὲ βασιλεὺς εἶπε τοῖς εὐνούχοις ῥῖψαι αὐτὴν,
55καὶ ῥιφεῖσα ἀπέθανεν. Ἀπέκτεινε δὲ ὁ Ἰοῦ καὶ τοὺς ἑβδομήκοντα υἱοὺς Ἀχαὰβ, εἷλε καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου, ἀνεῖλε δὲ καὶ τοὺς ἱερεῖς τοῦ Βάαλ, καὶ τὸν Βάαλ συνέτριψε. Τότε ὁ Ἀζαὴλ συνέκοπτε τὸν Ἰεζ‐ ραήλ. Ἀποθανόντος δὲ τοῦ Ἰοῦ, βασιλεύει Ἰωάχαζ
60υἱὸς αὐτοῦ. Τὰ κατὰ τὸν Ἰωὰς τὸν βασιλέα Ἰούδα, καὶ τὸν ἱερέα Ἰωδαὲ, καὶ τὴν Γοθολίαν. Παρεδόθη τοῖς ἐχθροῖς Ἰσραὴλ, καὶ πάλιν ὁ Θεὸς ᾠκτείρησεν αὐτούς. Ὡς δὲ ἀπέθανεν Ἰωάχαζ, βασιλεύει τοῦ Ἰσραὴλ Ἰωὰς ὁ υἱὸς αὐτοῦ, καὶ ἐλθὼν πρὸς τὸν Ἑλισ‐
65σαῖον ἔκλαιεν. Ὁ δὲ προσέταξεν αὐτῷ, πέντε βέλη351

56

.

353

λαβόντι, τοξεῦσαι ἐπὶ τὴν γῆν. Ὡς δὲ τρία τοξεύσας ἔστη, εἶπεν αὐτῷ, ὅτι Τρίτον πατάξεις τὴν Συρίαν· εἰ γὰρ τὰ πέντε ἐτόξευσας, ἕως συντελείας αὐτὴν ἐπάταξες ἄν. Ἀποθανὼν Ἑλισσαῖος θάπτεται, καὶ
5ῥιφείς τις νεκρὸς πρὸς τῷ τάφῳ αὐτοῦ ἀνέστη. Ὡς δὲ ἀπέθανεν Ἀζαὴλ, ἐβασίλευσεν υἱὸς Ἄδερ ἀντ’ αὐτοῦ. Ἐπάταξε τρὶς τοὺς Σύρους Ἰωὰς, καὶ ἀπέθανε, καὶ βασιλεύει Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀποθανόντος δὲ καὶ τοῦ Ἰωὰς βασιλέως Ἰούδα, ἐβασίλευσεν Ἀμεσίας ὁ
10υἱὸς αὐτοῦ· καὶ πατάξας τὸν Ἐδὼμ, συνέβαλε καὶ τῷ Ἰωὰς βασιλεῖ Ἰσραήλ. Ὁ δὲ ἐνίκησεν αὐτὸν, καὶ εἰσ‐ ῆλθεν εἰς Ἱερουσαλήμ. Ἀποθανόντος τοῦ Ἱεροβοὰμ, ἐβασίλευσε τοῦ Ἰσραὴλ Ζαχαρίας ὁ υἱὸς αὐτοῦ. Ἀπο‐ θανόντος δὲ Ἀμεσίου βασιλέως Ἰούδα, ἐβασίλευσεν
15Ἀζαρίας, ὁ καὶ Ὀζίας. Ἐπὶ τούτου ἤρξατο Ὠσηὲ προ‐ φητεύειν. Τὸν δὲ Ζαχαρίαν ἀνελὼν ὁ Σελῦς, ἐβα‐ σίλευσε τοῦ Ἰσραήλ. Οὗτος ἐχρήσατο τῇ συμμαχίᾳ Φουᾶ βασιλέως Ἀσσυρίων, χίλια τάλαντα δοὺς αὐτῷ. Τελευτήσαντος αὐτοῦ, Μαναεὶμ ἐβασίλευσεν ἀντ’ αὐ‐
20τοῦ. Μετὰ δὲ τὸν Ὀζίαν ἐβασίλευσε τοῦ Ἰούδα ὁ υἱὸς αὐτοῦ Ἰωθάμ· καὶ τούτου τελευτήσαντος ἐβασίλευ‐ σεν Ἄχαζ υἱὸς Ἰωθάμ. Ἐφ’ οὗ Ῥαασεὶν ὁ Σύρος ἀνῆλθε καὶ Φακὲς υἱὸς Ῥωμελίου. Ὁ δὲ Ἄχαζ ἀπέ‐ στειλε πρὸς Θεγλαφαλσὰρ τὸν Ἀσσύριον, εἰς συμμα‐
25χίαν καλῶν. Ὁ δὲ ἐλθὼν ἔλαβε τὴν Δαμασκὸν, καὶ τὸν Ῥαασσὶν ἐθανάτωσε. Ἀνέβη δὲ καὶ Σαλμα‐ νασὰρ ὁ Ἀσσύριος ἐπὶ Ὠσηὲ τὸν υἱὸν Ἐλᾶ, καὶ ἐγένετο αὐτῷ δοῦλος. Ὡς δὲ ἔγνω ὁ Ἀσσύριος, ὅτι ἀποστῆναι βούλεται, καὶ γὰρ ἐπρεσβεύσατο πρὸς τὸν
30Αἰθίοπα, ἐπολιόρκησεν αὐτὸν, καὶ ἔδησεν αὐτὸν, καὶ τὴν Σαμάρειαν λαβὼν καὶ ἑτέρας πόλεις, μετῴκισεν εἰς Ἀσσυρίους. Κατηγορία τοῦ Ἰσραὴλ ἐνταῦθα καὶ τοῦ Ἰούδα. Οἱ ἀπὸ Βαβυλῶνος ἀχθέντες καὶ κατοικι‐ σθέντες ἐν τῇ Σαμαρείᾳ, ἐπειδὴ μὴ ἐφοβοῦντο τὸν Θεὸν,
35διεφθείροντο ὑπὸ τῶν λεόντων. Τότε πέμπεται ἱερεὺς ἐκεῖθεν, καὶ φωτίζει αὐτοὺς τὸν νόμον τοῦ Θεοῦ, καὶ τὸν Κύριον ἐφοβοῦντο, καὶ τοῖς εἰδώλοις ἐλάτρευον. Τὰ κατὰ τὸν Ἐζεκίαν καὶ τὸν Ἀσσύριον, ἃ καὶ ἐν τῷ Ἡσαΐᾳ κεῖται. Τὰ κατὰ τὸν Μανασσῆ καὶ τὴν ἀσέ‐
40βειαν αὐτοῦ, καὶ τὰς μιαιφονίας. Ὡς δὲ ἀπέθανε καὶ οὗτος, ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμών. Τελευτήσαν‐ τος δὲ τοῦ Ἀμὼν, ἐβασίλευσεν Ἰωσίας ὁ υἱὸς αὐτοῦ· περὶ οὗ ἐπροφητεύθη τῷ Ἱεροβοὰμ δούλῳ τοῦ Σολο‐ μῶντος, ὅτε καὶ ἡ χεὶρ τοῦ βασιλέως ἐξηράνθη. Οὗτος
45ἐκαθῆρε τὴν Ἱερουσαλὴμ, καὶ πάντα τόπον, ἀνασκάψας τόπους τῶν ἱερέων τῶν εἰδώλων, συντρίψας τὰ εἴ‐ δωλα. Περὶ αὐτοῦ εἴρηται, ὅτι ὅμοιος αὐτῷ οὐ γέγονεν ἔμπροσθεν βασιλεὺς, ὃς ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ. Ἐπὶ τού‐

56

.

353

(50)

του ἤρξατο προφητεύειν Ἱερεμίας· ἐπὶ τούτου ἦν
Ὀλδᾶ προφῆτις. Ὡς δὲ ἀνεῖλεν αὐτὸν Φαραὼ Νεχαὼ,Column end

56

.

354

βασιλεύει ὁ Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ. Ὁ δὲ Φαραὼ καὶ τοῦτον καταλύσας, καὶ εἰς Αἴγυπτον ἀγαγὼν, ἔνθα καὶ ἀπέθανε, κατέστησεν υἱὸν Ἰωσίου Ἐλιακεὶμ τὸν καὶ Ἰωακεὶμ, καὶ ἐφορολόγει τὴν γῆν.
5Ὃς πρῶτος γενόμενος τοῦ Ναβουχοδονόσορ, ἐῤῥίφη ἔξω τῶν τειχῶν. Περὶ αὐτοῦ φησιν ὁ Ἱερεμίας· Ἔσται τὸ θνησιμαῖον αὐτοῦ ἐῤῥιμμένον τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ τότε, Ταφῇ ὄνου ταφήσεται. Μετὰ γὰρ τὸ διαλυθῆναι, τότε ἐτά‐
10φη. Ἀποθανόντος δὲ Ἐλιακεὶμ τοῦ καὶ Ἰωακεὶμ υἱοῦ Ἰωσίου, βασιλεύει Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ, ἔκγονος Ἰωσίου· ὁ δὲ Ἰωακεὶμ οὗτος καὶ Ἰεχονίας ἐκαλεῖτο· οὐκέτι λοιπὸν βασιλεὺς Αἰγύπτου ἐξῄει τῆς χώρας αὐτοῦ. Ἐλθὼν δὲ ὁ Ναβουχοδονόσορ καὶ πολιορκήσας
15τὴν πόλιν, ἐπειδὴ ἐξῆλθε πρὸς αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ ὁ Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, καὶ ἀπῴκισεν αὐτὸν εἰς Βαβυλῶνα, καὶ κατεστήσατο τὸν ἀδελφὸν τοῦ πα‐ τρὸς αὐτοῦ, υἱὸν δὲ Ἰωσίου βασιλέα ἐν Ἱερουσαλήμ. Οὗτος δὲ ἦν Μαθανίας ὁ καὶ Σεδεκίας. Ὡς δὲ ἠθέτησεν
20ἐν τῷ βασιλεῖ Βαβυλῶνος, ἐλθὼν ὁ Ναβουχοδονόσορ πολιορκεῖ τὴν Ἱερουσαλήμ· καὶ ἑλὼν αὐτὴν καὶ ἐμ‐ πρήσας, τὸν μὲν Σεδεκίαν πηρώσας ἔδησε καὶ ἀπήγα‐ γεν εἰς Βαβυλῶνα· τὸν δὲ Γοδολίαν κατέστησεν ἐπὶ τῶν καταλειφθέντων ἐν Ἱερουσαλήμ. Ὡς δὲ ἀπέκτει‐
25νεν αὐτὸν ὁ Ἰσμαὴλ, ἀναστάντες οἱ ὑπολειφθέντες, εἰσῆλθον εἰς Αἴγυπτον. Μετὰ δὲ ταῦτα τὸν Ἰωακεὶμ ἐν Βαβυλῶνι πολλῆς ἠξίωσε τιμῆς Εὐιλὰδ Μαρωδὰκ ὁ βασιλεὺς Βαβυλῶνος. Ἡ μὲν οὖν βασιλεία τῆς Σαμαρείας, ὡς ἤδη εἴρη‐
30ται, πέπαυται ἐπὶ Ὠσηὲ υἱοῦ Ἰωλὼ (l. Ἠλὰ) τοῦ σφάξαντος τὸν Φακεὲ υἱὸν Ῥωμελίου. Ἡ δὲ τῆς Ἱερου‐ σαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίου. Καὶ αὐτὸς γὰρ ἀπαχθεὶς εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτῷ τῶν ὀφθαλμῶν, εἰς λάκκον ἐβλήθη ἔτη κϛʹ ... Ὃν
35μετὰ ταῦτα ὑψώσας ὁ βασιλεὺς Βαβυλῶνος, ἔδωκεν αὐτῷ θρόνον ἐπάνω τῶν ἐκεῖσε βασιλειῶν, καὶ συνήσθιε καὶ συνέπινεν αὐτῷ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτου λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.
40 Ἔστι δὲ τὰ ὀνόματα τῶν βασιλέων τῆς Ἰουδαίας καὶ τοῦ Ἰσραὴλ, καὶ ὁποῖον τῆς ἑκάστου πράξεως τὸ τέλος, καὶ πόσα ἔτη ἕκαστος αὐτῶν ἐβασίλευσε, ὡς ἐν ἐπιτόμῳ διαλαβεῖν (ἐστι) ἀπὸ τῶν προκειμένων δʹ βιβλίων, οὕτως.
45 Μετὰ τὸ ἀπολέσθαι τὸν Σαοὺλ βασιλεύσαντα ἔτη μʹ, βασιλεύει Δαυῒδ ἐπὶ πάντα τὸν Ἰσραὴλ καὶ τὸν Ἰού‐ δαν ἔτη μʹ οὕτως· ἐν μὲν Χεβρὼν ἔτη ζʹ, ἐν δὲ παντὶ τῷ Ἰσραὴλ καὶ τῷ Ἰούδᾳ ἔτη λγʹ. Καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται

56

.

354

(50)

Ναθὰν καὶ Γάδ. Σολομῶν ὁ υἱὸς Δαυῒδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία,
55καὶ ἔμειναν μετ’ αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Ἐν δὲ τῇ Σαμαρείᾳ φυ‐ λαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχίας ὁ Σιλω‐ νίτης, καὶ Ἀδδώ. Ἀβία ὁ υἱὸς αὐτοῦ ἐβασίλευσε ἔτη
τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ ὡς Δαυῒδ, ἀλλ’353

56

.

355

ἐπορεύθη ἐν τῇ ἁμαρτίᾳ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσὰ ὁ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλ’ ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμὶ, οἱ
5προφῆται. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ, καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασι‐ λεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλεῖον πρα‐ γματείας. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἑλισ‐
10σαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀνεμὶ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιάδαδ ὁ τοῦ Ἀδιὰ ἀπὸ Μαρίσ‐ σης. Ἰωρὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐποίησε τὸ πο‐ νηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος. Ὀχοζίας υἱὸς αὐ‐
15τοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μετ’ αὐτὸν Γο‐ θολία ἡ μήτηρ αὐτοῦ, ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε τὸν Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὅλῃ τῇ ψυχῇ αὐτοῦ, ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι
20αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευσε Ζα‐ χαρίας υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη ιθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν ἀρχῇ, ἀλλ’ οὐχ ὡς Δαυΐδ. Ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται, ἀλλ’
25οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέν‐ τοι Ἀμεσίας πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας ὁ καὶ Ὀζίας ἔτη νβʹ, καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ πατὴρ
30αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιᾶσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη ἀκούσας· Οὐ σοὶ, Ὀζία, θυμιᾶσαι τῷ Κυρίῳ, ὃ μόνοις τοῖς ἱερεῦσιν ἔξεστιν. Ἐπὶ τούτου προφήτης
35Ἡσαΐας. Ἰωθὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας ὁ
40υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ὡς Δαυῒδ τελείως. Οὗτος καθεῖλεν ὄφιν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης οἱ Ἀσσύριοι βλασφημοῦντες ἐπατάχθησαν μὲν αὐτοὶ, μετὰ ταῦτα ἐν μιᾷ δὲ νυκτὶ χιλιάδας ρπεʹ ἐξελθὼν
45ἄγγελος ἀνεῖλε. Μέλλων δὲ Ἐζεκίας ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς ὁ υἱὸς αὐτοῦ ἔτη νεʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα δὲ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε, καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδᾳ, ὥστε δι’ αὐτὸν παθεῖν τὴν Ἱε‐

56

.

355

(50)

ρουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ’ αὐτοῦ ἐλέχθη, Ὃς ἐξήμαρτε τὸν Ἰούδαν. Διὸ καὶ αἰχμά‐ λωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ’ ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν τοῖς Παραλειπομένοις γέγραπται, μετανοήσαντα αὐτὸν μετέστρεψεν ὁ Θεὸς εἰς Ἱερουσαλὴμ, καὶ πάλιν
55ἀντελάβετο τῆς βασιλείας. Μετανοῶν δὲ καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ, ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαυῒδ, ἀλλ’ ἐν τῷ κήπῳ αὐτοῦ, κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς, καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες
60αὐτοῦ, καὶ ἐτάφη ἐν κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐ‐ τοῦ. Ἰωσίας ὁ υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε
βασιλέα, ὄντα ἐτῶν ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃColumn end

56

.

356

ὁδῷ Δαυῒδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε. Γενόμενος δὲ ἐτῶν ιϛʹ, τόν τε νόμον ζητήσας, καὶ εὑ‐ ρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε, καὶ τὸ
5πάσχα ἐποίησε, καὶ ἐκήρυξεν, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου φιλονεική‐ σαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὀλδὰ ἡ προφῆτις γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονη‐
10ρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ· καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονη‐ ρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας, ὁ υἱὸς αὐτοῦ, μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν καὶ ἀπήχθη εἰς Βαβυλῶνα.
15Ματθὰν ὁ υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσορ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας. Καὶ
20γὰρ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλω‐ τοι εἰς Βαβυλῶνα μετὰ σκευῶν. Εἰσὶ δὲ βασιλεῖς καʹ, ἐκτὸς Γοθολίας. Ὀνόματα τῶν βασιλέων τῶν γενομένων ἐν Σαμα‐ ρείᾳ, καὶ ποῖον τῆς ἑκάστου πράξεως γέγονε τέλος,
25καὶ πόσα ἔτη ἕκαστος ἐβασίλευσεν, οὕτως. Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἔτη κδʹ. Οὗτος σχισθείσης τῆς βασιλείας ἀνελθὼν ἀπ’ Αἰγύπτου πρῶτος ἐβασίλευσεν ἐν Σαμα‐ ρείᾳ, καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος. Φο‐ βούμενος γὰρ μὴ καταληφθῇ, ἐποίησε δαμάλεις χρυ‐
30σᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· Οὗτοί εἰσιν οἱ θεοὶ, οἱ ἀναγαγόντες ἡμᾶς ἐκ γῆς Αἰγύπτου. Ἐπλάσατο καὶ ἑορτὰς καὶ ἱερέας· Καὶ οὗτος ἐξ‐ ήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ’ αὐ‐ τὸν κατηκολούθησαν. Ἐπὶ τούτου ἦν προφήτης Ἀχίας
35ὁ Σιλονίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστή‐ ριον κατ’ αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκ ἔτι τις ἐκ γένους αὐτοῦ ἐβασί‐ λευσε. Ζαμβρὶ ἑτέρου γένους ἔτη ιβʹ. Βαασᾶ ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου προφῆται ἦσαν
40Ἠλίας, καὶ Ἑλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφη‐ τεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ’ ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν.
45Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἑλισσαῖος· αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ οὐκέτι τις τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἀνελήφθη ἐπὶ τούτου·

56

.

356

(50)

ὁ δὲ Ἑλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱὸν Ἰωὰς βασιλέως Ἰσραήλ. Ἦσαν δὲ καὶ ἐπὶ τούτου οἱ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κβʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν τῷ πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συν‐
55έτριψε. Καὶ ἐν τούτοις ποιήσας τὸ εὐθὲς, ἔσχε ἐπαγ‐ γελίαν, ὅτι Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου. Ἰοαχὰζ υἱὸς αὐτοῦ ἔτη ιζʹ, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπολέμησε τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ, καὶ
60ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ϛʹ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου γεγόνασι τοῦ γέ‐
νους Ἰοῦ υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους, υἱὸς355

56

.

357

Ἰαβὶς, ἡμέρας λʹ, καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους, υἱὸς Γαδδὴ, ἔτη κʹ, καὶ ἐποίησε τὸ πο‐ νηρόν. Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφη‐ τεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥωμελίου ἔτη κʹ.
5Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται. Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ. Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ. (Ὕστερος) Ὠσηὲ γέγονε βασιλεὺς Σαμα‐
10ρείας. Ἐπ’ αὐτοῦ γὰρ πέπαυται, καὶ ἀπώλετο ἡ Σα‐ μάρεια, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ. Ἐξ ὧν αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλού‐ μενοι Σαδουκαῖοι. Ἐν τούτοις οὖν καὶ τελευτᾷ ὁ πᾶς σκοπὸς τῶν βιβλίων τῶν Βασιλειῶν.
15Παραλειπόμενα βιβλίον αʹ. Παραλειπόμενα καλεῖται, ἐπειδὴ πολλὰ ἐν ταῖς Βασιλείαις παραλειφθέντα περιέχεται ἐν τούτοις τοῖς βιβλίοις. Ἔστι δὲ ἐν τούτῳ τῷ πρώτῳ γενεαλογία πα‐ σῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς
20καὶ κατὰ δήμους καὶ κατὰ πατριὰς καὶ κατ’ οἶκον. Τίνας τε ἔταξε τῶν Λευϊτῶν Δαυῒδ ἐν αὐλοῖς καὶ κι‐ νύραις ᾄδειν τῷ Θεῷ, καὶ τίνας ἔταξεν ἐν τοῖς ἔργοις τοῦ ναοῦ. Πρότερος γὰρ αὐτὸς τὸν ναὸν κτίζειν ἤρ‐ ξατο. Καὶ ἕτερά τινα λεπτομερῶς βασιλέων καὶ τῶν
25γενεῶν διέρχεται. Οἷς συναπτέον καὶ ταῦτα, ὅτι γίνε‐ ται ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαυῒδ τὰ πάντα ἔτη υοδʹ. Οἱ δὲ βασιλεῖς πάντες γεγό‐ νασιν ἐξ ἑνὸς γένους τοῦ Δαυῒδ, καὶ οἳ μὲν ἐποιήσαντο τὸ εὐθὲς, εἰσὶ θʹ· οἳ δὲ τὸ πονηρὸν ἐποιήσαντο, ιβʹ,
30χωρὶς μέντοι Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ βασιλευ‐ σάντων γίνονται ὁμοῦ τὰ πάντα ἔτη σξθʹ καὶ ἡμέραι λʹ· βασιλεῖς μὲν ιβʹ ἐκ διαφόρων ὀκτὼ γενεῶν γεγόνασιν· οἱ δὲ πάντες ἐποιήσαντο τὸ πονηρὸν, κατὰ τὴν ἁμαρ‐ τίαν Ἱεροβοάμ.
35Παραλειπόμενα βιβλίον βʹ. Ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Παραλειπομένων παρά‐ γονται πράξεις βασιλέων. Εἰσὶ δὲ οἱ ταύτας ἀναγρά‐ ψαντες οἱ κατὰ καιροὺς ὄντες προφῆται. Ὑπὲρ δὲ τοῦ γινώσκειν ἐκ μέρους τοὺς συγγράψαντας, σημειωτέον
40οὗτος (l. ὅτι) μὲν πράξεις ἔγκεινται ἐνταῦθα πάντων τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα· ἤτοι αἱ παραλει‐ φθεῖσαι τῆς ἱστορίας τῶν βασιλέων. Οἱ δὲ τὰς ἁπά‐ σας αὐτῶν πράξεις ἱστορήσαντες, εἰσὶν οὗτοι· τὰ περὶ τοῦ Δαυῒδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν καὶ Γὰδ οἱ
45προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχίας προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμέας καὶ Ἀδδὼ προφῆται· τὰ περὶ Ἀβιὰ, Ἀδδὼ ὁ προφήτης. Τὰ περὶ Ἀσὰ, ἐν τῷ βιβλίῳ λόγων περὶ τῶν βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰοὺ ὁ προφήτης, τοῦ Ἀναμὴ, ὃς

56

.

357

(50)

κατέγραψε βιβλίον λόγων τῶν βασιλέων Ἰσραήλ. Τὰ περὶ Ἰωὰς, ἐπὶ τὴν γραφὴν τῶν βασιλέων. Τὰ περὶ Ἀμεσία. ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ὀζίου, Ἰεσίας (sic) ὁ προφήτης. Τὰ περὶ Ἰω‐ θὰμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ
55περὶ Ἄχαζ, ἐπὶ βιβλίον βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Τὰ περὶ Μανασσῆ, ἐπὶ λόγων τῶν ὁρώντων. Τὰ περὶ Ἰω‐
σίου, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. ΤὰColumn end

56

.

358

περὶ Ἰωακεὶμ, ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. Ταῦτα ἔστιν εὑρεῖν οὕτω τεταγμένα ἐν τοῖς Παραλειπομένοις τῶν βασιλέων. Ἔσδρας βιβλίον αʹ.
5 Ἔσδρας καλεῖται τὸ βιβλίον, ἐπειδὴ αὐτὸς Ἔσδρας ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται καὶ συγγράφει τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Γέγονε δὲ ἡ ἐπάνοδος προτέ‐ ρως μὲν ἐκ τοῦ προστάγματος, ἔπειτα δὲ κελεύσαν‐
10τος Κύρου καὶ Δαρείου τῶν βασιλέων ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα καὶ Ζοροβάβελ, οἳ ἤρισαν προβλήμασι, τεθείσης ἐπαγγελίας, αἰτῆσαι τὸν νι‐ κῶντα ὅπερ ἐὰν θελήσῃ παρὰ τοῦ βασιλέως. Τοῦ τοί‐ νυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, καὶ τοῦ ἑτέρου
15εἰπόντος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπεν νικᾷν τὰς γυναῖκας, ὑπὲρ δὲ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσε αἰτήσα‐ σθαι ὃ βούλεται, ἠξίωσε αὐτὸς ἀφεθῆναι τὴν αἰχμα‐ λωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. Καὶ γέ‐
20γονεν ὡς ἠξίωσε, καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ οʹ ἔτη τῆς ὀργῆς. Εἰσὶ τοίνυν οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενι‐ αμὶν, καὶ οἱ Λευῗται, τὸν ἀριθμὸν μυριάδες δʹ καὶ δισχίλιοι, ἵπποι τλʹ, ἡμίονοι σμεʹ, κάμηλοι υλεʹ, παῖ‐
25δες αὐτῶν καὶ παιδίσκαι ͵ζτλδʹ, οἱ ᾄδοντες σʹ, ὄνοι ͵ϛψκʹ, καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας. Ὁ δὲ Ἔσδρας εὐφυὴς ἐν τῷ νόμῳ, αὐτὸς προσεκόμισε τὸν νόμον, καὶ ἀν‐ έγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν καὶ τοὺς
30Λευΐτας. Αὐτὸς ἔδειξε τὸν νόμον, καὶ πεποίηκε ἐκ‐ βληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας τοὺς λαβόντας ἐν καιρῷ τῆς αἰχμαλωσίας. Καὶ ἐξέβαλον πάντες, καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησε τὸ πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν, καὶ οὕτω τελειοῦται τὸ
35πρῶτον βιβλίον Ἔσδρα. Ἔσδρας βιβλίον βʹ. Ἐν τούτῳ τῷ βιβλίῳ τὰ αὐτὰ μὲν τῷ πρώτῳ λέ‐ γει ὁ Ἔσδρας περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλη‐ θέντων. Καὶ τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ
40εὐνούχου· ὅτι αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· καὶ ὅτι μὲν Ἔσδρας ἀνεγίνωσκε, Ἰησοῦς δὲ καὶ Βανέας καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστειλεν ἐν ἐπι‐ στήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκε ἐν τῇ ἀναγνώσει,
45καὶ ἐποίησε τὸ πάσχα, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ ἐποίησε τὴν νηστείαν καὶ τὴν σκηνοπηγίαν, ὡς γέγραπται· Ὅτι, φησὶν, οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ τοῦ Ναυῆ. Ἔσδρας δὲ ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀζωτίους τοῖς Ἑβραίοις, ἔπεισε πάντας

56

.

358

(50)

ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ. Καὶ ἐξέβαλε τὰς γυναῖκας, ὡς παράνομον γάμον, καὶ ὤμοσαν φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες εὐφράνθησαν, καὶ ἀπῆλθε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο
55περὶ τοῦ Ἔσδρα, ὅτι ἀπολλυμένων τῶν βιβλίων ἐξ
ἀμελείας τοῦ λαοῦ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν,357

56

.

359

αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀνα‐ γνώστης, ἐφύλαξε πάντα, καὶ λοιπὸν προήνεγκε, καὶ πάλιν ἐκδέδωκε· καὶ οὕτω διασώζεται τὰ βιβλία. Ἐσθὴρ βιβλίον.
5 Ἐσθὴρ καλεῖται τὸ βιβλίον, ἐπειδὴ διὰ τῆς Ἐσθὴρ ὁ Θεὸς μέλλοντας ἀπολέσθαι παγγενῆ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν ἐπιβουλεῦσαι θε‐ λήσαντα ἐπάταξεν. Ἀρταξέρξης γὰρ ὁ βασιλεὺς τὴν ἰδίαν ἐκβαλὼν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐ‐
10τοῦ τὴν πάντων καλλίστην οὖσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα· καὶ εὑρέθη Ἐσθὴρ τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγε‐ νὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς μέγαν
15ποιήσας τὸν λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου τῇ πρὸς Θεὸν λα‐ τρείᾳ μὴ προσκυνοῦντος τὸν ἄνθρωπον, ὠργίσθη ὁ Ἀμὰν, καὶ μαθὼν ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βα‐ σιλέα Ἀρταξέρξην, καὶ γράφει ὥστε πάντας τοὺς ἐν
20τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ δωδεκάτῳ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων, προὔπεμψε τὴν Ἐσθὴρ ἀξιῶν παρὰ αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοί‐ νυν Ἐσθὴρ νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκό‐
25σμησεν ἑαυτὴν τῷ γυναικείῳ κόσμῳ, καὶ μὴ κλη‐ θεῖσα (οὐκ ἦν γὰρ ἐξὸν μὴ κληθεῖσαν εἰσελθεῖν), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ τῇ εὐχῇ θαῤῥοῦσα. Εἶτα τοῦ βασιλέως θαυμά‐ ζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ
30Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πραότητα· καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι, ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτεῖσθαι, εἴ τι βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν,
35οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν δια‐ χυθεὶς καὶ γανωθεὶς, ὡς ὑπὸ τῆς βασιλίδος ἀξιωθεὶς κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ἐποίησε ξύλον κοπῆναι μέγα, βουλόμενος τὸν Μαρδοχαῖον τῇ ἑξῆς ἡμέρᾳ ἐν αὐτῷ κρεμάσαι. Ὁ δὲ
40βασιλεὺς κατά τινα πρόνοιαν ἀγαθὴν, ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέ‐ λευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Ἀναγινωσκομένων δὲ αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδο‐
45χαίου. Δύο γὰρ εὐνούχους μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ κατήνεγκεν αὐτῷ τῷ βασιλεῖ καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν τῷ τοιούτῳ παρα‐ σχεῖν. Ὡς δὲ εἰσῆλθε πρωῒ πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυν‐

56

.

359

(50)

θάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν ὁ τὸν βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν νομίζων περὶ αὐτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα κα‐ λεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον
55τῆς τοιαύτης ἀξιωθῆναι τιμῆς, καὶ τὸν Ἀμὰν ἔμ‐ προσθεν αὐτοῦ περιπατεῖν. Ἡ δὲ Ἐσθὴρ πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασι‐ λέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν,
60αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦColumn end

56

.

360

βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐ‐ τῆς. Ὁ δὲ βασιλεὺς καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτό‐ μενον τῶν ἰχνῶν τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσεν αὐτὸν μὲν τὸν Ἀμὰν
5εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρε‐ μασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ’ αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες εἰσὶ μύριοι πεντα‐ κισχίλιοι. Γέγονε δὲ ἑορτὴ τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ
10τῷ δωδεκάτῳ, ὅστις καλεῖται Ἄδαρ. Καλεῖται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φουρά. Διὰ τοῦτο κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν τῆς σωτηρίας αὐτῶν. Καὶ ἐν τούτοις τέλος ἔχει τὸ βιβλίον.
15Τωβὶτ βιβλίον. Τωβὶτ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἔστι δὲ ὁ Τωβὶτ ἀπὸ μὲν φυλῆς Νεφθαλεὶμ, γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ ἐλεήμων καὶ θεοσεβής. Καὶ γὰρ
20ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ ἑαυτὸν συνετήρησε. Ἦν δὲ καὶ ἀγοραστὴς τοῦ βασιλέως Ἐνεμασάρου, καὶ παρέθετο ἐν τῇ Μηδείᾳ Γαβαὴλ τάλαντα ιʹ. Οὗτος οὖν ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰου‐
25δαίων. Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχειρὴλ, ἔφυγε. Καὶ ἐπανελθὼν, καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοι‐ μήθη ἔξω τοῦ τείχους, καὶ ὡς εἴωθε κοιμώμενος, ἀνεῳγμένους εἶχε τοὺς ὀφθαλμοὺς, στρουθίων δὲ ἀφο‐ δευσάντων ἄνωθεν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώ‐
30ματα ἔσχε, καὶ οὐκέτι ἔβλεπεν. Ἦν δὲ καὶ ἐν Ἐκ‐ βατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων Ἀσμοδαῖος· ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε [καὶ πάνυ λυπηθεῖσα· ἑπτὰ γὰρ λαβόντας
35ἑξῆς αὐτὴν ἀπέκτεινε]. Καὶ πάνυ λυπηθεῖσα ἡ παῖς ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς τὸν ἀρχ‐ άγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν
40αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλ‐ λεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον. Κατὰ Θεοῦ πρόνοιαν εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦ‐
45ται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. [Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος ὡς ἄνθρωπον λέγοντα εἰδέναι τὴν ὁδόν.] Καὶ συνοδεύει αὐτῷ ὁ ἀρχάγγελος Ῥαφαὴλ ὡς ἄν‐ θρωπος λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγρην ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν

56

.

360

(50)

καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπή‐ δησε τῷ παιδαρίῳ μέγας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος καὶ τεμεῖν αὐτὸν καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, εἰς
55τί χρήσιμα ταῦτα, ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρ‐ δία θυμιώμενα διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθα‐ ρίσει τὰ λευκώματα. Ὁ μὲν οὖν παῖς συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου λαμβάνει τὴν τοῦ Ῥαγουὴλ
θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαι‐359

56

.

361

μονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ
5ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα ὑπέστρεψε μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ τοῦ ἀγγέλου πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἀνέβλεψε. Ὅτε μὲν ἐτυφλώθη ὁ
10Τωβὶτ, ἦν ἐτῶν νηʹ, ὅτε δὲ ἀνέβλεψε, ἦν ἐτῶν ξϛʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥα. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τω‐
15βίᾳ, ἀπελθεῖν εἰς τὴν Μηδίαν διὰ τὴν ἐσομένην κατα‐ στροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφή‐ του, καὶ ἐκλιπὼν ἀπέθανε ἐτῶν ὢν ρνεʹ. Ὁ δὲ υἱὸς αὐτοῦ Τοβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς αὐτοῦ, καὶ ἀκούσας περὶ τῆς κατα‐
20στροφῆς Νινευῒ, ἀπέθανε καὶ αὐτὸς ρζʹ ἐτῶν ὤν. Καὶ ἐν τούτοις τέλος ἔχει καὶ τοῦτο τὸ βιβλίον. Βιβλίον Ἰουδίθ. Ἰουδὶθ καλεῖται τὸ βιβλίον, ἐπειδὴ πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὀλοφέρνου τοῦς υἱοὺς
25Ἰσραὴλ ὁ Θεὸς διὰ τῆς Ἰουδὶθ τοὺς μὲν λαοὺς ἔσωσε, τὸν δὲ Ὀλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη· Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφάξαδ βασιλέα Μήδων, ᾔτησε συμμα‐ χίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ
30δεδωκότων δὲ αὐτῶν, ἀλλ’ ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφάξαδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον. Καὶ ἀπέ‐ στειλε τὸν Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ’ αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ
35εἴδωλα αὐτῶν συνέτριψεν. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφα‐ λίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὀλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὀλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδὸς, καὶ
40ἔφραξαν. Καὶ ὁ μὲν Ὀλοφέρνης παρετάσσετο εἰς πόλεμον. Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὀλοφέρνῃ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς Ὀλοφέρνης ἀπέστρεψεν αὐτὸν εἰς Βε‐
45τουλᾶ, ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν Βετουλᾶ ἀναπαυό‐ μενος. Ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προ‐ καταλαβὼν τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν

56

.

361

(50)

ἀρχόντων, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρείας ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι’ ὅλου νηστεύουσα ἦν), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην, καὶ πολλὰ παρακα‐ λέσασα, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ
55αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφά‐ λισεν αὐτὸν [τῇ τρίτῃ ἡμέρᾳ], ἀγνοούντων στρα‐ τιωτῶν αὐτοῦ, καὶ οὕτω λοιπὸν ἀπὸ τοῦ τείχους οἱ πολῖται ἀφάψαντες τὴν κεφαλὴν Ὀλοφέρνου, τοῖς
αὐτοῦ στρατηγοῖς ὑπέδειξαν. Ἐντεῦθεν οἱ γὰρColumn end

56

.

362

Ἀσσύριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες κατέκοψαν τοὺς Ἀσσυρίους. Σωθέντες δὲ καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὀλοφέρνου. Αὐτὴ δὲ Ἰουδὶθ
5ἀπελθοῦσα εἰς Ἱερουσαλὴμ ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ἐπιστρέψασα εἰς τὸν οἶκον αὐτῆς, τὴν αὐτὴν εἶχε ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύοντος πεῖσαι πρὸς γάμον ἐλθεῖν. Ἀπέθανε δὲ ζήσασα καλῶς ἐν τῇ χηρείᾳ αὐτῆς ἐτῶν ρεʹ. Καὶ ἐν
10τούτοις τέλος ἔχει τὸ βιβλίον. Ἰὼβ βιβλίον. Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ’ αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι
15εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς· καὶ διπλᾶ πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ἐπέζησε δὲ μετὰ τὰς πληγὰς ἔτη ροʹ, ὡς εἶναι τὰ πάντα τῆς ζωῆς αὐτοῦ ἔτη σμʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμ
20πέμπτος ἦν, ἔγγονος Ἡσαῦ. Διὰ δὲ τὴν γενομένην κατ’ αὐτοῦ πληγὴν ἦλθον πρὸς αὐτὸν φίλοι παρακα‐ λεῖν αὐτὸν, καὶ τοσοῦτον φιλονείκως καὶ ἀνηλεῶς πρὸς αὐτὸν διετέθησαν τοῖς λόγοις, ὥστε καὶ ἁμαρτίαν αὐτοῖς τὸ πρᾶγμα λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσε
25τὸν Θεὸν ὑπὲρ αὐτῶν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τῷ Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ηʹ· τοῦ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς· τοῦ Σωφὰρ πρὸς αὐτὸν δύο· καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔτι δὲ καὶ τοῦ Ἐλιοὺζ τοῦ Βαρα‐ χιὴλ τοῦ Βουζίτου. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει
30τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφέλης. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δύο. Καὶ τοῦτο τέλος ἔχει τὸ βιβλίον. Ἔστι δὲ ὁ σκοπὸς αὐτοῦ ἅπας πρὸς ὑπομονὴν ἐκκαλούμενος τοὺς ἐν πειρασμοῖς περιπίπτον‐
35τας, κἂν πάνυ ἐπ’ εὐσεβείᾳ μεμαρτύρηνται, καὶ μὴ σκανδαλίζεσθαι, ἀλλ’ ἐπιφωνεῖν· Ὁ Κύριος ἔδωκε, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· ἔτι καὶ τὸ, Γυμνὸς
40ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπε‐ λεύσομαι ἐκεῖ· καὶ ἐντεῦθεν λοιπὸν μανθάνειν πόση τῆς ὑπομονῆς ἡ ὠφέλεια· καὶ γὰρ ἐντεῦθεν κἀκεῖ τὴν μισθαποδοσίαν λήψονται ὡς Ἰώβ. Ἔτι δὲ καὶ ἀναδείξῃ ὁ Θεὸς ἀπείραστος κακῶν, πειράζει δὲ
45οὐδένα· παραχωροῦντος δὲ τοῦ Θεοῦ πειρασμοὶ τοῖς ἀνθρώποις ὑπὸ δαιμόνων ἐπέρχονται, διὰ τὴν ἑκάστου δοκιμὴν καὶ τελείωσιν. Φασὶ δὲ Σολομῶντα συν‐ τεταχέναι καὶ τοῦτο τὸ βιβλίον, εἰ μὴ ἄρα Μωϋσέως ἐστὶ σύγγραμμα. Ἡ μὲν περιοχὴ τοῦ βιβλίου τοῦτον

56

.

362

(50)

ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν, ὡς ἦν Ἰὼβ οἰκῶν ἐν χώρᾳ τῇ Αὐσίτιδι· εἶτα μαρτυρία τῆς Γραφῆς περὶ τῆς ἀγαθῆς αὐτοῦ πολιτείας· καὶ ὅτι ἦσαν οἱ υἱοὶ αὐτῷ ζʹ, καὶ θυγατέρες ϛʹ· καὶ περὶ ἀριθμοῦ
55τῶν κτηνῶν αὐτοῦ. Καὶ ὅτι πορευόμενοι οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ’ ἑκάστην ἡμέραν σὺν ταῖς τρισὶν ἀδελφαῖς αὐτῶν. Καὶ ἐπέστελλε Ἰὼβ καὶ ἐκαθάριζε τοὺς υἱοὺς αὐτοῦ, προσφέρων περὶ αὐτῶν θυσίαν τῷ Κυρίῳ. Πρώτη μαρτυρία τοῦ Κυρίου
60περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον, πρώτη φθονολογία
τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν Κύριον. Ἔδωκεν ἐξου‐361

56

.

363

σίαν ὁ Κύριος τῷ διαβόλῳ, πάντα ὅσα ἦν τῷ Ἰὼβ, ἐκτὸς αὐτοῦ μόνου. Πρῶτον εὐαγγελίζεται ὁ διάβολος τῷ Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν ἵππων καὶ τῶν ὄνων, καὶ τοῦ παταγμοῦ τῶν παίδων. Περὶ τοῦ δευ‐
5τέρου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰώβ· Ἐμπεπύρισταί σου τὰ πρόβατα, καὶ οἱ ποιμαίνοντες αὐτά. Περὶ τοῦ τρίτου ἀγγέλου, ὃς εἶπε πρὸς Ἰὼβ περὶ τῆς αἰχμαλωσίας τῶν καμήλων καὶ τοῦ παταγμοῦ τῶν παίδων. Τέταρ‐ τος ἄγγελος ἔρχεται πρὸς αὐτὸν, ὅτι Συνεπτώθη ἡ
10οἰκία, καὶ ἐθανατώθησαν πάντες οἱ υἱοί σου. Ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ, οὐδὲ ἥμαρτε Ἰὼβ ἐναντίον Κυρίου. Καὶ δευτέρα μαρτυρία τοῦ Κυρίου πρὸς τὸν διάβολον, ἐγκωμιάζουσα τὸν Ἰὼβ, καὶ δευ‐ τέρα φθονολογία τοῦ διαβόλου περὶ Ἰὼβ πρὸς τὸν
15Κύριον. Καὶ ὡς ἀπέδοτο Κύριος τὸν Ἰὼβ, φυλαττο‐ μένης τῆς ψυχῆς. Ἐξελθὼν δὲ ὁ διάβολος ἔπαισε τὸν Ἰὼβ ἀπὸ ποδῶν ἕως κεφαλῆς. Καὶ καθίσας Ἰὼβ ἐπὶ τῆς κοπρίας ἔξεε τὸν ἰχῶρα. Ἐντέλλεται τῷ Ἰὼβ ἡ γυνὴ αὐτοῦ εἰπεῖν εἰς Κύριον, καὶ τελευτῆσαι· καὶ
20ἐπιτιμᾷ αὐτῇ. Ἤκουσαν οἱ τρεῖς φίλοι τοῦ Ἰὼβ, Ἐλιφὰζ ὁ Θαιμανιτῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ ὁ Μηναίων βασιλεὺς πάντα τὰ ἐπελθόντα αὐτῷ. Καὶ παρεγένοντο πρὸς αὐτὸν ἕκαστος ἐκ τῆς ἰδίας χώρας, τοῦ ἐπισκέψασθαι αὐτὸν, καὶ
25ἐπιγνόντες αὐτὸν, διέῤῥηξεν ἕκαστος τὴν στολὴν αὐ‐ τοῦ ἐπὶ τῷ πάθει. Μετὰ δὲ τὴν πληγὴν πρῶτον ἤνοι‐ ξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν ἡμέραν καὶ τὴν νύκτα ἐν ᾗ ἐγεννήθη. Περὶ τοῦ, Ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον, οὕτω δέδοται τοῖς ἐν
30πικρίᾳ φῶς, οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσι. Θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις. Ὑπολαβὼν πρῶτος Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει πρὸς Ἰώβ· Μνήσθητι τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο. Ὅτι γαυρίαμα δρα‐
35κόντων ἐσβέσθη· μυρμηκολέων δὲ ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι λεόντων ἔλιπον ἀλλήλους. Ὡς οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον Κυρίου, καὶ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ. Οἱ ἄφρονες, φησὶ, κἂν ῥίζας βάλωσιν, εὐθέως βρω‐
40θήσεται ἡ δίαιτα αὐτῶν, διότι ἃ ἐκεῖνοι συνήγα‐ γον, δίκαιοι ἔδονται. Ἄνθρωπος, φησὶ, γεννᾶται κόπῳ, καὶ νεοσσοὶ γυπῶν ὑψηλὰ πέτονται. Κατα‐ λαμβάνει δὲ Κύριος τοὺς σοφοὺς ἐν φρονήσει αὐ‐ τῶν, καὶ τὰς βουλὰς τῶν πολυπλόκων ἐξιστᾷ. Τὸν
45ἀθῷον ἐξ ἀναγκῶν ἐξελεῖται Κύριος, καὶ ἐν τῷ ἑβδόμῳ οὐ μὴ ἅψεται αὐτοῦ κακόν. Σὺ δὲ γνῶθι σεαυτὸν, εἴ τι ἔπραξας. Πρώτη πρὸς Ἐλιφὰζ τοῦ Ἰὼβ ἀντίλεξις· περὶ τοῦ, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ

56

.

363

(50)

ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμ‐ μου παραλίας βαρύτερα ἔσται. Περὶ τοῦ, Μὴ γὰρ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ’ ἢ τὰ σιτία ζητῶν; Εἰ δὲ καὶ ῥήξει φωνὴν (βοῦς) ἐπὶ φάτνης ἔχων τὰ βρώματα; Μὴ ἰσχὺς λίθων καὶ ἰσχύς μου;
55αἱ σάρκες μού εἰσι χάλκεαι; Ὅτι, Ὥσπερ πειρα‐ τήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ. ὅτι, Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι; Ὅτι, Ἐπιστά‐ μενος τὸν νοῦν τῶν ἀνθρώπων, διατί ἔθου με
60κατεντευκτήν; Μετὰ δὲ Ἐλιφὰζ δεύτερος ὑπολαβὼν Βαλδὰδ ὁ Σαυ‐
χεώτης λέγει πρὸς Ἰώβ· Μέχρι τίνος λαλήσεις;Column end

56

.

364

Πνεῦμα πολυῤῥῆμον ἐν τῷ στόματί σου. Μὴ ὁ Κύ‐ ριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας οὐ παρέξει τὸ δίκαιον; Περὶ τοῦ, Ὥσπερ οὐ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψοῦται βούτομος ἄνευ
5πότου· ἔτι γὰρ ὢν ἐπὶ ῥίζαν, οὐ μὴ θερισθῇ. Πρὸ τοῦ γὰρ πεσεῖν πᾶσαν βοτάνην ξηρανθήσεται· οὕτως ἔσται τὰ ἔσχατα πάντα τῶν ἐπιλανθανο‐ μένων τοῦ Θεοῦ. Πρώτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· ὅτι, Ἐπ’
10ἀληθείας οἶδα, ὅτι οὕτως ἐστί· πῶς γὰρ ἔσται δί‐ καιος [βροτὸς] παρὰ Κυρίῳ; Περὶ τοῦ, Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπ’ ἐδάφους, ποιῶν Πλειάδα καὶ Ἕσπερον. Τίς κρίματος Θεοῦ ἀντιστήσεται; Ἐάν τε γὰρ ὦ δί‐
15καιος, τὸ στόμα μου ἀσεβήσει· κἄν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. Περὶ τοῦ· Ὁ βίος μού ἐστιν ἐλαφρότερος δρομέως. Εἰ καὶ ἐστὶ ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; Μνή‐ σθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν
20ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, καὶ τὰ ἑξῆς. Ὥσπερ ἐγινόμην οὐκ ὤν. Διατί ἐκ γα‐ στρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; ὅτι [sic]. Μετὰ Ἐλιφὰζ Βαλδὰδ, μετὰ Βαλδὰδ Σωφὰρ ὁ Μη‐ ναῖος κατὰ τὴν οἰκείαν τάξιν, ὥσθ’ ἕκαστον αὐτῶν
25περιμένειν τὰ κρείττονα λέγειν πρὸς τὸν Ἰώβ. Ὁ τὰ πολλὰ λέγων, καὶ ἀντακούσεται. Περὶ τοῦ· ὅτι Ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθα‐ ρόν. Ἐκδύσῃ δὲ ῥύπον, καὶ οὐ φοβηθήσῃ, καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθόν. Ἡ γὰρ
30εὐχή σου ὡς ἑωσφόρος. Πρώτη τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· ὅτι, Ὑμεῖς μόνοι ἐστὲ ἄνθρωποι, ἢ μεθ’ ὑμῶν τελευτήσει σο‐ φία; Κἀμοὶ μὲν καρδία καθ’ ὑμᾶς ἔσται. Περὶ τοῦ, Τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου
35ἐποίησε ταῦτα; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ ψυχὴ πάν‐ των τῶν ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Ἐὰν, φησὶ, τὸ ὕδωρ κωλύσῃ, ξηρανεῖ τὴν γῆν· ἐὰν δὲ ἐπαφῇ, ἀπώλεσεν αὐτὴν καταστρέψας. Περὶ τοῦ, Τίς καθαρὸς ἔσται ἀπὸ ῥύπου; Ἀλλ’
40οὐθεὶς, ἐὰν κἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ, Δένδρῳ ἐστὶν ἐλπίς· ἐὰν μὲν ἐκκοπῇ, καὶ πάλιν ἀνθήσει, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. Ἀνὴρ δὲ τελευτήσας ᾤχετο· πεσὼν δὲ βροτὸς, οὐκέτι ἔνι.
45 Δευτέρα ἀρχὴ πάλιν. Ἐλιφὰζ πρὸς Ἰώβ· ὅτι, Πό‐ τερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα; Ἐλέγξαι σε γὰρ τὸ στόμα σου, καὶ μὴ ἐγώ. Περὶ τοῦ, Τίς γὰρ ὢν βροτὸς, ἔσται ἄμεμπτος; ἢ ἔσται δίκαιος γεννητὸς γυναικός;

56

.

364

(50)

Δευτέρα ἀντίλεξις Ἰὼβ πρὸς Ἐλιφάζ. Ἀκήκοα γὰρ τοιαῦτα πολλά. Παρακλήτορες γὰρ κακῶν πάντες. Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου· ὁ δὲ συ‐ νίστωρ μου ἐν ὑψίστοις. Εἴη δὲ ἔλεγχος ἀνδρὶ ἐναντίον Κυρίου. Περὶ τοῦ, Τὴν νύκτα εἰς ἡμέραν
55τέθεικε. Ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος. Θάνατον γὰρ ἐπεκάλεσα πατέρα μου εἶναι, μητέρα δὲ καὶ ἀδελφήν μου σαπρίαν. Δεύτερος δὲ πάλιν ὑπολαβὼν Βαλδὰδ, λέγει πρὸς Ἰώβ· Μέχρι τίνος οὐ παύσῃ; Τί γὰρ, ἐὰν σὺ ἀπο‐
60θάνῃς, ἀοίκητος ἡ ὑπ’ οὐρανόν; Δευτέρα Ἰὼβ πρὸς Βαλδάδ· Ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου, καὶ καθαιρεῖτέ με λογισμοῖς; καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοι; Περὶ τοῦ, Τὴν δόξαν μου
ἐξ ἐμοῦ ἐξεῖλε, ἀφεῖλε δὲ στέφανον ἀπὸ κεφαλῆς363

56

.

365

μου, ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. Περὶ τοῦ, ὅτι Ἀπ’ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελε‐ ήμονες γεγόνασι. Θεράποντά μου ἐκάλεσα, καὶ
5οὐχ ὑπήκουσε· καὶ ἱκέτευον τὴν γυναῖκά μου, καὶ οὐ προσέσχε· προσεκαλούμην δὲ υἱοὺς παλλακί‐ δων μου, εἰς τὸν αἰῶνα δὲ ἀπεποιήσαντό με. Ἐλεήσατέ με, ἐλεήσατε, ὦ φίλοι. Διατί με διώκετε, ὥσπερ ὁ Κύριος; Τίς γὰρ ἂν δοίη γραφῆναι τὰ ῥή‐
10ματά μου; Παρὰ Κυρίου ταῦτά μοι συνετελέσθη. Ὁ γὰρ ὀφθαλμός μου ἑώρακε καὶ οὐκ ἄλλος. Ῥί‐ ζαν λόγου εὑρήσομεν ἐν αὐτῷ. Εὐλαβήθητε καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος. Δεύτερον πάλιν ὑπολαβὼν Σωφὰρ λέγει πρὸς Ἰώβ·
15Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα. Περὶ τοῦ, Εὐφροσύνη ἀσεβῶν πτῶμα ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ὅτε δὲ δοκεῖ ἤδη ἐστη‐ ρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Περὶ τοῦ, Ὀστᾶ αὐτοῦ ἀνεπλήσθησαν νεότητος αὐτοῦ. Καὶ ὅτι, Ἂν
20γλυκανθῇ ἐν τῷ στόματι αὐτοῦ κακία, κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ. Ὥσπερ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτῆς, οὕτω πλοῦτος ἐξ ἀδί‐ κων συναγόμενος ἐξεμεθήσεται. Ὅτι, Εἰς κενὰ καὶ μάταια ἐκοπίασε, συνάγων πλοῦτον ἐξ οὗ οὐ
25γεύσεται. Ὅτι, Πολλῶν ἀδυνάτων οἴκους ἔθλασε. Τρῶσαι αὐτὸν, φησὶ, τόξον χάλκειον, καὶ διεξέλ‐ θοι διὰ στόματος αὐτοῦ βέλος. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσουσιν. Αὕτη γὰρ ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου.
30 Δευτέρα τοῦ Ἰὼβ πρὸς Σωφὰρ ἀντίλεξις· Ἀκού‐ σατε, ἀκούσατέ μου τῶν λόγων, ἵνα ᾖ μὴ παρ’ ὑμῶν παράκλησις. Τί γάρ; μὴ ἀνθρώπῳ μου ἡ ἔλεγξις; Διὰ τί γὰρ ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ καὶ εὐθηνίᾳ; Διεσώθη δὲ αὐτῶν
35ἐν γαστρὶ ἔχουσα. Ὅπου Λέγει ὁ ἀσεβὴς τῷ Κυ‐ ρίῳ· Ἀπόστηθι ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τί ἱκανὸς ὅτι δουλεύσομαι αὐτῷ; Πό‐ τερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Αὐτὸς δὲ πόνους διακρίνει. Ὥστε
40οἶδα ὑμᾶς, ὅτι τόλμῃ ἔγκεισθέ μοι. Καὶ περὶ τοῦ, Ποῦ ἐστιν οἶκος ἀρχόντων; Εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός· καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται. Τρίτος πάλιν ὑπολαβὼν Ἐλιφὰζ λέγει· Πότερον
45οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπι‐ στήμην; Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; Ἐνταῦθα λέγει Ἐλιφὰζ πρὸς Ἰὼβ, ὅτι Χήρας ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Καὶ εἶπας, Τί ἔγνω ὁ ἰσχυρός; Οἱ λέ‐

56

.

365

(50)

γοντες, Τί ποιήσει ἡμῖν Κύριος; καὶ τί ἐπάξεται ἡμῖν ὁ πάντων κρατῶν; Περὶ τοῦ, Καθαρὸν ἀπο‐ δώσει σε Κύριος ὥσπερ ἄργυρον πεπυρωμένον. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν ἱλαρῶς. Εὐξαμένου δέ σου πρὸς αὐτὸν, εἰσακούσεταί σου, καὶ δια‐
55σωθήσῃ ἐν καθαραῖς χερσί σου. Τρίτη τοῦ Ἰὼβ ἀντίλεξις πρὸς Ἐλιφάζ. Καὶ δὴ οἶδα, ὅτι χειρός μου ἡ ἐλεημοσύνη μού ἐστι, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονε ἐπ’ ἐμῷ στεναγμῷ. Εἰ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι σκότος. Ἀσεβεῖς
60ὅρον ὑπερέβησαν, καὶ γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων. Ἀναφανείη τὰ φυτὰ αὐτῶν ἀπὸ γῆς ξηρά· ἀγκαλίδα γὰρ ὀρφανῶν ἥρπασαν. Τρίτος ὑπολαβὼν Βαλδὰδ λέγει· Ὁ ποιῶν τὴν
σύμπασαν ἐν ὑψίστῳ. Μὴ γάρ τις ὑπολάβοι, ὅτιColumn end

56

.

366

ἐστὶ παρέλκυσις σπείραντι (l. πειραταῖς). Πῶς δὲ δίκαιος βροτὸς ἔναντι Κυρίου; Ἐὰν δὲ ἄνθρωπος σαπρία, καὶ εἰ υἱὸς ἀνθρώπου σκώληξ; Τρίτη τοῦ Ἰὼβ πρὸς Βαλδὰδ ἀντίλεξις· Τίνι μέλ‐
5λεις βοηθεῖν; ἢ τίνι ἐπακολουθήσεις; Οὐχ ᾧ με‐ γίστη δύναμις; Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐ‐ τοῦ. Ὁ κρεμάζων γῆν ἐπ’ οὐδενὸς, δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ. Προστάγματι δὲ ἐθανά‐ τωσε δράκοντα ἀποστάτην.
10 Μηκέτι προσθέντος καὶ τοῦ Σωφὰρ τρίτως, ἀλλ’ ὑποσιωπησάντων καὶ τῶν μειζόνων δύο, ὡς οὐκέτι λόγον ἐχόντων ἐν στόματι, διὰ τὸ θέσθαι δίκαιον τὸν Ἰὼβ, ἐπισυνάπτει τὸ περὶ αὐτοῦ προοίμιον δεύτερον Ἰώβ· κἀκεῖνοι σιωπήσαντες ἀκούουσιν ὠφελούμενοι.
15Ζῇ, φησὶ, Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ παν‐ τοκράτωρ μου, ὁ πικράνας μου τὴν ψυχήν· ᾖ μὴν ἔτι τῆς πνοῆς ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσειν μου τὰ χείλη ἀνομίαν. Ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ Κυρίου. Ἰδοὺ
20δὴ πάντες οἴδατε, ὅτι κενὰ κενοῖς ἐπιβουλεύετε. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυ‐ ρίου. Ὅτι ἐὰν πολλοὶ γένωνται οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται· χήρας δὲ αὐτῶν οὐδεὶς ἐλεήσει. Ἐὰν συνάγῃ ὁ ἀσεβὴς ἴσα γῇ ἀργύριον· τόπος
25ὅθεν γίνεται; τόπος δὲ χρυσίου ὅθεν διηθεῖται; Σίδηρος μὲν ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. Πᾶν τίμιον, φησὶν, εἶδέ μου ὁ ὀφθαλ‐ μός. Ἡ δὲ σοφία αὐτοῦ πόθεν εὑρέθη; Ἄβυσσος εἶπε, Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπε, Οὐκ
30ἔστι μετ’ ἐμοῦ. Ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώ‐ τατα. Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, καὶ χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. Ὁ Κύριος εὖ συνέστησε αὐτῆς τὴν ὁδόν· αὐτὸς γὰρ τὴν ὑπ’ οὐρανὸν πᾶσαν ἐφορᾷ, εἰδὼς τὰ ἐν τῇ γῇ
35πάντα, ἀνέμων σταθμὸν, ὑδάτων μέτρα. Εἶπεν ἀνθρώπῳ· Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Ἀποσιωπησάντων δὲ τῶν τριῶν, προσθεὶς Ἰὼβ ἐν τῷ προοιμίῳ λέγει· Τίς ἄν με θείη κατὰ μῆνα ἔμ‐ προσθεν ἡμερῶν, ὧν με ὁ Θεὸς ἐφύλαξεν; Ὅτε
40ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ἐξεπο‐ ρευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυ‐ νατῶν. Εὐλογία ἀπολλυμένων ἐπ’ ἐμὲ ἐπέλθοι. Ὀφθαλμὸς, φησὶν, ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν,
45πατὴρ δὲ ἀδυνάτων. Συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέ‐ σπασα. Ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετὸν, οὕτως οὗτοι τὴν ἐμὴν λαλιάν. Κατεσκή‐ νουν ὡς βασιλεὺς ἐν μονοζώνοις. Ἀφρόνων υἱοὶ,

56

.

366

(50)

καὶ ἄτιμοι ὄνομα· νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. Ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. Ἥγησαι δέ με ἴσα πηλῷ, ἐν γῇ καὶ σποδῷ μου ἡ μερίς. Χειρὶ δὲ κραταιᾷ με ἐμαστίγωσας. Ἀδελφὸς, φησὶ, γέγονα
55Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰ ἐξηκολούθησε ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ. Θυμὸς γὰρ ἀνδρὸς ἀκα‐ τάσχετος τοῦ μιᾶναι αὐτοῖς γυναῖκα. Εἰ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα, ἀπὸ δὲ
60κουρᾶς ἀμνῶν μου οὐκ ἐθερμάνθησαν οἱ ὦμοι αὐ‐ τῶν, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός μου. Εἰ γὰρ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου, καὶ εἶπε ἡ καρδία μου, Εὖγε, ἀκοῦσαι ἄρα τὸ
οὖς μου τὴν κατάραν μου Εἰ μὴ ῥήξας αὐτὴν365

56

.

367

ἀπέδωκα, οὐθὲν λαβὼν ἀπὸ χρεωφειλέτου, εἰ ἐπ’ ἐμοὶ ἡ γῆ ἐστέναξε, ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη. Τὰ περὶ Ἐλιοὺζ τοῦ Βαραχιὴλ τοῦ Βουζίτου· ὡς ὠργίσθη τῷ Ἰὼβ, ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναν‐
5τίον Κυρίου. Ὑπολαβὼν Ἐλιοὺζ ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης, εἶπε· Νεώτερός εἰμι τῷ χρόνῳ· διὸ ἡσύ‐ χασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμὴν ἐπιστήμην. Ἐξαναστὰς Ἐλιοὺζ ἐν ἀναιδείᾳ καταλέ‐ γει τοῦ Ἰὼβ, τῶν τριῶν ἀποσιωπησάντων· Πάλιν
10λαλήσω· πλήρης γάρ εἰμι ῥήματος. Εἶπε δὲ Ἐλιοὺζ πρὸς Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με. Ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν. Ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας. Ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου, καὶ
15μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ. Ἤλεγξε δὲ αὐτὸν ἐν μαλακίᾳ ἐπὶ κοίτης. Ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα, ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐ‐ τοῦ ἐμπλήσει μυελοῦ. Τότε, φησὶν, ἀπομέμψεται αὐτὸς ἑαυτῷ λέγων· Οἷα συνετέλουν; Οὐκ ἄξια
20ἤτασέ με ὧν ἥμαρτον. Ἔτι ἐλάλησεν Ἐλιοὺζ πρὸς Ἰώβ· Ἐνωτίζου, [Ἰὼβ], καὶ ἄκουέ μου· κώφευσον καὶ λαλήσω. Εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι· θέλω γὰρ δικαιολογηθῆναί σοι. Ἔτι προσθεὶς Ἐλιοὺζ τρίτον λέγει· Ἀκούσατέ μου, σοφοὶ, οἱ
25ἐπιστάμενοι ἐνωτίσασθαι καλόν· ὅτι οὖς λόγους δοκιμάζει. Ἔτι εἶπεν Ἐλιούζ· Τίς ἀνὴρ ὥσπερ Ἰὼβ, πίνων μυκτηρισμὸν ὥσπερ ὕδωρ; οὐχ ἁμαρ‐ τὼν, οὐδὲ ἀσεβήσας; [Μή μοι εἴη] καὶ ἔναντι Παν‐ τοκράτορος ταράξαι τὸ δίκαιον. Ἀλλ’ ἀποδιδοῖ
30ἀνθρώπῳ καθὰ ποιεῖ ἕκαστος αὐτῶν. Ἀσεβὴς ὁ λέγων βασιλεῖ, Παρανομεῖς παρανομῶν. Καὶ, Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐναντίον μου. Ὅτι Κύριος πάντα ἐφορᾷ, καταλαμβάνων ἀνεξιχνία‐ στα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.
35Ἀνὴρ σοφὸς ἀκήκοέ μου τὸ ῥῆμα· Ἰὼβ δὲ οὐκ ἐν συνέσει ἐλάλησε. Τέταρτον προσθεὶς Ἐλιοὺζ λέγει πρὸς Ἰώβ· Τί τοῦτο ἡγήσω ἐν κρίσει; Σὺ τίς εἶ, ὅτι εἶπας, Δίκαιός εἰμι ἐναντίον Κυρίου; Τὸ πέμπτον προσθεὶς Ἐλιοὺζ τῷ λόγῳ, καὶ οὔτε Ἰὼβ,
40οὔτε οἱ τρεῖς φίλοι προσποιοῦνται αὐτὸν ὡς ἄθεον. Δῆλον οὖν ἐκ τότε, ὅτι μετενόησαν οἱ τρεῖς. Καὶ λέ‐ γει πρὸς Ἰώβ· Μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέγειν. Εἶπεν Ἐλιούζ· Ἐνωτίζου ταῦτα, Ἰώβ. Στῆθι, νουθετοῦ δύναμιν
45Κυρίου. Μὴ βίβλος ἢ γραμματεύσας σοι παρέ‐ στηκε; ἢ ἀπὸ βοῤῥᾶ νέφη χρυσαυγίζοντα; Ἐμφανισθεὶς ὁ Θεὸς δικαιοῖ τὸν Ἰὼβ, καὶ διδάσκων τὸ μυστήριον τοῦ Χριστοῦ, εἶπε πρὸς Ἰώβ· Τίς οὗτος ὁ κρύπτων μου βουλὴν, συνέχων δὲ ῥήματα ἐν

56

.

367

(50)

καρδίᾳ; Διάλογος Κυρίου, ὅτι Ἔφραξα θάλασσαν πύλαις. Εἶπα δὲ αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ’ ἐν σεαυτῇ διατριβήσονταί σου τὰ κύματα. Λόγος Κυρίου, ὅτι Σὺ λαβὼν πη‐ λὸν, ἔπλασας ζῶον; Ἀνοίγονταί σοι φόβῳ πύλαι
55θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Ἔτι, Ἦλθες ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; Πόθεν δὲ ἐκπορεύεται πά‐ χνη; τίς δὲ ἡτοίμασε ὑετῷ λάβρῳ ῥύσιν; Ἔτι, Τίς ἐστιν ὑετοῦ πατήρ; Ἐκ γαστρὸς δὲ τίνος
60ἐκπορεύσεται κρύσταλλος; Πάχνην δὲ ἐν οὐρανῷ καὶ βώλους δρόσου τίς τέτοκε; Καλέσεις δὲ νέφος
φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ἐπακούσεταίColumn end

56

.

368

σου; Ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται; Τίς δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν; Ἔτι, Τίς ἡτοίμασε κόρακι βοράν; Νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι πλανώμενοι, τὰ σῖτα ζη‐
5τοῦντες. Ὅτι, Πτέρυξ πετομένη ἐλάσει, ἐὰν συλ‐ λάβῃ ἀσίδα καὶ νῆσσα. Ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς. Ὅτε κατεσιώπησε αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ καταγελάσεται ἵππου. Καὶ, Ἐκ τῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθε‐
10σθεὶς αὐλίζεται. Ἔτι ἐλάλησε Κύριος τῷ Ἰώβ· Μὴ κρίσιν μετὰ ἱκανοῦ κρίνῃς; ἐλέγχων δὲ Θεὸν ἀποκριθήσεται αὐτῇ; Ἐλάλησε Ἰὼβ τῷ Κυρίῳ, ὅτι, Ἐγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχων Κύριον, ἀκούων.
15Ἐλάλησε Κύριος πρὸς Ἰὼβ ἐκ τοῦ νέφους δεύτερον ἐμφανισθεὶς αὐτῷ· Ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Λόγος Κυρίου· Ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δε‐ ξιά σου [σῶσαι]. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοὶ
20χόρτον ἴσα βουσὶν ἐσθίουσιν. Ἡ δὲ δύναμις αὐτῷ ἐπὶ ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν ὡς κυπά‐ ρισσον. Αἱ πλευραὶ αὐτοῦ, πλευραὶ χάλκειαι· ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός. Ὑπὸ δὲ πάντα τὰ δένδρα κοιμᾶται. Ἄξεις δὲ, φησὶ, λέοντα ἐν ἀγκί‐
25στρῳ· περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐ‐ τοῦ. Πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ Ἡγεῖται μὲν σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. Οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον.
30 Ἕως ὧδε, καὶ ἐπαύσατο λέγειν Ἰώβ· Οἶδα πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν. Τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν; Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἤλεγξε Κύριος Ἐλιφὰζ τὸν Θαιμανί‐ την, ὅτι ἥμαρτε αὐτὸς καὶ οἱ δύο φίλοι αὐτοῦ, ὅτι
35οὐκ ἐλάλησεν ἐνώπιον Κυρίου ἀληθὲς, οὐδὲ ὥσπερ θεράπων αὐτοῦ Ἰώβ. Ἐνταῦθα ἱλασμὸς τῶν τριῶν φίλων διὰ Ἰὼβ τοῦ ἱερέως τοῦ Θεοῦ. Ὡς ηὔξησε Κύ‐ ριος τὸν Ἰώβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φί‐ λων αὐτοῦ, ἀφῆκεν αὐτοῖς Κύριος ἁμαρτίαν. Ὡς
40ἤκουσαν πάντες ἐκ τοῦ γένους Ἰὼβ, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔφαγον καὶ ἔπιον παρ’ αὐτῷ, καὶ θαυμά‐ σαντες αὐτὸν ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν, καὶ τετράδραχμον χρυσοῦν. Ὡς γέγραπται αὐτὸν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν. Ἐν οἷς
45καὶ ἡ δύναμις ἅπασα τοῦ βιβλίου Ἰώβ. Σοφία Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον· καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν

56

.

368

(50)

τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία με‐ ρική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ
55ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοῦ‐ τον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς
60θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή‐367

56

.

369

λου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρί‐ ναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέ‐
5κτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσε‐ ται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον
10οὐ τὸ πολυχρόνιον. Εἰ καὶ ἀσεβὴς τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ’ ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθή‐ σονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων, ἐν τῇ κρίσει, ἰδόντες τὴν
15δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπαὶ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ· μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς καθολικῆς Ἐκ‐
20κλησίας, πῶς ἄρχειν δεῖ, ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπα‐ θὴς ὑμῖν ὢν ἄνθρωπος ἐκ κελεύσεως Θεοῦ πεπαίδευ‐ μαι. Περὶ Χριστοῦ· τῇ σοφίᾳ τοῦ Θεοῦ, ὅτι πάντων
25τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον· Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε. Μία γὰρ οὖσα πάντα δύνα‐ ται, καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει. Τὴν σοφίαν, φησὶν, ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ
30ἐξ αὐτῆς ἔσχον σαρκικὰ καὶ πνευματικά. Ὅτι τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα τὸ φωτίζον με περὶ αὐτῆς. Καὶ ἐπέμφθη, ἵνα συγκοπιάζῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς
35σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει. Οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼτ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐξεῤῥύσατο διὰ Μωσέως, καὶ
40ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας, μακροθυμίᾳ δὲ χρώμε‐ νος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοι‐ χειολατρῶν, βατράχων, σφηκῶν, μυῶν, ἀκρίδων,
45σκνιφῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων κατεσκευασμέ‐ νων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν, ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ

56

.

369

(50)

ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων
55ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτη‐ ρία τοῦ λαοῦ σου δι’ ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι’ ὄφεων καὶ μυῶν ἀπέκτει‐ νεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας
60γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις
ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά·Column end

56

.

370

τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός· καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ, τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων,
5σωτηρία Ἰσραὴλ δι’ αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ, Ἀαρὼν ἐξιλάσατο, Κυ‐ ρίῳ προσευξάμενος καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ, ἀνελεήμων θυμὸς, τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν
10ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κι‐ θαρίζοντι. Ἐν οἷς πᾶσα δύναμις τῆς Σοφίας Σολο‐ μῶντος τῆς λεγομένης Παναρέτου.
15Παροιμίαι Σολομῶντος. Παροιμίαι Σολομῶντος τὸ βιβλίον καλεῖται, ἐπειδὴ καὶ ταύτας Σολομών ἐστιν ὁ λαλήσας καὶ γράψας. Οὗτος δὲ διαδεξάμενος τὴν βασιλείαν Δαυῒδ τοῦ πα‐ τρὸς αὐτοῦ, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ
20πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν, καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίησε καὶ ἐλάλησε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε
25περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων, καὶ περὶ πάντων τῶν ζώων. Συνέγραψε δὲ, ὡς μέν τινές φασι, τρία μόνα βιβλία. Τοῦτό τε, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων· ὡς δέ τινες, καὶ τὴν Σοφίαν τὴν ἀπογεγραμμένην καὶ λεγομένην Πανάρε‐
30τον· γνησίαν γὰρ αὐτοῦ καὶ ταύτην λέγουσιν εἶναι. Καὶ τοῦτον μὲν Παροιμίαι ἐπέγραψεν. Εἰσὶ δὲ πα‐ ροιμίαι λόγοι σοφοὶ, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἐπαγγέλλονται. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ πα‐
35ροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγου‐ σιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε τοῦ Κυρίου πολλὰ εἰρηκότος, πρότερον ἐγκεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· Ἴδε νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις· ὡς τῶν παροιμιῶν
40μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσιν, διὰ τοῦτο Παροιμίας ἔγραψε (l. ἐπέγραψε) τὸ βιβλίον. Ὠνομάσθη δὲ παροιμία, ἐπειδὴ παρὰ πάσης ὁδοῦ ἐγράφησαν οἱ τοιοῦτοι λόγοι, πρὸς διόρθωσιν καὶ δι‐
45δασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς πορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέ‐ ποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτω παι‐ δεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς

56

.

370

(50)

οὕτως, ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ με‐ ταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονή‐ σεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώ‐
55σκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγμα‐ τα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας. Ἐπειδὴ γὰρ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν, διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν δι‐
60δάσκει, ἵνα μὴ τῇ ὁμωνυμίᾳ τῆς σοφίας εἰς τὰ σο‐ φίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν ἐμπέσῃ
τις. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ369

56

.

371

Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. Αἱρετικοὶ δὲ παιδεύεσθαι νομίζοντες ἐξεστράφησαν, καὶ ἁμαρ‐ τάνουσιν ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων
5τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἑλκυσθεὶς ἀπάτῃ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος ταχέως καὶ τὴν παρὰ Θεοῦ γνῶσιν δέξεται. Ταύτῃ γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων
10φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ ὄντος Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον, οἱ δὲ εἰδώλοις αὐτὸν ὁμοίως ἐλάτρευσαν. Αἱρετικοὶ δὲ καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖ‐
15ται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ λέγων, Δόξα Θεοῦ κρύπτει λόγον· τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Καὶ πάλιν, Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ
20ἐποίησεν ὁ Κύριος. Καὶ, Δανειστοῦ καὶ χρεωφει‐ λέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖ‐ ται ἀμφοτέρων ὁ Κύριος. Καὶ, Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πά‐ σας τροχιὰς αὐτοῦ σκοπεύει. Καὶ τὸ μὲν κριτικὸν
25αὐτοῦ φησι· Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ. Καὶ πάλιν· Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας (legebatur in Ms. χώρας). Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ’ ὅτι διὰ τοῦ
30ἰδίου λόγου καὶ τῆς σοφίας πάντα ποιεῖ· ὃ μάλιστα χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι. Λέγει γοῦν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ πάλιν, Ὁ Θεὸς ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν.
35Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐ‐ τῷ, καὶ ὅτε ἀφώριζε τὸν αὑτοῦ θρόνον ἐπ’ ἀνέ‐ μων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ.
40Στροφαὶ λόγων εἴρηνται, ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγ‐ κείμενον νοῦν. Οἷά εἰσι· Διεσώθη ἀπὸ τοῦ καύμα‐ τος υἱὸς νοήμων· ἀνεμόφθορος γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος. Καὶ πάλιν, Ἐπιμελοῦ τῶν ἐν τῷ
45πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. Καὶ πάλιν, Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι· καὶ τὰ ὅμοια τούτοις. Δικαιοσύνης ἀληθοῦς

56

.

371

(50)

νόησις εἴρηται, ἐπειδή τινες ἐξειλήφασι τὸ δίκαιον· τῶν μὲν λεγόντων, Δίκαιόν ἐστι, τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ,
55Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει τούτοις· τὸ ἀληθὲς δίκαιον, τὸ ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ
60ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Ἔπειτα τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθ‐ ῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. Καὶ οὗτος μὲν εἷς τύπος. Δεύτερος δὲ, δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ,
τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισό‐Column end

56

.

372

τητα· ἀλλὰ τῷ μὲν λογικῷ, Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ
5τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· Ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικὸν, Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν ἐκφέρει αὐτοῦ ἄφρων· ὁ δὲ σοφὸς
10ταμιεύεται κατὰ μέρος. Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ, προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ
15Θεοῦ νόμον, ὥς φησι· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρῖνε πάντας ὑγιῶς. Διάκρινε δὲ πέ‐ νητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, δί‐ καιός ἐστιν, ἐπικατάρατος τοῖς λαοῖς καὶ μιση‐ τὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει
20οὐ καλόν. Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρίμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ
25λογιστικὸν, λέγων· Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυ‐ τοῦ γινόμενος, κρίμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ’ ἑτέρου· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; ὁ λέγων, Μὴ μοιχεύσῃς,
30μοιχεύεις; Ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα, δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον κα‐
35ταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν; ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ,
40ὕστερον ἐπέφερε, Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφε‐ λεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν. Καὶ πάλιν· Ὥσπερ ἄνεμοι, καὶ νέφη, καὶ
45ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλ’ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ’ ὡς παρ’ αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις

56

.

372

(50)

αὐτῶν προσφερόμενοι· οἷοί εἰσι· Καρδίας εὐφραι‐ νομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καὶ, Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Καὶ, Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦν‐
55τας καλύπτει φιλία. Καὶ, Ὃς καταφρονεῖ πρά‐ γματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φο‐ βούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι,
60ἀληθεῖς εἰσιν, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρω‐ ποι ἀπὸ τοῦ τέλους γνωρίζουσι τὸ πρᾶγμα· οἷόν ἐστιν, ὅτι ὁ ἄδικος φαῦλός ἐστι, καὶ ὁ μοιχὸς οὐ κα‐
λός· τοῦτο δὲ καὶ παντὶ δῆλον ἂν εἴη. Οἱ δὲ σοφοὶ371

56

.

373

τὰς ἀρχὰς τῶν πράξεων προλέγουσιν, ἵν’ ἕκαστος γινώσκων τὰς ἀρχὰς τῶν κακῶν φυλάττηται, καὶ ὥσπερ σύμβολον τῶν τῆς ψυχῆς κινημάτων παραγ‐ γέλλουσιν, οἷά ἐστι τὰ προειρημένα· Μῖσος ἐγείρει
5νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας κα‐ λύπτει φιλία. Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου ὁ μὴ φιλονεικῶν, γνώρισμα ἀγάπης ἔχει. Καὶ οὐκ ἄν
10τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα· ὡς πάλιν τὸ, Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός· καὶ πᾶς ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυ‐ μον μηδεμίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως
15οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως, ὅθεν συνίστανται, λέγοντες, ὅτι τῆς μὲν φιλο‐ νεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προη‐ γεῖται ἀγάπη, καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ
20μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀνα‐
25λύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κα‐ κῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράτ‐ τειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐν‐
30τυγχάνοντα τὸ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗ‐ ται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν.
35ᾍδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν, Ἀρκεῖ. Καὶ πάλιν· Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγι‐ νώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως
40ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι· καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μέν ἐστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν. Καὶ ἡ μὲν περιοχὴ τοῦ βιβλίου τῶν
45Παροιμιῶν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ ἀνακεφαλαίωσις ἐν τούτοις. Ἐν προοιμίοις περὶ αὐτῶν τῶν παροιμιῶν Σολομῶντος υἱοῦ Δαυῒδ, ὃς ἐβασίλευσε ἐν Ἱερουσαλὴμ, τοῦ γνῶναι σοφίαν καὶ παιδείαν. Καὶ ὅτι Ἀρχὴ σοφίας φόβος Κυρίου.

56

.

373

(50)

Περὶ τοῦ ἀκούειν νόμους πατρὸς, καὶ μὴ ἀπώσασθαι θεσμοὺς μητρός. Περὶ τοῦ μὴ πλανηθῆναι, μηδὲ συμ‐ πορεύεσθαι ὁδοὺς μετὰ τῶν συντελούντων ἄνομα· κοινὸν γὰρ βαλάντιον κέκτηνται. Ὅτι σοφία ἐν ἐξό‐ δοις ὑμνεῖται, ἀσεβεῖς δὲ ἐμίσησαν αἴσθησιν. Ἐπειδὴ
55ἐκάλουν, καὶ οὐχ ὑπήκουσάν μου, διὰ τοῦτο, ὅταν καλέσωνταί με, οὐχ ὑπακούσομαι αὐτῶν. Περὶ τοῦ, Δέχου ῥήσεις ἐντολῶν, καὶ εἰσακούσεται σοφίας τὸ οὖς σου, ἵνα συνήσῃς δικαιοσύνην καὶ κρίμα. Ὦ οἱ καταλιπόντες ὁδοὺς εὐθείας, καὶ χαίροντες ἐπὶ
60διαστροφῇ κακῇ. Περὶ τοῦ, Μή σε καταλάβῃ βουλὴ
κακὴ, ἵνα εὕρῃς τρίβους δικαιοσύνης λείας. ΠερὶColumn end

56

.

374

τοῦ μὴ ἐπιλανθάνεσθαί σε τήρησιν νόμου, ἵνα μακρο‐ βιώσῃς ἐν εἰρήνῃ. Περὶ τοῦ εἶναί σε πεποιθότα ἐν ὅλῃ καρδίᾳ ἐπὶ Θεῷ, καὶ μὴ εἶναι φρόνιμον παρ’ ἑαυ‐ τῷ, ἀλλὰ τιμᾷν τὸν Κύριον ἀπὸ τῶν δικαίων πόνων.
5Περὶ τοῦ μὴ ὀλιγωρεῖν παιδείας Κυρίου· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει. Καὶ, Μακάριος ἄνθρωπος ὃς εὕρῃ σοφίαν. Περὶ τοῦ μὴ παραῤῥύεσθαί σε, ἀλλὰ τηρεῖν βουλὴν καὶ ἔννοιαν, ἵνα ἔσται ἴασις τῇ σαρκί σου. Περὶ τοῦ μὴ ἀποσχέσθαι εὖ ποιεῖν ἐνδεῆ,
10ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Καὶ, Μὴ τέκταινε ἐπὶ σῷ φίλῳ κακὰ, ὅτι ἀκάθαρτος ἐνώπιον Κυρίου πᾶς παράνομος. Ὅτι, Κύριος ὑπερηφάνοις ἀντιτάσσε‐ ται, ταπεινοῖς δὲ μεταδίδωσι χάριν. Καὶ περὶ τοῦ ἀκούειν παιδείας πατρός. Περὶ τοῦ, Υἱὲ, ἐμῇ ῥήσει
15πρόσεχε, καὶ πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, καὶ Κύριος ὀρθὰς ποιήσει τὰς τροχιάς σου. Περὶ τοῦ μὴ προσέχειν φαύλῃ γυναικί· Ὁδοὺς γὰρ ζωῆς οὐ μετέρχεται, μακρὰν ποίησον ἀπ’ αὐτῆς σύνοδον. Περὶ τοῦ, Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· καὶ
20πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἡδεῖα. Ἐν γὰρ τῇ ταύτης σοφίᾳ συμπεριφερόμενος, πολλοστὸς ἔσῃ. Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ νεανία, καὶ γίνου σοφώτερος· ὅτι πολλὴν ἐν τῷ ἀμητῷ ποι‐ εῖται τὴν παράχυσιν. Περὶ τοῦ πορεύοντος πρὸς
25τὴν μέλισσαν, Καὶ μάθε ὡς ἐργάτις ἐστί. Περὶ τοῦ, Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι; Ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι. Διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλειά σου. Περὶ φυλακῆς νόμων πατρός· Ὅτι λύχνος ἐντολῶν καὶ φῶς ἐστι καὶ ζωῆς ὁδός. Περὶ
30τοῦ, Ἀποθέσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια αὐτοῦ οὐ κατακαύσει; ἢ περιπατήσει ἐπ’ ἀνθρά‐ κων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει οὗτος; Ὁ εἰσελθὼν εἰς γυναῖκα ὕπανδρον οὐκ ἀθωωθήσεται. Περὶ τοῦ, Οὐ θαυμαστὸν ἐὰν κλέ‐
35πτων ἁλῷ τις· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπολεῖ τὴν ψυχὴν αὐτοῦ. Περὶ τοῦ, Τίμα τὸν Θεὸν, καὶ ἰσχύσεις, καὶ φύλασσε ἐμὰς ἐντο‐ λὰς, καὶ ἐπίγραψον αὐτὰς ἐπὶ τὸ πλάτος τῆς
40καρδίας σου, ἵνα τηρήσωσί σε ἀπὸ γυναικὸς ἀλ‐ λοτρίας καὶ πόρνης. Περὶ τοῦ κηρῦξαί σε σοφίαν, ὅτι ἐπ’ ἄκρων τῶν ὑψηλῶν ἐστιν, ὅτι τιμιωτέρα ἐστὶν ἀργυρίου, καὶ γνησιωτέρα ὑπὲρ χρυσίον δεδοκιμα‐ σμένον, καὶ ὅτι, Φόβος Κυρίου μισεῖ ἀδικίαν. Περὶ τοῦ,
45Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐ‐ τοῦ. Περὶ τοῦ, ὅτι Ἡ σοφία ᾠκοδόμησε ἑαυτῇ οἶκον. Περὶ τοῦ, Ἔλεγχε σοφὸν, καὶ ἀγαπήσει σε. Ἐὰν σοφὸς γένῃ, σεαυτῷ ἔσῃ, καὶ τοῖς πλη‐ σίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις

56

.

374

(50)

τὰ κακά. Ὅτι γυνὴ ἄφρων καὶ θρασεῖα, ἐνδεὴς ψωμοῦ γίνεται. Πενία ἄνδρα ταπεινοῖ· υἱὸς δὲ πεπαιδευμένος σοφὸς ἔσται. Μνήμη δικαίου μετ’ ἐγκωμίων. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πε‐ ποιθώς. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ
55τύπτει ἄνδρα ἀκάρδιον. Ὁδοὺς ζωῆς φυλάσσει παιδεία· καλύπτουσι δὲ ἔχθραν χείλη δίκαια.
Ἄφρων πράσσει κακά· στόμα δὲ δικαίου ἀποστά‐373

56

.

375

ζει σοφίαν. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσοῦ καὶ ἀργύρου, ἢ λίθων, ἢ ξύλων εἰδώλων (l. εἴδωλα) κα‐ τασκευασαμένων. Ὅτι ἐστὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ εἰδωλοποιῶν, ἢ ζωγραφοῦντος
5εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολα‐ τρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώ‐ λων. Περὶ πάντων τῶν εἰδώλων τῆς τῶν ἐθνῶν λα‐ τρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων,
10καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Σύνοψις τοῦ Σιράχ. Περὶ φόβου Θεοῦ, περὶ τοῦ μὴ θυμοῦσθαι, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ, περὶ πει‐
15ρασμῶν καὶ ὑπομονῆς, περὶ τιμῆς τῆς εἰς τοὺς γο‐ νεῖς, περὶ ἐπιεικείας, περὶ τοῦ μὴ δεῖν ζητεῖν βαθύ‐ τερα τῶν προστεταγμένων, περὶ ἐλεημοσύνης καὶ ὀρφανῶν προστασίας. Περὶ σοφίας, περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· πολλὰ δὲ περὶ τῆς βλαβερᾶς
20ἐνταῦθα λέγει. Περὶ τοῦ μὴ δεῖν δεδόσθαι τῷ πόθῳ τῶν χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυ‐ μος γάρ ἐστιν ὁ Θεός· δεῖν δὲ ἐξιλάσασθαι αὐτόν. Περὶ φλυαρίας, περὶ ὑπερηφανίας, περὶ φίλων δοκιμα‐
25σίας, περὶ παιδείας, περὶ ἀκροάσεως ἐπωφελοῦς. Περὶ τοῦ μὴ ἁμαρτάνειν, μὴ ψεύδεσθαι, μὴ φλυαρεῖν, μὴ δευτεροῦν λόγον ἐν προσευχῇ· τουτέστιν, ἐν οἷς ἂν ὑπόσχῃ Θεῷ, μὴ ὑπέρθῃ. Περὶ γυναικὸς, περὶ οἰκετῶν, περὶ κτηνῶν, περὶ τέκνων, περὶ πατρὸς, περὶ
30τῆς κατὰ Θεὸν εὐλαβείας, περὶ τῆς εἰς τοὺς ἱερεῖς τιμῆς, περὶ τῆς εἰς τοὺς κακουμένους ἐπισκέψεως. Περὶ τοῦ μὴ μάχεσθαι, μὴ ὀνειδίζειν, μὴ παρορᾷν διηγημάτων σοφῶν γερόντων. Περὶ σωφροσύνης, περὶ φιλίας, περὶ τοῦ μὴ ζηλοῦν ἁμαρτωλούς. Περὶ κριτοῦ
35συνετοῦ καὶ ἄφρονος, περὶ ὑπερηφανίας, περὶ ἐπιει‐ κείας, περὶ τοῦ μὴ ἀκρίτως καὶ ἀνεξετάστως μέμφε‐ σθαι. Περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς. Περὶ τῆς τῶν πλουσίων θεραπείας, ἧς παρὰ πολλῶν τυγχά‐ νουσι, καὶ περὶ τῆς ἐνίων αὐτῶν πλεονεξίας. Περὶ
40μικρολόγων, οὓς θρῖπας καλοῦσι, τοὺς μὴ μεταδι‐ δόντας ἑτέροις. Περὶ κτήσεως σοφίας, περὶ τοῦ αὐτε‐ ξουσίου. Περὶ τοῦ ἄπαιδα εἶναι, ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει τὸν Θεόν. Περὶ τῶν κτι‐ σμάτων, περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, καὶ τιμῆς
45ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως, περὶ ἐλεη‐ μοσύνης καὶ μετανοίας, περὶ τοῦ μὴ ἀσωτεύεσθαι. Περὶ φυλακῆς μυστηρίων, περὶ ἄφρονος αἰσχύνης βλαβερᾶς. Περὶ τοῦ μετανοεῖν ἐπὶ ἁμαρτήμασι, περὶ τοῦ μὴ πλεονεκτεῖν, περὶ συνετοῦ καὶ ἄφρονος, περὶ

56

.

375

(50)

θυγατρὸς θυσίας, περὶ ἀπροσεξίας μωροῦ, περὶ διανοίας στεῤῥᾶς, περὶ τοῦ μὴ ἀπαραφυλάκτως φθέγ‐ γεσθαι. Περὶ τοῦ κατανύττεσθαι τοῖς ἁμαρτήμασι, περὶ τοῦ μὴ ὀμνύναι, περὶ σοφίας. Περὶ γυναικὸς πονηρᾶς καὶ ἀγαθῆς, περὶ ἐμπόρων, περὶ ἐκλαλούν‐
55των μυστήρια. Περὶ τοῦ εἰς πρόσωπον ἐπαινοῦντος,
ὕστερον δὲ χλευάζοντος. Περὶ τοῦ ἀφιέναι τῷ πλη‐Column end

56

.

376

σίον τὰ εἰς αὐτὸν πλημμελούμενα. Περὶ γλώσσης δολίας, περὶ τοῦ δανείζειν τῷ πλησίον, οὐχὶ τόκους λαβεῖν, ἀλλὰ κιχρᾷν τῷ δεομένῳ. Περὶ τοῦ ἐπιστρό‐ φως παιδεύειν τέκνα, περὶ οἰκετῶν, περὶ ἀλόγων,
5περὶ ἐνυπνίων. Περὶ τῶν φοβουμένων τὸν Θεὸν, περὶ τῶν ἐξ ἀδικίας θυσιῶν, περὶ προσφορῶν τῶν ἐκ δι‐ καιοσύνης. Περὶ φιλαργυρίας, περὶ λαιμαργίας, περὶ μέθης. Ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀν‐ θρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, τοὺς
10μὲν εὐλογεῖσθαι, τοὺς δὲ καταραθῆναι ἐποίησε. Περὶ ἰατρείας, περὶ τοῦ μὴ ἄγαν κρατεῖσθαι λύπῃ. Περὶ τοῦ δεῖν τῷ νόμῳ καὶ τοῖς τοῦ Θεοῦ νόμοις κρατεῖ‐ σθαι. Περὶ τῶν τοῦ Θεοῦ ἔργων, περὶ τῶν τιμωριῶν, περὶ τῆς ἀνθρωπίνης φύσεως, ὅτι πολλῶν ἐμπέπλη‐
15σται φόνων καὶ φροντίδων. Περὶ τῶν τοῦ Θεοῦ ἔργων. Σύνοψις τῶν τῷ προφήτῃ Ἡσαΐᾳ εἰρημένων. Κατηγορία τοῦ Ἰσραὴλ καὶ συμφορὰ, καὶ παραί‐ τησις θυσιῶν, καὶ παραίνεσις βελτίονος βίου. Προφη‐ τεία περὶ τῆς Ἐκκλησίας, καὶ τῆς ἐσομένης εἰρήνης.
20Κατηγορία τοῦ Ἰσραὴλ, καὶ πολιορκία ἐσομένη. Κατ‐ ηγορία τῆς τρυφῆς αὐτῶν καὶ τῆς ὑπερηφανίας. Ἀποβολὴ τοῦ Ἰσραὴλ διὰ τοῦ παραδείγματος τοῦ ἀμπελῶνος. Διαβάλλει τοὺς ἄρχοντας τοῦ Ἰσραὴλ εἰς πλεονεξίαν καὶ εἰς μέθην, καὶ προλέγει αὐτοῖς ἐρή‐
25μωσιν. Καὶ ἀπειλεῖ τοῖς προτιμῶσι τοὺς ψευδοπροφή‐ τας τῶν προφητῶν. Ἄνοδος τῶν πολεμίων αὐ‐ τῶν. Ὁρᾷ τὴν ὀπτασίαν, ἐν ᾗ ἐκαθάρθη αὐτοῦ τὰ χείλη. Ἐπιστρατεύει ὁ Σύρων βασιλεὺς μετὰ τῶν Ἰσραηλιτῶν ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ προφητεύει ὁ
30Ἡσαΐας περὶ τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀνόδου Ναβουχοδονόσορ. Προφητεία τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ τῆς ἰσχύος καὶ ὑπερηφανίας καὶ ἀπωλείας τοῦ Ἀσσυρίου. Περὶ τῶν πιστευόντων Χριστῷ, περὶ τῆς κατὰ σάρκα
35γεννήσεως τοῦ Χριστοῦ· περὶ τῆς τῶν εἰς αὐτὸν πι‐ στευόντων ἐπιεικείας. Ἀπώλειαν Βαβυλῶνος καὶ τῶν ἀλλοφύλων προφητεύει. Ἀπώλεια Μωαβιτῶν. Περὶ Χριστοῦ προφητεία. Ἀπώλεια Δαμασκοῦ, καὶ τοῦ Ἰσραὴλ συμφορὰ καὶ σωτηρία. Ἀπώλεια Αἰγύπτου.
40Ἀλληγορεῖ κάκωσιν εἰς τὰ ἔθνη τὰ μὴ πιστεύσαντα τῷ Κυρίῳ, καὶ εἰς τὴν ἐρήμωσιν τῆς ἀσεβείας αὐτῶν. Κελεύεται Ἡσαΐας γυμνὸς περιπατῆσαι. Ἐπιστρα‐ τεία Μήδων καὶ Βαβυλωνίων γενομένη κατὰ Ἰδου‐ μαίας καὶ Ἀραβίας. Πολιορκία Ἱερουσαλὴμ ἡ ἐσχάτη
45ὑπὸ Ναβουχοδονόσορ. Πρόῤῥησις τῷ Σωμνᾷ τῷ ταμίᾳ περὶ τῆς ἀπωλείας. Οἱ δὲ ταμίαι, τουτέστιν, οἱ φύ‐ λακες τῶν ἐν τῷ ἱερῷ χρημάτων, ἀπὸ τῶν ἱερέων ἦσαν. Ἀπώλεια Τύρου, καὶ ἡ μετὰ ταῦτα σωτηρία, καὶ περὶ τῶν Ἐκκλησιῶν ἀλληγορικῶς. Ἀπώλεια Βαβυ‐

56

.

376

(50)

λῶνος ὑπὸ Μήδων, καὶ ἐπ’ αὐτῇ εὐχαριστία τῷ Θεῷ375

56

.

377

ὑπὸ τοῦ προφήτου. Καὶ περὶ τῶν Χριστῷ πιστευόν‐ των προφητεία, περὶ τῆς τοῦ διαβόλου ἀπωλείας τῆς ὑπὸ Χριστοῦ γενομένης· περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα παρουσίας· περὶ τῆς εἰς Χριστὸν πίστεως.
5Ἐγκαλεῖται ὁ Ἰσραὴλ, ὅτι τὴν ἐλπίδα ἀπὸ Θεοῦ ἀπο‐ στήσας, ἐπὶ τοὺς Αἰγυπτίους αὐτὴν μετήγαγε· καὶ προαγορεύεται αὐτῷ κακὰ, καὶ εὐθηνία μετὰ ταῦτα. Προφητεύεται δὲ ἐν τῷ αὐτῷ περὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν τῆς εἰς
10Χριστὸν, καὶ περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ. Περὶ τῆς Ἐκκλησίας ἱστορία, ὡς μὲν κατὰ τὴν πρόχειρον εἰς τὴν Ἰδουμαίαν καὶ τὴν Ἱερουσαλὴμ, κατ’ ἀναγω‐ γὴν δὲ εἰς τὴν ἐρημίαν τῶν Ἰουδαίων, καὶ εἰς τὴν εὐπραγίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Τὰ κατὰ τὸν
15Σεναχηρείμ. Προφητεία περὶ Ἰωάννου τοῦ Προδρό‐ μου, καὶ τῶν εἰς Χριστὸν πιστευόντων. Τῆς τοῦ Θεοῦ δυνάμεως ἔνδειξις, καὶ κατηγορία τοῦ Ἰσραὴλ, ὡς εἰδωλολατροῦντος, καὶ τῶν εἰς τὸν λαὸν εὐεργεσιῶν ὑπόμνησις. Περὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως,
20καὶ εἰδώλων ἀσθενείας. Περὶ Χριστοῦ προφητεία, καὶ τῶν εἰς αὐτὸν πιστευόντων. Ὀνειδίζει τῷ Ἰσραὴλ ἁμαρτιῶν ἕνεκεν. Λέγει διὰ τὴν παρακοὴν αὐτῶν ἐπε‐ νηνέχθαι αὐτοῖς τὰς συμφοράς. Περὶ τῆς εἰς Χρι‐ στὸν πίστεως. Ὅτι καὶ μὴ θύοντα εἴασε τὸν λαὸν, καὶ
25οὐκ ἀπῄτει τὴν διὰ θυσιῶν λατρείαν. Καὶ περὶ τῶν εἰς Χριστὸν πιστευόντων προφητεία. Ἔλεγχος τῆς τῶν εἰδώλων ἀσθενείας, καὶ ἔνδειξις τῆς τοῦ Θεοῦ δυ‐ νάμεως. Ἀπώλεια Βαβυλῶνος, καὶ τῆς σκληροκαρ‐ δίας Ἰουδαίων ἔλεγχος, καὶ χρηστῶν πραγμάτων
30προφητεία. Περὶ Χριστοῦ προφητεία καὶ παράκλησις Ἱερουσαλήμ. Περὶ τῶν ἀποστόλων καὶ περὶ Χριστοῦ προφητεία. Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεν‐ νήσεως, καὶ περὶ πάθους, καὶ ἀναστάσεως, καὶ πλή‐ θους τῶν εἰς αὐτὸν πιστευόντων. Περὶ τοῦ Χριστοῦ
35ἅμα καὶ περὶ τοῦ Ἰσραὴλ κατὰ ἱστορίαν, κατὰ ἀναγωγὴν περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Κατη‐ γορία Ἰουδαίων εἰδωλολατρείας ἕνεκεν, καὶ τῆς νη‐ στείας αὐτῶν παραίτησις, καὶ ἑτέρας νηστείας βελ‐ τίονος ὑπόδειξις. Εἶτα κατηγορία τῶν δολερῶν αὐτῶν
40ἔργων καὶ βουλευμάτων, καὶ προφητεία περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Περὶ Χριστοῦ προφητεία, καὶ περὶ τῶν ἰάσεων τῶν εἰς ψυχὴν καὶ εἰς σῶμα γενομέ‐ νων ὑπ’ αὐτοῦ, καὶ περὶ τῶν ἀποστόλων καὶ περὶ τῶν λοιπῶν τῶν πιστευόντων αὐτῷ. Περὶ τοῦ πάθους. Καὶ
45παρὰ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγη‐ σις, καὶ παρὰ τοῦ Κυρίου ἔλεγχος ἐκείνων ἀπειθείας, καὶ πρόσληψις τῶν πιστευόντων αὐτῷ, καὶ κατηγορία τῆς Ἰουδαίων εἰδωλολατρείας. Περὶ τῶν πιστευόντων ἐξ Ἰουδαίων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

56

.

377

(50)

Κατηγορία τῶν ἀπειθησάντων περὶ τῆς μελλούσης ζωῆς. Σύνοψις τῶν τῷ προφήτῃ Ἱερεμίᾳ εἰρημένων. Προαγόρευσις τῶν ἐσομένων κακῶν τῷ Ἰσραὴλ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Ἔλεγχος τῆς εἰδωλολατρείας
55τοῦ Ἰσραὴλ, καὶ ὑπόμνησις τῆς τοῦ Θεοῦ εὐεργεσίας εἰς αὐτοὺς, καὶ τῶν κακῶν, ἃ ἐκ τοῦ πεποιθέναι Αἰ‐ γυπτίοις ὑπέμειναν. Τῆς τῶν εἰδώλων ἀσθενείας ἔλεγχος, καὶ τῆς αὐτῶν τῶν Ἰσραηλιτῶν ἀνθρωποθυ‐ σίας κατηγορία. Τοῦ Ἰσραὴλ κατηγορία, καὶ ἀπὸ
60συγκρίσεως τῆς πρὸς αὐτὸν αὔξησις τῶν τοῦ Ἰούδα
τολμημάτων· καὶ προαγόρευσις χρηστῶν τῷ Ἰσραὴλ,Column end

56

.

378

εἰ ἐπιστρέψει πρὸς τὸν Θεόν· καὶ ὑπὸ τοῦ προφήτου, ὡς παρὰ τοῦ λαοῦ, ἐξομολόγησις. Ἡ ἄνοδος τῶν Βα‐ βυλωνίων, καὶ τοῦ προφήτου θρῆνος ἐπὶ τῇ μελλούσῃ ἐρημώσει, καὶ αὐτῆς τῆς ἐρημώσεως ὑπογραφή. Κατ‐
5ηγορία τοῦ λαοῦ, ὅτι οὐδένα ἔσχεν οὕτω δίκαιον, ὥστε στῆσαι τοῦ Θεοῦ τὴν ὀργὴν, καὶ τῆς πονηρίας αὐτῶν ἔλεγχος. Ὅτι οὐ μέχρι θεμελίων ἔχει κατα‐ στραφῆναι Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ. Καὶ ἄνοδος τῶν Βαβυλωνίων, καὶ κατηγορία τῆς ἀπει‐
10θείας τοῦ Ἰσραὴλ, ὅτι οὐκ ἠνείχοντο ἀκοῦσαι τοῦ προφήτου. Κατηγορία τῶν ψευδοπροφητῶν παραλογι‐ ζομένων τὸν λαόν· τοῦ γὰρ Ἱερεμίου λέγοντος, ὅτι Πόλεμος ἔσται, αὐτὸς ἔλεγεν, Οὐχὶ, ἀλλὰ εἰρήνη ἔσται. Παραίτησις θυσιῶν, καὶ ἄνοδος τοῦ Βαβυλωνίου, καὶ
15τῆς ἀνεπιστρόφου διανοίας Ἰουδαίων ἔλεγχος. Παρ‐ αινεῖ τῷ Ἰούδᾳ πρὸς τὸ γενέσθαι αὐτοὺς βελτίονας, καὶ ἀπειλεῖ, εἰ μὴ γένοιντο, τὰ αὐτὰ πείσεσθαι αὐ‐ τοὺς τῷ Ἰσραήλ· καὶ κωλύει τὸν Ἱερεμίαν δεῖσθαι ὑπὲρ αὐτῶν. Παραίτησις θυσιῶν, κατηγορία τῆς
20ἀπροσεξίας αὐτῶν, καὶ τῆς ἀνθρωποθυσίας, ἣν ἐποι‐ οῦντο τοῖς δαίμοσι. Καὶ προαγόρευσις τοῦ τάφον ἔσεσθαι τὸν τόπον τοῦ εἰδώλου αὐτῶν, καὶ τοῦ μηδὲ τάφοις τινὰς τῶν ἀναιρουμένων παραδίδοσθαι. Ἔτι περὶ τῆς ἀνόδου τῶν πολεμίων, καὶ θρῆνος Ἱερεμίου
25ἐπὶ ταῖς κακίαις αὐτῶν. Κατηγορία τῶν Ἰουδαίων, ὡς ἀπεριτμήτων τῇ καρδίᾳ, καὶ παραίνεσις πρὸς τὸ μὴ εἰδωλολατρεῖν, καὶ ὡς παρὰ τοῦ λαοῦ θρῆνος ἐπὶ τοῖς μέλλουσι κακοῖς, καὶ κατηγορία παρὰ τοῦ Θεοῦ. Παραίνεσις τοῦ Ἰσραὴλ πρὸς τὸ ὑπακούειν Θεῷ, καὶ
30κατηγορία τῶν πατέρων αὐτῶν, καὶ αὐτῶν κακὰ ἐσό‐ μενα. Καὶ κωλύεται πάλιν Ἱερεμίας προσεύ‐ χεσθαι ὑπὲρ αὐτῶν. Ἀποδύρεται ὁ προφήτης ἐπιβου‐ λευόμενος ὑπὸ Ἰουδαίων ἐν Ἀναθὼθ, καὶ προλέγει διὰ τοῦτο ἑπόμενον αὐτοῖς ὄλεθρον. Τὸ περίζωμα κε‐
35λεύεται κρύψαι Ἱερεμίας, καὶ προλέγει πληρωθήσε‐ σθαι αὐτοὺς, καὶ μεθυσθήσεσθαι ἀπὸ κακῶν. Περὶ τῆς ἀβροχίας· καὶ κωλύεται προσεύχεσθαι ὑπὲρ αὐ‐ τῶν ὁ προφήτης, καὶ παραιτεῖται ὁ Θεὸς τὰ ὁλοκαυ‐ τώματα αὐτῶν, καὶ τὰς νηστείας, καὶ ἀπειλεῖ τοῖς
40ψευδοπροφήταις κακὰ, ἐπειδὴ ἔλεγον ὅτι οὐκ ἔσονται συμφοραὶ τῷ λαῷ. Ἱκετεύει τὸν Θεόν· ὁ δέ φησιν, οὐκ εἰσακούσεσθαι, οὐδὲ ἐὰν Μωϋσῆς καὶ Σαμουὴλ πρεσβεύωσιν ὑπὲρ αὐτῶν, ἀλλὰ δώσειν αὐτοὺς εἰς μάχαιραν καὶ θάνατον, καὶ λιμὸν καὶ αἰχμαλωσίαν,
45καὶ εἰς διασπασμὸν κακῶν. Καὶ Ἱερεμίας εὔχεται τιμωρηθῆναι τοὺς ὀνειδίζοντας αὐτόν· ὁ δὲ Θεός φησιν αὐτῷ· Ἐὰν ἐξάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ. Κελεύεται μὴ γῆμαι ὁ Ἱερεμίας, μηδὲ θρηνεῖν, μηδὲ τοῦ γινομένου τοῖς ἀποθνήσκουσι κοι‐

56

.

378

(50)

νωνεῖν τοῖς Ἰσραηλίταις. Περὶ τῶν ἀποστόλων, περὶ Χριστοῦ προφητεία· τοὺς λόγους τῶν ἀπιστούντων αὐτῷ ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν. Καὶ παραινεῖ τοῖς Ἰουδαίοις, ὥστε τὸ σάββατον τη‐ ρεῖν. Εἰς τὸν οἶκον τοῦ κεραμέως πέμπεται ὁ προ‐
55φήτης. Πέρας λαλήσω, φησὶν ὁ Θεὸς, ἐπὶ βασι‐ λείας, ὥστε ἀναιρεῖν αὐτήν· καὶ ἐὰν ἐπιστρέψωσιν, οὐ μὴ ἀνέλω. Καὶ πέρας λαλήσω, φησὶν, ἐπὶ ἔθνος ἢ βασιλείαν, τοῦ ἀνοικοδομεῖσθαι. Καὶ ἐὰν ποιή‐ σωσι τὸ πονηρὸν, οὐ ποιήσω κἀγὼ περὶ τῶν ἀγαθῶν
60ὧν ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτο δὲ χρήσιμον πρὸς Ἰουδαίους τὸ κεφάλαιον, ὅταν λέγωσιν ὅτι ἐπηγγεί‐
λατο αὐτοῖς ἀγαθὰ ὁ Κύριος. Ἀπειθήσαντες γὰρ τῷ377

56

.

379

Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, αὐτοὶ ἑαυτοῖς αἴτιοι ἐγένοντο τῶν παρόντων κακῶν. Τὴν κατ’ αὐτοῦ γινο‐ μένην ἐπιβουλὴν ὑπὸ Ἰουδαίων ὁ προφήτης προλέγει, καὶ κατεύχεται αὐτῶν, ὅτι πονηρὰ ἀντὶ ἀγαθῶν ἀπο‐
5δεδώκασι. Κελεύεται ὁ Ἱερεμίας βικὸν ὀστράκινον λαβὼν, καὶ διαμαρτυράμενος τὰ κακὰ τοῦ λαοῦ, συν‐ τρῖψαι τὸν βικὸν κατ’ ὀφθαλμοὺς αὐτῶν, καὶ εἰπεῖν· Οὕτω συντριβήσεται Ἱερουσαλήμ. Καὶ ἐμβληθεὶς ὑπὸ τοῦ Πασχὼρ εἰς τὸν καταράκτην, προφητεύει τῷ
10Πασχὼρ τὰ ἐκδεξόμενα αὐτῷ κακά. Εἶτα ἀσχάλλει ἐπὶ τοῖς διασύρουσιν αὐτὸν, καὶ κατεύχεται αὐτῶν, καὶ καταρᾶται τῇ ἡμέρᾳ τῇ ἑαυτοῦ. Πέμπει Σεδε‐ κίας ὁ βασιλεὺς μαθεῖν παρὰ Ἱερεμίου, εἰ ἀπελεύσε‐ ται ἀπ’ αὐτοῦ Ναβουχοδονόσορ. Ὁ δέ φησιν, ὅτι ὁ
15Θεὸς πολεμήσει τοὺς Ἰουδαίους, καὶ τὸν βασιλέα Σε‐ δεκίαν. Εἰ δὲ βούλοιτο ὁ λαὸς ἑκὼν προσχωρῆσαι τῷ Ναβουχοδονόσορ, σωθήσεσθαι αὐτὸν, καὶ τὸν βασιλέα δὲ οὐκ ἀπολεῖσθαι, εἰ τῆς οἰκείας ἀποστὰς κακίας, τοῖς τοῦ Θεοῦ προστάγμασι προσέχειν ἐθέλοι. Κατὰ
20τοῦ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, καὶ κατὰ τῶν ποι‐ μένων εἰς τὸν Κύριον προφητεία, καὶ τῶν ψευδοπρο‐ φητῶν κατηγορία. Χρηστὰ τῷ Ἰούδᾳ προφητεύει. Τῷ δὲ ὑπολειφθέντι λαῷ ἐν Ἱερουσαλὴμ μετὰ Σεδεκίου διὰ τοῦ ὑποδείγματος τῶν συκῶν προφητεύει τοῦ
25Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ πάντων τῶν ἐθνῶν τὴν ἀπώλειαν διὰ τοῦ ποτηρίου τούτου δηλῶν. Προαγο‐ ρεύει ἀπώλειαν τῆς Ἱερουσαλήμ. Καὶ συλλαμ‐ βάνεται ἐπὶ θανάτῳ Ἱερεμίας ὑπὸ τῶν ἱερέων, καὶ ἐκφεύγει τὸν κίνδυνον. Κελεύεται ὁ προφήτης περι‐
30θεῖναι ἑαυτῷ δεσμοὺς, καὶ τοῖς πρέσβεσι τῶν ἀλλοφύ‐ λων εἰπεῖν, ὥστε ἀπαγγεῖλαι τοῖς βασιλεῦσιν αὐτοῖς ὑποταγῆναι τῷ Ναβουχοδονόσορ· ἀπειλεῖν γὰρ τὸν Θεὸν θάνατον τοῖς μὴ ὑποτασσομένοις αὐτῷ. Παραινεῖ δὲ ταύτην τὴν παραίνεσιν καὶ τῷ Σεδεκίᾳ, καὶ τῷ λαῷ,
35καὶ τοῖς ἱερεῦσιν. Ὁ δὲ ψευδοπροφήτης Ἀνανίας ἀνθ‐ ίστατο Ἱερεμίᾳ τῷ προφήτῃ, λέγων, τὰ σκεύη τὰ ἱερὰ ἐπανήξειν, καὶ τὸν Ἰεχονίαν, ὃς ἦν υἱὸς Ἰωα‐ κεὶμ ἀδελφοῦ Σεδεκίου. Καὶ συνέτριψε καὶ τοὺς κλοιοὺς τοῦ προφήτου. Πέμπεται τοίνυν ὁ Ἱερεμίας
40θάνατον αὐτῷ προλέγων ἐν αὐτῷ ἐκείνῳ τῷ ἐνιαυτῷ, ὡς καὶ συνέβη. Τὰ κακὰ τοῖς ἐν Βαβυλῶνι ψευδο‐ προφήταις προλέγει, καὶ τῷ λαῷ μακρὸν τὸν τῆς αἰχ‐ μαλωσίας χρόνον, ἀλλ’ ὅμως ἔσεσθαι ἐπάνοδον. Ἐπὶ τούτοις ἠγανάκτει Σαμέας, καὶ ἐπιτιμᾷ τῷ ἱερεῖ, ὅτι
45οὐκ ἐκώλυσε τὸν Ἱερεμίαν τοιαῦτα προφητεῦσαι. Διὰ τοῦτο ἀπειλεῖ ὁ Θεὸς ἀπολέσειν αὐτόν. Εἶτα λόγος παρακλητικὸς τῷ Ἰσραήλ. Δηλοῖ τὸν καιρὸν, καθ’ ὃν ἔμελλον ἐπανέρχεσθαι ἐκ Βαβυλῶνος. Οὗτος δὲ ἦν ὁ τοῦ φασὲκ, καθὼς καὶ ἐν τῷ Ἔσδρᾳ ἔστιν εὑρεῖν,

56

.

379

(50)

ὅτι τῇ ἑορτῇ τῶν ἀζύμων ἐπανῆλθον. Ὥστε φανερῶς ἐλέγχονται ψευδόμενοι Ἰουδαῖοι. Τὰ γὰρ ἐν τῷ τόπῳ τούτῳ γεγραμμένα περὶ αὐτῶν ἀγαθὰ ἔτι προσδοκῶ‐ σιν, ἅπερ ἦλθον. Περὶ τῶν ἀναιρεθέντων παιδίων ὑπὸ Ἡρώδου. Περὶ τῆς Νέας Διαθήκης προφητεία. Καὶ
55τὴν ἐν τῷ τόπῳ δὲ τούτῳ οἰκοδομὴν γεγραμμένην τῆς πόλεως ἔτι προσδοκῶσιν Ἰουδαῖοι. Καὶ αὕτη δὲ τέλος ἔσχεν, ὅτε ἀνῆλθον ἐκ Βαβυλῶνος γενομένη. Κελεύε‐ ται ὁ Ἱερεμίας ἀγοράσαι τὸν ἀγρὸν τοῦ πατραδέλφου
αὐτοῦ, καὶ ἀγοράσας λέγει, ὅτι ἡ πόλις παρεδόθη, καὶColumn end

56

.

380

κελεύειν ἀγοράσαι ἀγρόν. Ὁ δὲ Θεός φησι πρὸς αὐτόν· Τὰ μὲν παρόντα κακὰ διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ· ἔσται καιρὸς, ὅτε πάλιν κατοικηθήσεται ἡ πό‐ λις. Προλέγει τῷ Σεδεκίᾳ, ὅτι ἁλώσεται, καὶ ἐγκαλεῖ
5τοὺς δούλους, οὓς ἠλευθέρωσαν, πάλιν καταδουλωσα‐ μένοις, καὶ ἀπειλεῖ μεγάλην ἔσεσθαι συμφοράν. Διὰ τοῦτο κελεύει τοὺς υἱοὺς Ἰωναδὰβ ποιεῖν οἶκον. Οἱ δὲ παραιτοῦνται. Κελεύεται ὁ Ἱερεμίας γράψαι, ὅσα προεφήτευσεν ἐπὶ Ἰσραὴλ, ἵνα οὕτω γοῦν φοβηθῶσιν,
10ἀκούσαντες πάλιν τὰ μέλλοντα αὐτοὺς διαδέχεσθαι κακά. Ὁ δὲ προστάσσει τῷ Βαροὺχ, τοῦ ποιῆσαι, καὶ ἐποίησε. Καὶ γράψας ἀνέγνω τοῖς Ἰουδαίοις. Ὡς δὲ ἤκουσαν οἱ ἄρχοντες, ἀνήγγειλαν τῷ βασιλεῖ Ἰωα‐ κείμ. Ὁ δὲ λαβὼν τὸ βιβλίον κατέκαυσε. Καὶ κελεύε‐
15ται Ἰερεμίας ἕτερον γράψαι βιβλίον τοιοῦτον. Καὶ προφητεύει τῷ βασιλεῖ συμφορὰς διὰ τὸ τόλμημα τοῦτο. Προφητεύει τὴν ἅλωσιν Ἱερουσαλήμ· καὶ συλ‐ λαμβάνεται καὶ ἐμβάλλεται εἰς δεσμωτήριον ὁ Ἱερε‐ μίας, καὶ μεταπεμφθεὶς ἐκεῖθεν ὑπὸ Σεδεκίου, λέγει
20αὐτῷ, ὅτι ἁλώσεται, καὶ ἀξιοῖ ὥστε μὴ παραπεμ‐ φθῆναι εἰς τὸ δεσμωτήριον. Καὶ λαβόντες αὐτὸν οἱ ἄρχοντες ἐνέβαλον εἰς τὸν λάκκον τοῦ βορβόρου. Καὶ ἀνήγαγεν αὐτὸν ἐκεῖθεν ὁ Ἀβδαμελέκ. Καὶ μεταπεμφθεὶς πάλιν ὑπὸ τοῦ βασιλέως, προαγορεύει
25αὐτῷ σωτηρίαν, εἰ βουληθείη ἑκὼν ἐξελθεῖν πρὸς τοὺς πολεμίους· εἰ δὲ μὴ βουληθείη, ὄλεθρον πάσῃ τῇ πόλει, καὶ αὐτῷ μεγάλα κακὰ ἔσεσθαι. Ὡς δὲ οὐκ ἔπεισεν ἐξελθεῖν, ἀνῆλθεν ὁ βάρβαρος, καὶ ἑάλω ἡ πόλις μετὰ Σεδεκίου. Καὶ τῷ Ἱερεμίᾳ εὖ ἐχρήσαντο
30οἱ ἄρχοντες τοῦ Ναβουχοδονόσορ. Τῷ Ἀβδεμελὲκ προαγορεύει σωτηρίαν. Αὐτοὺς δὲ λαβόντας αἵρεσιν παρὰ τοῦ ἀρχιμαγείρου, ὥστε ἀπελθεῖν ὅπου βού‐ λοιντο, ἔρχεται πρὸς Γοδολίαν, ὃν κατέστησεν ἄρχοντα τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Ἰουδαίᾳ. Συνήχθησαν πρὸς
35Γοδολίαν οἱ διεσπαρμένοι ἐν τοῖς ἀγροῖς Ἰουδαῖοι. Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, καὶ ἑτέρους τινὰς, καὶ λαβὼν τὸν λαὸν τοῦ Γοδολίου, ἐπορεύθη εἰς τὴν Ἀμ‐ μωνῖτιν χῶραν ὁ Ἰσμαήλ. Ὡς δὲ εἶδεν αὐτὸν ὁ Ἰωάν‐ ναν, εἷς τις τῶν ἀρχόντων, εὐνοϊκῶς διακείμενος
40πρὸς Γοδολίαν, ἔφυγε μετὰ τῶν ὀκτὼ μόνων ἀνδρῶν ὁ Ἰσμαὴλ, καὶ τὸν λαὸν ἔλαβεν ὁ Ἰωάνναν. Ὥστε δεηθῆναι τοῦ Θεοῦ περὶ αὐτῶν δεηθεὶς, καὶ συμβου‐ λεύσας αὐτοῖς μὴ εἰσελθεῖν εἰς Αἴγυπτον (θάνατον γὰρ ἀπειλεῖν τὸν Θεὸν, εἰ μετοικήσαιεν ἐκεῖ), οὐκ
45ἔπεισεν. Ἐπεὶ δὲ ἦλθον ἕως Τάφνας, παραινεῖ αὐ‐ τοῖς μὴ εἰδωλολατρεῖν. Ὡς δὲ ἀντέλεγον, προαγο‐ ρεύει αὐτοῖς ὄλεθρον μέγαν, καὶ τῷ βασιλεῖ τῶν Αἰ‐ γυπτίων τὴν ἀπώλειαν Αἰγύπτου προλέγει, καὶ τῶν ἀλλοφύλων, τὴν ἀπώλειαν Μωαβιτῶν λέγει, καὶ Ἀμ‐

56

.

380

(50)

μανιτῶν καὶ Ἰδουμαίων, τὴν ἀπώλειαν Δαμασκοῦ καὶ Ἐλὰμ προλέγει, καὶ τὴν ἀπώλειαν Βαβυλῶνος, καὶ τὴν ἄνοδον τῶν Ἰουδαίων τὴν ἐκεῖθεν. Πῶς ἑάλω Ἱερουσαλὴμ προλέγει, καὶ ἀπὸ ἀτιμίας εἰς τιμὴν ἦλθε Ἰωακεὶμ, ὁ ἑκὼν προσχωρήσας τῷ Ναβουχοδο‐
55νόσορ μετὰ τῆς μητρὸς αὐτοῦ. Σύνοψις τῶν τῷ προφήτῃ Ἰεζεκιὴλ εἰρημένων. Ὁρᾷ τὴν ὀπτασίαν τῶν Χερουβὶμ ὁ προφήτης, καὶ
κελεύεται λαλῆσαι τοῖς Ἰσραηλίταις παρὰ τοῦ Θεοῦ.379

56

.

381

Φέρεται ὑπὸ τοῦ Πνεύματος εἰς τὴν αἰχμαλωσίαν, καὶ παρορμᾶται ὑπὸ τοῦ Θεοῦ πρὸς τὸ μετὰ παῤῥη‐ σίας καὶ ἀόκνως τοῖς τε ἀνόμοις καὶ τοῖς δικαίοις τὴν εἰς τὴν ζωὴν φέρουσαν διαγγέλλειν, καὶ τὰς τοῦ Θεοῦ
5προμηνύειν ἐντολάς. Κελεύεται ἐγκλεῖσαι ἑαυτὸν, καὶ τῆς Ἱερουσαλὴμ πολιορκίαν προμηνῦσαι διὰ τοῦ ὑπο‐ δείγματος τῆς πλίνθου καὶ τοῦ τηγάνου. Κελεύεται δὲ καὶ ἐπὶ ἓν πλευρὸν κοιμηθῆναι ἡμερῶν ἀριθμὸν, φανερῶν τὴν ἐν τῇ αἰχμαλωσίᾳ ἐσομένην τῷ λαῷ
10θλίψιν. Προλέγει διὰ τῶν ἄρτων, οὓς ἐπὶ βολβίτων ποιεῖ, καὶ διὰ τοῦ μερισμοῦ τῶν τριχῶν τὸν θάνατον αὐτῶν καὶ τὴν διασποράν· καὶ τὴν ἐρήμωσιν τῆς πό‐ λεως καὶ τῶν εἰδώλων προστίθησιν. Ὁρᾷ τὰς ἀνομίας τοῦ λαοῦ καὶ τὴν εἰδωλολατρείαν. Μετὰ ταῦτα τοὺς
15ἕως ὀλέθρου τῆς πόλεως ἐλθόντας. Ὁρᾷ δὲ πάλιν τὰ Χερουβὶμ, καὶ προλέγει τῇ πόλει κακά. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων. Προμηνύει τὴν αἰχμαλωσίαν αὖθις τοῦ λαοῦ τὴν ἐπὶ Σεδεκίου, καὶ τὴν αὐτοῦ Σε‐ δεκίου τύφλωσιν τὴν ὑπὸ τοῦ Ναβουχοδονόσορ γενομέ‐
20νην. Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ’ ἐγγὺς εἶναι. Ἀπειλεῖ τοῖς ψευδοπροφήταις, καὶ ἀπαραίτητα αὐτῶν φησι τὰ κακὰ εἶναι, ἅπερ ὑποστήσονται· ὡς μηδὲ Ἰὼβ, ἢ Δανιὴλ, ἢ Νῶε τοὺς υἱοὺς αὐτῶν δύνασθαι ῥύσασθαι· καὶ τὴν εἰς τέ‐
25λος ἐρήμωσιν αὐτῶν διὰ τῆς κληματίδος τῆς ἀμπέλου δηλοῖ. Διηγεῖται τὴν ἀσχημοσύνην τοῦ λαοῦ τὴν ἐξ ἀρχῆς, πρὶν ἢ προσλαβέσθαι αὐτὸν τὸν Θεὸν, καὶ τὴν εὐπρέπειαν τὴν μετὰ τὸ προσλαβέσθαι· καὶ τὴν εἰδωλολατρείαν αὐτοῦ, καὶ τὴν διὰ ταύτην αὐτοὺς
30διαδεξαμένην ἄλωσιν, καὶ μεγάλας δείκνυσιν αὐτῆς τὰς ἀνομίας ἀπὸ συγκρίσεως Σοδόμων καὶ Σαμαρείας, οὔσας καὶ καθ’ ἑαυτὰς μεγάλας. Δύναται δὲ τὰ χρη‐ στὰ, ἃ προλέγει, τὸ, Ἀναστήσω τὴν διαθήκην μου μετὰ σοῦ, περὶ τῶν εἰς Χριστὸν πιστευόντων λέγε‐
35σθαι. Τὴν ἄνοδον τοῦ Ναβουχοδονόσορ προλέγει. Πρὸς τοὺς λέγοντας· Οἱ πατέρες ἔφαγον τὸν ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Περὶ τῆς μητρὸς τῶν περὶ Σεδεκίαν τὸν βασιλέα. Διαμαρτύ‐ ρεται τοῖς πρεσβυτέροις τὰς ἀνομίας τῶν πατέρων
40αὐτῶν. Τὸ δὲ, Διότι ἐπὶ τοῦ ὄρους μου τοῦ ἁγίου, ἐπ’ ὄρους ὑψηλοῦ Ἰσραὴλ λέγει· Ἀδωναῒ, Κύριε, ἐκεῖ δουλεύσουσί μοι πᾶς οἶκος Ἰσραὴλ εἰς τέλος, εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ δύνασθαι λαμβάνε‐ σθαι. Ἐπὶ Θεμὰν, καὶ ἐπὶ Ἰσραὴλ, καὶ ἐπὶ υἱοὺς
45Ἀμμών. Καὶ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας λέγει τοῦ Ἰσραὴλ, καὶ τῶν ἱερέων, καὶ τῶν ἀρχόντων καὶ ψευδοπροφητῶν. Καὶ ἐζήτουν, φησὶν, ἄνδρα ἀνα‐ στρεφόμενον ὀρθῶς, καὶ ἑστῶτα ἐν διακοπῇ φρα‐ γμοῦ πρὸ προσώπου μου ἐν καιρῷ τῆς γῆς, τοῦ

56

.

381

(50)

μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτόν· καὶ οὐχ εὗρον. Περὶ τῆς εἰδωλολατρείας τοῦ λαοῦ Ἰσραὴλ τῆς ἐν Αἰγύπτῳ, καὶ τῆς μετὰ ταῦτα, καὶ τῶν συμφορῶν. Καὶ ἔτι οὔτε πένθος ποιῆσαι συγχωρηθήσονται ἐπὶ τοῖς συμβαίνουσι χαλεποῖς. Κατὰ Ἀμμανιτῶν καὶ
55Ἰδουμαίων, καὶ ἀλλοφύλων, καὶ τῆς Σὼρ, ἣν Τύρον λέγουσιν εἶναι. Προλέγει συμφορὰς μεγάλας, κατὰ τοῦ ἄρχοντος Τύρου καὶ Σιδῶνος, καὶ Αἰγύπτου, καὶ τοῦ Αἰγυπτίων βασιλέως. Ἀπειλεῖ τῷ σκοπῷ τοῦ λαοῦ, εἰ μὴ προείποι τῷ λαῷ, οὗ τέθειται σκοπὸς πρὸς
60τὰς παρὰ τοῦ Θεοῦ ἐπιφερομένας συμφοράς. ΚαὶColumn end

56

.

382

λέγει, ὡς μήτε ἄνομον ἀπόλλυσθαι διὰ τὰς προτέρας ἀνομίας, ἐὰν ἐπιστρέψῃ τοῦ ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ· μήτε δίκαιον σώζεσθαι, διὰ τὰς προτέρας δι‐ καιοσύνας, ἐὰν μεταβληθεὶς γένηται ἄνομος καὶ ἄδι‐
5κος. Ἦλθέ τις πρὸς τὸν προφήτην ἀπαγγέλλων, ὅτι ἑάλω Ἱερουσαλήμ· λέγει δὲ καὶ περὶ τούτου ἐγκαλῶν, ὅτι μὴ προσέχωσι τοῖς προφητευομένοις. Προφητεύει δὲ καὶ κατὰ τῶν ποιμένων τοῦ Ἰσραήλ· καὶ ἐπαγ‐ γέλλεται δώσειν αὐτοῖς ἕνα ποιμένα· ὅπερ ἐπὶ τοῦ
10Ζοροβάβελ γέγονεν, ὅπερ καὶ αὐτὸ ἀναισχυντοῦντες Ἰουδαῖοι οὔπω γεγενῆσθαί φασι· γέγονε δὲ, ὡς ἔφην, ἐπὶ Ζοροβάβελ. Προφητεύει κατὰ Ἰδουμαίων καὶ τοῖς Ἰσραηλίταις χρηστὰ, ἅπερ φησὶν ὁ Θεὸς ποιήσειν Ἰουδαίοις, οὐκ ἐπειδὴ ἄξιοί εἰσιν, ἀλλ’ ἵνα μὴ τὸ ὄνομα
15αὐτοῦ βεβηλωθῇ. Ἄγεται ὁ προφήτης εἰς τὸ πεδίον, καὶ προφητεύει ἐπὶ τὰ ὀστᾶ τὰ ξηρά. Προφη‐ τεύει δὲ καὶ περὶ τοῦ Ζοροβάβελ, ὅτι εἷς ἄρχων ἔσται Ἰουδαίων· δύναται δὲ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λαμβάνεσθαι. Προφητεύει καὶ περὶ Γὼγ καὶ
20Μαγὼγ ἐπελθόντων τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος, καὶ ἡττηθέντων. Τινὲς δὲ ἀλλη‐ γορικῶς λαμβάνουσιν εἰς τὰς Ἐκκλησίας, καὶ εἰς τὸν διάβολον, καὶ τοὺς κατὰ καιρὸν διωγμοὺς ἐπενεχθέν‐ τας ὑπὸ ἀσεβῶν βασιλέων. Προφητεύει δὲ τοῦ ναοῦ
25τὴν οἰκοδομὴν, καὶ τὴν ἀποκατάστασιν τῆς νομικῆς λατρείας· ἅπερ καὶ αὐτὰ προσδοκῶσι μὲν ἔτι Ἰου‐ δαῖοι· ἐξέβη δὲ ἐπὶ Ἔσδρα καὶ Ζοροβάβελ. Τὴν δὲ οἰκοδομὴν τῆς πόλεως, ἣν προλέγει, καὶ τὸ ὕδωρ τὸ κατὰ μικρὸν ἐκπορευόμενον καὶ αὐξανόμενον, δύνα‐
30ται ἐπὶ τοὺς ἐπιστρέφοντας ἐπὶ τὸν Χριστὸν λαμβά‐ νεσθαι, νεκροὺς ὄντας πρὶν ἢ πιστεῦσαι, μετὰ δὲ τὸ πιστεῦσαι ζωοποιουμένους. Σύνοψις τῶν τῷ προφήτῃ Δανιὴλ εἰρημένων. Ἐκλέγονται οἱ περὶ τὸν Δανιὴλ, καὶ παραδίδονται
35τῷ ἀρχιευνούχῳ, καὶ σιτοῦνται σπέρματα· καὶ παρα‐ στάντες τῷ βασιλεῖ, πάντων ἀνεδείχθησαν σοφώτεροι. Ὁρᾷ τὸ ἐνύπνιον Ναβουχοδονόσορ, καὶ τοὺς μάγους ἀπορήσαντας γνωρίσαι καὶ ἐπιλῦσαι αὐτὸ κελεύει σφαγῆναι. Κινδυνεύσαντας δὲ καὶ τοὺς περὶ Δανιὴλ
40ἔσωσεν ὁ Θεὸς, ἀποκαλύψας αὐτῷ τῷ Δανιὴλ τὴν εἴδη‐ σιν τοῦ ἐνυπνίου. Ὁ Δανιὴλ εἰσαχθεὶς λέγει τὸ ἐνύ‐ πνιον τῷ βασιλεῖ καὶ τὴν σύγκρισιν αὐτοῦ. Ὁ δὲ λί‐ θος ὁ τμηθεὶς ἄνευ χειρῶν ὁ Χριστός ἐστι· τὸ δὲ ἄνευ χειρῶν, τὸ χωρὶς συνουσίας ἐκ τῆς Παρθένου αὐτὸν
45τεχθῆναι. Στήσας τὴν εἰκόνα Ναβουχοδονόσορ, κελεύει προσκυνεῖν πάντας, καὶ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον ἐμβάλλει μὴ προσκυνήσαντας. Ὡς δὲ οἱ περὶ τὴν κάμινον ἀνῃρέθησαν, καὶ ὕμνουν οἱ παῖδες τὸν Θεὸν, καλέσας αὐτοὺς, καὶ ἰδὼν σώους, τόν τε Θεὸν

56

.

382

(50)

ἐξεπλάγη, καὶ αὐτοὺς ἀρχῇ τῇ τῶν Ἰουδαίων ἐτί‐ μησε, καὶ δόγμα ἔθηκε, τὸν βλασφημοῦντα εἰς τὸν Θεὸν ἀπόλλυσθαι. Ὁρᾷ ἐνύπνιον Ναβουχοδονόσορ· καὶ τῶν σοφῶν Βαβυλῶνος πάλιν διαπορησάντων, ἐπιλύει αὐτὸ ὁ Δανιὴλ, συμβουλεύει τε τῷ βασιλεῖ, τὰς ἀνο‐
55μίας αὐτοῦ ἐν ἐλεημοσύναις λυτρώσασθαι. Καὶ οὐ μετ’ οὐ πολὺν χρόνον ἐξέβη τὸ ἐνύπνιον· καὶ ᾔνεσε τὸν Θεὸν ὁ Ναβουχοδονόσορ. Τῶν σκευῶν τῶν ἱερα‐ τικῶν ἐξενεχθέντων κατὰ πρόσταξιν τοῦ βασιλέως υἱοῦ Ναβουχοδονόσορ, καὶ τῶν ἑστιωμένων εἰς αὐτὰ
60πινόντων, ἐξῆλθεν ἀστράγαλος χειρὸς, καὶ ἔγραψεν
ἐν τῷ τοίχῳ γραφὴν, ἣν καὶ αὐτὴν τῶν σοφῶν Βαβυ‐381

56

.

383

λῶνος ἀπορούντων ἐπιγνῶναι, ὁ Δανιὴλ ἐπέγνω, καὶ ἐπέλυσε, καὶ ἐνεδύθη πορφύραν, καὶ περιέθηκαν αὐτῷ μανιάκην χρυσοῦν, καὶ ἐκήρυξαν αὐτὸν τρίτον ἄρχοντα εἶναι ἐν τῇ βασιλείᾳ. Βασιλεύσας Δαρεῖος ὁ
5Μῆδος, καὶ καταστήσας ἄρχοντα τὸν Δανιὴλ, ἀναγ‐ κάζεται ὑπὸ τῶν τακτικῶν καὶ σατραπῶν δόγμα κυ‐ ρῶσαι, ὥστε τὸν αἰτοῦντα παρὰ ἀνθρώπου ἢ θεοῦ αἴτημα, πλὴν παρὰ τοῦ βασιλέως, εἴσω τριάκοντα ἡμερῶν, ἐμβληθῆναι εἰς τὸν λάκκον τῶν λεόν‐
10των. Καὶ τούτου γενομένου, παρατηρήσαντες τὸν Δανιὴλ εὐχόμενον τῷ Θεῷ, διαβάλλουσι, καὶ κατ‐ αναγκάζουσι τὸν βασιλέα ἐμβαλεῖν αὐτὸν εἰς τὸν λάκ‐ κον. Ἐμβαλὼν δὲ, καὶ προσελθὼν, καὶ σῶον εὑρὼν, τὸν μὲν ἀνήγαγε τοῦ λάκκου, τοὺς δὲ βάλλοντας αὐ‐
15τὸν μετὰ τῶν γυναικῶν ἀπώλεσε τοῖς λέουσι παρα‐ δούς. Καὶ δόγμα ἔθηκε, πάντας φοβεῖσθαι τὸν Θεόν. Ὁρᾷ τὴν ὅρασιν τῶν θηρίων, διὰ μὲν τῆς λεαίνης τὴν Ἀσσυρίων βασιλείαν, διὰ δὲ τῆς ἄρκτου, τῶν Μήδων καὶ Περσῶν, διὰ δὲ τῆς παρδάλεως, τῶν Μακεδό‐
20νων, διὰ δὲ τοῦ τετάρτου θηρίου, τῶν Ῥωμαίων. Προφητεύει δὲ καὶ περὶ τοῦ Χριστοῦ, καὶ περὶ Ἀν‐ τιόχου τοῦ ἀσεβοῦς. Οὗτος γάρ ἐστι τὸ κέρας τὸ μι‐ κρὸν, τὸ ἐκτινάξαν τρία τῶν ἔμπροσθεν. Προφητεύει πῶς Ἀλέξανδρος ὁ Μακεδὼν κατέλυσε τὴν βασιλείαν
25Περσῶν· τὸν μὲν κριὸν τὸν βασιλέα Περσῶν λέγων, τὸν δὲ τράγον Ἀλέξανδρον τὸν Μακεδόνα. Ἡ δὲ ἐσχάτη ὅρασις ἐνταῦθα, περὶ τῆς βασιλίσσης νότου φησὶν ἐν τῷ βιβλίῳ τῶν Μακκαβαίων εὑρίσκεσθαι. Τὸν Βὴλ κατασπᾷ, καὶ τὸν δράκοντα ἀναιρεῖ· εἰς
30τὸν λάκκον ἐμβάλλεται καὶ διασώζεται, καὶ οἱ αἴτιοι τοῦ ἐμβληθῆναι αὐτὸν ἐμβάλλονται καὶ ἀναλίσκονται ὑπὸ τῶν λεόντων. Ὡσηέ. Κελεύεται λαβεῖν γυναῖκα πόρνην, καὶ τὰ τικτό‐
35μενα παιδία ὀνομάσαι Ἰεζραὴλ, Οὐκ ἠλεημένην, καὶ Οὐ λαός μου. Καὶ ἐγκαλεῖ τῷ λαῷ πορνείαν· καὶ προλέγει αὐτῷ ἀπώλειαν, καὶ χρήματά τινα μετὰ τὴν ἀπώλειαν. Τὸ δὲ, Διαθήσομαι διαθήκην μετὰ τῶν θηρίων τοῦ ἀγροῦ, καὶ μνηστεύσομαι ἐν πί‐
40στει, δύναται λαμβάνεσθαι εἰς τοὺς πιστεύοντας τῷ Χριστῷ. Προστάσσεται λαβεῖν γυναῖκα μοιχαλίδα, μηνύων τὴν ἐρήμωσιν τῶν Ἰουδαίων, καὶ ἐγκαλεῖ αὐτοῖς πολλὰ καὶ μεγάλα ἁμαρτήματα, τῷ τε λαῷ καὶ τοῖς ἱερεῦσι. Διαβάλλει τε αὐτοὺς καὶ εἰς μέθην,
45καὶ εἰς μοιχείαν, καὶ εἰς θυμόν. Ἐγκαλεῖ ὅτι τὴν ἐλπίδα ἀπὸ τοῦ Θεοῦ μεταγαγόντες, ἐπὶ Ἀσσυρίους ἤλπιζον, καὶ Αἰγυπτίοις ἐθάῤῥουν. Καὶ προλέγει αὐτοῖς τιμωρίας. Λέγει ὅτι διὰ τὸ βοηθεῖσθαι γενόμενος ἰσχυρὸς ὁ Ἐφραῒμ, οὐκ εἰς δέον ἐχρήσατο τῇ εὐπρα‐

56

.

383

(50)

γίᾳ. Δείκνυσιν ὁ Θεὸς τήν τε ἑαυτοῦ περὶ τοὺς Ἰσρα‐ ηλίτας κηδεμονίαν, καὶ τὴν ἐκείνων περὶ αὐτὸν ἀγνωμοσύνην· καὶ προλέγει αὐτοῖς συμφοράς. Ἰωήλ. Διαφθορὰν λέγει τῶν τῆς γῆς καρπῶν, καὶ παραι‐
55νεῖ ἐξιλεώσασθαι τὸν Θεόν. Τὴν ἄνοδον τοῦ Ἀσσυρίου προλέγει· προφητεύει δὲ καὶ μετὰ ταῦτα χρηστά τινα. Τὸ συμβὰν ἐπὶ τῶν ἀποστόλων τὸ τῶν γλωσ‐ σῶν προλέγει. Προφητεύει δὲ καὶ τῶν ἐθνῶν ἀπώλειαν τὴν γενομένην μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος
60ἐπὶ Ζοροβάβελ. Ἔχει δὲ καὶ ἀλληγορίαν τὸ χωρίον
τοῦτο.Column end

56

.

384

Ἀμώς. Τὰς ἀνομίας Δαμασκοῦ, Γάζης, Τύρου, Ἰδου‐ μαίων, Ἀμμανιτῶν, Μωαβιτῶν, Ἰούδα καὶ Ἰσραὴλ προλέγει, καὶ τὰς διαδεξομένας αὐτοὺς τιμωρίας. Τὰς
5εὐεργεσίας τὰς εἰς τοὺς Ἰουδαίους γενομένας ὑπὸ τοῦ Θεοῦ ἀπαριθμεῖται, καὶ τὴν αὐτῶν ὀλιγωρίαν καὶ καταφρόνησιν, καὶ τὰ περιμένοντα αὐτοὺς χαλεπά. Πρὸς τὰς γυναῖκας τῆς Σαμαρείας εἰς μέθην, εἰς ἁρπαγὴν διαβάλλων προλέγει. Προλέγει λιμὸν καὶ
10διάλυσιν διὰ τὸ ἀνεπίστροφον, καὶ ὅτι πολλὰ πληγέν‐ τες, οὐκ ἐγένοντο βελτίους. Ἐγκαλεῖ τῷ Ἰσραὴλ, ὅτι πρὸς τοὺς ἐλέγχοντας αὐτοὺς ἐδυσχέραινον, καὶ παρ‐ αινεῖ ἐπιστρέψαι πρὸς τὸν Θεόν. Ἀπειλεῖ δὲ καὶ τοῖς ἀπιστοῦσι, ὅτι ἥξει τὰ κακά. Περὶ αὐτῶν γάρ
15φησιν· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Τινὲς δὲ αὐτὸ ἐξέλαβον εἰς τὴν μέλλουσαν κρίσιν· ὡς καὶ νῦν τῶν ἀπίστων λεγόντων, ὅτι οὐκ ἔσται κρί‐ σις· εἰ δέ ἐστιν, ἐλθέτω. Παραίτησις τῶν ἑορτῶν αὐτῶν, καὶ τῶν θυσιῶν καὶ ψαλτηρίων. Ἄστρον
20θεοῦ Ῥαφὰν τὸν Κρόνον λέγει· ἐπειδὴ οἱ Ἕλληνες τῷ θεῷ αὐτῶν Κρόνῳ καὶ ἄστρον εἶναί φασιν ἐν οὐ‐ ρανῷ, καὶ αὐτὸ Κρόνον καλοῦσι. Λέγει δὲ, Μὴ σφά‐ για καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαρά‐ κοντα; Οὐδὲ γὰρ προσήνεγκεν ὁ δῆμος, ἀλλὰ μόνοι
25οἱ ἄρχοντες, ὅτε ἔστη ἡ σκηνή. Ἐνταῦθα τὰ περὶ παντὸς τοῦ λαοῦ λέγει. Διαβάλλει δὲ αὐτοὺς καὶ εἰς ἄμετρον τροφὴν, καὶ προλέγει αὐτοῖς συμφοράς. Διὰ τῶν ἀκρίδων, καὶ τῆς διαθήκης, καὶ τοῦ ἀδάμαντος, τὴν σφαγὴν αὐτῶν προφητεύει, καὶ δηλώσας Ἀμεσίᾳ
30τῷ βασιλεῖ ταῦτα, βιάζεται τὸν προφήτην καὶ ἀπε‐ λαύνει. Ὁ δὲ καὶ αὐτῷ προλέγει κακὰ καὶ τῷ λαῷ. Καὶ ὁρᾷ ἄγγος ἰξευτοῦ, καὶ διὰ τούτου τὴν σύλληψιν αὐτῶν. Τὰς ἀδικίας αὐτῶν καὶ τὰς βίας ἀπαριθμεῖ‐ ται, καὶ τὰ μέλλοντα διαδέξεσθαι αὐτοὺς κακά. Τὸ
35δὲ, Δύσεται ἥλιος μεσημβρίας, εἰς τὸν καιρὸν τοῦ πάθους τοῦ Χριστοῦ προλέγει. Περὶ τῶν εἰς Χριστὸν πιστευόντων προλέγει. Ἀβδιού. Τὴν τιμωρίαν τῶν Ἰδουμαίων προλέγει, ἣν ὑπέ‐
40στησαν διὰ τὸ συνεπιθέσθαι τοῖς Ἰσραηλίταις μετὰ καὶ τῶν λοιπῶν πολεμίων. Περὶ Ἐκκλησίας. Ἰωνᾶς. Ἰωνᾶς ὁ προφήτης τὴν εἰς Θαρσεῖς φυγὴν, τὸν κλύδωνα, τὴν ὑπὸ τοῦ κήτους κατάποσιν, καὶ τὴν
45ἐκβολὴν, τὴν μετάνοιαν τῶν Νινευϊτῶν, τὴν σωτηρίαν τῆς κολοκύνθης, τὴν ἀνάδοσιν, καὶ τὴν ἀπώλειαν περιέχει. Μιχαίας. Τὴν ἐσομένην ἐρήμωσιν Σαμαρείας καὶ Ἱερουσαλὴμ

56

.

384

(50)

προλέγει, καὶ τὴν αἰτίαν προστίθησι. Συνάπτει δὲ καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐκ Βαβυλῶνος, ἐγκλή‐ ματα, κατηγορίας τῶν ἀρχόντων τοῦ λαοῦ καὶ τῶν ἱερέων, καὶ ψευδοπροφητῶν. Περὶ τῆς Ἐκκλησίας τῆς πιστευούσης εἰς τὸν Κύριον ἡμῶν, καὶ περὶ τῆς
55Νέας Διαθήκης. Ὁ γὰρ πρότερος νόμος ἐκεῖνα ἐξῆλθε· καὶ περὶ τῆς εἰρήνης. Καὶ κακὰ πάλιν τοῖς Ἰουδαίοις προλέγεται. Περὶ τῆς κατὰ σάρκα τοῦ Χριστοῦ γεν‐ νήσεως, καὶ περὶ τῶν εἰς αὐτὸν πιστευόντων. Καὶ
ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακώβ· ὃ λέγει Παῦλος ὁ383

56

.

385

ἀπόστολος, Τὸ ἐγκατάλειμμα σωθήσεται. Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ τῶν εὐεργεσιῶν αὐ‐ τοῦ ἀπαρίθμησις, καὶ παραίτησις θυσιῶν. Ἀποδύ‐ ρεται ὁ προφήτης ὡς τῶν δικαίων καὶ ἀγαθῶν ἀνδρῶν
5ἐκλειπόντων. Καὶ πρὸς τῷ τέλει μετὰ τὸ ἐγκαλέσαι καὶ ἀπειλῆσαι συμφορὰς μεγάλας, χρηστὰ προμηνύει
τῷ Ἰσραήλ.Column end

56

.

386

Ναούμ. Περὶ τῆς τοῦ Θεοῦ δυνάμεως διαλέγεται· περὶ τῶν ἀποστόλων προλέγει. Προστίθησι δὲ καὶ τὴν ἄνοδον Βαβυλωνίων κατὰ Νινευϊτῶν κατακράτος αἰχμαλω‐
5σίαν. Λέγει δὲ καὶ τὴν δύναμιν αὐτῆς καὶ τὸν πλοῦτον, ὃν εἶχε πρὶν αἰχμαλωτευθῆναι.
Ἕως ὧδε εἶχε τὸ ἀντίγραφον.385