TLG 2062 211 :: JOANNES CHRYSOSTOMUS :: De perfecta caritate [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De perfecta caritate [Sp.]

Citation: Vol — pg — (ln)

56

.

279

(10t)

ΧΡΥΣΟΣΤΟΜΟΥ
11tΠερὶ τελείας ἀγάπης, καὶ τῆς κατ’ ἀξίαν τῶν ἔργων ἀνταποδόσεως, καὶ περὶ κατανύξεως.
12 αʹ. Πᾶσα πρᾶξις ἀγαθὴ καρπὸς ἀγάπης ἐστί· διὸ καὶ πολὺς περὶ αὐτῆς ὁ λόγος, τοῦ μὲν Χριστοῦ λέγοντος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν
15ἀγαπᾶτε ἀλλήλους· τοῦ δὲ Παύλου βοῶντος· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Οὐχ ἁπλῶς εἶπεν, ἀλλ’ ὡς ὀφείλοντας ἀλλήλοις. Ὡς γὰρ τῷ σώματι τὴν τροφὴν ἀεὶ μὲν ὀφείλομεν αὐτῷ, ἀεὶ δὲ ἀποδίδομεν (πάσῃ γὰρ ἡμῶν τῇ ζωῇ τὸ τοιοῦτον συν‐
20εκτείνεται χρέος)· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης διδάσκει ποιεῖν· μᾶλλον δὲ καὶ πολλῷ πλέον, ὅσῳ καὶ πρὸς αἰώ‐ νιον ὁδηγεῖ ζωὴν, καὶ συμπαραμένει τοῖς ἔχουσιν αὐτήν. Μένει γὰρ, φησὶ, τὰ τρία ταῦτα, πίστις, ἐλπὶς, ἀγά‐ πη· μείζων δὲ τούτων ἡ ἀγάπη. Οὐ μόνον δὲ διὰ ῥη‐
25μάτων, ἀλλὰ καὶ διὰ πραγμάτων διδασκόμεθα ταύτην. Καὶ πρῶτον μὲν διὰ τοῦ τρόπου τῆς ἡμετέρας κατα‐ σκευῆς. Ἕνα γὰρ πλάσας ὁ Θεὸς ἄνθρωπον, ἐξ αὐτοῦ πάντας προσέταξε γενέσθαι, ἵνα πάντες ἀλλήλους ὡς ἕνα νομίζωμεν, καὶ ἐν ἀγάπῃ πρὸς ἀλλήλους διάγειν
30σπουδάζωμεν. Ἔπειτα καὶ διὰ τῆς τῶν συναλλαγμάτων ἐπιμιξίας σοφῶς ἡμῖν τὸ φιλάλληλον ἐπραγματεύσατο· καὶ πῶς, ἄκουε. Πολλῶν πλήσας τὴν οἰκουμένην ἀγαθῶν, ἔδωκεν ἑκάστῃ χώρᾳ πάλιν ἰδιάζουσαν ἐπιτηδειότητα καρπῶν, ἵνα διὰ τὸ τῆς χρείας ἀναγκαῖον πρὸς ἀλλήλους
35βαδίζοντες, καὶ τῶν περιττευόντων μεταδιδόντες, καὶ τῶν λειπόντων ἡμῖν ἀντιλαμβάνοντες, ἀγαπῶμεν τὸ ὁμόφυλον. Τοῦτο καὶ ἐφ’ ἑκάστου πεποίηκεν ἀνθρώπου. Οὐ γὰρ πάντα πᾶσιν ἔδωκεν εἰδέναι, ἀλλὰ τῷ μὲν ἰατρι‐
κὴν, τῷ δὲ τεκτονικὴν, καὶ ἄλλῳ ἄλλην, ἵνα χρῄζοντεςColumn end

56

.

280

(10)

ἀλλήλων, ἀγαπῶμεν ἀλλήλους. Καὶ ἐν τοῖς πνευματι‐ κοῖς δὲ πάλιν τὸ αὐτὸ γινόμενον ἴδοι τις ἂν, ὥς φησιν ὁ Παῦλος, ὅτι Τῷ μὲν δίδοται λόγος σοφίας, τῷ δὲ λό‐ γος γνώσεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ χαρί‐ σματα ἰαμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ
15ἑρμηνεία γλωσσῶν. Ἀλλ’ οὐδὲν τῆς ἀγάπης ἀνώτερον· διὸ καὶ πάντων αὐτὴν προέθηκεν, οὕτως εἰπών· Ἐὰν δὲ ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγ‐ γέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον· καὶ ἐὰν ἔχω προφητείαν, καὶ
20εἰδῶ τὰ μυστήρια πάντα, καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ καὶ τὸν ὑπὲρ εὐσεβείας θάνατον οὐδὲν ἔχειν ἀποφαίνεται κέρδος, μὴ προσούσης ἀγάπης. Οὐ μάτην δὲ τοσαῦτα περὶ αὐτῆς εἴρηκεν· ᾔδει
25γὰρ, ᾔδει σαφῶς, ἅτε γεωργὸς τῶν ἐντολῶν τοῦ Θεοῦ, ὅτι, ταύτης ἐῤῥιζωμένης ἀσφαλῶς, ὁ τῶν ἀγαθῶν ἁπάν‐ των βλαστάνει καρπός. Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται,
30ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Καὶ τί χρὴ τὰ μικρὰ λέγειν, τὰ μεγάλα σιωπῶντας; Δι’ ἀγάπην κατῆλθε πρὸς ἡμᾶς ὁ ἀγαπητὸς Υἱὸς τοῦ Θεοῦ, καὶ ὁμόσκηνος καὶ ὁμοδίαιτος τοῖς ἀνθρώποις γέγονεν, ἵνα τὴν πολύθεον καταλύσας πλάνην, καὶ τὴν
35ἀληθῆ καταγγείλας θεογνωσίαν, τὴν πρὸς ἀλλήλους ἀγάπην διδάξῃ τοὺς ἀνθρώπους, καθὼς Ἰωάννης μαρ‐ τυρεῖ λέγων· Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν
40αἰώνιον. Ὑπὸ ταύτης ἐκκαιόμενος ὁ Παῦλος τὴν οὐ‐
ράνιον ἀφῆκε φωνὴν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγά‐279

56

.

281

πης τοῦ Χριστοῦ; λέγων· θλίψις, ἢ στενοχω‐ ρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καταφρονήσας δὲ τούτων ὡς εὐτελῶν, καὶ τὰ πολλῷ τούτων μείζονα τέθεικε· φησὶ γὰρ, Ὅτι οὔτε
5θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνή‐ σεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἐντεῦθεν οὐδὲν ἠδύνατο χωρίσαι τὸν μακάριον ἐκεῖνον ὑπὸ τῆς ἀγάπης
10πυρπολούμενον, οὐκ οὐρανὸς, οὐ γῆ, οὐ θάλασσα, οὐ τὰ ἐν τοῖς οὐρανοῖς βασίλεια, οὐ τὰ ἐν ᾅδου κολαστήρια· πάντων γὰρ ὑπερεώρα διὰ τὸν Χριστόν. Εἰ δὲ καὶ τοὺς ἄλλους ἐξετάσαιμεν ἁγίους, πάντας εὑρήσομεν δι’ ἀγάπην εὐαρεστήσαντας.
15 βʹ. Ἡ ἀγάπη δείκνυσί σοι τὸν πλησίον ὡς σεαυτὸν, καὶ χαίρειν σε διδάσκει ἐπὶ τοῖς ἐκείνου καλοῖς, ὥσπερ ἐπὶ τοῖς σοῖς, καὶ φέρειν αὐτοῦ τὰ ἐλαττώματα, ὥσπερ καὶ τὰ σά. Ἡ ἀγάπη ἓν σῶμα τοὺς πολλοὺς ἀπεργάζεται, καὶ Πνεύματος ἁγίου δοχεῖα τὰς τούτων κατασκευάζει
20ψυχάς· οὐ γὰρ διῃρημένοις ἀλλήλων, ἡνωμένοις δὲ κατὰ ψυχὴν τὸ τῆς εἰρήνης ἐπαναπαύσεται Πνεῦμα. Ἡ ἀγάπη κοινὰ ποιεῖ πᾶσι τὰ ἑκάστου ὑπάρχοντα, καθώς φησιν ἡ βίβλος τῶν Πράξεων· Τοῦ δὲ πλήθους τῶν πιστευ‐ σάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι
25τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε. Ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμο‐ νίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους
30ἀγαπώντων, καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων; Καὶ αὐτὰς τοῦ διαβόλου προσβολὰς ἀποκρούεται· καὶ μάλα εἰκότως. Οἱ γὰρ μετ’ ἀλλήλων κατ’ ἐκείνου παρατασσό‐ μενοι, καὶ μὴ μετ’ ἐκείνου κατ’ ἀλλήλων ἱστάμενοι, ἀήτ‐ τητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς
35ἀγάπης ἐγείροντες τρόπαια. Καὶ καθάπερ αἱ τῆς λύρας νευραὶ, πολλαὶ μὲν οὖσαι, εἰς μίαν δὲ νεύουσαι συμ‐ φωνίαν, τερπνότατόν τι μέλος ἠχοῦσιν· οὕτως οἱ πρὸς μίαν συγκεκραμένοι γνώμην, εὔηχον ἀνακρούονται τῆς ἀγάπης τὸν φθόγγον. Διὰ τοῦτο συμβουλεύει ὁ Παῦλος
40τὸ αὐτὸ φρονεῖν, καὶ λέγειν, καὶ ἀλλήλους ἡγεῖσθαι ὑπερέχοντας ἑαυτῶν, ὥστε μὴ τῇ φιλοτιμίᾳ διαλύεσθαι τὴν ἀγάπην, ἀλλὰ τὴν τιμὴν ἀντιπαραχωροῦντας ἀλ‐ λήλοις, ἐν ὁμονοίᾳ διάγειν. Καὶ πάλιν φησί· Δι’ ἀγά‐ πης δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ
45λόγῳ πληροῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ὁ ἀγαπῶν οὐκ ἐπιτάττειν βούλεται μόνον, ἀλλὰ καὶ ἐπιτάττεσθαι· καὶ χαίρει μᾶλλον ἐπιτατ‐ τόμενος, ἤπερ ἐπιτάττων. Ὁ ἀγαπῶν χαρίζεσθαι βού‐ λεται μᾶλλον, ἢ χάριν λαμβάνειν· θέλει γὰρ ὀφειλέτην

56

.

281

(50)

ἔχειν τὸν φίλον, ἤπερ αὐτὸς ὀφείλειν ἐκείνῳ. Ὁ ἀγαπῶν καὶ βούλεται χαρίζεσθαι τῷ ἀγαπωμένῳ, καὶ οὐ βούλε‐ ται δοκεῖν χαρίζεσθαι, καὶ ἄρχειν αὐτὸς εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν εὐεργεσίας. Τάχα τινὲς ἀγνοοῦσι τὸ λεχθέν· οὐκοῦν δι’ ὑποδείγματος αὐτὸ ποιήσω σαφές.
55Ἔμελλεν ὁ φιλάνθρωπος Δεσπότης τὸν Υἱὸν αὐτοῦ
χαρίζεσθαι ὑπὲρ ἡμῶν· ἀλλ’ ἵνα μὴ δόξῃ χαρίζεσθαι,Column end

56

.

282

ἀλλ’ ὀφειλὴν ἀποδιδόναι, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα τοῦτο καὶ αὐτὸς ποιῶν, μὴ ὡς χάριν διδοὺς, ἀλλ’ ὡς χρέος ἀποδιδοὺς εὑρεθῇ διὰ τὸν ὑπερ‐ βάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος. Οἶδα ὅτι ξένον
5φαίνεται τοῖς πολλοῖς τὸ λεχθέν. Τὸ δὲ αἴτιον, ὅτι περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσ‐ περ γὰρ εἰ ἔλεγον περί τινος φυτοῦ ἐν Ἰνδίᾳ τικτομέ‐ νου, καὶ οὗ μηδεὶς πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν μυρία περὶ αὐτοῦ ἔλεγον· οὕτω
10καὶ νῦν ὅσα ἂν εἴπω, μάτην ἐρῶ· οὐ γὰρ συνιοῦσί τινες τὰ λεγόμενα. Ἐν οὐρανῷ γὰρ, ὡς ἔφην, τοῦτο πεφύτευ‐ ται τὸ φυτόν. Ἀλλ’ ἐὰν θέλωμεν, καὶ παρ’ ἡμῖν αὐτὸ φυτευθῆναι δυνατόν. Διὰ τοῦτο γὰρ ἐδιδάχθημεν λέγειν πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· Γενηθήτω τὸ θέλημά
15σου ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. γʹ. Μὴ τοίνυν ἀδύνατον εἶναι νομίσωμεν τὸ τοιοῦτον ἀγαθὸν κτήσασθαι. Δυνατὸν γὰρ, ὄντως δυνατὸν, εἴ γε βουλόμεθα νήφειν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ πᾶσαν κατορθῶσαι τὴν ἀρετήν. Αὐτεξουσίῳ γὰρ προαιρέσει
20κυβερνώμεθα, καὶ οὐχ εἱμαρμένης ἀνάγκῃ, κατά τινας, ὑποκείμεθα, ἐν τῷ θέλειν καὶ μὴ θέλειν ὁριζόμενοι καὶ τὰ καλὰ κεῖσθαι καὶ τὰ κακά. Διὰ τοῦτο γὰρ ὁ Θεὸς καὶ βασιλείαν ὑπέσχετο, καὶ τιμωρίαν ἠπείλησεν. Οὐκ ἂν δὲ τοῖς ἀνάγκῃ δεδεμένοις οὕτως ἐποίησε· τῶν γὰρ
25ἀπὸ γνώμης γινομένων ἀντίδοσίς ἐστιν ἑκατέρων. Οὐκ ἂν νόμους ἔθηκεν, οὐκ ἂν παραινέσεις ἔδωκεν, εἰ δεσμοῖς εἱμαρμένης κεκρατημένοι ἦμεν. Ἀλλ’ ἐπειδὴ ἐλεύθεροί ἐσμεν, καὶ τῆς ἰδίας προαιρέσεως κύριοι, καὶ ἀπὸ μὲν ῥᾳθυμίας γινόμεθα φαῦλοι, ἀπὸ δὲ σπουδῆς χρηστοὶ, διὰ
30τοῦτο ταῦτα κατεσκεύασε τὰ φάρμακα, τῷ φόβῳ τῆς κολάσεως καὶ τῇ προσδοκίᾳ τῆς βασιλείας διορθούμενος ἡμᾶς, καὶ φιλοσοφεῖν παιδεύων. Οὐκ ἐκ τούτων δὲ μό‐ νον, ἀλλὰ καὶ ἐξ ὧν ἡμεῖς αὐτοὶ ποιοῦμεν, δῆλον ὅτι οὔτε εἱμαρμένη, οὔτε τύχη, οὔτε γένεσις, οὔτε δρόμος
35ἀστέρων τὰ καθ’ ἡμᾶς διοικεῖ. Εἰ γὰρ ἐκεῖθεν ἤρτηται τὰ γινόμενα πάντα, καὶ οὐ τῆς προαιρέσεως τῶν ἀν‐ θρώπων, τίνος ἕνεκεν μαστιγοῖς τὸν οἰκέτην κεκλοφότα; τίνος ἕνεκεν μοιχευθεῖσαν τὴν γυναῖκα εἰς δικαστήριον ἕλκεις; τίνος ἕνεκεν αἰσχύνῃ πράττων τὰ ἄτοπα; τίνος
40ἕνεκεν οὐδὲ τὰ ῥήματα φέρεις ὀνειδιζόμενος, ἀλλ’ ἐάν τίς σε καλέσῃ μοιχὸν, ἢ πόρνον, ἢ μέθυσον, ἤ τι τοιοῦ‐ τον, ὕβριν τὸ πρᾶγμα καλεῖς; Εἰ γὰρ μὴ τῆς σῆς γνώ‐ μης τὸ ἁμαρτάνειν, οὔτε ἔγκλημα τὸ γινόμενον, οὔτε ὕβρις τὸ λεγόμενον. Νῦν δὲ καὶ δι’ ὧν τοῖς ἁμαρτά‐
45νουσιν οὐ συγγινώσκεις, καὶ δι’ ὧν αὐτὸς αἰσχύνῃ τὰ κακὰ πράττων, καὶ λανθάνειν σπουδάζεις, καὶ δι’ ὧν τοὺς ταῦτά σοι προφέροντας ὑβριστὰς νομίζεις, διὰ πάντων ὁμολογεῖς, ὅτι οὐκ ἀνάγκῃ δέδεται τὰ ἡμέτερα, ἀλλὰ προαιρέσεως ἐλευθερίᾳ τετίμηται. Τοῖς γοῦν ἀνάγκῃ

56

.

282

(50)

κατεχομένοις συγγινώσκειν οἴδαμεν. Κἂν ὑπὸ δαίμονός τις ὀχλούμενος, ἢ τὸν χιτῶνα διαῤῥήξῃ τὸν ἡμέτερον, ἢ πληγὰς ἐπενέγκῃ, οὐ μόνον οὐ κολάζομεν αὐτὸν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. Τί δήποτε; ὅτι οὐχ ἡ τῆς προαιρέσεως ἐλευθερία, ἀλλ’ ἡ τοῦ δαίμονος
55βία ταῦτα εἰργάσατο. Ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγκης τῆς κατὰ τὴν εἱμαρμένην ἐγίνετο, συνέγνωμεν ἄν· ἐπειδὴ δὲ ἴσμεν, ὅτι οὐκ ἔστιν ἀνάγκης, διὰ τοῦτο οὐ συγγινώσκομεν, οὔτε δεσπόται οἰκέταις,
οὔτε ἄνδρες γυναιξὶν, οὔτε γυναῖκες ἀνδράσιν, οὔτε281

56

.

283

πατέρες παισὶν, οὔτε διδάσκαλοι μαθηταῖς, οὔτε ἄρχον‐ τες ἀρχομένοις, ἀλλὰ πικροὶ τῶν τετολμημένων ἐξετασταὶ καὶ τιμωροὶ γινόμεθα, καὶ δικαστήρια καταλαμβάνομεν, καὶ πληγαῖς ὑποβάλλομεν, καὶ ἐπιτιμήσεσι χρώμεθα,
5καὶ πάντα πράττομεν, ὅπως ἀπαλλάξωμεν αὐτοὺς τῶν κακῶν. Τοῖς δὲ παισὶ τοῖς ἡμετέροις καὶ παιδαγωγοὺς ἐφιστῶμεν, καὶ εἰς διδασκάλους πέμπομεν, καὶ ἀπειλὰς προστίθεμεν, καὶ μάστιγας ἐπιτίθεμεν, καὶ πολλὰ ἕτερα βοηθήματα προσάγομεν, ἵνα καλοὶ γένωνται. Τίς οὖν
10χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορθοῦν ἀρετήν; Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι καλὸν, καὶ καθεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός· μᾶλλον δὲ οὐδὲ καλὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν, τὸν ἐξ ἀνάγκης τοῦτο γινό‐ μενον. Τίς χρεία πόνων καὶ ἱδρώτων πρὸς τὸ φεύγειν
15κακίαν; Εἰ γὰρ εἵμαρταί τινι γενέσθαι κακὸν, κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται· μᾶλλον δὲ οὐδὲ κακὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν, τὸν ὑπ’ ἀνάγκης πρὸς τοῦτο ὠθούμενον. Ὥσπερ γὰρ τὸν δαιμονῶντα, κἂν λοιδορῇ, κἂν τύπτῃ (πάλιν γὰρ τῷ αὐτῷ κέχρημαι παραδείγματι),
20οὐ προσεροῦμεν ὑβριστήν· οὐ γὰρ αὐτῷ λογιζόμεθα τὴν λοιδορίαν, ἀλλὰ τῇ ἀνάγκῃ τοῦ δαίμονος· οὕτω καὶ τὸν κακὸν, εἰ ὑπὸ τῆς εἱμαρμένης ὠθεῖται πρὸς τοῦτο, μὴ καλῶμεν αὐτὸν κακὸν, ὥσπερ οὐδὲ τὸν καλὸν καλόν. Καὶ γὰρ εἰ τοῦτο δοθείη, πάντα συγχυθήσεται τὰ καθ’
25ἡμᾶς, καὶ οὔτε ἀρετὴ ἔσται τι, οὔτε κακία, οὐ τέχναι, οὐ νόμοι, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίνος δὲ ἕνεκεν σπουδὴν πολλὴν ποιούμεθα νοσοῦντες, καὶ χρήματα δα‐ πανῶμεν, καὶ ἰατροὺς καλοῦμεν, καὶ φάρμακα ἐπιτί‐ θεμεν, καὶ γαστρὸς κατέχομεν, καὶ ἐπιθυμίαν κολάζομεν;
30Εἰ γὰρ τῆς εἱμαρμένης ἤρτηται καὶ ὑγίεια καὶ νόσος, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα, περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ τῆς τῶν νοσούντων διαίτης ἡ ἀκρίβεια. Νῦν δὲ μετὰ τῶν ἄλλων καὶ ἐκ τούτων δη‐ λοῦμεν, ὅτι οὐδὲν αὐτῶν περιττόν ἐστιν. Ἀλλ’ οἴχεται
35μὲν ὁ τῆς εἱμαρμένης μῦθος· οὐδεμιᾷ γὰρ ἀνάγκῃ τὰ καθ’ ἡμᾶς ὑπόκειται· πάντα δὲ, καθὼς ἔφην, ἐλευθερίᾳ τετίμηται προαιρέσεως. δʹ. Ταῦτ’ οὖν εἰδότες, ἀγαπητοὶ, καὶ τὰ τούτων πλείονα (πολλὰ γὰρ ἔστι καὶ ἄλλα περὶ τούτων εἰπεῖν, ἀλλὰ
40τοῖς συνετωτέροις ἀρκεῖ ταῦτα), φύγωμεν κακίαν, ἑλώμεθα ἀρετὴν, ἵνα δείξωμεν διὰ τῶν πραγμάτων, ὅτι αὐτεξούσιον ἔχομεν πρὸς τὰ δοκοῦντα τὴν γνώμην, ἵνα μὴ καταισχυνθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς τῶν ἔργων ἀποκαλύψεως. Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι
45δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, καθώς φη‐ σιν ὁ Παῦλος, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν. Λάβωμεν, παρα‐ καλῶ, κατὰ νοῦν ἐκεῖνο τὸ δικαστήριον, καὶ νομίσω, μὲν αὐτὸ παρεῖναι νῦν, καὶ τὸν κριτὴν καθέζεσθαι, καὶ

56

.

283

(50)

τὰ πάντα ἀνακαλύπτεσθαι, καὶ εἰς μέσον ἄγεσθαι. Οὐ γὰρ ἁπλῶς παραστῆναι δεῖ, ἀλλὰ καὶ φανερωθῆναι ἡμᾶς. Ἆρα οὐκ ἠρυθριάσατε; ἆρα οὐκ ἐφρίξατε; ἆρα οὐχ αἱ‐ ρούμεθα πολλάκις ἀποθανεῖν, ἢ ἐπὶ φίλων αἰδεσίμων πταῖσμα κρυπτὸν ἡμῶν φανερωθῆναι; Πῶς οὖν τότε δια‐
55κεισόμεθα, ἐπὶ πάντων ἀγγέλων καὶ πάντων ἀνθρώπων φανερουμένων τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἱσταμένων; Ἐλέγξω σε γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Εἰ δὲ μήπω τοῦ πράγματος παρόντος,
60ἀλλὰ καθ’ ὑπόθεσιν δοθέντος, καὶ λόγῳ διαγραφέντος,
ἀπολλύμεθα ὑπὸ τοῦ συνειδότος, τί ποιήσομεν ὅτανColumn end

56

.

284

παραγένηται, ὅταν ἡ οἰκουμένη πᾶσα παρῇ, ὅταν ἄγγελοι καὶ ἀρχάγγελοι, ὅταν ἀρχαὶ καὶ ἐξουσίαι, ὅταν σάλπιγγες ἠχῶσιν αἱ συνεχεῖς καὶ ἐπάλληλοι, καὶ ἁρπαγὴ τῶν δικαίων ἐπὶ νεφελῶν, καὶ πολὺς τῶν ἡμαρ‐
5τηκότων ὁ κλαυθμός; Ποῖος ἄρα φόβος ἕξει τότε τοὺς ἐπὶ τῆς γῆς ἀπομένοντας; Μία γὰρ, φησὶν, ἁρπάζεται, καὶ μία ἀφίεται· καὶ εἷς παραλαμβάνεται, καὶ εἷς κατα‐ λιμπάνεται. Τίς ἔσται ἡ ψυχὴ ἐκείνων, ὅταν τοὺς μὲν ὁρῶσιν ἀπαγομένους μετὰ τιμῆς μεγάλης, ἑαυτοὺς δὲ
10ἀφιεμένους μετὰ πολλῆς αἰσχύνης; Οὐκ ἔστιν, οὐκ ἔστι, πιστεύσατε, παραστῆσαι λόγῳ τὸ πάθος. Εἴδετέ ποτε τοὺς ἀπαγομένους ἐπὶ θάνατον; Ποίαν αὐτοῖς νομίζετε εἶναι τὴν ψυχὴν τὴν μέχρι τῆς πύλης ὁδὸν βαδίζουσι; Τί οὐκ ἂν εἵλοντο καὶ ποιῆσαι καὶ παθεῖν, ὥστε ἀπαλλαγῆναι
15τῆς ἀχλύος ἐκείνης; Ἐγὼ πολλῶν ἤκουσα λεγόντων τῶν φιλανθρωπίᾳ βασιλικῇ μετὰ τὴν ἀπαγωγὴν εἰς τοὐπίσω ἀνακληθέντων, ὅτι οὐδὲ ἀνθρώπους ἑώρων τοὺς ἀνθρώ‐ πους, τεθορυβημένης τῆς ψυχῆς καὶ ἐκπεπληγμένης. Καὶ τί λέγω περὶ τῶν ἀπαγομένων; Ὄχλος περιέστηκε
20τότε, οἱ πλείους οὐκ εἰδότες αὐτούς. Εἴ τις ἑνὸς τότε ἑκάστου τὴν ψυχὴν περιεσκόπησεν, οὐδεὶς οὕτως ὠμὸς, οὐδεὶς οὕτω θρασὺς, οὐδεὶς οὕτω γενναῖος, ὃν οὐ κατα‐ πεπτωκυῖαν αὐτὴν ἔχοντα εὕροι καὶ παρειμένην ὑπὸ τοῦ φόβου καὶ τῆς ἀθυμίας. Εἰ δὲ ἑτέρων ἀναιρουμένων οἱ
25μηδὲν αὐτοῖς κοινωνοῦντες οὕτω διατίθενται, ὅταν ἡμεῖς αὐτοὶ τοῖς μείζοσι περιπέσωμεν, τίνες ἄρα ἐσόμεθα, τῆς μὲν ἀῤῥήτου χαρᾶς ἐκείνης ἀποπεμπόμενοι, εἰς αἰωνίαν δὲ τιμωρίαν παραπεμπόμενοι; Εἰ γὰρ καὶ γέεννα μὴ ἦν, τὸ ἐκ τοσαύτης λαμπρότητος ἀπωσθῆναι, καὶ ἄτιμον
30ἀναχωρῆσαι, πόση κόλασις; Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος, θεωροῦντες πολλοὶ, καὶ τὴν ἑαυτῶν πενίαν ἐννοοῦντες, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνουσιν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένουσι,
35τί τότε ἔσται; Ἢ μικρὰν εἶναι νομίζετε κόλασιν τὸ μὴ κατατάττεσθαι ἐν ἐκείνῳ τῷ χορῷ; τὸ μὴ καταξιοῦσθαι τῆς ἀποῤῥήτου δόξης; τὸ τῆς πανηγύρεως ἐκείνης καὶ τῶν ἀφράστων ἀγαθῶν πόῤῥω που καὶ μακρὰν ἀπεῤῥῖφθαι; Ὅταν δὲ καὶ σκότος ᾖ, καὶ βρυγμὸς ὀδόντων, καὶ δεσμὰ
40ἄλυτα, καὶ σκώληξ ἀτελεύτητος, καὶ πῦρ ἄσβε‐ στον, καὶ θλίψις καὶ στενοχωρία, καὶ γλῶσσαι τηγανιζό‐ μεναι, καθάπερ ἡ τοῦ πλουσίου, καὶ ὀλοφυρώμεθα, καὶ μηδεὶς ἀκούῃ, καὶ στένωμεν, καὶ βρύχωμεν ὑπὸ τῶν ἀλγηδόνων, καὶ μηδεὶς προσέχῃ, καὶ πανταχοῦ βλέπω‐
45μεν, καὶ μηδαμοῦ μηδεὶς ὁ παραμυθούμενος ᾖ· ποῦ τά‐ ξομεν τοὺς ἐν τούτοις ὄντας; τί δὲ ἐκείνων ἀθλιώτερον τῶν ψυχῶν; τί δὲ ἐλεεινότερον; εʹ. Εἰ δὲ εἰς δεσμωτήριον εἰσιόντες, καὶ τοὺς μὲν αὐχμῶν‐ τας ὁρῶντες, τοὺς δὲ σιδηραῖς ἁλύσεσι δεδεμένους, τοὺς

56

.

284

(50)

δὲ σκότῳ κατακεκλεισμένους, κατακλώμεθα, φρίττομεν, πάντα πράττομεν ὑπὲρ τοῦ μὴ ἐμπεσεῖν εἰς τοιαύτην ἀνάγκην καὶ θλίψιν· ὅταν ἀπαγώμεθα εἰς αὐτὰ τὰ τῆς γεέννης βασανιστήρια δεδεμένοι, τίνες ἐσόμεθα; τί δὲ πράξομεν; Οὐ γὰρ ἐκ σιδήρου τὰ δεσμὰ ἐκεῖνα, ἀλλ’ ἀπὸ
55πυρός εἰσιν οὐδέποτε σβεννυμένου, οὐδὲ ὁμότιμοί τινες οἱ ἐφεστῶτες ἡμῖν, οὓς καὶ ἐκμειλίξασθαι πολλάκις ἔνι, ἀλλ’ ἄγγελοι φοβεροὶ καὶ ἀσυμπαθεῖς, οἷς οὐδὲ ἀντιβλέψαι δυνατὸν, σφοδρῶς ὑπὲρ ὧν τὸν Δεσπότην ὑβρίσαμεν ὀρ‐
γιζόμενοι. Οὐκ ἔστι, καθάπερ ἐνταῦθα, τοὺς μὲν ἀργύ‐283

56

.

285

ριον, τοὺς δὲ τροφὰς, τοὺς δὲ λόγους εἰσάγοντας παρα‐ κλητικοὺς ἰδεῖν, καὶ παραμυθίας τυχεῖν, ἀλλὰ πάντα ἐκεῖ ἀσύγγνωστα. Κἂν Νῶε ᾖ, κἂν Ἰὼβ, κἂν Δανιὴλ, καὶ τοὺς οἰκείους ἴδωσι κολαζομένους, οὐ τολμῶσι παρα‐
5στῆναι, καὶ χεῖρα ὀρέξαι. Καὶ γὰρ τὴν ἐκ φύσεως συμ‐ πάθειαν ἀναιρεῖσθαι τότε συμβαίνει Ἐπειδὴ γὰρ εὑρί‐ σκονται δίκαιοι τέκνων ἁμαρτωλῶν πατέρες, καὶ παῖδες ἀγαθοὶ γονέων πονηρῶν (οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ γνώ‐ μης τὰ κακὰ), ὥστε καθαρὰν αὐτοῖς εἶναι τὴν εὐφροσύ‐
10νην, καὶ μὴ τῇ τῆς συμπαθείας ἀνάγκῃ κατακλᾶσθαι τοὺς ἀπολαύοντας τῶν ἀγαθῶν ἐκείνων, καὶ ταύτην σβέννυσθαι τότε ἐστὶ, καὶ αὐτοὺς συναγανακτεῖν τῷ Δε‐ σπότῃ κατὰ τῶν οἰκείων σπλάγχνων. Εἰ γὰρ καὶ νῦν τινες, ὅταν ἴδωσι φαύλους τοὺς αὐτῶν παῖδας, ἀποκηρύτ‐
15τουσι, καὶ τῆς συγγενείας ἀποτέμνουσι, πολλῷ μᾶλλον ἐν τῇ κρίσει τοῦτο γενήσεται. Τοιγαροῦν μηδεὶς ἐλπι‐ ζέτω, χρηστὰ μὴ ἐργασάμενος, τὶ χρηστὸν, κἂν μυρίους ἔχῃ προγόνους δικαίους. Ἕκαστος γὰρ κομίσεται, φησὶ, τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν,
20εἴτε κακόν. Ἀκούσωμεν, παρακαλῶ, καὶ σωφρονῶμεν. Ἂν πῦρ ἔχῃς ἐπιθυμίας πονηρᾶς, ἐννόησον τῆς κολάσεως ἐκείνης τὸ πῦρ, καὶ τοῦτο κατασβεσθὲν οἴχεται. Ἂν βου‐ ληθῇς φθέγξασθαί τι τῶν ἀτόπων, ἐννόησον τὸν βρυγμὸν τῶν ὀδόντων, καὶ χαλινὸς ἔσται σοι φόβος. Ἂν ἁρπάσαι
25θελήσῃς, ἄκουσον τοῦ δικαστοῦ λέγοντος, Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον, καὶ ταύτην ἐκβαλεῖς τὴν ἐπιθυμίαν. Ἂν ὠμὸς καὶ ἀνελεήμων ᾖς, ἀναμνήσθητι τῶν παρθένων ἐκείνων, αἳ, τῶν λαμπάδων αὐτῶν σβεσθεισῶν διὰ τὸ μὴ ἔχειν
30ἔλαιον, τοῦ νυμφῶνος ἐξέπεσον, καὶ ταχέως ἔσῃ φιλάν‐ θρωπος. Ἂν μεθύειν καὶ τρυφᾷν ἐπιθυμῇς, ἄκουσον τοῦ πλουσίου λέγοντος, Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δα‐ κτύλῳ καταψύξῃ τὴν τηγανιζομένην γλῶσσαν, καὶ οὐ τυγχάνοντος τῆς αἰτήσεως, καὶ ταχέως ἀποστήσῃ τοῦ πά‐
35θους. Καὶ τὰ ἄλλα δὲ πάντα τούτῳ κατορθώσεις τῷ τρόπῳ· οὐδὲν γὰρ φορτικὸν ἐπέταξεν ὁ Θεός. Πόθεν οὖν φορτικὰ φαίνεται τὰ ἐπιτάγματα; Ἀπὸ τῆς ῥᾳθυ‐ μίας τῆς ἡμετέρας. Ὥσπερ γὰρ, ἐὰν σπουδάζωμεν, καὶ τὰ δοκοῦντα βαρέα κοῦφα ἔσται καὶ ῥᾴδια, οὕτως, ἐὰν
40ῥᾳθυμῶμεν, καὶ τὰ φορητὰ φανεῖται δύσκολα ἡμῖν. Ἅπερ ἅπαντα λογισάμενοι, μὴ τοὺς τρυφῶντας μακαρίζωμεν, ἀλλὰ τὸ τέλος αὐτῶν ἐννοῶμεν. Ἐνταῦθα μὲν γὰρ κόπρος καὶ πολυσαρκία, ἐκεῖ δὲ σκώληξ καὶ πῦρ. Μὴ τοὺς ἁρ‐ πάζοντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα φροντίδες
45καὶ πόνοι, ἐκεῖ δεσμὰ ἄλυτα καὶ σκότος ἐξώτερον. Μὴ τοὺς δόξης ἐρῶντας, ἀλλὰ τί τὸ τέλος αὐτῶν. Ἐνταῦθα δουλεία καὶ εἰρωνεία, ἐκεῖ ζημία πολλὴ καὶ τὸ διηνεκὲς ἐμπυρίζεσθαι. Ἂν οὕτως ἑαυτοῖς διαλεγώμεθα, καὶ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς ἐπᾴδωμεν ταῖς πονηραῖς ἡμῶν

56

.

285

(50)

ἐπιθυμίαις, ταχέως καὶ κακίαν ἐκφύγωμεν, καὶ ἀρετὴν κατορθώσομεν, καὶ τὸν τῶν παρόντων ἔρωτα σβέσομεν, καὶ τὸν τῶν μελλόντων ἀνάψομεν. Τί γὰρ ἔχει τὰ πα‐ ρόντα βέβαιον, ἢ τί ξένον καὶ παράδοξον, ὅτι πᾶσαν τὴν σπουδὴν εἰς αὐτὰ ἀναλίσκωμεν; Οὐχὶ τὰ αὐτὰ διαπαντὸς
55ὁρῶμεν ἀνακυκλούμενα, οἷον ἡμέρα καὶ νὺξ, νὺξ καὶ ἡμέρα, χειμὼν καὶ θέρος, θέρος καὶ χειμὼν, καὶ πλέον οὐδέν; Ἀνάψωμεν τοίνυν τῶν μελλόντων ἀγαθῶν τὸν πόθον. Μεγάλη γὰρ ἀπόκειται δόξα τοῖς δικαίοις, καὶ ἢν οὐκ ἔνι παραστῆσαι λόγῳ. Τὰ γὰρ σώματα μετὰ τὴν
60ἀνάστασιν ἀπολαβόντες ἄφθαρτα, συνδοξάζονται καὶ
συμβασιλεύουσι τῷ Χριστῷ.Column end

56

.

286

ϛʹ. Τοῦτο δὲ ἡλίκον ἐστὶν, ἐντεῦθεν εἰσόμεθα· μᾶλλον σὲ σαφῶς μὲν οὐδαμόθεν εἰσόμεθα· ὥστε δὲ ἀπὸ τῶν παρ’ ἡμῖν ἀγαθῶν ἀναχθέντες, μικρὰν γοῦν τινα λάβωμεν ἔν‐ νοιαν, ὡς ἂν οἷός τε ὦ, παραστῆσαι πειράσομαι τὸ λεχθέν.
5Εἰπὲ γάρ μοι, εἴ τίς σε γεγηρακότα, καὶ ἐν πενίᾳ ζῶντα ἐπηγγέλλετο ποιήσειν ἐξαίφνης νέον, καὶ εἰς αὐτὴν ἄξειν τῆς ἡλικίας τὴν ἀκμὴν, καὶ σφόδρα ἰσχυρὸν καὶ ὡραῖον ὑπὲρ πάντας κατασκευάσειν, καὶ βασιλείαν δώσειν τῆς γῆς ἁπάσης ἐπὶ ἔτεσι χιλίοις, βασιλείαν εἰρήνην ἔχουσαν
10βαθυτάτην, τί οὐκ ἂν ὑπὲρ ταύτης εἵλου τῆς ὑποθέσεως καὶ ποιῆσαι καὶ παθεῖν; Ἰδοὺ τοίνυν, ὁ Χριστὸς οὐχὶ ταῦτα, ἀλλὰ πολλῷ μείζονα τούτων ἐπαγγέλλεται. Οὐ γὰρ ὅσον γήρως καὶ νεότητος τὸ μέσον, τοσοῦτον φθορᾶς καὶ ἀφθαρσίας τὸ διάφορον· οὐδὲ ὅσον βασιλείας καὶ πε‐
15νίας, τοσοῦτον τῆς δόξης τῆς παρούσης καὶ τῆς μελλού‐ σης· ἀλλ’ ὅσον ὀνειράτων καὶ ἀληθείας. Μᾶλλον δὲ οὐ‐ δὲν οὐδέπω εἴρηκα· οὐδὲ γάρ ἐστι λόγος ἱκανὸς παρα‐ στῆσαι τὸ μέγεθος τῆς διαφορᾶς τῶν ἐσομένων πρὸς τὰ παρόντα. Χρόνου δὲ ἕνεκεν, οὐδὲ ἐννοῆσαι ὅλως
20ἔστι διαφοράν. Πῶς γὰρ ἄν τις παραβάλοι τοῖς παροῦσι ζωὴν πέρας οὐκ ἔχουσαν; Τῆς δὲ εἰρήνης τοσοῦτο τὸ μέσον, ὅσον εἰρήνης καὶ πολέμου τὸ διάφορον· καὶ τῆς φθορᾶς καὶ τῆς ἀφθαρσίας, ὅσον βώλου πηλίνης ὁ καθαρὸς μαργαρίτης ἀμείνων. Μᾶλλον δὲ, ὅσα ἂν εἴπῃ τις, οὐδὲν
25παραστῆσαι δυνήσεται. Κἂν γὰρ τῷ τῆς ἀκτῖνος παραβάλω φωτὶ τὸ κάλλος τῶν τότε σωμάτων, κἂν ἀστραπῇ τῇ φα‐ νοτάτῃ, οὐδὲν οὐδέπω τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. Ὑπὲρ δὴ τούτων πόσα οὐκ ἄξιον προέσθαι χρήματα καὶ σώματα; μᾶλλον δὲ πόσας οὐκ ἄξιον προέσθαι ψυχάς; Νῦν
30δὲ, εἰ μέν τίς σε εἰς βασίλεια εἰσήγαγε, καὶ πάντων παρόντων διαλεχθῆναί σοι τὸν βασιλέα παρεσκεύασε, καὶ ὁμοτράπεζον αὐτῷ καὶ ὁμοδίαιτον ἐποίησε, πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον· εἰς δὲ τὸν οὐρανὸν μέλλων ἀναβῆναι, καὶ παρ’ αὐτὸν ἑστάναι τὸν βασιλέα
35τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπρο‐ σίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προ‐ έσθαι χρήματα, δέον, εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσα‐ σθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς; Σὺ δὲ, ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν
40σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ κέρδος τὸ τοιοῦτον ἐγὼ καλῶ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμε‐ νος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς, τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης, τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, ὀκνεῖς καὶ ἀναδύῃ
45καὶ πρὸς χρήματα κέχηνας; καὶ οὐκ ἐννοεῖς, ὅτι εἰ τὰ πρὸς ἡμᾶς τοῦ οὐρανοῦ μέρη οὕτω καλὰ καὶ τερπνὰ, ἡλίκα τὰ ἀνώτατα, καὶ ὁ τοῦ οὐρανοῦ οὐρανός; Ἀλλ’ ἐπειδὴ σωματικοῖς ὀφθαλμοῖς ταῦτα ἰδεῖν οὐκ ἔστιν, ἀνάβηθι τῷ λογισμῷ, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦτον

56

.

286

(50)

στὰς, ἀνάβλεψον εἰς ἐκεῖνον τὸν ἀνωτέρω τούτου οὐρανὸν, εἰς τὸ ὕψος τὸ ἄπειρον, εἰς τὸ φῶς τὸ ἀπρόσιτον, εἰς τοὺς δήμους τῶν ἀγγέλων, εἰς τὰς τάξεις τῶν ἀρχαγγέλων, εἰς τὰς ἄλλας δυνάμεις τὰς ἀσωμάτους· καὶ πάλιν ἐπιλαβοῦ τῆς παρ’ ἡμῖν εἰκόνος, καταβὰς ἄνωθεν, καὶ ὑπόγραψόν
55μοι τὰ περὶ τὸν βασιλέα τὸν ἐπὶ γῆς, οἷον, ἄνδρας χρυ‐ σοφοροῦντας, καὶ ζεῦγος λευκῶν ἡμιόνων χρυσῷ καλλω‐ πιζομένων καὶ ὄχημα λιθοκόλλητον, καὶ πέταλα τούτῳ περισειόμενα, καὶ δράκοντας ἐν ἱματίοις σχηματιζομένους σηρικοῖς, καὶ ἀσπίδας χρυσοῦς ἐχούσας ὀφθαλμοὺς, καὶ
60ἵππους χρυσοφοροῦντας, καὶ χαλινοὺς χρυσοῦς. Ἀλλ’
ὅταν τὸν βασιλέα ἴδωμεν, οὐδὲν τούτων ὁρῶμεν λοιπόν·285

56

.

287

ἐκεῖνος γὰρ ἡμᾶς ἐπιστρέφει μόνος, καὶ τὰ πορφυρᾶ μάτια, καὶ τὸ διάδημα, καὶ ἡ καθέδρα, καὶ ἡ περόνη, καὶ τὰ ὑποδήματα, καὶ ἡ τῆς ὄψεως λαμπηδών. Ταῦτα οὖν ἅπαντα συναγαγὼν ἀκριβῶς, ἀπὸ τούτων μετάθες
5πάλιν ἐπὶ τὰ ἄνω τὸν λογισμὸν, καὶ τὴν ἡμέραν ἐννόη‐ σον τὴν φοβερὰν, καθ’ ἣν ὁ Χριστὸς παραγίνεται. Οὐ γὰρ ζεῦγος ἡμιόνων ὄψει τότε, οὐδὲ ὀχήματα χρυσᾶ, οὐδὲ δράκοντας καὶ ἀσπίδας, ἀλλ’ ὃ πολλῆς γέμει φρί‐ κης, καὶ τοσαύτην ἐμποιεῖ τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς
10ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν, φησὶ, σαλευθήσονται. Τότε ἀνοί‐ γεται μὲν ἅπας ὁ οὐρανὸς, κάτεισι δὲ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὐκ εἴκοσι, οὐδὲ ἑκατὸν δορυφορούντων αὐ‐ τὸν, ἀλλὰ χιλιάδων καὶ μυριάδων ἀγγέλων τε καὶ ἀρχ‐
15αγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστὰ, τῆς γῆς ἀναῤῥηγνυμένης, καὶ τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης, ἀπὸ γῆς ἀνισταμένων, καὶ ἁρπαζομένων, αὐ‐ τοῦ μετὰ τοσαύτης φαινομένου δόξης, ὥστε τὸν ἥλιον
20καὶ τὴν σελήνην ἅπαν κρύψαι τὸ φῶς, ὑπὸ τῆς αὐγῆς ἐκείνης ὑπερλαμπόμενον. Ἀλλ’, οἴμοι τῆς πολλῆς ἀναι‐ σθησίας, ὅτι, τοιούτων προσδοκωμένων ἀγαθῶν, ἔτι πρὸς τὰ παρόντα κεχήναμεν, καὶ οὐκ ἐννοοῦμεν τοῦ διαβό‐ λου τὴν κακουργίαν, ὃς διὰ τῶν μικρῶν τὰ μεγάλα ἡμᾶς
25ἀφαιρεῖται, καὶ δίδωσι πηλὸν, ἵνα ἁρπάσῃ οὐρανὸν, καὶ δείκνυσι σκιὰν, ἵνα ἐκβάλῃ τῆς ἀληθείας, καὶ ἐν ὀνεί‐ ροις φαντάζει (τοῦτο γὰρ ὁ παρὼν πλοῦτος), ἵν’, ἡμέ‐ ρας γενομένης, δείξῃ πάντων πενεστέρους. Ἅπερ μα‐ θόντες, ἀγαπητοὶ, φύγωμεν τὸν ἐκείνου δόλον, φύγωμεν
30τὴν μετ’ ἐκείνου κατάκρισιν, ἵνα μὴ καὶ πρὸς ἡμᾶς ὁ κριτὴς εἴπῃ· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. ζʹ. Ἀλλὰ φιλάνθρωπός ἐστιν ὁ Θεός· οὐκ ἔσται τοῦτο,
35φησίν. Οὐκοῦν εἰκῆ γέγραπται; Οὐχὶ, φησὶν, ἀλλὰ πρὸς ἀπειλὴν μόνον, ἵνα σωφρονῶμεν. Ἂν οὖν μὴ σωφρονῶ‐ μεν, ἀλλὰ μένωμεν κακοὶ, οὐκ ἐπάξει τὴν κόλασιν; εἰπέ μοι. Οὐκοῦν οὐδὲ τοῖς ἀγαθοῖς ἀποδώσει τὰς ἀμοιβάς; Ναὶ, φησί· τοῦτο γὰρ πρέπον αὐτῷ καὶ ὑπὲρ τὴν ἀξίαν
40εὐεργετεῖν. Ὥστε ἐκεῖνα ἀληθῆ καὶ πάντως ἔσται, τὰ δὲ τῶν κολάσεων οὐ πάντως; Ὢ τῆς πολλῆς τοῦ διαβό‐ λου κακοτεχνίας, ὢ τῆς ἀπανθρώπου ταύτης φιλανθρω‐ πίας. Ἐκείνου γάρ ἐστιν οὗτος ὁ λογισμὸς χάριν ἀνόνη‐ τον χαριζόμενος καὶ ῥᾳθύμους ποιῶν. Ἐπειδὴ γὰρ οἶ‐
45δεν, ὅτι τῆς κολάσεως ὁ φόβος, καθάπερ τις χαλινὸς, τὴν ἡμετέραν ἄγχει ψυχὴν, καὶ τῶν κακῶν ἀναστέλλει, πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρόῤῥιζον ἀνα‐ σπάσαι τοῦτον, ἵνα λοιπὸν ἀδεῶς κατὰ κρημνῶν φερώ‐ μεθα. Πῶς οὖν αὐτοῦ περιγενώμεθα; Ὅσα ἂν εἴπωμεν

56

.

287

(50)

ἀπὸ τῶν Γραφῶν, ἐροῦσιν οἱ ἀντιλέγοντες, ὅτι ἀπειλῆς ἕνεκεν γέγραπται. Ἀλλὰ περὶ μὲν τῶν μελλόντων ἔχοιεν ἂν τοῦτο λέγειν, εἰ καὶ λίαν ἀσεβῶς· περὶ δὲ τῶν ἐκ‐ βεβηκότων οὐκ ἔτι, καὶ τέλος ἐσχηκότων. Ἐρώμεθα τοίνυν αὐτούς· Ἠκούσατε περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς
55πανωλεθρίας ἐκείνης; μὴ κἀκεῖνο ἀπειλῆς ἕνεκεν εἴ‐
ρητο; οὐχὶ γέγονε, καὶ εἰς ἔργον ἐξέβη; οὐχὶ καὶ τὰColumn end

56

.

288

ὄρη μαρτυρεῖ τῆς Ἀρμενίας, ἔνθα ἡ κιβωτὸς ἱδρύθη; οὐχὶ καὶ τὰ λείψανα αὐτῆς ἕως νῦν ἐκεῖ σώζεται πρὸς ἡμετέραν ὑπόμνησιν; Τοιαῦτα καὶ τότε πολλοὶ ἔλεγον, καὶ ἐν ἑκατὸν ἔτεσι τῆς κιβωτοῦ τεκταινομένης, καὶ
5τῶν ξύλων κατασκευαζομένων, καὶ τοῦ δικαίου βοῶν‐ τος, οὐδεὶς ὁ πιστεύων ἦν· ἀλλ’ ἐπειδὴ οὐκ ἐπίστευσαν τῇ διὰ τῶν ῥημάτων ἀπειλῇ, τὴν διὰ τῶν πραγμάτων ὑπέστησαν τιμωρίαν ἀθρόον. Εἶτα ὁ τοιαύτην κόλασιν ἐπαγαγὼν ἐκείνοις, οὐ πολλῷ μᾶλλον ἐπάξει ἡμῖν;
10οὐ γὰρ ἐλάττονα τῶν τότε κακῶν τὰ νῦν γινόμενα. Τότε μὲν γὰρ ἐπιμιξίας ἐποίουν ἀθέσμους· Εἰσῆλθον γὰρ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀν‐ θρώπων· νῦν δὲ οὐκ ἔστιν εἶδος ἁμαρτίας ἄπρακτον, ὃ καταλιμπάνεται.
15 Ἀλλ’, εἰ δοκεῖ, καὶ ἐφ’ ἕτερα κολάσεως εἴδη τὸν λό‐ γον ἀγάγωμεν, ἵνα ἐκ τῶν γενομένων καὶ τὰ μέλλοντα πιστευθῇ. Ἐπεδήμησέ τις ὑμῶν τῇ Παλαιστίνῃ ποτέ; Ἔγωγε οἶμαι. Οὐκοῦν ὑμεῖς μαρτυρήσατε τῇ ἀληθείᾳ τῶν λεγομένων. Ἀσκάλωνος γὰρ καὶ Γάζης ἀνώτερον
20εἰς αὐτὸ τοῦ Ἰορδάνου ποταμοῦ τὸ τέλος ἦν τις χώρα πολλή τε καὶ εὔφορος, καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ ἁμιλ‐ λωμένη· Εἶδε γὰρ, φησὶ, Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἦν ποτιζομένη ὡς ὁ παράδεισος τοῦ Θεοῦ. Ἀλλὰ νῦν αὕτη πασῶν τῶν ἐρήμων ἐστὶν
25ἐρημοτέρα, Ἕστηκε μὲν γὰρ δένδρα, καὶ καρπὸν ἔχει, ὁ δὲ καρπὸς τῆς τοῦ Θεοῦ ὀργῆς ἐστιν ὑπόμνημα. Ἑστή‐ κασι γὰρ ῥοιαὶ λαμπρὰν μὲν ἔχουσαι τὴν ἐπιφάνειαν, καὶ χρηστὰς παρέχουσαι τοῖς ἀγνοοῦσιν ἐλπίδας, εἰς δὲ χεῖρας ληφθεῖσαι καὶ διακλασθεῖσαι, καρπὸν μὲν οὐ‐
30δένα, κόνιν δὲ καὶ τέφραν ἐπιδείκνυνται πολλὴν ἔνδον ἀποκειμένην. Τοιαύτη ἐστὶ καὶ ἡ γῆ, τοιοῦτοι καὶ οἱ λίθοι, τοιοῦτος καὶ ὁ ἀὴρ αὐτός. Πάντα ἐμπέπρησται, πάντα τετέφρωται, τῆς προλαβούσης ὀργῆς ὑπομνήματα ὄντα, τῆς μελλούσης κολάσεως προμηνύματα. Μὴ καὶ
35ταῦτα ἀπειλαὶ ῥημάτων; μὴ καὶ ταῦτα ψόφοι ῥημάτων; Εἴ τις ἀπιστεῖ τῇ γεέννῃ, τὰ Σόδομα λογιζέσθω, τὰ Γό‐ μοῤῥα ἐννοείτω, τὴν τιμωρίαν τὴν ἤδη γεγενημένην καὶ μέχρι νῦν μένουσαν. Ὅπερ καὶ ἡ θεία Γραφὴ διηγου‐ μένη περὶ τῆς σοφίας φησίν· Αὕτη δίκαιον, ἐξαπολ‐
40λυμένων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως. Αὕτη καὶ νῦν ἔτι εἰς Μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦσα τὰ φυτά. Ἀναγκαῖον δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν ταῦτα πεπόνθασιν. Ἓν
45ἦν τὸ πταῖσμα αὐτῶν, χαλεπὸν μὲν καὶ ἐπάρατον· πλὴν ἕν. Παισὶν ἐπεμαίνοντο, καὶ διὰ τοῦτο πυρίνῳ κατ‐ εκαύθησαν ὑετῷ· νῦν δὲ μυρία καὶ ἴσα καὶ χαλεπώτερα γίνεται, καὶ τοιοῦτος ἐμπρησμὸς οὐ γίνεται. Τίνος ἕνεκεν; Ὅτι πῦρ ἕτερον ἡτοίμασται, μηδέποτε σβεννύ‐

56

.

288

(50)

μενον. Πῶς γὰρ ὁ ὑπὲρ ἑνὸς ἁμαρτήματος τοσαύτην ὀργὴν ἐπαγαγὼν, καὶ μήτε τοῦ Ἀβραὰμ τὴν ἱκετηρίαν
δεξάμενος, μήτε τὸν ἔνοικον δυσωπηθεὶς Λὼτ, τοσού‐287

56

.

289

των κακῶν γινομένων φείσεται ἡμῶν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. ηʹ. Ἀλλὰ μὴ μέχρι τούτων στῶμεν· φέρε, ἑτέρους εἰς μέσον ἀγάγωμεν κολασθέντας, ἵνα διὰ πλειόνων ἀπο‐
5δείξεων πιστωθῇ τὰ λεγόμενα. Τὸν Φαραὼ πάντες ἀκούετε τὸν βασιλέα τῶν Αἰγυπτίων· οὐκοῦν οἴδατε καὶ τὴν δίκην, ἣν ἔδωκεν, ὅπως σὺν ἅρμασι καὶ ἵπποις, μετὰ τοῦ στρατοπέδου παντὸς εἰς τὸ ἐρυθραῖον κατ‐ εποντίσθη πέλαγος. Ἵνα δὲ καὶ τὰς Ἰουδαίων μάθητε
10κολάσεις, ἄκουε Παύλου λέγοντος· Μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες· μηδὲ γογγύζω‐ μεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· μηδὲ πειράζωμεν τὸν Κύριον,
15καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Εἰ δὲ κἀκεῖνοι τοιαῦτα πεπόνθασιν ὑπὲρ ὧν ἥμαρτον, τί οὐ πεισόμεθα ἡμεῖς; Ἀλλὰ νῦν οὐδὲν πα‐ σχόμεθα δεινὸν, καὶ διὰ τοῦτο μάλιστα δεδοικέναι χρή. Οὐ γὰρ ἐπὶ τῷ μὴ δοῦναι δίκην, ἀλλ’ ἐπὶ τῷ χείρονα δοῦναι
20τηρούμεθα, εἰ μὴ μεταβαλοίμεθα. Ἐκεῖνοι μὲν γὰρ οὐκ ᾔδεισαν τὴν γέενναν, καὶ ταῖς ἐνταῦθα παρεδίδοντο τι‐ μωρίαις· ἡμεῖς δὲ ὅσα ἂν ἁμάρτωμεν, κἂν μηδὲν ἀνια‐ ρὸν ἐν τῷ παρόντι βίῳ πάθωμεν, ἐν τῷ μέλλοντι πάντα πεισόμεθα. Πῶς γὰρ ἂν ἔχοι λόγον, ἐκείνους μὲν νη‐
25πιωδεστέρους ὄντας τοιαῦτα πεπονθέναι, ἡμᾶς δὲ τε‐ λειοτέρων ἀπολαύσαντας μαθημάτων, καὶ πολὺ χείρονα πταίοντας ἐκείνων, διαφυγεῖν τὰς τιμωρίας; Βούλεσθε καὶ τὰς λοιπὰς αὐτῶν ἀκοῦσαι συμφορὰς, ὅσας ἔπαθον ἐν Παλαιστίνῃ ὑπὸ Βαβυλωνίων καὶ Ἀσσυρίων καὶ Μα‐
30κεδόνων; ὅσους ὑπέμειναν λιμοὺς, λοιμοὺς, πολέμους, αἰχμαλωσίας ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ; Τὴν Ἰωσή‐ που βίβλον ἀνάγνωτε, ἣν ἔγραψε περὶ τῆς τῶν Ἱεροσο‐ λύμων ἁλώσεως, καὶ μαθήσεσθε τὴν πικρὰν ἐκείνην τραγῳδίαν. Μετὰ γὰρ τῶν ἄλλων δεινῶν, εἰς τοσαύτην
35λιμοῦ περιέπεσον ὑπερβολὴν, ὡς καὶ τὰς ζώνας αὐτῶν, καὶ τὰ ὑποδήματα, καὶ τὰ τούτων ἐσθίειν βδελυρώτερα. Πάντα γὰρ ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καθώς πού φησιν ὁ προλεχθεὶς συγγραφεύς. Καὶ οὐδὲ μέχρι τού‐ των ἔστησαν, ἀλλὰ καὶ τῶν ἰδίων ἀπεγεύσαντο τέκνων.
40Πῶς οὖν, ἐκείνων τοιαύτας δεδωκότων δίκας, ἡμεῖς οἱ
τὰ χείρονα τούτων πράττοντες διαφευξώμεθα; Εἰ γὰρColumn end

56

.

290

ἐκεῖνοι ἐκολάσθησαν τότε, διὰ τί ἡμεῖς οὐ κολαζόμεθα νῦν; Οὐχὶ καὶ τυφλῷ δῆλον, ὅτι διὰ τὸ ἀποκεῖσθαι ἡμῖν ἐν τῷ μέλλοντι τὴν κόλασιν, καθὼς ἔφην πολλάκις; Χρὴ δὲ λογίζεσθαι πρὸς τούτοις καὶ τὰ νῦν ἐν τῷ βίῳ γινό‐
5μενα, καὶ οὐκ ἀπιστήσομεν τῇ γεέννῃ. Εἰ γὰρ δίκαιός ἔστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, ὥσπερ οὖν καὶ ἔστι, τίνος ἕνεκεν οἱ μὲν διδόασιν ἐνταῦθα φόνων δίκας, οἱ δὲ οὐ διδόασιν; οἱ μὲν τῶν μοιχῶν τιμωροῦνται, οἱ δὲ τελευτῶσιν ἀτιμώρητοι; πόσοι τυμβωρύχοι διέφυγον;
10πόσοι λῃσταί; πόσοι πλεονέκται; πόσοι ἅρπαγες; Ἂν οὖν γέεννα μὴ ᾖ, ποῦ τιμωρίαν ὑφέξουσιν; Ἆρα πεί‐ θομεν τοὺς ἀντιλέγοντας, ὅτι οὐκ ἔστι μῦθος ὁ περὶ αὐ‐ τῆς λόγος; Οὕτω γάρ ἐστιν ἀληθὴς, ὅτι οὐχ ἡμεῖς μό‐ νον, ἀλλὰ καὶ ποιηταὶ καὶ φιλόσοφοι καὶ λογοποιοὶ περὶ
15τῆς μελλούσης ἀνταποδόσεως ἐφιλοσόφησαν, καὶ ἐν ᾅδου κολάζεσθαι τοὺς πονηροὺς εἰρήκασιν. Εἰ γὰρ καὶ μετὰ ἀληθείας, ὡς ἔχει ταῦτα, εἰπεῖν οὐκ ἠδυνήθησαν, ἅτε ἀπὸ λογισμῶν κινηθέντες καὶ παρακουσμάτων τῶν παρ’ ἡμῖν, ἀλλ’ ὅμως εἰκόνα τινὰ κρίσεως ἔλαβον. Κωκυτοὺς
20γάρ φασί τινας καὶ Πυριφλεγέθοντας ποταμοὺς, καὶ Στυγὸς ὕδωρ, καὶ Τάρταρον τοσοῦτον ἀπέχοντα τῆς γῆς, ὅσον αὕτη τοῦ οὐρανοῦ, καὶ πολλοὺς ἑτέρους κολάσεως τρόπους· καὶ πάλιν Ἠλύσιον πεδίον, καὶ μακά‐ ρων νήσους, καὶ λειμῶνας εὐανθεῖς, καὶ εὐωδίαν πολ‐
25λὴν, καὶ αὔραν λεπτὴν, καὶ χοροὺς ἐκεῖ διατρίβοντας, καὶ λευκὴν περιβεβλημένους στολὴν, καὶ ᾄδοντας ὕμνους τινὰς, καὶ ὅλως καὶ ἀγαθοῖς καὶ πονηροῖς ἀποκειμένην ἀντίδοσιν μετὰ τὴν ἐντεῦθεν ἔξοδον. Μὴ τοίνυν ἀπι‐ στῶμεν τῇ γεέννῃ, ἵνα μὴ ἐμπέσωμεν εἰς αὐτήν·
30ὁ γὰρ ἀπιστῶν, ῥᾳθυμότερος γίνεται· ὁ δὲ ῥᾳθυμῶν, εἰς αὐτὴν ἀπελεύσεται πάντως· ἀλλὰ καὶ πιστεύωμεν ἀνενδοιάστως, καὶ διαλεγώμεθα περὶ αὐτῆς συνεχῶς, καὶ οὐ ταχέως ἁμαρτησόμεθα. Τῶν γὰρ τοιούτων λό‐ γων ἡ μνήμη, καθάπερ τι φάρμακον πικρὸν, πᾶσαν
35κακίαν ἀποσμῆξαι δυνήσεται, διαπαντὸς ἡμῶν ἐνιζά‐ νουσα τῇ ψυχῇ. Χρησώμεθα τοίνυν αὐτῷ, ἵνα καθαρ‐ θέντες καλῶς, ἀξιωθῶμεν ἰδεῖν τὸν Θεὸν, ὡς ἀνθρώ‐ ποις ἰδεῖν δυνατὸν, καὶ τῶν μελλόντων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
40Ἰησοῦ Χριστοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.289